Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Πρόλογος και προαιώνια ύπαρξη του Υιού

Εισαγωγή στο έργο, κατάλογος των εκατόν δύο θεμάτων και μαρτυρίες της Παλαιάς Διαθήκης για την προαιώνια γέννηση και συνδημιουργία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 1 από 8

Τοῦ ἁγίου καὶ μακαρίου ἘΠΙΦΑΝΙΟΥ Ἀρχιεπισκόπου Κωνσταντίας τῆς Κύπρου ΜΑΡΤΥΡΙΑΙ τῶν θεοπνεύστων γραφῶν καὶ ἁγίων περὶ τῆς ἐξ οὐρανοῦ ἐπὶ τῆς γῆς τοῦ μονογενοῦς θεοῦ Λόγου παρουσίας, καὶ τῶν δι᾽ αὐτοῦ γενομένων θαυμάτων καὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως καὶ τῆς δευτέρας αὐτοῦ καὶ μελλούσης ἐπιφανείας. 〈α〉 ὅτι πρὸ τῶν αἰώνων ὁ υἱὸς γεγένηται— 〈β〉 ὅτι συνῆν τῷ πατρί— 〈γ〉 ὅτι συνκτίστης— 〈δ〉 ὅτι ἀπεστάλη— 〈ε〉 ὅτι ἥξει— 〈ϛ〉 ὅτι ὤφθη· καὶ Θεὸς ὤν, γέγονεν ἄνθρωπος— 〈ζ〉 ὅτι ἐκ σπέρματος Δαυιδ ὁ Κύριος— 〈η〉 ὅτι ἐκ παρθένου— 〈θ〉 ὅτι μετὰ τὸ γεννηθῆναι φυλάξει τὴν τέκουσαν παρθένον— 〈ι〉 ὅτι ἡ μήτρα πύλη— 〈ια〉 ὅτι ἀνωδύνος ἡ παρθένος γεννήσει— 〈ιβ〉 ὅτι ἐχρήσθη— 〈ιγ〉 ὅτι χωρὶς πατρὸς ἐπὶ γῆς καὶ μιξέως— 〈ιδ〉 ὅτι παιδίον— 〈ιε〉 ὅτι ἐν Βηθλεὲμ τεχθήσεται— 〈ιϛ〉 ὅτι προσκυνήσουσιν οἱ μάγοι— 〈ιζ〉 ὅτι ἀνατελεῖ ὁ ἀστήρ— 〈ιη〉 ὅτι τὰ βρέφη ἀναιρεθήσονται— 〈ιθ〉 ὅτι ταραχθήσεται Ἡρῳδης καὶ οἱ μετ᾽ αὐτοῦ πάντες— 〈κ〉 ὅτι ὑποκρίσει ζητήσει προσκυνῆσαι— 〈κα〉 ὅτι θυμωθήσεται ἀπατηθείς— 〈κβ〉 ὅτι ἐρευνήσει καὶ ἀναξητήσει— 〈κγ〉 ὅτι ἀνελεῖ τὰ βρέφη— 〈κδ〉 ὅτι οὐκ ἀναλεῖ τὸν Χριστόν— 〈κε〉 ὅτι εἰς Αἴγυπτον καταβήσεται ὁ Χριστός— 〈κϛ〉 ὅτι ἐξ Αἰγύπτου κληθήσεται— 〈κζ〉 ὅτι βαπτιζόμενος ἁγιάσει τὰ ὕδατα— 〈κη〉 ὅτι ἐνδόξως ἀπὸ τοῦ βαπτίσματος ἀναβήσεται— 〈κθ〉 ὅτι ἐπὶ θαλάσσης περιπατήσει— 〈λ〉 ὅτι τὸ κράσπεδον τοῦ ἱματίου αὐτοῦ θεραπεύσει— 〈λα〉 ὅτι ξηρανεῖ τὴν συκήν— 〈λβ〉 ὅτι πειρασθήσεται ὑπὸ τοῦ διαβόλου— 〈λγ〉 ὅτι θεραπεύσει πολλούς— 〈λδ〉 ὅτι ἀναστήσει νεκρούς— 〈λε〉 ὅτι ἀπιστήσουσιν οἱ Ἰουδαῖοι— 〈λϛ〉 ὅτι ἀπὸ πέντε ἄρτων θρέψει πολλούς— 〈λζ〉 ὅτι ἐπὶ ὄνου εἰς τὴν Σιων ἐπελεύσεται— 〈λη〉 ὅτι τὰ βρέφη προδράμουσι κράζοντα τὸ εὐλογήμενος ὁ ἐρχόμενος— 〈λθ〉 ὅτι ἐλέγξει τὸν λαόν— 〈μ〉 ὅτι ἐπιχυθήσεται αὐτῷ νάρδος— 〈μα〉 ὅτι συναχθήσονται κατ᾽ αὐτοῦ— 〈μβ〉 ὅτι καταψευδομαρτυρήσουσιν— 〈μγ〉 ὅτι Ιουδας προδώσει— 〈μδ〉 ὅτι ἐρεῖ ὁ Ιουδας Χαῖρε ῥαββί— 〈με〉 ὅτι ἀργυρίου πραθήσεται— 〈μϛ〉 ὅτι δήσουσι τὸν Χριστόν— 〈μζ〉 ὅτι κρίνουσιν αὐτόν— 〈μη〉 ὅτι ῥαπίσουσιν αὐτὸν καὶ ἐξουθενήσουσι— 〈μθ〉 ὅτι φεύξονται οἱ ἀπόστολοι— 〈ν〉 ὅτι ἀρνήσεται Πέτρος— 〈να〉 ὅτι σταυρώσουσιν αὐτόν— 〈νβ〉 ὅτι ἀκάνθαις στεφανώσουσιν αὐτόν— 〈νγ〉 ὅτι ὄξος καὶ χολὴν ποτίσουσιν αὐτόν— 〈νδ〉 ὅτι κόκκινον ἱμάτιον ἐνδύσουσιν αὐτόν— 〈νε〉 ὅτι σιωπήσει κρινόμενος— 〈νϛ〉 ὅτι χλευασθήσεται— 〈νζ〉 ὅτι αὐτός ἐστιν ἡ ζωὴ ὁ κρεμμάμενος ἐπὶ ξύλου— 〈νη〉 ὅτι ἀπάθεια τὸ πάθος αὐτοῦ— 〈νθ〉 ὅτι ἐν νυκτί, ψύχους ὄντος καὶ ἀνθρακιᾶς κειμένης πάθη— 〈ξ〉 ὅτι δύσεται ὁ ἥλιος— 〈ξα〉 ὅτι δύσεται ὁ ἥλιος μεσημβρίας— 〈ξβ〉 ὅτι τὰ ἱμάτια αὐτοῦ διαμερίσονται— 〈ξγ〉 ὅτι συνσταυρωθήσεται λῃσταῖς— 〈ξδ〉 ὅτι τὴν πλευρὰν ἐκκεντήσουσιν— 〈ξε〉 ὅτι ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται— 〈ξϛ〉 ὅτι ἐκ τῆς πλευρὰς αὐτοῦ ὕδωρ ῥυήσεται εἰς βαπτίσματος τύπον— 〈ξζ〉 ὅτι ἐν πέτρᾳ τεθήσεται— 〈ξη〉 ὅτι λίθος ἡ θύρα τοῦ μνήματος— 〈ξθ〉 ὅτι σφραγίσουσιν αὐτόν— 〈ο〉 ὅτι ταφήσεται— 〈οα〉 ὅτι θέρους ἀρχομένου ἔσται τὸ πάθος, μηνὶ τῷ καθ᾽ ἡμᾶς Μαρτίῳ— 〈οβ〉 ὅτι φοβήσει τὸν Ἅδην ταφείς— 〈ογ〉 ὅτι ἀναμάρτητος— 〈οδ〉 ὅτι ἀναστήσεται— 〈οε〉 ὅτι μάτην οἱ στρατιῶται τὸν τάφον τηρήσουσιν— 〈οϛ〉 ὅτι πρωὶ ἡ ἀνάστασις— 〈οζ〉 ὅτι μαρτύριον ὁ τόπος ἔσται— 〈οη〉 ὅτι ἀπὸ τοῦ προτειχίσματος— 〈οθ〉 ὅτι ζητηθήσεται ὑπὸ τῶν γυναικῶν— 〈π〉 ὅτι πρῶτον ἀπαντήσει γυναιξί— 〈πα〉 ὅτι ἀναχωρήσουσιν ἔμφοβοι— 〈πβ〉 ὅτι ἐμφυσήσει τοῖς ἀποστόλοις τὸ πνεῦμα τὸ ἅγιον— 〈πγ〉 ὅτι ἀπὸ μέλιτος κηρίου φάγεται μετὰ τὴν ἀνάστασιν— 〈πδ〉 ὅτι ἐροῦσιν ὅτι ἐκλάπη— 〈πε〉 ὅτι οἱ νεκροὶ ἀναστήσονται— 〈πϛ〉 ὅτι εἰς οὐρανοὺς ἀναλεύσεται— 〈πζ〉 ὅτι αὐτὸς ἦν ὁ κηρύξας— 〈πη〉 ὅτι ἐν πάσῃ τῇ γῇ τὸ ὄνομα αὐτοῦ— 〈πθ〉 ὅτι ἐκ δεξιῶν τοῦ πατρός, οὐκ ἀφ᾽ οὗ ἀνῆλθεν ἐκάθισε· ἀλλὰ καὶ 〈ϙ〉 ὅτι κληθησόμεθα Χριστιανοί—[πρὸ τούτου— 〈ϙα〉 ὅτι καὶ ἡ μετώπου σημείσωσις τοῦ σταυροῦ προκατηγγέλετο— 〈ϙβ〉 ὅτι τὸ ἐν Χριστῷ βάπτισμα προκατηγγέλλετο— 〈ϙγ〉 ὅτι προκατηγγέλλετο ἡ δευτέρα παρουσία— 〈ϙδ〉 ὅτι κρινεῖ τὴν οἰκουμένην καὶ αὐτῷ ἡ κρίσις δοθήσεται— 〈ϙε〉 ὅτι ὁ ἥλιος καὶ ἡ σελήνη σκοτισθήσονται— 〈ϙϛ〉 ὅτι οἱ οὐρανοὶ εἰλίσονται— 〈ϙζ〉 ὅτι πρὸ τῆς Χριστοῦ παρουσίας ἥξει ὁ Ἀντίχριστος— 〈ϙη〉 ὅτι φονεύσει πολλούς— 〈ϙθ〉 ὅτι τότε καιρὸς θλίψεως— 〈ρ〉 ὅτι καὶ μετ᾽ αὐτὸν καὶ πὼς ὁ Χριστός— 〈ρα〉 ὅτι τὸ σημεῖον τοῦ Χριστοῦ φανερὸν ἔσται— 〈ρβ〉 ὅτι τῆς βασιλείας οὐκ ἕξει πέρας— 〈α〉 ὅτι πρὸ αἰώνων ὁ υἱὸς γεγέννηται— Δαυιδ ὁ μέγας πρῶτος λέγει ἐν τῷ 〈ρθ〉 ψαλμῷ· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.

Καὶ ἡ Σοφια δὲ ὁμοίως λέγει· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους, καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.

Καὶ Δαυιδ αὖθις λέγει ἐν 〈οα〉 ψαλμῷ· Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. 〈β〉 ὅτι συνῆν τῷ πατρί— Μωυσης λέγει ἐν τῇ κτίσει τοῦ κόσμου· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν. 〈γ〉 ὅτι συνκτίστης— Ἡ Σοφια λέγει· Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ· καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον· καὶ ἡνίκα ἐπ᾽ ἀνέμων ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη· καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ᾽ οὐρανόν· καὶ ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα.

Καὶ Δαυιδ ἐν τῷ 〈λβ〉 ψαλμῷ λέγει· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Καὶ πάλιν ἡ Σοφια λέγει· Εἶδα τὰ ἔργα σου παροῦσα, ὅτε ἐποίεις τὸν κόσμον. 〈δ〉 ὅτι ἀπεστάλη— Ησαϊας οὕτως λέγει· Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανόν, καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾽ αὐτῆς, καὶ πνοὴν τοῖς πατοῦσιν αὐτήν· ἐγὼ Κύριος ὁ Θεὸς ὁ κάλεσάς σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλῆς, καθημένους ἐν σκότει.