Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Ταφή, κάθοδος στον άδη, ανάσταση και ανάληψη

Προφητικά κείμενα που αναφέρονται στον ενταφιασμό, την κάθοδο στον άδη, την έγερση εκ νεκρών, την ανάληψη και τη διάδοση του ευαγγελικού κηρύγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 6 από 8

ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν. 〈οα〉 ὅτι ταφήσεται— Ησαϊας λέγει· Ἀπὸ προσώπου ἀδικίας ἤρτηται ὁ δίκαιος· ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ.

Καὶ πάλιν λέγει· Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καὶ Ιακωβ λέγει· Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;

Καὶ ἐν τοῖς Ἀριθμοῖς λέγει· Ἀνακλιθεὶς ἀνεπαύσατα ὡς λέων καὶ ὡς σκύμνος. Καὶ Δαυιδ ἐν τῷ 〈κα〉 ψαλμῷ λέγει· Εἰς χοῦν θανάτου κατήγαγές με. 〈οβ〉 ὅτι φοβήσει τὸν Ἅδην ταφείς— Ἐν τῷ Ιωβ λέγει· Ἀνοιχθήσονται αὐτῷ φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ τοῦ ᾍδου ἰδόντες σε ἔπτυξαν.

Καὶ Ησαϊας λέγει· Ὁ ᾍδης ἐπικράνθη συναντήσας σοι κάτω. Καὶ Δαυιδ ἐν τῷ 〈ρϛ〉 ψαλμῷ λέγει· Συνέτριψε πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. 〈ογ〉 ὅτι ἀναμάρτητος— Ησαϊας λέγει· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.

Καὶ πάλιν· Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. 〈οδ〉 ὅτι ἀναστήσεται— Δαυιδ ἐν τῷ 〈ια〉 ψαλμῷ λέγει· Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος.

Καὶ πάλιν ὁ αὐτὸς λέγει ἐν τῷ 〈ιε〉 ψαλμῷ. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Καὶ πάλιν ὁ αὐτὸς λέγει ἐν τῷ 〈κθ〉 ψαλμῷ· Ἀνήγαγες ἐξ ᾍδου τὴν ψυχήν μου ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.

Καὶ Ιερεμιας λέγει· Διὰ τοῦτο ἐξηγέρθην, καὶ ἰδοὺ καὶ ὁ ὕπνος μου ἡδὺς ἐγένετο. Καὶ Δαυιδ ἐν τῷ 〈πζ〉 ψαλμῷ λέγει· Ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον.

Καὶ πάλιν· Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος. Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ 〈πα〉 ψαλμῷ λέγει· Ἀνάστα, ὁ Θεὸς, κρίνων τὴν γῆν. Καὶ Ησαϊας λέγει· Ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν.

Καὶ Ναουμ λέγει· Ταχεῖς ἰδοὺ οἱ πόδες ἐπὶ τὰ ὄρη εὐαγγελιζομένου εἰρήνην. 〈οε〉 ὅτι μάτην οἱ στρατιῶται τὸν τάφον τηρήσουσιν— Δαυιδ ἐν τῷ 〈οε〉 ψαλμῷ λέγει· Ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐκ εὗρον οὐδέν. 〈οϛ〉 ὅτι πρωὶ ἡ ἀνάστασις— Δαυιδ ἐν τῷ 〈κθ〉 ψαλμῷ λέγει· Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις.

Καὶ πάλιν ἐν τῷ 〈πζ〉 λέγει· Ἐγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε. Καὶ πάλιν ἐν τῷ 〈νϛ〉 λέγει· Ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. 〈οζ〉 ὅτι μαρτύριον ὁ τόπος ἔσται— Ναουμ λέγει· Ἑτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ὑποφυλλὶς αὐτῶν· διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριόν μου· διότι τὸ κρίμα μου ἄξει πάντας τοὺς ἐχθρούς μου. 〈οη〉 ὅτι ἀπὸ τοῦ προτειχίσματος— Ἐν τοῖς ᾌσμασι λέγει· Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος. 〈οθ〉 ὅτι ζητηθήσεται ὑπὸ γυναικῶν— Ἐν τοῖς ᾌσμασι λέγει· Ἐπὶ κοίτην μου ἐξεζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα, καὶ οὐκ εὗρον αὐτόν. μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; 〈π〉 ὅτι πρῶτον ἀπαντήσει γυναιξί— Ἐν τοῖς ᾌσμασι λέγει· Εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν. 〈πα〉 ὅτι ἀναχωρήσουσιν ἔμφοβοι— Δαυιδ ἐν τῷ 〈β〉 ψαλμῷ λέγει· Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.

Καὶ Ησαϊας λέγει· Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων φρόνησιν. 〈πβ〉 ὅτι ἐμφυσήσει τοῖς ἀποστόλοις τὸ πνεῦμα τὸ ἅγιον— Ναουμ λέγει· Ἑτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ὑποφυλλὶς αὐτῶν. ἀνέβη γὰρ ἐμφυσιῶν εἰς τὸ πρόσωπον αὐτῶν. 〈πγ〉 ὅτι ἀπὸ μέλιτος κηρίου φάγεται μετὰ τὴν ἀνάστασιν— Ἐν τοῖς ᾌσμασι λέγει· Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου.

Τὸ πικρὸν πρὸ τοῦ πάθους, καὶ τὸ γλυκὺ μετὰ τὴν ἀνάστασιν. 〈πδ〉 ὅτι ἐροῦσιν ὅτι ἐκλάπη— Ιωνας λέγει· Φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτῶν ἐγκατέλιπον. Καὶ Ησαϊας λέγει· Ἀλλὰ λέγετε ἡμῖν καὶ ἀπαγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. 〈πε〉 ὅτι νεκροὶ ἀναστήσονται— Ωσηε λέγει· Ὀρθριοῦσι πρός με λέγοντες· πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον, ὅτι αὐτὸς πέπαικε καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, καὶ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐναντίον αὐτοῦ.

Καὶ Ησαϊας λέγει· Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφραντήσονται οἱ ἐν τῇ γῇ. Καὶ Ζαχαριας λέγει· Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.

Καὶ πάλιν Ωσηε λέγει· Ἐκ χειρὸς ᾍδου ῥύσομαι αὐτοὺς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου θάνατε; ποῦ τὸ κέντρον σου ᾍδη; Καὶ Ιεζεκιηλ λέγει· Τάδε λέγει Κύριος· ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ισραηλ, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἀνοιξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν λαός μου· καὶ δώσω πνεῦμα εἰς ὑμᾶς, καὶ ζήσεσθε. 〈πϛ〉 ὅτι εἰς οὐρανοὺς ἀνελεύσεται— Δαυιδ ἐν τῷ 〈μϛ〉 ψαλμῷ λέγει· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.

Καὶ Αμως λέγει· Ὁ οἰκοδομῶν εἰς οὐρανὸν τὴν ἐπίβασιν αὐτοῦ. 〈πζ〉 ὅτι αὐτὸς ἦν ὁ κηρύξας— Ησαϊας λέγει· Πνεῦμα Κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίῳ δεκτὸν καὶ ἡμέραν ἀνταποδώσεως τῷ Θεῷ ἡμῶν.

Καὶ πάλιν· Γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι ὡς ὡραῖος ἐπὶ τῶν ὡραίων, ὡς εὐαγγελιζόμενος ἀκοὴν εἰρήνης, ἀκουστὴν ποίων τὴν σωτηρίαν σου. 〈πη〉 ὅτι ἐν πάσῃ τῇ γῇ τὸ ὄνομα αὐτοῦ— Ζαχαριας λέγει· Καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ιερουσαλημ, ἀναβήσονται κατ᾽ ἐνιαυτὸν προσκυνῆσαι Κυρίῳ παντοκράτορι.

Καὶ Ιεζεκιηλ λέγει· Καθαριῶ ὑμᾶς, καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. Καὶ πάλιν· Δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω αὐτοῖς. Καὶ Δαυιδ ἐν τῷ 〈ιη〉 ψαλμῷ λέγει· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.