Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η εκ δεξιών καθέδρα, η κλήση των πιστών και τα μυστήρια

Αναφορές στην καθέδρα του Υιού εκ δεξιών του Πατρός, τη νέα κλήση των Χριστιανών και την προτύπωση του σημείου του σταυρού και του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 7 από 8

Καὶ Ιερεμιας λέγει· Δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν τοῦ φόβεισθαί με πάσας τὰς ἡμέρας. 〈πθ〉 ὅτι ἐκ δεξιῶν τοῦ Πατρὸς οὐκ ἀφ᾽ οὗ ἀνῆλθεν ἐκάθισεν, ἀλλὰ καὶ πρὸ τούτου— Ησαϊας λέγει· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.

Καὶ Δαυιδ ἐν τῷ 〈ϙβ〉 λέγει· Ἕτοιμος ὁ θρόνος σου, Κύριε, καὶ ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Καὶ πάλιν ἐν τῷ 〈ρθ〉 λέγει· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Καὶ Ησαϊας λέγει· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. 〈ϙ〉 ὅτι κληθησόμεθα Χριστιανοί— Ησαϊας λέγει· Ὄψονται ἔθνη τὴν δόξαν σου καὶ πάντες οἱ βασιλεῖς τὴν δικαιοσύνην σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτῷ.

Καὶ πάλιν· Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. 〈ϙα〉 ὅτι καὶ ἡ ἐπὶ τοῦ μετώπου σημείωσις προκατηγγέλετο— Δαυιδ ἐν τῷ 〈νθ〉 ψαλμῷ λέγει· Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.

Καὶ Ησαϊας λέγει· Φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον μαθεῖν. Καὶ Ιεζεκιηλ λέγει· Εἶπε Κύριος πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, δὸς τὴν σημείωσιν ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀδικίαις, καὶ διέλθετε μέσην τὴν Ιερουσαλημ· καὶ κόπτετε καὶ μὴ φείσησθε καὶ μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ γυναῖκας, νήπια θηλάζοντα πάντας ἐξαλείψατε· ἐπὶ δὲ πάντας ἐφ᾽ οὕς ἐστι τὸ σημεῖόν μου μὴ ἐγγίσητε. 〈ϙβ〉 ὅτι τὸ ἐν τῷ Χριστῷ βάπτισμα προκατηγγέλετο— Ησαϊας λέγει· Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου.

Καὶ πάλιν τρανώτερον· Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταληφθὲν τοῦ Ισραηλ ἐν Σιων, καὶ τὸ καταλειφθὲν ἐν Ιερουσαλημ, ὅτι ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ιερουσαλημ· ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιων καὶ τὸ αἷμα Ιερουσαλημ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιων καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας.