Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η φυγή στην Αίγυπτο, το βάπτισμα και η δημόσια δράση

Παράθεση χωρίων που προτυπώνουν την παραμονή στην Αίγυπτο, το βάπτισμα, τους πειρασμούς, τις ιάσεις και τη θριαμβευτική είσοδο στην Ιερουσαλήμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 4 από 8

Καὶ πάλιν ἐν τῷ 〈ρια〉 ψαλμῷ· Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται. 〈κε〉 ὅτι εἰς Αἴγυπτον καταβήσεται ὁ Χριστός— Ησαϊας λέγει· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται πάντα τὰ χειροποίητα Αἰγύπτου.

Καὶ πάλιν· Γνωσθήσεται Κύριος τοῖς Αἰγυπτίοις, καὶ φοβηθήσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 〈κϛ〉 ὅτι ἐξ Αἰγύπτου κληθήσεται— Ιωηλ λέγει· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Καὶ Βαλααμ λέγει· Ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξαν μονοκέρωτος αὐτοῦ. 〈κζ〉 ὅτι βαπτιζόμενος ἁγιάσει τὰ ὕδατα— Ιεζεκιηλ λέγει ἰδών· Ἰδοὺ ὕδωρ καταφερόμενον ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ· καὶ ἐγένετο καθὼς ἔξοδος ἀνδρὸς ἡ ἔξοδος αὐτοῦ. καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως.

Καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, τοῦτο τὸ ὕδωρ τὸ πορευόμενον ἐπὶ γῆν Γαλιλαίαν ἁγιάσει τὰ ὕδατα· καὶ ἔσται πᾶσα ψυχὴ ἐφ᾽ ἧ ἂν ἐπέλθῃ τὸ ὕδωρ τοῦτο ζησέται καὶ ἰαθήσεται. 〈κη〉 ὅτι ἐνδόξως ἀπὸ τοῦ βαπτίσματος ἀναβήσεται— Ιερεμιας λέγει· Ἰδοὺ ὡς λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου. 〈κθ〉 ὅτι ἐπὶ θαλάσσης περιπατήσει— Ιωβ λέγει· Ὁ τανύσας τὸν οὐρανὸν μόνος, ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. 〈λ〉 ὅτι τὸ κράσπεδον τοῦ ἱματίου αὐτοῦ θεραπεύσει— Μαλαχιας λέγει· Ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ ἥλιος δικαιοσύνης ἔχων ἴασιν ἐν ταῖς πτέρυξιν. 〈λα〉 ὅτι ξηρανεῖ τὴν συκήν— Αβακουμ λέγει· Διότι συκῆ οὐ καρποφορήσει.

Καὶ Ιεζεκιηλ λέγει· Ἐγὼ Κύριος ὁ ξηρῶν ξύλον χλωρόν. 〈λβ〉 ὅτι πειρασθήσεται ὑπὸ τοῦ διαβόλου— Ζαχαριας λέγει· Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν αὐτῷ ὁ Κύριος· ἐπιτιμήσαι σοὶ Κύριος, διάβολε, ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ.

Καὶ αὐτὸς δὲ ὁ Κύριος περὶ ἑαυτοῦ λέγων εἶπε πρὸς Ιωβ· Οὐχ ἑώρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; ἢ τίς ἀντιστήσεταί με καὶ ὑπομενεῖ; 〈λγ〉 ὅτι θεραπεύσει πολλούς— Ησαϊας λέγει· Ἰσχυσάτε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε ὀλιγόψυχοι τῇ διανοίᾳ· μὴ φοβηθῆτε.

Καὶ πάλιν· Ὁ Θεὸς τότε ἥξει· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. 〈λδ〉 ὅτι ἀναστήσει νεκρούς— Ησαϊας λέγει· Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. 〈λε〉 ὅτι ἀπιστήσουσιν οἱ Ἰουδαῖοι— Ησαϊας λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;

Ὄψονται οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. 〈λϛ〉 ὅτι ἀπὸ 〈ε〉 ἄρτων θρέψει πολλούς— Ησαϊας λέγει· Ἐροῦσιν ἐν τῇ ἡμέρα ἐκείνῃ· ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἠλπίζομεν καὶ ἠγαλλιασάμεθα ἐπὶ τῷ σωτηρίῳ ἡμῶν, ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. 〈λζ〉 ὅτι ἐπὶ ὄνου εἰς τὴν Σιων ἐπελεύσεται— Ζαχαριας λέγει· Χαῖρε σφόδρα θύγατερ Σιων, κήρυσσε θύγατερ Ιερουσαλημ, ὅτι ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.

Καὶ Ιακωβ λέγει· Δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ. Καὶ Μαλαχιας λέγει· Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς θέλετε, καὶ ὁ ἄγγελος τῆς διαθήκης. 〈λη〉 ὅτι τὰ βρέφη προδράμουσι κράζοντα τὸ εὐλογήμενος ὁ ἐρχόμενος— Δαυιδ ἐν τῷ 〈η〉 ψαλμῷ λέγει· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. 〈λθ〉 ὅτι ἐλέγξει τὸν λαόν— Μαλαχιας λέγει· Προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τοῦς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας ἐπὶ ψεύσμασι.