Περὶ τῆς ἁγίας Τριάδος. Βʹ. Τριὰς ἁπλῆ, ἀσύνθετος, ἀσυνείκαστος, ἀνέκφραστος, ἀδιήγητος, ἀδιόρεστος· Πατὴρ, Υἱὸς, ἅγιον Πνεῦμα· ὁμοούσιος κατὰ πάντα, κατὰ συμφωνίαν, κατὰ δύναμιν, κατ᾽ ἐνέργειαν, κατὰ θεότητα, κατὰ μέγεθος, ἐν ὑποστάσει, καὶ ὀνόμασι μόνον διῃρημένη, ἐν δυνάμει, καὶ πράγμασιν ἡνωμένη. Τριὰς πρὸ αἰώνων ὑπάρχουσα, ἄναρχος, ἄχρονος, ἀγήρατος, ἀθάνατος, ἀτελεύτητος, οὐκ ἄξουσα, οὐ λήγουσα, ἀεὶ κατὰ τὸ αὐτὸ ὡς αὔτως τυγχάνουσα, οὐ νῦν εὑρεθεῖσα, ἀεὶ δὲ προσκυνουμένη, ὑπὸ ἀποστόλων κηρυττομένη, ὑπὸ Ἐκκλησίας πιστῆς μεγαλυνομένη· παντοδύναμος, παντεπίσκοπος, δημιουργὸς, φιλάνθρωπος, ἀγαθὴ, ἀπροσδεὴς, τελεία.