Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ τῶν ἀριθμῶν μυστηρίων

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Ο αριθμός έξι στην αγιογραφική ιστορία και τη θεία Οικονομία

Απαρίθμηση γεγονότων και καταστάσεων της βιβλικής ιστορίας που συνδέονται συμβολικά με τον αριθμό έξι, νοούμενο ως διπλή τριάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 3 από 4

Ὅτι καὶ ὁ ἀριθμὸς ὡς διπλῆ τριὰς ἐπὶ μεγάλων πραγμάτων, ἐν τῇ θείᾳ Γραφῇ παρατετήρηται. Δʹ. Ἐν ἓξ ἡμέραις ὁ Θεὸς τὸν κόσμον κατεσκεύασεν. Ἕκτην ἡμέραν ἔπλασε τὸν Ἀδάμ. Ἕκτην ὥραν γυμνωθέντα παρὰ τῆς ἁμαρτίας δήλης ἐζήτησεν.

Ἕκτον ὤφθη τῷ Ἀβραάμ· ἅπαξ εἰς Χαῤῥὰν *** τρίτον καθ᾽ ὕπνους· τέταρτον ἐπὶ τῆς προσθήκης τοῦ γράμματος τοῦ ὀνόματος· πέμπτον ἐπὶ τῆς Μαμβρῆ μεσημβρίας, ἕκτην ὥραν· ἕκτον ἐπὶ τῆς θυσίας τοῦ μονογενοῦς ἐν τῷ ὄρει. Ἓξ ἔτη δουλεύειν Ἑβραίοις παρήγγειλεν. Ἕκτῳ μηνὶ τὸν Γαβριὴλ πρὸς τὴν Παρθένον ἀπέστειλεν. Εἰς ἓξ ὑδρείας τὸ ὕδωρ οἶνον πεποίηκε. Ἕκτην ὥραν τῇ Σαμαρείτιδι παρὰ τὸ φρέαρ ὡμίλησε. Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα τὸν Λάζαρον ἤγειρεν. Ἕκτην ὥραν τῷ λῃστῇ σταυρούμενος ἐφιλιώθη. Ἕκτον ὤφθη μετὰ τὸ ἀπὸ νεκρῶν ἐγερθῆναι· ταῖς γυναιξὶν, τῷ Κλεώπᾳ, τοῖς μαθηταῖς χωρὶς τοῦ Θωμᾶ, τοῖς μαθηταῖς μετὰ τοῦ Θωμᾶ, Πέτρῳ καὶ Ἰωάννῃ τὸ δίκτυον ἐλοῦσιν, τῇ τελευταίᾳ τῆς ἀναλήψεως.

Ἕκτον, ὡς λέγει Παῦλος, ἐφάνη τοῖς ἀδελφοῖς· τῷ Κηφᾷ, τοῖς δέκα, τοῖς πεντακοσίοις, ἐφ᾽ ἅπαξ Ἰακώβῳ, τοῖς ἀποστόλοις πᾶσιν, αὐτῷ τῷ Παύλῳ τελευταῖον. Ἓξ (ἑνὶ αὐτῶν) μεγάλα μυστήρια ἐποίησεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς λέγει Παῦλος· Ἐπληρώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. Δι᾽ ἓξ γραμμάτων τὰ μεγάλα ὀνόματα γράφεται· ἀδωναῒ, σαβαὼθ, Ἰησοῦς, Κύριος, ἰατρὸς, ἀγαθὸς, νεφέλη, Μαριάμ.