Ἑπτὰ γὰρ βίβλοι νομικαὶ τῷ Χριστῷ μαρτυροῦσιν, ὅτι τὸν ὀνειδισμὸν αὐτῶν σαρκωθεὶς αὐτὸς παρεῖλεν· Γένεσις, Ἔξοδος, Λευϊτικὸν, Ἀριθμοὶ, Δευτερονόμιον, Ἰησοῦς, Κριταί. Εἰ μὴ γὰρ ἐνηνθρώπησεν, ὡς μυθικαὶ παρεγράφοντο. Τυθεὶς ἀθύτως, ὡς Ἰσαὰκ, καὶ παθὼν ἀπαθῶς, καὶ τὸν οἰκεῖον βαστάσας ἐπ᾽ ὤμων σταυρὸν, τὰ ἐν τῇ βίβλῳ κείμενα τῆς Γενέσεως ἐβεβαίωσεν. Ἐν παρθενικῇ χωρήσας γαστρὶ, καὶ μὴ καταναλώσας τῷ πυρὶ τῆς θεότητος τὴν βαστάζουσαν, τὴν καιομένην, καὶ μὴ κατακαιομένην βάτον, τὴν ἐν τῇ βίβλῳ τῆς Ἐξόδου κειμένην, διέγραψεν. Ἀρχιερεύσας, ὡς Ἀαρὼν, τὰ πρὸς Θεὸν μεσιτεύσας ἡμῖν, τὰ ἐν τῷ Λευϊτικῷ γεγραμμένα παρέστησε. Τῇ Παλαιᾷ τὴν Καινὴν Διαθήκην συνάψας, καὶ λέγων· Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ μοιχεῦσαι αὐτὴν, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ πάλιν· Ἐῤῥέθη τοῖς ἀρχαίοις· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ τοῦ ὀδόντος· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ᾽ ὅστις σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· τὰ ἐν τῷ Δευτερονομίῳ παρέδωκεν δευτέρας, καὶ ἐπαναλαβὼν τὰ ὠφέλιμα. Εἰς τὴν ἀληθινὴν κατάπαυσιν εἰσαγαγὼν τὸ γένος ἡμῶν, καὶ διαφόρους μονὰς ἐν τοῖς οὐρανίοις εὐτρεπίσας ἡμῖν, τὰ ἐν βίβλῳ τῶν Ἀριθμῶν ἀπεκάλυψεν.