Διὰ τριῶν σείεται ἡ γῆ, ὡς ἔλεγε Σολομών· ἐὰν οἰκέτης, φησὶ, βασιλεύσῃ, καὶ ἄφρων πλησθῇ σιτίων, καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. Τρία ἐστὶν, ἃ ἐμπίπλαται, ᾅδης, ἔρως γυναικὸς, γῆ ψαφαρά. Τρία ἐστὶν ἀκατάληπτα· ἴχνη ἀετοῦ πετομένου, ὁδὸς ὄφεως ἐπὶ πέτρας, τρίβος ποντοπορούσης νηός. Τρία ἐστὶν ἅπερ εὐόδως πορεύονται· σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν, ἀλέκτωρ ἐμπεριπατῶν ἐν θηλείαις ἔμψυχος, τράγος ἡγούμενος αἰπολίου. Τρεῖς σοφαὶ γυναῖκες, ἡ Θεκουῆτις, ἡ Σουναμῖτις, ἡ Ἀβιγαία· ἡ μὲν γὰρ τὸν ἄνδρα τὸν Νάβαλ, ἡ δὲ Ἀβεσαλὼν διὰ τέχνης, ἡ δὲ τὸν υἱὸν τοῦ προφήτου προσδραμοῦσα, καὶ μὴ ἀπογνοῦσα, διέσωσεν. Τρεῖς γυναῖκες προφήτιδες τυμπανήστριαι· Μαριὰμ, Δεββόρα, Ἰουδίθ. Τρεῖς ἅγιαι γυναῖκες· Σάῤῥα, Ῥεβέκκα, Λεία. Τρεῖς οἱ μνημονευόμενοι βασιλεῖς· Δαυῒδ, Ἐζεκίας, Ἰωσίας. Τρεῖς τάξεις τῶν ὄντων· ἐπουρανίων, ἐπιγείων, καταχθονίων. Τρεῖς ἀρεταὶ, πίστις, ἐλπὶς, ἀγάπη. Τρία δῶρα παρὰ Θεοῦ, βασιλεία, ἱερωσύνη, προφητεία. Τρεῖς χρόνοι, ἐνεστώτων, παρεληλυθότων, μελλόντων. Τρία τῶν δικαίων τὰ κτήματα, παράδεισος, Ἀβραὰμ κόλπος, οὐρανῶν βασιλεία. Τρεῖς τῶν ἁμαρτωλῶν αἱ τιμωρίαι, σκότος, σκώληξ, Γέεννα. Τρεῖς ἀνανεώσεις τοῦ κόσμου· ἡ ἐπὶ τοῦ Νῶε, ἡ ἐπὶ τοῦ Κυρίου, ἡ ἐπὶ τῆς συντελείας.