Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ τῶν ιβʹ λίθων

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Πρόλογος και διάταξη του λογείου

Εισαγωγή προς τον Διόδωρο και γενική παρουσίαση της αρχιερατικής επωμίδας και των τεσσάρων σειρών των λίθων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΠΙΦΑΝΙΟΥ Ἐπισκόπου Κύπρου πρὸς Διόδωρον ἐπίσκοπον Τύρου περὶ τῶν ιβʹ λίθων τῶν ὄντων ἐν τοῖς στολισμοῖς τοῦ Ἀαρὼν βιβλίον. 〈ΠΡΟΛΟΓΟΣ〉 Αἴτησας παρ᾽ ἐμοῦ, τιμιώτατε Διόδωρε, περὶ τῶν ἐν τῷ λογείῳ τῆς ἐπωμίδος τοῦ ἱερέως ἐπὶ τοῦ στήθους Ἀαρὼν προστεταγμένων τότε ἐμπεπορπῆσθαι λίθων, τάς τε ὀνομασίας, τάς τε χρόας, εἴτ᾽ οὖν ἰδέας τούς τε τόπους καὶ τὰς εἰς θεοσέβειαν φορούσας τῶν αὐτῶν λίθων θεωρίας, καὶ ἕκαστος λίθος ὑπὲρ ποίας φυλῆς ἐτέτακτο, πόθεν τε εὕρηται καὶ ποίας πατρίδος ...

Τετραχῇ δὲ διαιρεῖται τὸ λογεῖον καὶ αὐτὸ τετράγωνον σπιθαμῆς τὸ μῆκος, καὶ εὖρος ὁμοίως. Τοῦ μὲν πρώτου στίχου πρῶτος λίθος σάρδιον, εἶτα τοπάζιον, εἶτα σμάραγδος. Τοῦ δὲ δευτέρου στίχου πρῶτος λίθος ἄνθραξ, εἶτα σάπφειρος, εἶτα ἴασπις.

Τοῦ τρίτου στίχου πρῶτος λίθος λυγκούριον, εἶτα ἀχάτης, εἶτα ἀμέθυστος. Τοῦ τετάρτου στίχου πρῶτος 〈λίθος〉 χρυσόλιθος, εἶτα βηρύλλιον, εἶτα ὀνύχιον. Καὶ οὗτοι μέν εἰσιν οἱ ιβʹ οἱ ἐν τῇ ἐπωμίδι τοῦ ἱερέως ἐξηρτημένοι, ὧν καὶ 〈αἱ〉 διαφοραὶ καὶ οἱ τόποι οὗτοι.