Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ τῶν ιβʹ λίθων

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Αντιστοιχία των λίθων με τις φυλές του Ισραήλ

Συστηματική σύνδεση των δώδεκα πολύτιμων λίθων με τους ισάριθμους γιους του Ιακώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 4 από 4

Ἐπειδὴ δὲ κατὰ τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ δώδεκα λίθοι οὗτοι προσετάχθησαν ἐγκαταλεχθῆναι, ὡς εἶναι ἕνα λίθον πρὸς μίαν φυλὴν ἡρμοσμένον, ἐλευσόμεθα κατὰ τὴν προτέραν διαίρεσιν ἐπὶ τὴν ἀκολουθίαν τῶν γεγενημένων υἱῶν τοῦ Ἰακώβ· οὕτω γάρ ἐστιν ἁρμόδιον συντάττειν αὐτούς.

Παῖδες Λείας δʹ. Ῥουβήν, σάρδιον· Συμεών, τοπάζιον· Λευί, σμάραγδος· Ἰούδας, ἄνθραξ. Παῖδες Βαλλᾶς βʹ. Ἡ Βαλλὰ παιδίσκη ἦν τῆς Ῥαχήλ· καὶ ἐπεὶ οὐκ ἔτικτε, δίδωσι τῷ Ἰακὼβ αὐτὴν γυναῖκα πρὸς τὸ ποιῆσαι παῖδας· εἰσὶ δὲ οὗτοι Δάν, σάπφειρος· Νεφθαλείμ, ἴασπις.

Παῖδες Ζελφᾶς βʹ. Ἡ Ζελφὰ παιδίσκη ἦν τῆς Λείας· καὶ δίδωσι τῷ Ἰακὼβ 〈αὐτὴν〉 γυναῖκα πρὸς τὸ ποιῆσαι παῖδας· εἰσὶ δὲ οὗτοι· Γάδ, λιγύριον· Ἀσήρ, ἀχάτης. Παῖδες Λείας βʹ, Ἰσάχαρ, ἀμέθυστος· Ζαβουλών, χρυσόλιθος.

Παῖδες Ῥαχὴλ βʹ, Ἰωσὴφ, βηρύλλιον· Βενιαμίν, ὀνύχιον. Οὗτοί εἰσιν οἱ ἡρμοσμένοι δώδεκα λίθοι καθ᾽ ἑκάστην φυλὴν τοῦ Ἰσραήλ.