Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ βίου καὶ τελευτῆς τῶν προφητῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Οι δώδεκα ελάσσονες προφήτες

Καταγωγή, προφητικές αποκαλύψεις, μαρτυρικό τέλος και ταφή των δώδεκα μικρών προφητών της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 3 από 4

ιαʹ. Ὠσηὲ ὁ προφήτης· υἱὸς Βεηρεί. Οὗτος ἐγεννήθη ἐν Βελομὼθ ἐκ τῆς φυλῆς Ἰσάχαρ. Οὗτος ἔδωκε τέρας ἥξειν τὸν κύριον ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν· καὶ τοῦτο τὸ σημεῖον τῆς παρουσίας αὐτοῦ· ὅταν ἡ δρῦς ἡ ἐν Σηλὼμ μερισθῇ ἀφ᾽ ἑαυτῆς εἰς δώδεκα μέρη καὶ γένωνται δρῦες δώδεκα· οὕτως καὶ ἐγένετο. Πολλὰ δὲ προφητεύσας περὶ τῆς πορνείας τοῦ λαοῦ αὐτοῦ, ἀπέθανεν ἐν εἰρήνῃ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.

ιβʹ. Ἀμὼς δὲ ὁ προφήτης. Οὗτος ἐγεννήθη ἐν Θεκουὲ ἐκ γῆς Ζαβουλών. Ἔστι δὲ πατὴρ Ἡσαΐου τοῦ προφήτου. Ἀμασίας δὲ ὁ ἱερεὺς Βεθὴλ συχνῶς αὐτὸν τυμπανίσας ἐνέδρᾳ αὐτὸν ἐλοιδόρει, εἰς τέλος δὲ ἀνεῖλεν αὐτὸν ὁ υἱὸς Ἀμασίου ἐν ῥοπάλῳ πλήξας αὐτὸν κατὰ τοῦ κροτάφου, ὅτι ἤλεγχεν αὐτὸν περὶ τῆς ἐνέδρας τῶν δύο δαμάλεων τῶν χρυσῶν.

Καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ· καὶ ἀπέθανε καὶ ἐτάφη ἐκεῖ μετὰ τῶν πατέρων αὐτοῦ. ιγʹ. Μιχαίας ὁ προφήτης. Οὗτος ἐγεννήθη ἐν Μοραθὶ ἐκ φυλῆς Ἐφραΐμ. Πολλὰ ἐποίησεν οὗτος τῷ Ἀχαὰβ βασιλεῖ Ἰούδα· ὑπὸ δὲ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀναιρεῖται κρημνωθείς, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις αὐτοῦ καὶ τῶν πατέρων αὐτοῦ ὧν ἐποίησεν. Καὶ θανὼν ἐτάφη ἐν Μοραθὶ ἐν τῇ γῇ αὐτοῦ μονώτατος σύνεγγυς τοῦ πολυανδρίου· καὶ ἔστιν ὁ τάφος αὐτοῦ εὔγνωστος ἕως τῆς σήμερον ἡμέρας.

ιδʹ. Ἰωῆλ δὲ ὁ προφήτης. Οὗτος ἦν ἐξ ἀγροῦ Βηθὼμ ἐκ τῆς γῆς Ῥουβίμ· πολλὰ δὲ προεφήτευσε περὶ Ἱερουσαλὴμ καὶ τέλους ἐθνῶν. Ὁρῶν δὲ ἀπέθανεν ἐν εἰρήνῃ καὶ ἐτάφη Βηθὼμ ἐν τῇ γῇ αὐτοῦ ἐνδόξως. ιεʹ. Ἀβδιοῦ ὁ προφήτης. Οὗτος ἦν ἐκ τῆς Συχὲμ ἐξ ἀγροῦ Βηθθαχάμαρ. Οὗτος ἐστὶν ὁ τρίτος πεντηκόνταρχος, οὗ ἐφείσατο Ἠλίας ὁ Θεσβίτης, καὶ κατέβη καὶ ἦλθε πρὸς τὸν βασιλέα. Μετὰ δὲ ταῦτα ἀπολιπὼν τὴν βασιλικὴν αὐτοῦ τάξιν, προσεκολλήθη τῷ προφήτῃ Ἠλίᾳ καὶ ἐγένετο αὐτοῦ μαθητής· καὶ πολλὰ ὑπομείνας δι᾽ αὐτὸν περιεσώζετο· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ Βηθθαχάμαρ μετὰ τῶν πατέρων αὐτοῦ.

ιϛʹ. Ἰωνᾶς ὁ προφήτης. Οὗτος οὖν ἐκ γῆς Καριαθμαοὺμ πλησίον Ἀζώτου πόλεως Ἑλλήνων κατὰ θάλασσαν. Ἦν τότε Ἠλίας ὁ προφήτης ἐλέγχων τὸν Ἀχαὰβ βασιλέα Σαμαρείας καὶ καλέσας λιμὸν μεγάλην ἐπὶ τὴν γῆν ἔφυγεν ἐν τῇ ἐρήμῳ· καὶ ἐτρέφετο ἐκ τῶν κοράκων· καὶ ἔπινεν ὕδωρ ἐκ τοῦ χειμάῤῥου.

Καὶ ὅτε ἐξηράνθη ὁ χείμαῤῥος ἐπείνασε. Καὶ ἦλθεν εἰς Σαρεφθὰ τῆς Σιδονίας πρὸς γυναῖκα χήραν πενιχράν, ἥτις ἦν μήτηρ τοῦ Ἰωνᾶ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτῆς· καὶ ἐποίησεν αὐτῷ ὡς προσέταξεν αὐτῇ· καὶ ἔφαγε καὶ εὐλόγησεν αὐτῇ σίτῳ καὶ ἐλαίῳ καὶ ἔμεινε μετ᾽ αὐτῆς.

Οὐ γὰρ ἠδύνατο μεῖναι μετ᾽ ἀπεριτμήτων καὶ θανόντα τὸν υἱὸν αὐτῆς Ἰωνᾶν ἀνέστησεν ὁ θεὸς διὰ τοῦ Ἠλία καὶ ἀπέδωκεν αὐτὸν ζῶντα τῇ μητρὶ αὐτοῦ διὰ τὴν φιλοξενίαν. Καὶ γενόμενος ἡλικίας ὁ Ἰωνᾶς ἀπεστάλη εἰς Νινευῒν πρὸς τοὺς Ἀσσυρίους. Καὶ ἐζήτησεν Ἰωνᾶς ἀποδρᾶσαι κύριον καὶ κατεπόθη ὑπὸ τοῦ κήτους πορευθῆναι βουλόμενος εἰς Θαρσεῖς· ἐξελθὼν δὲ ἐκ τοῦ κήτους ἐκήρυξε τὴν ἀπώλειαν Νινευΐ. Καὶ μετενόησαν οἱ Νινευΐται τῷ θεῷ καὶ ἠλεήθησαν.

Καὶ ἐλυπήθη Ἰωνᾶς, καὶ ἀνακάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησε τὴν Σοὺρ χώραν τῶν ἀλλοφύλων. Ἔλεγε γὰρ, ὅτι “οὕτως ἀφῶμαι τὸν ὀνειδισμόν, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευΐ.„ Καὶ κατοικήσας ἐν γῇ Σαὰρ ἐκεῖ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τοῦ Κενεζέου κριτοῦ. Ἐπροφήτευσε δὲ ὅτι· ὅταν ἴδωσιν ἐν Ἱερουσαλὴμ ἔθνη πολλὰ ὑπὸ δυτικῶν, ἕως ἐδάφους ἀφανισθήσεται.

ιζʹ. Ναοὺμ δὲ ὁ προφήτης. Οὗτος ἦν ἀπὸ Ἐλκέσιν πέραν τοῦ Ἰορδάνου εἰς Βηγαβάρ· ἐκ φυλῆς Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τέρας ἔδωκεν ἐπὶ Νινευΐ, ὅτι ὑπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ἐπιγείου ἀπολεῖται, ὃ καὶ γέγονεν. Ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη ἐν σεισμῷ καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐπελθὸν πάντα τὰ ὑψηλότερα αὐτῆς ἐνέπρησεν μέρη. Ἀπέθανε δὲ Ναοὺμ ἐν εἰρήνῃ, ἐτάφη δὲ ἐν τῇ γῇ αὐτοῦ Βηγαβάρ.

ιηʹ. Ἀμβακοὺμ ὁ προφήτης. Οὗτος ἦν ἐξ ἀγροῦ Βυζζουχὰρ ἐκ φυλῆς Συμεών. Οὗτος εἶδε πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως Ἱερουσαλήμ, καὶ ἐπένθησε σφόδρα ἐπὶ τῇ πόλει καὶ τῷ λαῷ. Καὶ ὅτε ἦλθεν Ναβουχοδονόσορ εἰς Ἱερουσαλὴμ τοῦ πορθῆναι αὐτήν, οὗτος ἔφυγεν εἰς Ὀστρακίνην· καὶ ἦν ἐκεῖ πάροικος εἰς γῆν Ἰσμαήλ. Ὡς δὲ ὑπέστρεψαν οἱ Χαλδαῖοι ἀπὸ τῆς Ἱερουσαλὴμ εἰς τὴν γῆν αὐτῶν, λάφυρον αὐτὴν ποιήσαντες, καὶ οἱ κατάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλὴμ κατέβησαν εἰς Αἴγυπτον. Αὐτὸς δὲ ἀνῆλθεν εἰς τὴν γῆν αὐτοῦ. Ἐλειτούργει τοῖς θερισταῖς τοῦ ἀγροῦ ἑαυτοῦ.

Ἔσπειρε γὰρ κριθόν. Ὡς δὲ ἧψεν αὐτοῖς ἐδέσματα, ἐπροφήτευσε τοῖς ἰδίοις εἰπών· “πορεύομαι ἐγὼ εἰς γῆν μακρὰν καὶ τάχιον ἐπανελεύσομαι. Ἐὰν δὲ βραδύνω, ἀπενέγκατε φαγεῖν τοῖς θερισταῖς.„ Καὶ γενόμενος ἐν Βαβυλῶνι καὶ δοὺς ἄριστον τῷ Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων, ὑποστρέψας παρέστη τοῖς θερισταῖς ἐσθίουσι· καὶ οὐδενὶ εἶπε τὸ γινόμενον. Συνῆκε δὲ ὁ προφήτης, ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ. Ἔδωκε δὲ τέρας τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς μέγα διαλάμψαν.

Καὶ οὕτως ἴδωσι τὴν δόξαν τοῦ θεοῦ. Καὶ περὶ τῆς συντελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους δυτικοῦ γενήσεται ἡ πόρθησις τοῦ ναοῦ Ἱερουσαλήμ· τότε τὸ ἅπλωμα τοῦ Δαβεὶρ εἰς δύο μέρη ῥαγήσεται· καὶ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσονται. Καὶ οὐδεὶς γνώσεται, ποῦ ἔσονται.

Αὐτὰ δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλων, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου. Καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλει κύριος, ὅτι φωτίσουσι τοῖς διωκομένοις ὑπὸ τοῦ ὄφεως ὥσπερ ἐξ ἀρχῆς καὶ διασώσει αὐτοὺς κύριος ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ ἔσονται ἐν σκηνῇ ἁγίᾳ. Οὗτος ὁ προφήτης περὶ τῆς ἐλεύσεως τοῦ κυρίου πολλὰ προεφήτευσεν· πρὸ δύο ἐτῶν περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ τῆς ἀπὸ Βαβυλῶνος ἀπέθανε· καὶ ἐτάφη ἐν τῷ ἰδίῳ αὐτοῦ ἀγρῷ ἐνδόξως.

ιθʹ. Σοφονίας ὁ προφήτης· οὗτος οὖν ἐκ φυλῆς Συμεὼν ἀπὸ ὄρους Σαραβαθᾶ ἐπροφήτευσε δὲ περὶ τῆς πόλεως Ἱερουσαλήμ, ὅτι οἰκοδομηθήσεται ἐπὶ κρεῖττον εἰς μῆκος καὶ πλάτος, καὶ περὶ τέλους ἐθνῶν καὶ αἰσχύνης ἀσεβῶν, καὶ περὶ τῆς τοῦ κυρίου παρουσίας. Ἀπέθανε δὲ ἐν ἀποκαλύψει κυρίου, καὶ ἐτάφη ἐν τῷ ἀγρῷ αὐτοῦ μονώτατος.

κʹ. Ἀγγαῖος ὁ προφήτης. Ἔτι νέος ὢν ἐπανῆλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ ἐπροφήτευσε καὶ εἶδε τὴν οἰκοδομὴν τοῦ ναοῦ Ἱερουσαλὴμ καὶ αὐτὸς ἔψαλλεν ἐκεῖ πρῶτος ἀλληλούϊα, ὃ ἑρμηνεύεται· αἰνέσωμεν τῷ ζῶντι θεῷ· ἀμήν, ὅ ἐστι· γένοιτο, γένοιτο· ἐκεῖ οὖν ἀπέθανε καὶ ἐτάφη πλησίον τῶν ἱερέων ἐνδόξως· διὸ λέγομεν ἀλληλούϊα, ὅ ἐστιν ὕμνος Ἀγγαίου καὶ Ζαχαρίου.

καʹ. Ζαχαρίας ὁ προφήτης. Οὗτος ἦν υἱὸς Βαραχίου. Οὗτος ἦλθεν ἀπὸ τῆς Χαλδαίων ἤδη προβεβηκὼς καὶ ἐκεῖ ὢν πολλὰ τῷ λαῷ προεφήτευσε καὶ τέρατα πολλὰ ἔδωκεν εἰς ἀπόδειξιν. Οὗτος εἶπε τῷ Ἰωσεδέκ, ὅτι γεννήσει υἱὸν καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει τῷ κυρίῳ. Οὗτος καὶ τὸν Σαλαθιὴλ εὐλόγησεν ἐπὶ υἱῷ λέγων· ὅτι γεννήσεις υἱὸν καὶ καλέσεις τὸ ὄνομα Ζοροβάβηλ. Καὶ ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν τέρας ἔδωκεν εἰς νῖκος περὶ Κροίσου τοῦ Λυδίων βασιλέως καὶ περὶ Ἀστυάγους τοῦ τῶν Μήδων βασιλέως καὶ περὶ τῆς λειτουργίας αὐτοῦ ἐπροφήτευσεν, ἣν ποιήσει Κύρος ἐπὶ Ἱερουσαλήμ. Καὶ εὐλόγησεν αὐτὸν σφόδρα. Τὰ δὲ τῆς προφητείας αὐτοῦ τῆς ἐν Ἱερουσαλὴμ καὶ περὶ τέλους ἐθνῶν καὶ περὶ τῆς τοῦ ναοῦ Ἱερουσαλὴμ οἰκοδομῆς καὶ ἀργίας προφητῶν καὶ ἱερέων καὶ διπλῆς κρίσεως ἐξέθετο. Ἀπέθανε δὲ εἰς τὴν Ἰουδαίαν ἐν γήρει μακρῷ καὶ ἐτάφη σύνεγγυς Ἀγγαίου τοῦ προφήτου.

κβʹ. Μαλαχίας ὁ προφήτης ἦν ἐκ φυλῆς Ζαβουλών. Οὗτος μετὰ τὴν ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἀπὸ Βαβυλῶνος τίκτεται ἐν Σοφᾷ ἐν γῇ Ζαβουλών. Καὶ ἔτι νέος ὢν καλὸν βίον ἔσχε, πολλὰ δὲ προεφήτευσε περὶ τῆς τοῦ κυρίου ἐπιδημίας καὶ περὶ κρίσεως νεκρῶν· καὶ ὅτι τὰ ἔθη Μωϋσέως πληρωθήσονται καὶ ἀλλαγήσονται. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πραΰν, ἐκάλεσεν αὐτὸν μαλαχί, ὃ ἑρμηνεύεται ἄγγελος. Ἦν γὰρ καὶ τῷ εἴδει πάνυ εὐπρεπής, ἀλλὰ καὶ ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ἄγγελος ὀφθεὶς ἐπεδευτέρωσεν αὐτοῦ τὴν προφητείαν, ὥσπερ ἐγένετο ἐν ταῖς ἡμέραις τῆς ἀναρχίας, ὡς γέγραπται ἐν Σφαρφωθείμ, τουτέστιν ἐν βίβλῳ Κριτῶν. Νέος δὲ ὢν ὁ προφήτης ἀπέθανε καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν τῷ ἀγρῷ αὐτοῦ.