Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ βίου καὶ τελευτῆς τῶν προφητῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Βίοι των προφητών Ηλία και Ελισσαίου

Περιγραφή των σημείων κατά τη γέννηση, της θαυματουργικής δράσης και της αναλήψεως ή τελευτής των προφητών Ηλία και Ελισσαίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 5 από 5

αʹ. Ἠλίας ὁ Θεσβίτης ἦν ἐκ γῆς Ἀράβων φυλῆς Ἀαρών, οἰκῶν ἐν Γαλαάδ, ὅτι ἡ Θεσβὶς δῶμα ἦν τοῖς ἱερεῦσιν. Ὅτε δὲ ἔμελλε τίκτεσθαι, εἶδε Σοβαχὰ ἡ μήτηρ αὐτοῦ, ὅτι ἄνδρες λευκοφανεῖς αὐτὸν προσηγόρευον, καὶ ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν, καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν, καὶ ἐλθὼν ὁ πατὴρ αὐτοῦ Ἀσὼμ ἀνήγγειλεν ἐν Ἱερουσαλὴμ καὶ εἶπεν αὐτῷ ὁ χρησμός· θάρσει· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις, καὶ κρινεῖ τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ πυρί. Καὶ γὰρ ζηλωτὴς καὶ φύλαξ τῶν τοῦ θεοῦ ἐντολῶν ἀκριβὴς γεγονὼς καὶ μεγίστων μυστηρίων καὶ χαρισμάτων θείων ἀξιωθεὶς ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, ὃς πάλιν ἐλεύσεται πρὸ τῆς συντελείας, ὥς φησιν ὁ θεὸς διὰ Μαλαχίου· ἰδοὺ ἐξαποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ· μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.

βʹ. Ὁ δὲ τούτου φοιτητὴς Ἐλισσαῖος ἦν ἐξ Ἀβελμουήλ· γῆς τοῦ Ῥουβὶμ φυλῆς Λευΐ· υἱὸς Ἰωσαφάτ· καὶ οὗτος δὲ ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις ἡ χρυσῆ δάμαλις ὀξὺν ἐβόησεν, ὥστε ἀκουσθῆναι ἐν Ἱερουσαλήμ, καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης ἐτέχθη ἐν Ἱερουσαλήμ, ὃς καθελεῖ τὰ γλυπτὰ αὐτῶν καὶ τὰ χωνευτά. Καὶ γὰρ ἐπαναπαυσάμενον ἐπ᾽ αὐτὸν τὸ πνεῦμα διπλοῦν γέγονεν ἐν αὐτῷ διπλᾶ ἐν πνεύματι καὶ τὰ χαρίσματα καὶ τὰ ἐνεργήματα· ὅθεν οὐ μόνον ἐν τῇ ζωῇ αὐτοῦ ἐθαυματούργει, ἀλλὰ καὶ θανὼν καὶ ταφεὶς ἐν Σαμαρείᾳ, ἐῤῥίφη νεκρὸς μονόζωος ἐν τῷ τάφῳ αὐτοῦ.

Καὶ εὐθὺς ἀνέζησεν ὁ νεκρός.