Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πίναξ μαθητῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Ολοκλήρωση του καταλόγου των Εβδομήκοντα Αποστόλων

Το τελευταίο τμήμα του καταλόγου που καταλήγει στους συμμαρτυρήσαντες με τον απόστολο Παύλο, καθώς και η προσθήκη των ευαγγελιστών Μάρκου και Λουκά για την τελική συμπλήρωση του αριθμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 3 από 3

ναʹ. Καῖσαρ, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Δυῤῥαχίου ἐγένετο. νβʹ. Μάρκος ὁ ἀνέψιος Βαρνάβα, οὗ καὶ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἀπολλωνιάδος ἐγένετο. νγʹ. Ἰωσὴφ ὁ λεγόμενος καὶ Ἰοῦστος καὶ Βαρσαββᾶς, οὗ μέμνηται Λουκᾶς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ὡς συγκληρωθέντος τῷ Ματθίᾳ, ἐπίσκοπος Ἐλευθεροπόλεως γέγονε.

νδʹ. Ἀρτεμᾶς, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ἐν Λύστρᾳ ἐγένετο. νεʹ. Κλήμης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, λέγων· μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεγρῶν μου, ὃς καὶ πρῶτος ἐξ ἐθνῶν καὶ Ἑλλήνων ἐπίστευσεν εἰς Χριστόν, ἐπίσκοπος Σαρδικῆς ἐγένετο.

νϛʹ. Ὀνησίφορος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κορωνείας ἐγένετο. νζʹ. Τυχικός, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος, πρῶτος ἐπίσκοπος Χαλκηδόνος τῆς ἐν Βιθυνίᾳ ἐγένετο. νηʹ. Κάρπος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βεῤῥοίας τῆς Θρᾴκης ἐγένετο.

νθʹ. Εὔοδος, [οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται], πρῶτος ἐπίσκοπος Ἀντιοχείας μετὰ Πέτρον τὸν κορυφαῖον ἐγένετο. ξʹ. Φιλήμων, πρὸς ὃν ἐπιστολὴν ἰδίαν ὁ Παῦλος ἔγραψεν, ἐπίσκοπος Γάζης ἐγένετο. ξαʹ. Ζηνᾶς ὁ νομικός, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Διοσπόλεως γέγονεν.

ξβʹ. Ἀκύλας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἡρακλείας ἐγένετο. ξγʹ. Πρίσκας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κολοφῶνος ἐγένετο. ξδʹ. Ἰουνίας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἀπαμείας τῆς Συρίας ἐγένετο.

ξεʹ. Μάρκος ὁ καὶ Ἰωάννης καλούμενος, οὗ μέμνηται ὁ Λουκᾶς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ἐπίσκοπος Βίβλου ἐγένετο. ξϛʹ. Ἀρίσταρχος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται. ξζʹ. Πούδης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται.

ξηʹ. Τρόφιμος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται. Οὗτοι οἱ τρεῖς ἐν πᾶσι τοῖς διωγμοῖς τοῦ ἀποστόλου Παύλου συγκακοπαθήσαντες αὐτῷ, τελευταῖοι καὶ διὰ μαρτυρίου σὺν ἐκείνῳ ἐτελειώθησαν ὑπὸ Νέρωνος τὰς κεφαλὰς σὺν ἐκείνῳ ἀποτμηθέντες.

Τούτοις συναριθμουμένων καὶ Μάρκου καὶ Λουκᾶ τοῦ εὐαγγελιστοῦ ὁμοῦ οʹ.