Ἔργον
Εὐσέβιος Καισαρείας – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων ἑρμηνεία
Η κλήση των εθνών και η ένωση με την Ιερουσαλήμ
Ο διάλογος μεταξύ του Λόγου, της Ιερουσαλήμ και της εξ εθνών Εκκλησίας, η απολογία της τελευταίας και η τελική ένωση των λαών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η κλήση των εθνών και η ένωση με την Ιερουσαλήμ
Ο διάλογος μεταξύ του Λόγου, της Ιερουσαλήμ και της εξ εθνών Εκκλησίας, η απολογία της τελευταίας και η τελική ένωση των λαών.
Εἶτα ὁ Λόγος λοιπὸν τὸ σῶμα λαβὼν, προσκαλεῖται τὸν παλαιὸν λαὸν πρῶτον, ὡς πρῶτον πιστευθέντα τὰ λόγια, διὰ τούτων· „Ἀνάστα, ἔλθε, [ἡ] πλησίον μου, καλή “μου, περιστέρα μου, ὅτι ἰδοὺ ὁ χειμὼν πα- „ρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· “τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς „ἔφθακε, φωνὴ τοῦ τρυγῶνος ἠκούσθη ἐν τῇ “γῇ ἡμῶν, ἡ σύκη ἐξήνεγκεν ὀλύνθους αὐ- „τῆς, οἱ ἄμπελοι ἡμῶν κυπρίζουσι.„ Ὡς λαβόντος τοῦ πρώτου λαοῦ ἕως καιροῦ τὴν σκιὰν τῆς ἐν τῷ νόμῳ διδασκαλίας, καὶ ὡς δόντος τὴν φωνὴν τοῦ τρυγῶνος ὑπομιμνήσκει.
Προσκαλεσάμενος δὲ ὁ Λόγος τὴν Ἱερουσαλὴμ, προσκαλεῖται λοιπὸν καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ τούτων. (Εἷς γάρ ἐστι Κύριος καὶ Ἰουδαίων καὶ ἐθνῶν). “Δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ „Λιβάνου, ἐλεύσῃ καὶ διελεύσῃ ἀπ᾽ ἀρχῆς “πίστεως, ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἑρ- „μὼν, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων “παρδαλέων.„ Ἀπὸ γὰρ εἰδωλολατρείας καὶ θηριώδους τρόπου προσκαλεῖται αὐτὴν εἰς πίστιν. Κληθεῖσα τοίνυν ἐξ ἐθνῶν καὶ ἤδη κατανυγεῖσα, λέγει πρὸς τὸν Λόγον ταῦτα· “Ἀπαγγεῖλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή „μου. Ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν “μεσημβρίᾳ; μήποτε γένωμαι ὡς περιβαλ- „λομένη ἐπ᾽ ἀγέλαις ἑταίρων σου.„ Πεῖραν γὰρ ἔχουσα τῆς εἰς πολλὰ μεταβολῆς, ἠξίου στηριχθῆναι λοιπὸν καὶ βεβαιωθῆναι, μήποτε πάλιν πάθῃ τὸ αὐτό.
Παρακληθεὶς ὁ Λόγος διδάσκει λοιπὸν αὐτὴν διὰ τούτων· “Ἐὰν μὴ γνῶς σεαυτὴν, ἡ καλὴ ἐν γυναι- „ξὶν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων, “καὶ ποίμαινε τὰς ἐρίφους σου, ἐπὶ σκηνώ- „μασι τῶν ποιμένων.„ Οὐ δύναται γάρ τις γνῶναι Θεὸν, μὴ πρότερον γνοὺς ἑαυτόν. Εὐσεβείας γὰρ εἰς Θεὸν, ἀρχὴ αἴσθησις· αἴσθησις δὲ, οὐχ ἡ ἔξωθεν, ἀλλ᾽ ἡ ψυχῆς διάνοια μετὰ πίστεως.
Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τὴν ἔγκλησιν τῶν ἐθνῶν γενομένην ἒν ἀκροβυστίᾳ πίστεως, θαυμάζουσα λέγει· “Τί ὄψεσθε, λέγει, ἐν τῇ Σουναμίτιδι, ἡ· „ἐρχομένη ὡς χοροὶ παρεμβολῶν“; Οὐ γὰρ ἐξ ἑνὸς, ἀλλ᾽ ἐκ παντὸς ἔθνους ἤρχοντο, ἀφέντες τὰς ἰδίας παρεμβολὰς, καὶ συντρίψαντες τὰς μαχαίρας, καὶ λοιπὸν εἰρηνικὰ φρονοῦντες.
Ἡ ἐξ ἐθνῶν ὁρῶσα τὴν Ἱερουσαλὴμ ὡς παραμεμφομένην, ἀπολογεῖται περὶ ἑαυτῆς ὅτι μὴ ἀργή ἐστιν αὐτῆς ἡ κλῆσις. „Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱε- “ρουσαλὴμ, ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤ- „ῥεις Σαλωμών. Μὴ βλέψητέ με ὅτι ἐγώ “εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥ- „λιος. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· “ἔθεντό με φυλακίσσαν ἐν ἀμπελῶσι, ἀμπε- „λῶνα ἐμὸν οὐκ ἐφύλαξα.„ Εἰ γὰρ, φησὶ, μέλαινά εἰμι, ἀλλ᾽ ὑπὸ τὸν αὐτὸν ἥλιον εἰμί· καὶ εἰ ἀκρόβυστος εἰμὶ, ἀλλ᾽ ἀπεταξάμην εἰδώλοις· καὶ ἐξῆλθον ἐκ τοῦ οἴκου τῆς μητρός μου, ὥσπερ καὶ ὁ Ἁβραὰμ, ἐκείνης γάρ εἰμι τῆς πίστεως.
Καὶ διὰ τοῦτο ἀξιῶ, ”εἰσαγάγετε εἰς τὸν “οἶκον τοῦ οἴνου· τάξατε ἐπ᾽ ἐμὲ ἀγάπην· „στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν “μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.„ Μὴ τῇ ἀκροβυστίᾳ προσέχετε, ἀλλ᾽ ἐν ἀγάπῃ προσλαβοῦ με, ὦ νόμε καὶ προφῆται.
Καὶ δυσώδης εἰμὶ τῇ ἀγριότητι, ἀλλὰ σύ με παίδευε, καὶ τῇ εὐωδίᾳ σου στήριξον. Τέτρωμαι γὰρ τῇ ἀγάπῃ, καὶ διὰ τοῦτο· “Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, „ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ “ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν „ἀγάπην, ἕως οὗ θελήσῃ.„ Ὁρκίζω ὑμᾶς, ὦ πατέρες, οὐ κατὰ τῶν δυνάμεων (οὐκ ἔξεστι γὰρ), ἀλλ᾽ ἐν ταῖς δυνάμεσιν τοῦ παραδείσου, ἵνα εἰς ἐκεῖνον βλέποντες, ὡς [εἰς] τὸν Ἀδὰμ, οὕτω με προσδέξασθε· καὶ γὰρ κἀκεῖ οὐκ ἔστι περιτομὴ, ἄρτι δὲ μετὰ τοῦ Ἀδὰμ [με] ἀνακαινίζετε.
Ὁ Λόγος ὁρῶν τὴν πίστιν τὴν ἐξ ἐθνῶν καὶ ἀποδεχόμενος, λέγει· “Καλὴ ἡ πλησίον μου ὡς εὐδοκία, ὡραῖα „[ὡς] Ἱερουσαλὴμ, θάμβος ὡς τεταγμέ- “ναι„. Οὐ γὰρ ἄλλως ἢ τὴν Ἱερουσαλὴμ δεῖ εἶναι τοὺς ἀπὸ ἐθνῶν, ἵνα εἷς λαὸς γένηται· τοῦτο δὲ γίνεται, ὅταν μετὰ τοῦ τιμᾶν τὸν νόμον, πιστεύωμεν τῷ Χριστῷ. Εἷς γὰρ ὁ Θεὸς τοῦ νόμου καὶ τῶν εὐαγγελίων· καὶ ὁ μὴ ὡς Ἱερουσαλὴμ γενόμενος, οὐ γίνεται πλησίον τοῦ Θεοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.