Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων ἑρμηνεία

Εὐσέβιος Καισαρείας

Ερμηνεία του κήπου της καρυάς

Εξηγητική προσέγγιση συγκεκριμένων χωρίων, με έμφαση στη νίκη του Λόγου κατά του θανάτου και την πνευματική καρποφορία των εθνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 4 από 5

Ἱερουσαλὴμ ὁρῶσα τῶν τε ἐθνῶν τὴν πίστιν καὶ τὴν τοῦ Λόγου φιλανθρωπίαν, λέγει· “Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεν- „νήμασι τοῦ χειμάῤῥου, εἰ ἤνθησεν ἡ ἄμ- “πελος, εἰ ἤνθησαν αἱ ῥοαί· ἐκεῖ δώσω „τοὺς μαστούς μου σοί· οὐκ ἔγνω ἡ ψυχή “μου· ἔθετό με ἅρματα Ἀμιναδάβ„.

Εἰς κῆπον τῆς καρύας, τουτέστιν τὰς γραφὰς ἐγενόμην, αἵτινες ὡς καρύαι εἰσὶν ἔξωθεν μὲν σκληραὶ, ἔσωθεν δὲ πνευματικαί. Καὶ εἶδον ὅτι ζευχθῆναί με δεῖ, ὡς ἐν ἅρμασι, ἐξ ἐθνῶν κλήσει. Ζευχθέντων τοίνυν ἀμφοτέρων τῶν λαῶν, λοιπὸν πανταχοῦ τὸ κήρυγμα ἀπεστάλη, καὶ τούτου γίνονται διάκονοι οἱ ἄγγελοι λέγοντες· “Ἐξέλθετε, καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σα- „λωμὼν, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐ- “τὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως „αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας “αὐτοῦ„.

Ὁ γὰρ ἐξερχόμενος ἀπὸ τῆς κακίας, ὄψεται καὶ τὴν τοῦ Λόγου πρὸς ἡμᾶς [φιλανθρωπίαν], διὰ τῆς τοῦ σώματος προσλήψεως, τότε καὶ τὴν κατὰ τοῦ θανάτου νίκην πεποίηται, δι᾽ ἢν εὐφροσύνης τὰ πάντα πεπλήρωκε.