Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Εξομολόγηση, ικεσία του λαού και η απόρριψη της απείθειας (Ησ. 63:7-65:15)

Η ανάμνηση των θείων ευεργεσιών, ο θρήνος για τη θεία εγκατάλειψη, ο έλεγχος της ειδωλολατρίας και η καταδίκη όσων περιφρόνησαν την κλήση του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 24 από 25

ὁ δὲ τὴν παρὰ τοῦ πατρὸς λαβὼν ἐξουσίαν τοὺς μὲν ἐρρύετο τοὺς σωτηρίας ἀξίους, τοὺς δὲ πολεμίους καὶ ἐχθροὺς ἐτροποῦτο.⌝ διό φησι· 〈καὶ ὁ θυμός μου ἐπέστη, καὶ κατεπάτησα αὐτοὺς καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς τὴν γῆν〉, ἀνθ᾽ οὗ οἱ λοιποὶ ἑρμηνευταὶ 〈τὸ νῖκος αὐτῶν〉 ἐκδεδώκασιν· ⌜ἐπειδὴ γὰρ ἐδόκουν τὸ πρότερον ἀνυπότακτοί τινες εἶναι καὶ μηδενὶ παραχωροῦντες τῆς νίκης, εἰκότως τὴν ἧτταν καὶ τὴν ταπείνωσιν αὐτῶν αἰνιττόμενος φάσκει 〈εἰς γῆν〉 κατενηνοχέναι 〈τὸ νῖκος αὐτῶν〉.⌝ Ἡ μὲν περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας προφητεία περιγέγραπται, ἑτέρας δ᾽ ὑποθέσεως κατάρχεται ὁ λόγος, δι᾽ ἧς ἐξαγορεύει μὲν τὰς τοῦ θεοῦ εἰς τὸν Ἰουδαίων λαὸν εὐεργεσίας. ἐκ προσώπου δὲ τοῦ λαοῦ κατηγορίαν αὐτοῦ ποιεῖται παριστὰς διὰ τῆς ἐξομολογήσεως τὴν ἀποβολὴν αὐτῶν καὶ τὴν ἐσχάτην τῆς Ἰερουσαλὴμ ἐρημίαν δικαίᾳ κρίσει τοῦ θεοῦ γεγονέναι. διό φησι· 〈Τὸν ἔλεον κυρίου ἐμνήσθην〉, καὶ ἐπιφέρει· 〈τὰς ἀρετὰς κυρίου ἀναμνήσω〉, οὐ μὴν ἀλλὰ καὶ τὰς παραδόξους εὐεργεσίας τοῦ 〈ἐλέους〉 αὐτοῦ οὔποτε λήθῃ παραδώσω, 〈μεμνήσομαι〉 δὲ διὰ παντὸς ἐγὼ καὶ τοῦ 〈ἐλέους〉 καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν πώποτε ἡμῖν παρέσχεν. εἰ καὶ σκυθρωπὰ μετῆλθεν ἡμᾶς ἐπὶ τέλει καὶ τῇ ὀργῇ τοῦ θεοῦ καὶ τὸ ἔθνος καὶ ἡ πόλις Ἰερουσαλήμ, ὅτε ἐν αὐτῇ νεὼς παρεδόθη ἕως ἐκ βάθρων ἀρθῆναι αὐτά.

ἀντὶ δὲ τοῦ· 〈ἐν πᾶσιν, οἷς ἀποδίδωσιν ἡμῖν〉, ὁ Σύμμαχος 〈περὶ πάντων, ὧν εὐηργέτησεν ἡμᾶς〉 εἴρηκε, καὶ πάλιν ἀντὶ τοῦ· 〈κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ〉 καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος· 〈κύριος ἐκ πλήθους ἀγαθωσύνης τῷ οἴκῳ Ἰσραήλ, ὃς εὐηργέτησεν αὐτοὺς κατὰ τοὺς οἰκτιρμοὺς αὐτοῦ〉. ⌜ταῦτα τοίνυν πάντα φησὶν ἀναμνήσω τὰ πλήθη καταριθμούμενος τῆς ἀγαθωσύνης αὐτοῦ, ἐν οἷς καὶ τοῦτο μέγιστον ἐδωρήσατο χάρισμα καταξιώσας ‹τέκνα ἑαυτοῦ› ὀνομάσαι τὸν 〈λαόν〉, εἰ ‹μὴ 〈ἀθετοῖεν〉 τὴν αὐτοῦ χάριν›.⌝ διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈πλὴν λαός μού εἰσιν, υἱοὶ οὐκ ἀσυνθηκοῦντες〉. ἀπήλεγχεν δὲ αὐτοὺς κατ᾽ ἀρχὰς τῆς προφητείας λέγων· «〈υἱοὺς〉 ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με 〈ἠθέτησαν〉».

Αὐτὸς μὲν οὖν προαρξάμενος ἔσπευσεν ἐπὶ τὴν τοῦ λαοῦ αὐτοῦ σωτηρίαν αὐτάγγελος παρὼν καὶ δι᾽ ἑαυτοῦ, οὐχὶ δι᾽ ἑτέρων διακονούμενος αὐτοῖς τὴν τῶν ἀγαθῶν χορηγίαν. διό φησιν· 〈οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ᾽ αὐτὸς ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν〉 καὶ τὰ ἑξῆς. τὰ μὲν οὖν τῆς αὐτοῦ φιλανθρωπίας τοιαῦτα οἱ δὲ οὐκ ἀξίους ἑαυτοὺς τῶν εὐεργεσιῶν παραστήσαντες πειρῶνται ἐχθρὸν αὐτὸν ἑαυτοῖς καταστῆσαι. αὐτίκα γοῦν ὁ τὰ τοσαῦτα δεδωρημένος αὐτοῖς ἀγαθὰ πολέμιος κατέστη αὐτοῖς ἀνενέγκας τῇ μνήμῃ ὡς νῦν οὐ πρῶτον τοιοῦτοι γεγόνασι, πάντοτε δὲ καὶ ἐκ πρώτης τῆς εἰς αὐτοὺς ἐπισκοπῆς ἀπηνεῖς ἦσαν καὶ ἀνεπαίσθητοι τῶν τοῦ θεοῦ εὐεργεσιῶν.

Αὐτίκα δ᾽ οὖν ἐπὶ 〈Μωσέως〉 ὁποῖα μυρίων καταξιωθέντες παραδόξων εὐεργεσιῶν οὐδαμῶς τὸν εὐεργέτην πρὸ ὀφθαλμῶν ἔθεντο οὐδὲ ἐλογίσαντο παρ᾽ ἑαυτοῖς, τίς ἦν καὶ οἷος ὁ τὰ τοσαῦτα αὐτοῖς θαύματα ἐπιδεδειγμένος, ἀλλὰ καὶ «ἐμοσχοποίησαν» καὶ πάλιν εἰδωλολάτρησαν καὶ μυρία ἕτερα ἠσέβησαν ἐπ᾽ αὐτῆς τῆς ἐρήμου μὴ λογισάμενοι τῇ διανοίᾳ, ὅπως αὐτοὺς διὰ τῆς 〈θαλάσσης〉 τῆς ἐρυθρᾶς διήγαγε, 〈Μωσέα οἷα προβάτων ποιμένα〉 ἐπιστήσας αὐτοῖς, ὃν καὶ μέγαν ‹προφήτην› καὶ ‹θεράποντα› ἑαυτοῦ ἀνέδειξε πληρώσας αὐτὸν τοῦ ἰδίου 〈πνεύματος〉. ἀντὶ δὲ τοῦ· 〈κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ〉, ὁ Σύμμαχος ὁ 〈ῥήξας ὕδατα ἔμπροσθεν αὐτῶν〉 εἴρηκε, 〈ποιῆσαι αὐτῶν ὄνομα αἰώνιον〉. οὕτως οὖν 〈διαρρήξας〉 τὰ τῆς ἐρυθρᾶς 〈θαλάσσης ὕδατα ὡς ἵππον δι᾽ ἐρήμου〉 καὶ διὰ ξηρᾶς 〈καὶ ὡς κτήνη διὰ πεδίου παρήγαγεν αὐτούς〉, ἀλλὰ τούτων οὐδεμίαν μνήμην ποιησάμενοι οἱ ὑπὸ τοῦ λόγου δηλούμενοι 〈ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ〉· διὸ 〈καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς〉.

Ὁ πρότερος ὑπέρμαχος αὐτῶν ὀρθῷ λόγῳ καὶ δικαιοσύνῃ τοῦτο κρίνας πλὴν ἐπεὶ φιλάνθρωπος καὶ ἀγαθὸς οἷα θεὸς τὴν φύσιν ἐστίν, οὐκ ἀποναρκητέον ἡμῖν οὐδ᾽ ἀπογνωστέον τὴν ἐξ αὐτοῦ σωτηρίαν· ἔξεστι γὰρ ἱκετηρίαις καὶ ἐξομολογήσεσιν ἑαυτοὺς ἐπιδιδόντας ἵλεων αὐτὸν κτήσασθαι. διὸ κοινῇ πάντες, ἐγώ τε ὁ ταῦτα λέγων προφήτης, καὶ ὑμεῖς οἱ ἐν τῷ λαῷ θεοσεβεῖν προῃρημένοι καθικετεύοντες καὶ λιπαραῖς ταῖς παρακλήσεσιν ἀντιβολοῦντες λέγομεν· 〈Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης σου〉. ⌜εἴ γε δεικνύομεν αὐτῷ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολὴν λέγοντες· καὶ ἴδε καὶ τοῦτο δέ, ὦ κύριε, ἀναγκαῖον ὑπομνῆσαι ὡς πολλάκις οὐ δι᾽ ἡμᾶς, ἀλλὰ διὰ τὸν σὸν 〈ζῆλον〉 ἐποίησας μεθ᾽ ἡμῶν καίτοι ἀναξίων ὄντων καὶ παρέσχου τὰ σαυτοῦ 〈ἐλέη·⌝ ποῦ〉 τοίνυν 〈ἐστὶν ὁ ζῆλός σου〉 ἐκεῖνος 〈καὶ ἡ ἰσχύς σου καὶ τὸ πλῆθος τοῦ ἐλέους σου〉; ⌜ἤδη γὰρ καὶ ἄλλοτε πολλάκις ἁμαρτησάντων 〈ἡμῶν ἠνέσχου〉 καὶ οὐδὲν θαυμαστόν, ἐπειδὴ ἅπαξ κατηξίωσας εἰπεῖν· ‹ὁ λαός μου τέκνα καὶ ὁ λαός μου υἱοί εἰσιν›. ὡς οὖν 〈πατὴρ〉 τέκνων καὶ πρότερον 〈ἠνέσχου〉, καὶ νῦν πάλιν 〈ἀνάσχου〉· οὐ γὰρ 〈Ἀβραὰμ〉 ἦν 〈πατὴρ ἡμῶν〉, εἰ καὶ διακονεῖσθαι τῇ κατὰ σάρκα ἡμῶν ἔδοξε γενέσει, ἀληθεῖ δὲ λόγῳ 〈σὺ πατὴρ ἡμῶν εἶ〉 ἅτε ‹〈πατὴρ〉 πάντων πνευμάτων› ὑπάρχων καὶ τῶν ‹κατ᾽ εἰκόνα τὴν σὴν πεποιημένων› ψυχῶν.

διὸ 〈ῥύσασθαι〉 ἡμᾶς ἀντιβολοῦμεν,⌝ ἐπείπερ 〈τὸ ὄνομά σου〉 κοσμεῖ ἡμᾶς. διὸ χαριζόμενος ‹τῷ σαυτοῦ 〈ὀνόματι〉, ἵνα μὴ βλασφημεῖται παρὰ τοῖς ἔθνεσι›, καταξίωσον ἡμᾶς τοῦ σοῦ 〈ἐλέους〉.

Ταῦτα εἰπὼν ὁ προφήτης ἐξ οἰκείου προσώπου καὶ τῶν ἐν τῷ λαῷ εὐλαβεστέρων καὶ ταῦτα προστίθησιν ἐκ προσώπου τῶν ἐν τῷ λαῷ φιλαιτίων καὶ φιλεγκαλημόνων οὐκ ὀκνούντων πολλάκις καὶ αὐτῷ καταμέμφεσθαι τῷ θεῷ. διό φασι· 〈τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε〉; ⌜ὡς ἐκ προσώπου τοῦ λαοῦ ταῦτά φησιν· ὥσπερ γὰρ 〈ἐσκλήρυνάς〉 ποτε ‹τὴν 〈καρδίαν〉 Φαραώ›, οὕτως φησὶ καὶ ἡμᾶς νῦν 〈ἐσκλήρυνας〉 ἀναξίους εἶναι κρίνας τοῦ φόβου σου, ἀλλὰ καὶ 〈ἐπλάνησας ἡμᾶς〉 σὺ αὐτός, ὦ κύριε, τοῦ μὴ γνωρίσαι τὴν 〈ὁδόν σου〉. πλὴν ἀλλ᾽ εἰ καὶ ἡμεῖς τοιοῦτοι, σὺ γοῦν ὡς θεὸς 〈διὰ τοὺς δούλους σου〉, εἰκὸς γὰρ εἶναί τινας ἐν τῷ παντὶ πλήθει τοιούτους, 〈ἐπίστρεψον〉, καὶ ἐπειδὴ κλῆρός σου κατηξιώθημεν ὀνομάζεσθαι, ἱκετεύομεν· 〈Ἐπίστρεψαι διὰ τοὺς δούλους σου καὶ διὰ τὰς φυλὰς τῆς κληρονομίας σου〉, ἵνα κἂν 〈διὰ τοὺς σοὺς δούλους καὶ τὰς φυλὰς τῆς κληρονομίας σου〉 δυνηθῶμεν καὶ ἡμεῖς οἱ ἀνάξιοι 〈μικρᾶς〉 τινος μερίδος τυχεῖν ἐν τῷ ἐπηγγελμένῳ ὑπὸ σοῦ 〈ὄρει ἁγίῳ〉, οὗ παντελῶς νῦν ἀποπεπτώκαμεν, ἐπειδήπερ 〈οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου〉.

Καὶ τοῦτ᾽ ἔπραξαν διὰ τὸ σὲ ἀποστραφῆναι ἡμᾶς· οὕτω γοῦν καταλειφθέντες ἔρημοι τῆς σῆς ἐπισκοπῆς τοιοῦτοι νῦν ἐσμεν, ὁποῖοι καὶ πρὶν σὲ 〈ἡμῶν ἄρξαι〉. ὡς γὰρ ἦν ποτε χρόνος, ὅτε ‹οὔτε προφήτας οὔτε ἱερέας οὔτε βασιλέας› οὔτε τι τῶν σῶν χαρισμάτων εἴχομεν, τὸν αὐτὸν τρόπον καὶ νῦν εἰς ἐκείνην κατέστημεν τὴν ἐρημίαν.⌝ ἦμεν δὲ τοιοῦτοι ἐν Αἰγύπτῳ μακρῷ διατρίψαντες χρόνῳ πρὶν καὶ Μωσέα ἡμῖν ἐπιστῆναι. τὸ τηνικαῦτα γὰρ οὐδὲ 〈τὸ ὄνομά σου〉 ἐκόσμει ἡμᾶς οὐδὲ ‹λαός σου› ἐχρηματίζομεν οὐδὲ ‹μερὶς κληρονομίας σου›, καὶ νῦν δὲ ὁμοίως εἰς τὸ αὐτὸ περιέστημεν τέλος. ⌜ταῦτα πάντα ἔοικεν ἀναφέρεσθαι ἐπὶ τὸν καιρὸν τὸν μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν, ἐν ᾧ παντελῶς κατελείφθησαν διὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν τολμηθέντα αὐτοῖς. νῦν γὰρ ὡς ἀληθῶς 〈τοιοῦτοι γεγόνασιν ὡς τὸ ἀπ᾽ ἀρχῆς, ὅτε οὐκ ἦρχεν〉 αὐτῶν ὁ θεός.⌝ Ἀντὶ δὲ τοῦ· 〈ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη〉 καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· 〈ἐγενήθημεν ὡς ἀπ᾽ αἰῶνος, ὧν οὐκ ἐξουσιάσεις οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου αὐτοῖς, οὐδὲ ῥήξας οὐρανοὺς κατέβης. ἀπὸ προσώπου σου ὄρη κατέρρευσεν, ὡς ἔκκαυσις πυρὸς ἐτάκη θάλασσα, ὕδατα ἐπτοήθησαν〉. τοιοῦτοι γοῦν φησι γεγόναμεν ὁποῖοι μηδὲ πώποτε πειραθέντες τῶν σῶν θαυμάτων, οἷς οὐκ ἔδειξας τὰ θαυμάσιά σου τὰ ἐπὶ Μωσέως γεγεννημένα.

κατὰ δὲ τοὺς Ἑβδομήκοντα· 〈τοιοῦτοι〉 μὲν 〈ἡμεῖς〉 φησι 〈γεγόναμεν ὁποῖοι ἦμεν πρὶν ἄρξαι σὲ ἡμῶν〉. ⌜πλὴν ἀλλ᾽ ἴσμεν ἀκριβῶς καὶ πεπείσμεθα, ὅτι 〈ἐὰν〉 θελήσῃς 〈ἀνοῖξαι τὸν οὐρανὸν〉 θεὸς ὢν καὶ πάντα δυνατός, 〈τρόμος λήψεται ἀπὸ σοῦ ὄρη〉, τὰς ἀντικειμένας δηλαδὴ δυνάμεις τὰς ἐπαιρομένας κατὰ τῆς γνώσεώς σου,⌝ 〈καὶ τακήσονται ὡς κηρὸς ἀπὸ πυρός〉, ἀλλὰ 〈καὶ πῦρ καταφάγεται τοὺς ὑπεναντίους〉 τῆς σῆς θεότητος. ἔργῳ τε δειχθήσεται πᾶσι τοῖς ἐχθροῖς ἡ δύναμις τοῦ 〈ὀνόματός〉 σου, καὶ ‹τὰ ἔθνη〉 δὲ τὰ σὲ μὴ εἰδότα τὸν θεόν›, εἰ βουληθείης αὐτὸ μόνον 〈διανοίξας τὸν〉 σαυτοῦ 〈οὐρανὸν〉 ἐπισκοπῆσαι τοὺς ἐπὶ τῆς γῆς, 〈ταραχθήσονται〉, καὶ 〈τρόμος λήψεται ἀπὸ σοῦ〉 τὰ προλεχθέντα 〈ὄρη〉.

Τοσαύτη πάρεστί σοι δύναμις, ὅθεν 〈ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν〉, τίς ἕτερος τοιοῦτος θεὸς ⌜οὐδὲ δυνάμεθα ψευδομαρτυρήσαντες εἰπεῖν ὡς ἄρα καὶ ἄλλον τινὰ τοιούτων ἔργων ποιητὴν τεθέανται 〈ἡμῶν οἱ ὀφθαλμοὶ〉 οὔτε οὖν 〈θεὸν πλὴν σοῦ〉 ἕτερον εἴδομεν οὔτε πράξεις θεϊκάς. ὁποῖα δὲ 〈τοῖς σὲ ὑπομένουσιν〉 ὁρᾶν παρέσχες, ὑφ᾽ ἑτέρου γεγενημένα τιθέμεθα.⌝ ἔνθα γενόμενος ἐπίστησον, ὅπως θεὸν ὁρώμενον ὁ προφητικὸς εἰσάγει λόγος φάσκων ἐκ προσώπου τοῦ λαοῦ· 〈οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ〉. ⌜καὶ μήν· «θεὸν οὐδεὶς ἑώρακε πώποτε», καί· «οὐδεὶς ὄψεται μου τὸ πρόσωπον καὶ ζήσεται», ἀλλ᾽ ἔοικε τὸν Χριστὸν τοῦ θεοῦ διὰ τούτων αἰνίττεσθαι, τὸν δὲ ἐπὶ τῆς ἐρήμου χρηματίσαντα Μωσεῖ, τῷ τε παντὶ λαῷ ἑωραμένον διὰ τῆς ἐμφαινομένης τοῖς πᾶσι δόξης, περὶ ἧς εἴρηται· «καὶ ἑώρα πᾶς ὁ λαὸς τὴν δόξαν κυρίου».⌝ Τούτοις ἑξῆς ἐπιφέρει· 〈ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν〉, ὡσεὶ σαφέστερον ἔλεγεν, ἐπειδὴ 〈ἡμάρτομεν ἡμεῖς, σὺ ὠργίσθης〉, ἀλλὰ καὶ 〈ἐπλανήθημέν〉 φησι, 〈καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς〉. ⌜εἰ δὲ καί τις ἐνομίσθη παρ᾽ ἡμῖν εὑρίσκεσθαι δικαιοσύνη καὶ πρᾶξις δικαία, ἐρρυπωμένη καὶ αὐτὴ καὶ ἄτιμος ἐλήλεγκται.⌝ διόπερ ὡς ἄκαρπον δένδρον ἀποβαλὸν τοὺς καρποὺς τοιοῦτοι γεγόναμεν, ἀλλὰ καὶ 〈ὡς φύλλα ἐξερρεύσαμεν πάντες〉 καὶ διεσκεδάσθημεν ‹ὡς χοῦς ἀπὸ προσώπου 〈ἀνέμου〉›.

Καὶ οὐδεὶς ἐν ἡμῖν εἴρηται τοιοῦτος ὡς 〈ἐπικαλεῖσθαι τὸ ὄνομά σου〉 καὶ δυσωπεῖν σε διὰ τῶν προσευχῶν δύνασθαι· οὐδὲ γὰρ ἀντέχεταί τις οὐδ᾽ ἐν μνήμῃ τίθεται τὴν παρὰ σοῦ βοήθειαν. διὸ εὐλόγως 〈ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾽ ἡμῶν〉· πλὴν ὅμως καὶ μετὰ ταῦτά 〈σε πάτερ〉 γινώσκομεν, οὐκ ἀγνοοῦμεν δὲ καὶ ἑαυτοὺς ὡς οὐδὲν διενηνώχαμεν 〈πηλοῦ, οὗ σὺ〉 μόνος 〈πλάστης〉 γέγονας, καὶ ὀστράκου δὲ εὐθραύστου σκεύους κατ᾽ οὐδὲν διαφέρομεν ἄλλοτε ἄλλως ῥηγνύμενοι καὶ συντριβόμενοι. διὸ ἀπιδόντας σε τῇ σαθρότητι τῆς ἡμετέρας ἀσθενείας ἀντιβολοῦμεν νεῖμαι συγγνώμην τοῖς ἡμαρτημένοις ἀνενέγκαντα τῇ μνήμῃ, ὡς σός ποτε 〈λαὸς〉 ἐχρηματίσαμεν καὶ σὴ 〈πόλις〉, ἣ νῦν 〈ἔρημος〉, καὶ σὸν ἁγιαστήριον, τὸ νῦν καθῃρημένον, καὶ ὡς ὁ 〈οἶκος τοῦ ἁγιάσματός σου〉 μεταβέβληται 〈εἰς κατάραν〉 καὶ 〈πυρὶ〉 παραδέδοται ὁ ὑπὸ τῶν 〈πατέρων ἡμῶν εὐλογηθεὶς〉 τόπος, κατὰ δὲ τὸν Σύμμαχον· 〈ἔρημός〉 φησιν 〈ἐγένετο Ἰερουσαλήμ, εἰς ἀφανισμὸν ὁ οἶκος τοῦ ἁγιάσματος ἡμῶν, ὅπου ὕμνησάν σε οἱ πατέρες ἡμῶν, ἐγένετο εἰς καῦσιν πυρός, καὶ πᾶν τὸ ἐπιθυμητὸν ἡμῶν ἐγένετο εἰς ὄνειδος. μὴ ἐπὶ τούτοις ἐγκρατεύσῃ, κύριε, καὶ σιγήσῃς καὶ ταπεινώσῃς ἡμᾶς ἕως σφόδρα〉;

Πρὸς τὰς προεκτεθείσας φωνὰς δι᾽ ὧν ἐκ προσώπου τοῦ λαοῦ ἱκετηρίαι ἀνεπέμποντο καὶ ἐξομολογήσεις ἤδη δὲ καὶ ὡσπερεὶ μέμψεις τῶν εἰρηκότων· «πεπλάνηκας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε», ἀπόκρισις διὰ τοῦ προφητικοῦ πνεύματος δίδοται τοῦτον ἔχουσα τὸν νοῦν· καὶ πῶς οἷόν τε ἦν ἐμὲ ‹τὸν μὴ βουλόμενον› «τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ» τοὺς τὰ τοιαῦτα εὐχομένους καὶ ἐξομολογουμένους ὑπερορᾶν; πῶς δὲ δυνατὸν ἐμὲ τὸν ἀπὸ πλάνης ἐπὶ τὴν ἀλήθειαν ἐπιστρέφειν πάντας ἀνθρώπους ἐθέλοντα τὸν καὶ ‹τοὺς πίπτοντας ἀνίστασθαι› παρακαλοῦντα ὑμᾶς ‹ἀποπλανᾶν τῆς ἐμῆς ὁδοῦ› ἢ ‹τὰς καρδίας ὑμῶν σκληρύνειν τοῦ φοβεῖσθαί με›; ⌜καὶ μὴν εἴ τις ἐθέλοι φιλαλήθει λογισμῷ τὴν ἐμὴν ὁρᾶν φιλανθρωπίαν, εὕροι ἂν φθάνοντά με ταῖς εὐεργεσίαις καὶ τοὺς μακρὰν ἀφεστῶτας τῆς ἐμῆς γνώσεως. αὐτίκα δ᾽ οὖν 〈τοῖς〉 ἐκτὸς μηδὲ πώποτε 〈ἐρωτήσασί με ἐμφανῆ〉 κατέστησα ἐμαυτὸν δι᾽ ὑπερβάλλουσαν φιλανθρωπίαν, ὥστ᾽ ἤδη τοὺς ἀλλογενεῖς καὶ ἀλλοφύλους τὴν ἐμὴν γνῶσιν ἀνειληφέναι καίπερ μηδὲν εἰς τοῦτο συμβαλλομένους.

ἀλλὰ καὶ 〈τοῖς μὴ ζητήσασι〉 τὴν ἐμὴν χάριν ταύτης μετέδωκα φθάσας τε τὰς ἑτέρων παρακλήσεις· πρὶν καὶ εὔξασθαι, πρὶν καὶ ἱκετεῦσαι αὐτούς, 〈εἶπον Ἰδού εἰμι〉.⌝ Ὁ τοίνυν καὶ περὶ τοὺς ἀλλοτρίους τῆς ἐμῆς γνώσεως οὕτω χρηστὸς καὶ ἀγαθὸς πεφυκὼς πῶς ἂν περὶ ὑμᾶς ὠμός τις καὶ ἀπηνὴς καὶ ἀδικώτατος ἐφάνην; καὶ μὴν ἐξ ὑμῶν ἀπηρξάμην τῆς ἐμαυτοῦ χάριτος καὶ πρώτοις ὑμῖν 〈τὰς ἐμαυτοῦ χεῖρας ἐξεπέτασα〉 προσκαλούμενος καὶ ἐναγκαλιζόμενος ὡς ἂν ἐμαυτοῦ γνησίους υἱούς· ὑμεῖς δὲ 〈ἀπειθοῦντες〉 διετελεῖτε καλοῦντός τε καὶ παρακαλοῦντος ἐμοῦ σπεύδειν ἐπὶ τὴν παρ᾽ ἐμοὶ σωτηρίαν.

Ὑμεῖς τὴν ἐναντίαν ὡδεύσατε πολυπλασιάζοντες τὰ ἑαυτῶν κακά. ἢ οὐχ ὑμεῖς ἐστε ἐκ τοῦ παντὸς αἰῶνος 〈παροξύνοντές με〉 οἱ τὸν καθηγιασμένον ἐμοὶ νεὼν ἐγκαταλείποντες, εἰδωλολατρίᾳ δὲ καὶ πολυθέῳ πλάνῃ ἐκδότους ἑαυτοὺς παρέχοντες ὡς 〈θυσιάζειν〉 μὲν 〈ἐν τοῖς κήποις, θυμιᾶν〉 δὲ πνεύμασιν ἀκαθάρτοις καὶ πονηροῖς 〈δαιμονίοις〉 ἐν τοῖς ἐκ πλίνθων κατεσκευασμένοις ὑμῖν βωμοῖς, ἀλλὰ 〈καὶ ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις〉 ἐγκαθεύδοντες; τοιαῦτα δὲ ἦν τὰ νομιζόμενα τῶν θεῶν ἱερὰ τὰς μαντείας ἑαυτοῖς περινοεῖτε. τί γὰρ ἄλλο ἢ τοῖς πάμπαν ἀνόμοις καὶ ἀλλογενέσιν ὁμοιούμενοι καὶ χοιρείων ἤδη 〈κρέων〉 ἐμφορεῖσθε καὶ 〈πάντα〉 τὰ κατὰ τοὺς οἴκους ὑμῶν 〈σκεύη〉 μιαραῖς 〈μολύνειν〉 θυσίαις οὐκ ἀποκνεῖτε.

Καὶ τὸ χείριστον, ἐφ᾽ ᾧ καὶ μάλιστα θυμοῦ πληροῦσθαι καὶ ἀγανακτεῖν ἄξιον, ὅτι δὴ ἐπὶ τοῖς αὐτοῖς ὡς ἂν ἐπ᾽ ἀγαθαῖς πράξεσι σεμνυνόμενοι πάντων ἀνθρώπων καθαρώτεροι εἶναι διέκεισθε, ὡς μηδὲ βούλεσθαι πλησιάζειν τοῖς τυχοῦσι μηδὲ τῶν πέλας ἐφάπτεσθαι καταξιοῦν, 〈λέγειν〉 δὲ τοῖς προσιοῦσι· 〈μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι〉. ἄρ᾽ οὖν ἐπὶ τούτοις οὐ δικαιότατα κινηθήσεται κατ᾽ αὐτῶν ὁ λεγόμενος 〈θυμὸς〉 τοῦ θεοῦ, ἡ τιμωρητικὴ δηλαδὴ δύναμις, καὶ τὸ κατ᾽ αὐτῶν ἐξάψον 〈πῦρ〉; 〈Ἀναγέγραπται〉 γὰρ τοῦτ᾽ ἔστιν 〈ἐνώπιόν μου〉 οὐδὲ παρελθεῖν ἐστὶν αὐτά, ἔστ᾽ ἂν τὴν ὑπὲρ αὐτῶν ἀποτίσωσι τιμωρίαν, καὶ οὐ τὴν ὑπὲρ αὐτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν οἱ 〈πατέρες αὐτῶν〉 ἠσέβουν ἄρτι μὲν 〈θυμιῶντες ἐπὶ τῶν ὀρέων〉 καὶ αὐτοὶ 〈καὶ ἐπὶ τῶν βουνῶν〉 εἰδωλολατροῦντες, ἄρτι δὲ χλευάζοντες τοὺς ἐμοὺς νόμους, ἃ δὴ κατὰ καιρὸν 〈εἰς τὸν αὐτῶν ἀποδοθήσεται κόλπον〉.

Εἴρηται δὲ τὰ λελεγμένα κατὰ τῶν ἀσεβούντων ἐν τῷ λαῷ, ὡσεί τις εὑρεθείη ἐν τῷ πλήθει σωτηρίας ἔχων ἐλπίδα ἐλεύθερος ἔσται τῶν εἰρημένων, εἰ γὰρ καὶ «ὁ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ», ‹ἀντὶ σταφυλῆς› «ἐποίησεν ἀκάνθας» καὶ ‹ἀντὶ κρίσεως› «ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν». καὶ εἰ τούτων ἕνεκα ἐρημία καὶ ἀφανισμὸς παντελὴς κατ᾽ αὐτοῦ ὥρισται, ⌜ἀλλ᾽ εἴ πού τις ἐν τῇ τοσούτων ἀπωλείᾳ 〈εὑρεθείη〉 ὡς 〈ἐν βότρυι〉 ξηρῷ ὑγιὴς καὶ ἐρρωμένος 〈ῥώξ〉, οὐ διαπεσεῖται παρ᾽ ἐμοὶ κριτῇ οὗτος οὐδὲ συναπολεῖται τοῖς ἀπολλυμένοις διὰ τὸ μετέχειν αὐτὸν 〈εὐλογίας〉. οὕτω δ᾽ ἔσται ὁ 〈ῥὼξ〉 οὗτος τίμιος παρ᾽ ἐμοὶ ὅσῳ καὶ σπάνιος. κατὰ τοῦτο δὴ τὸ παράδειγμα καὶ ἐπὶ τοῦ παντὸς ἔθνους ποιήσω, εἴ πού τις 〈εὑρεθείη〉 ἐν αὐτοῖς σωτηρίας ἄξιος.⌝ διὸ 〈οὐ μὴ ἀπολέσω πάντας〉, ἀλλὰ τὸν ἐν αὐτοῖς 〈δουλεύοντά μοι ἐξάξω〉 ἀφορίσας τῶν ἀπολλυμένων, καὶ ἔσται οὗτος 〈σπέρμα ἐξ Ἰακὼβ σπέρμα〉 ζώπυρον καὶ χρήσιμον, δυνάμενον καὶ εἰς ἑτέρων χρησιμεῦσαι καρποφορίαν. οἷον ἦν καὶ τὸ διὰ τῶν ἔμπροσθεν εἰρημένον τό· «καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν 〈σπέρμα〉».

τοῦτο δὲ ⌜τὸ ἀγαθὸν καὶ σπάνιον 〈σπέρμα〉, δηλαδὴ ὁ ἀποστολικὸς χορὸς τοῦ πλήθους τῶν ἀπολλυμένων ἀφορισθείς,⌝ 〈κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου〉, ὃ δὴ καὶ γνωρίζειν ὡμολόγουν φάσκοντες· «προσεληλύθαμεν Σιὼν 〈ὄρει〉 καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ», κἀκείνην φησὶ τὴν ἐπουράνιον κληρονομίαν ἀπολήψονται 〈οἱ ἐκλεκτοί μου καὶ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ〉, ⌜πάλιν κἀνταῦθα 〈ἐκλεκτοὺς〉 καὶ 〈δούλους〉 αὐτοῦ τοὺς ἀποστόλους σημάνας οἵτινες 〈ῥῶγες εὕρηνται〉, οὓς ἐκλεξάμενος ὡσπερεὶ φυλακὴν ἑτέρων καὶ «〈σπέρμα〉 ἅγιον» καὶ 〈ἐκλεκτὸν〉 ὠνόμασεν.⌝ Δι᾽ ὧν καὶ τὰ ἑξῆς ἐπληροῦτό τινα δὲ ταῦτα· 〈καὶ ἔσονταί〉 φησιν ἐν 〈τῷ δρυμῷ ἐπαύλεις 〈ποιμνίων〉·〉 ⌜〈δρυμὸν〉 δὲ εἴωθεν ἡ γραφὴ τὸ πλῆθος τῶν ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν ὀνομάζειν, ἐν οἷς 〈ἐπαύλεις ποιμνίων ἔσεσθαι〉 θεσπίζει τὰς ἐκκλησίας τῶν τοῦ θεοῦ προβάτων αἰνιττόμενος.⌝ ἀλλὰ καὶ ὥσπερ ποτὲ ἡ 〈φάραγξ Ἀχὼρ〉 γέγονεν ἀνατεθεματισμένη, ἔνθα ὡς ἡ ἱστορία Ἰησοῦ τοῦ Μωϋσέως διαδόχου περιέχει. ὁ 〈Ἀχὼρ〉 σὺν ὅλῳ τῷ γένει, δι᾽ ἣν ἔπραξε παρανομίαν, ἀπώλετο ἐν τῇ 〈φάραγγι〉 λίθοις βληθεὶς καὶ ἀνάθεμα γενόμενος. τοιαύτη τις ἦν καὶ αὐτῶν ἀνατεθεματισμένων ἡ χώρα τῶν ἀθέων, δηλαδὴ καὶ ἀλλοφύλων ἐθνῶν.

ἀλλὰ καὶ αὕτη 〈εἰς ἀνάπαυσιν〉 ἔσται 〈βουκολίων τῷ λαῷ μου〉 τῷ 〈ἐκζητήσαντί με· ⌜λαὸς〉 δὲ ὁ 〈ἐκζητήσας〉 αὐτὸν ὁ 〈ῥὼξ〉 ἦν καὶ τὸ ἀνωτέρω εἰρημένον 〈σπέρμα οἱ ἐκλεκτοὶ δοῦλοι〉 αὐτοῦ, δι᾽ ὧν 〈βουκόλια〉 βοῶν καὶ 〈ποίμνια〉 συστήσεσθαι οὐκ ἐν τῷ Ἰσραὴλ οὐδὲ ἐν τῇ Ἰουδαίων χώρᾳ, ἀλλ᾽ ἐν τῷ 〈δρυμῷ〉 καὶ ἐν τῇ λεχθείσῃ 〈φάραγγι Ἀχὼρ〉 προφητεύει.⌝ Ταῦτα μὲν οὖν περὶ τούτων, πάλιν δὲ πρὸς τὸ πλῆθος τὸ Ἰουδαϊκὸν ὁ λόγος ἀποτείνεται φάσκων· 〈ὑμεῖς δὲ οἱ ἐγκαταλείποντές με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου〉, τὸ πολλάκις ἡμῖν δεδηλωμένον. οἱ τῇ τῶν ἐθνῶν συναπτόμενοι εἰδωλολατρίᾳ ὡς καὶ 〈τῇ τύχῃ〉 παρ᾽ αὐτοῖς ὀνομαζομένῃ παρασκευάζειν 〈τράπεζαν〉 καὶ 〈τῷ δαιμονίῳ〉 τῷ ἐμφωλεύοντι τῷ τῆς λεγομένης 〈τύχης〉 ἀγάλματι ἱστάναι 〈κέρασμα〉 ἐπακούσατε τὰ περιμένοντα ὑμᾶς, 〈παραδοθήσεσθε μαχαίρᾳ〉 πολεμικῇ 〈πάντες〉. καὶ εἰ ἔροιτό τις ὑμῶν Διὰ τί; διὰ τόδε φημί, ἵνα τὰ λοιπὰ παρέλθω, ⌜ἐπειδὴ αὐτὸς ἐγὼ τῆς ἐμαυτοῦ παρουσίας κατηξίωσα ὑμᾶς αὐτούς, πρώτους δὲ 〈ὑμᾶς〉 περὶ ἐμαυτοῦ κέκληκα, ὑμεῖς δὲ 〈οὐχ ὑπηκούσατε〉. ὃ δὴ καὶ πρὸ τούτου ᾐτιώμην λέγων· «διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, 〈ἐκάλεσα〉 καὶ 〈οὐκ〉 ἦν ὁ 〈ὑπακούων〉»;⌝ καὶ νῦν αὖθίς φημι· 〈ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε〉.

ἄρ᾽ οὖν πρώτους 〈ὑμᾶς ἐκάλουν〉 καὶ πρώτους κατηξίουν τῆς ἐμῆς χάριτος, ὑμεῖς δὲ ἦτε ἀνήκοοι καὶ ἀπειθεῖς, πῶς οὖν καταμέμφεσθε ἐπαιτιώμενοι καὶ ἐγκαλοῦντες καὶ λέγειν τολμῶντες· «ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου»; διὸ τὴν δυσσεβῆ ταύτην φωνὴν ἀπελέγχων ἤδη καὶ πρότερον ἔφην ὡς ἄρα· «Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν», εἶτα· ‹ἰδοὺ εἶπα τοῖς μὴ ἐπικαλεσαμένοις τὸ ὄνομά μου› «Ἰδού εἰμι». ὑμεῖς πᾶν τοὐναντίον ἐπράττετε καλούμενοι καὶ προτιμώμενοι καὶ οὐδαμῶς 〈ὑπακούοντες〉, ἀλλ᾽ ἐνυβρίζοντες τὴν πρώτοις ὑμῖν ἀπονεμηθεῖσαν ἐξ ἐμοῦ χάριν.

Εὐαγγελισάμενος ὁ λόγος τοὺς ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐκλεχθησομένους καὶ δίκην ἀγαθοῦ σπέρματος φυλαχθησομένους εἰς ἑτέρων φυτείαν καὶ καρποφορίαν καὶ ὡς αὐτοὶ οὗτοι 〈ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων〉 συστήσουσι καὶ ‹〈ἐν τῇ φάραγγι Ἀχὼρ〉› τῇ ἀποδοθείσῃ ‹〈βουκολίων ἀναπαύσεις〉› ποιήσουσιν, εἶτ᾽ αὖ διαστειλάμενος τῷ λοιπῷ πλήθει τῶν ἀπολλυμένων τὰ ἑξῆς ἐπενηνεγμένα ⌜πάλιν πρὸς αὐτοὺς τὰς προκειμένας ποιεῖται κατηγορίας διδάσκων, ὡς δικαιοσύνης ζυγῷ πάντα πράττων ὁ θεὸς οὐδαμῶς μὲν παρόψεται τοὺς ὅποι δήποτε αὐτῷ 〈δουλεύοντας〉, ἐξ οἵου δ᾽ ἂν ἔθνους εἶεν. πάντας γὰρ ἁπλῶς ἅπαξ τοὺς 〈δουλεύειν〉 αὐτῷ προῃρημένους παραδέξεται καὶ τούτοις παρέξει τὴν ἐπουράνιον τροφήν, τὸν λόγον τὸν σωτήριον τὸν εἰρηκότα· «ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς». οὗτοι μὲν οὖν τῷ λεχθέντι ‹ἄρτῳ› τραφήσονται καὶ ἐμπλησθήσονται, 〈ὑμεῖς δέ〉 φησιν, οἱ μὴ τὴν ἐμὴν ἀποδεξάμενοι χάριν ἐν ἐνδείᾳ λογικῆς τροφῆς 〈λιμώξετε〉.

καὶ πάλιν οἱ μὲν 〈ἐμοὶ δουλεύοντες〉 ποτοῦ ζωῆς ἀθανάτου πλησθήσονται, περὶ οὗ λέλεκται· «ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον».⌝ 〈ὑμεῖς δὲ〉 οἱ τὴν ἐμὴν ‹ἀθετήσαντες χάριν›, ἅτε ‹τὴν πηγὴν τῆς ζωῆς καταλιπόντες›, 〈διψήσετε〉, καὶ αὖθις 〈οἱ〉 μὲν 〈ἐμοὶ δουλεύοντες〉 ἀκολούθως τῷ ποτῷ καὶ τῇ τροφῇ, ἧς ἠξιώθησαν εὐφροσύνης ἐνθέου μεταλήψονται, 〈ὑμεῖς δὲ〉 οἱ τὴν ἐμὴν χάριν διαπτύσαντες, τούτων πάλιν στερισκόμενοι 〈αἰσχυνθήσεσθε〉, ἀλλὰ καὶ 〈οἱ δουλεύοντές μοι〉 πρὸς τοῖς λεχθεῖσιν 〈ἀγαλλιάσονται ἐν εὐφροσύνῃ〉 χαίροντες τῇ ψυχῇ δικαίως, ἅτε τοσούτων ἀγαθῶν ἠξιωμένοι, 〈ὑμεῖς δὲ〉 τούτους θεώμενοι τούτων ἀπολαύοντας 〈κεκράξεσθε〉 ἀπὸ 〈πόνου〉 ψυχῆς 〈καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε〉. μικρὸς μὲν γὰρ ἦν ὁ τῶν σωμάτων 〈πόνος〉 παραβαλλόμενος τῷ ἀπὸ 〈καρδίας〉, διὸ οὐ τὸ σῶμα, τὴν δὲ 〈καρδίαν〉 αὐτὴν πονήσετε, ἀλγοῦντες καὶ μονονουχὶ κραυγὰς καὶ φωνὰς ἀφιέντες ὡς ἂν ἐπὶ ἀπολωλόσιν ἑαυτοῖς.

Ἀντὶ δὲ τοῦ· 〈καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονήν〉, οἱ λοιποὶ ἑρμηνευταὶ συμφώνως 〈εἰς ὅρκον〉 ἐκδεδώκασιν. ἐπὶ τῶν τὰ δεινὰ πεπονθότων εἰώθασιν ὀμνύειν· εἰ μὴν μὴ πάθοιμεν τὰ ἴσα ὡς οἵδε πεπόνθασι, τὸν αὐτὸν τρόπον 〈τὸ ὄνομα ὑμῶν ὅρκος〉 γενήσεται 〈τοῖς ἐκλεκτοῖς μου〉 φευκτοῦ καὶ τοῦ 〈ὀνόματος ὑμῶν〉 γενησομένου διὰ τὰ συμβησόμενα ὑμῖν ὅθεν ἔσται 〈τοῖς ἐκλεκτοῖς μου εἰς ὅρκον〉 τὸ ὑμέτερον 〈ὄνομα〉 καὶ ἡ τῶν ὑμετέρων κακῶν μνήμη. τέλος δὲ τῶν καταληψομένων ὑμᾶς κακῶν ἔσται ὁ ἐξ αὐτοῦ τοῦ θεοῦ ἐπελευσόμενος ὑμῖν θάνατος χωρισμὸς ὢν οὐ ψυχῆς ἀπὸ σώματος, ἀλλὰ τῆς ἀθανάτου ζωῆς καὶ αὐτοῦ τοῦ θεοῦ στέρησις. ταῦτα μὲν οὖν ὑμᾶς ἐκδέξεται, 〈τοῖς δὲ δουλεύουσί μοι〉 ἐξ ὁποίου δ᾽ ἂν γένοιντο ἔθνους τὰ ἐπηγγελμένα χαρισθήσεται. ⌜εἰ δὲ περιεργότερον ἐθέλοιτε μαθεῖν τίνες εἶεν οὗτοι οἱ μέλλοντές 〈μοι δουλεύειν〉 καὶ τί αὐτοῖς 〈ὄνομα〉, γινώσκετε ὅτι οὔπω μὲν εἰς φανερὸν τοὔνομα αὐτῶν ὁ θεὸς βούλεται ἀγαγεῖν· τοσοῦτον δὲ μόνον σημαίνει ὡς οὔτε Ἰσραὴλ κληθήσονται οὔτε Ἰακὼβ οὔτε Ἰουδαῖοι οὔθ᾽ ὅλως τι δὴ τῶν ἀνθρώποις ἤδη συνεγνωσμένων. 〈καινὸν〉 γάρ τι καὶ νεώτερον αὐτοῖς ἐπιτεθήσεται ὄνομα ξένον καὶ μηδὲ πώποτε ἀκουσθέν, ὃ 〈εὐλογηθήσεται ἐπὶ τῆς γῆς〉 αὐξανόμενον καὶ πληθυνόμενον ὑπὲρ πᾶσαν σωματικὴν εὐλογίαν.