Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Η καινή κτίση, η επουράνια Ιερουσαλήμ και η καθολική κρίση (Ησ. 65:16-66)

Η υπόσχεση για καινό ουρανό και καινή γη, η θαυμαστή γέννηση της νέας Σιών, η κλήση όλων των εθνών στη θεία λατρεία και η εσχατολογική κρίση των ασεβών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 25 από 25

εἰ γάρ τις καὶ ἄλλη πλήθους ποιητικὴ τυγχάνει εὐλογία παρὰ θεοῦ, ταύτης τεύξεται τὸ 〈ὄνομα〉 τὸ ἐπιτεθησόμενον 〈τοῖς δουλεύουσί μοι〉.⌝ ὅθεν μηδεὶς πολυπραγμονείτω τέως πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, 〈εὐλογηθέντες〉 δὲ οἱ εἰρημένοι διατελοῦσι καὶ αὐτοὶ 〈τὸν ἀληθινὸν θεὸν εὐλογοῦντες〉. ἀντὶ δὲ τοῦ· 〈τὸν θεὸν τὸν ἀληθινόν〉, ὁ μὲν Ἀκύλας· 〈καὶ τοῖς δούλοις αὐτοῦ〉 φησι 〈καλέσει ὄνομα ἕτερον, ᾧ 〈ὁ〉 εὐλογημένος ἐν τῇ γῇ εὐλογηθήσεται πεπιστωμένως〉, ὁ δὲ Σύμμαχος· 〈τοῖς δὲ δούλοις αὐτοῦ καλέσει ὄνομα ἕτερον, ἐν ᾧ ὁ εὐλογημένος ἐπὶ τῆς γῆς εὐλογηθήσεται ἐν τῷ θεῷ ἀμήν〉. ὥσπερ γάρ φησιν 〈εὐλογήσουσιν〉 αὐτοὶ 〈τὸν θεὸν τὸν ἀληθινόν〉, οὕτως 〈εὐλογηθήσονται πεπιστωμένως〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ἀμήν〉. ἀλλὰ 〈καὶ ὀμνύοντες ἐπὶ τῆς γῆς〉, οἱ μέλλοντές 〈μοι δουλεύειν, ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν〉, οὐκέτι τοὺς πεπλανημένως αὐτοῖς νομιζομένους θεούς, ἀλλὰ 〈τὸν ἀληθινὸν〉 μαθόντες παρὰ τοῦ σωτῆρος αὐτὸν εἰδέναι «μόνον 〈ἀληθινὸν θεὸν〉 καὶ ὃν ἀπέστειλε κύριον Ἰησοῦν Χριστόν». τούτων δὲ τυχόντες οἱ μέλλοντες αὐτῷ 〈δουλεύειν ἐπιλήσονται τὴν θλῖψιν τὴν πρώτην〉, ᾗ ὑπέκειντό ποτε τοῖς πονηροῖς δαίμοσιν ὑποτεταγμένοι, 〈καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν〉 ἡ τῆς εἰδωλολάτρου πλάνης ταλαιπωρία, μεταβαλόντες δὲ ὡς ἀπὸ σκότους εἰς φῶς λήθην ποιήσονται τῆς προτέρας καταστάσεως.

Καὶ οὕτως 〈〈ἔσται〉〉 αὐτοῖς ὁ 〈οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή〉· ⌜ἄλλως μὲν γάρ ποτε ὁρῶντες τὸν 〈οὐρανὸν〉 ‹ἐσέβοντο τὴν κτίσιν παρὰ τὸν κτίσαντα› καὶ τὴν 〈γῆν〉 ὁμοίως ἐθεοποίουν καὶ τοὺς ἐκ ταύτης βλαστῶντας καρπούς, νῦν δ᾽ ὅτε 〈καινὸν〉 ὄψονται τὸν 〈οὐρανὸν〉 καὶ τὴν 〈γῆν〉 ‹ἔργα χειρῶν θεοῦ› αὐτὰ εἶναι ὁμολογοῦσιν, οὐκέτι θεοὺς εἶναι νομίζουσι.⌝ διὸ ἐπιφέρει· 〈οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ᾽ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ᾽ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσι〉, τὴν τῶν ἀγαθῶν πηγὴν ἀπειληφότες. τότε δὲ 〈ποιήσω〉 αὐτοῖς ἐγὼ αὐτὸς ὁ πάντα ποιεῖν δυνατὸς θεὸς 〈τὴν Ἰερουσαλὴμ ἀγαλλίαμα〉· αὐτὸ γὰρ τὸ 〈ἀγαλλίαμα〉 καὶ αὐτὴ ἡ κατὰ θεὸν 〈εὐφροσύνη〉 καὶ ἡ καθαρὰ θεοσέβεια ἔσται αὐτοῖς. 〈Ἰερουσαλὴμ καὶ τὸν λαόν μου〉 δὲ ἐν 〈εὐφροσύνῃ〉 θήσω, ⌜αὐτὸν ἐκεῖνον τὸν 〈καινόν, ᾧ τὸ καινὸν ὄνομα〉 θήσειν ἐπηγγειλάμην.⌝ Καὶ αὐτὸς δὲ ἐγὼ ὁ θεὸς 〈ἀγαλλιάσομαι〉, τὴν 〈Ἰερουσαλὴμ〉 ἐκείνην, δηλαδὴ τὸ θεοσεβὲς πολίτευμα τῶν μελλόντων 〈μοι δουλεύειν〉 θεωρῶν, πολὺ κρείττονα τῆς σωματικῆς Ἰερουσαλὴμ εἶναι αὐτὴν παρ᾽ ἐμαυτῷ κρίνας.

διὸ 〈ἀγαλλιάσομαι〉 ἐπ᾽ αὐτῇ 〈καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου〉· τοιαῦτα δὲ πράξει ἡ τότε θεοσεβὴς πολιτεία ‹τῶν δουλευόντων μοι›, ὡς 〈μηκέτι ἀκούεσθαι ἐν αὐτοῖς〉 ἔργα καὶ πράξεις 〈κλαυθμοῦ〉 καὶ 〈κραυγῆς〉 ἄξια, 〈οὐδὲ γενήσεται ἐκεῖ ἄωρος καὶ πρεσβύτης〉· ⌜πάντες γὰρ τῆς παρ᾽ ἐμοὶ ἀναστάσεως τυχόντες κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν ‹εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας» ἥξουσι καὶ πάντες ἔσονται ἀκμαῖοι τὰς ψυχάς, ὡς μήτε 〈ἄωρον〉 νήπιον καὶ ἀτελὲς μήτε ὑπερβεβηκότα καὶ γεγηρακότα ἐν αὐτοῖς εὑρίσκεσθαι· πάντες δ᾽ ὁμήλικες ὡς ἂν ὑφ᾽ ἕνα καιρὸν τῆς ἀναστάσεως τευξόμενοι καὶ μιᾶς παλιγγενεσίας μεθέξοντες.⌝ διὸ τέλειος μὲν ἔσται καὶ ἀκμαῖος ὡσανεὶ 〈ἑκατὸν ἐτῶν〉 ὁ σῳζόμενος 〈νέος〉, ἰσῆλιξ δὲ πάλιν αὐτῷ ἔσται ὁ ἀπολλύμενος 〈ἁμαρτωλός〉· ὥσπερ γὰρ εἰς ἕνα καιρὸν ἀναβιώσαντες καὶ ὁμήλικες γενόμενοι διὰ τὴν ἰσόχρονον ἀνάστασιν οἱ μὲν τεύξονται ›ζωῆς τῆς αἰωνίου‹, οἱ δὲ ›τῷ δευτέρῳ θανάτῳ› παραδοθήσονται ‹κολάσει› καὶ τιμωρίᾳ ψυχῆς ὑποβληθέντες.

θαυμαστῶς δὲ 〈ἑκατὸν ἐτῶν〉 τὸν 〈νέον〉 τὸν σῳζόμενον εἰπὼν καὶ τὸν 〈ἁμαρτωλὸν〉 ὡσαύτως 〈ἑκατὸν ἐτῶν〉 φήσας ⌜τὸ ἴσον τοῦ χρόνου τῆς ἐκ νεκρῶν ἀναστάσεως παρέστησεν. 〈ἔσται〉 οὖν ὁ 〈ἁμαρτωλὸς〉 καὶ αὐτὸς 〈ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται〉, ἀκμαῖος καὶ ὡς ἐν κακίᾳ τέλειος 〈ἀποθνῄσκων〉 τῇ αὑτοῦ ἁμαρτίᾳ, ὅ τε 〈νέος〉 πάλιν 〈ἑκατὸν〉 ἐτῶν καὶ αὐτὸς τέλειος ἐν τελείοις εἰς σωτηρίαν παραλαμβανόμενος.⌝ Οὗτοι δὲ αὐτοὶ 〈οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι〉· ⌜τοῖς γὰρ ἑαυτῶν ἔργοις καὶ ταῖς οἰκείαις πράξεσι ποριοῦνται ἑαυτοῖς ‹τὰς μονὰς τὰς παρὰ τῷ πατρί›, ἀλλὰ καὶ ‹τοὺς 〈πόνους〉 τῶν καρπῶν αὐτῶν 〈φάγονται〉›· διόπερ ὅσα γεωργήσαντες συνήγαγον, ταῦτα εὑρήσουσι καὶ ἐξ αὐτῶν τραφήσονται⌝ οὐκέτι ἀγωνιῶντες, μὴ ἀλλότριοι τοὺς 〈πόνους〉 αὐτῶν ἁρπάσωσι. διὸ εἴρηται· 〈οὐ μὴ οἰκοδομήσουσι καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύσουσι καὶ ἄλλοι φάγονται〉, ⌜ἀλλ᾽ εἰς ἄπειρον αἰῶνα ἐν ἀθανάτῳ εὐζωΐᾳ διάξουσι.

διὸ λέλεκται· 〈κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου, τὸ ξύλον〉 δὲ εἴρηται ‹ἐν τῷ παραδείσῳ τοῦ θεοῦ πεφυτεῦσθαι›· δείκνυνται τοιγαροῦν οὐκ ἔξω τοῦ παραδείσου τοῦ θεοῦ τυγχάνουσαι αἱ ἐπαγγελίαι.⌝ καὶ τὴν αἰώνιον δὲ καὶ ἀθάνατον 〈ζωὴν〉 σαφῶς παρέστησεν εἰπών· 〈κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου, ξύλον〉 δὲ 〈ζωῆς〉 καὶ ἄλλως Σολομὼν ἐδίδαξεν εἶναι τὴν σοφίαν τοῦ θεοῦ εἰπών· «〈ξύλον ζωῆς〉 ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ᾽ αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής». εἰ δ᾽ ἡ σοφία τοῦ θεοῦ ἀΐδιός ἐστι καὶ ‹πηγὴ 〈ζωῆς〉 αἰωνίου›, τοιαύτας δ᾽ ἔσεσθαι τὰς 〈ἡμέρας〉 τοῦ 〈λαοῦ〉 ὁ λόγος ἐπαγγέλλεται. τί ἕτερον ἢ τὴν ἀνωτάτω μακαριότητα αὐτοῖς θεσπίζει;

ταῦτα δέ φησι ποιήσω τῷ λαῷ μου «καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου»· 〈κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου〉, ⌜δι᾽ ὧν ἁπάντων σαφῶς ἕτερον λαὸν εἰσάγει ἑαυτῷ παρὰ τὸ Ἰουδαίων ἔθνος.⌝ ἀλλὰ καὶ 〈τὰ ἔργα〉 φησὶ 〈τῶν πόνων αὐτῶν παλαιώσουσιν〉· ⌜οὐ γὰρ αὐτοὶ 〈παλαιωθήσονται〉 οὐδ᾽ ἑτέροις καταλείψουσι μέλλοντες αὖθις μεθίστασθαι τοῦ βίου τοὺς ἑαυτῶν 〈πόνους〉, ἀλλ᾽ αὐτοὶ 〈τὰ ἔργα τῶν πόνων αὐτῶν〉 εἰς ἑαυτοὺς ἀναλήψονται καὶ τοῖς οἰκείοις καρποῖς ἐντρυφήσουσι.⌝ Ταῦτα δὲ πάντα ἐπαγγέλλεται ὁ θεὸς οὐ τοῖς τυχοῦσιν οὐδὲ ‹τοῖς κλητοῖς› «πολλοὶ γὰρ κλητοί, ὀλίγοι δὲ 〈ἐκλεκτοί〉».

διὸ τοῖς 〈ἐκλεκτοῖς〉 προαναφωνεῖ λέγων· 〈οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν〉· ⌜εἰ γὰρ καί τινες ἔσονται κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν κόποι σωτήριοι καὶ ἀγαθοὶ καὶ ἡδεῖς, ὁποίους πάντως που καὶ ἡ ἀγγελικὴ τάξις ὑπομένει, ἀλλ᾽ οὐκ ἐπικενῶς ἔσται τὰ τῆς ἐργασίας αὐτοῖς· ‹μισθὸς› γὰρ αὐτοῖς ‹ἄξιος› τεθησαύρισται.⌝ καὶ τὰ 〈γεννήματα〉 δὲ αὐτῶν οὐκ ἔσται 〈εἰς κατάραν, ⌜γεννήματα〉 δὲ νοήσωμεν τῶν ψυχῶν τοὺς λογισμοὺς καὶ τῆς διανοίας τοὺς καρπούς, οὓς 〈κατάρας〉 ἔσεσθαι ἀλλοτρίους, εὐλογίας δὲ ἀξίους θεσπίζει.⌝ καὶ 〈τὸ σπέρμα αὐτῶν εὐλογημένον ἐστὶν ὑπὸ τοῦ θεοῦ〉· δύναται δὲ ⌜ταῦτα καὶ εἰς τὸν παρόντα βίον ἐκλαμβάνεσθαι, τοῦ λόγου πάλιν ἐξ ὑπαρχῆς τὸν χορὸν τὸν ἀποστολικὸν αἰνιττομένου διὰ τοῦ· 〈οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν〉· ἔστι γὰρ ὀφθαλμοῖς παραλαβεῖν τῶν ἀποστόλων τοὺς κόπους οὐκ 〈εἰς κενὸν〉 γεγενημένους ἀπὸ τῆς ὑπ᾽ αὐτῶν ἱδρυθείσης καθ᾽ ὅλης τῆς οἰκουμένης ἐκκλησίας. καὶ τὰ τέκνα δὲ αὐτῶν τὰ ἐν Χριστῷ ἀναγεννηθέντα «διὰ λουτροῦ παλιγγενεσίας»⌝ νοήσομεν, ὅπως οὐκ 〈εἰς κατάραν〉 γεγέννηνται παραθέντες τὴν εἰς τὸν Ἀδὰμ εἰρημένην 〈κατάραν〉, καὶ ὡς τῇ γυναικὶ εἴρητο· «ἐν λύπαις τέξῃ τέκνα· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου».

ἀλλ᾽ ἐκεῖνοι μὲν οὕτως 〈ἐτεκνοποίουν〉 κατὰ σάρκα γεννῶντες, 〈οἱ δὲ ἐκλεκτοὶ〉 τοῦ θεοῦ οὐχ οὕτως, ἀλλὰ καὶ τὸ 〈σπέρμα〉 αὐτῶν τὸ εὐαγγελικόν, ὃ κατέσπειραν ἐν πάσαις ταῖς ἐκκλησίαις τοῦ θεοῦ, 〈εὐλογημένον〉 γεγένηται τοῖς δ᾽ αὐτοῖς τούτοις, δηλαδὴ τοῖς 〈ἐκλεκτοῖς〉 τοῦ θεοῦ ἀποστόλοις καὶ μαθηταῖς καὶ εὐαγγελισταῖς τοῦ σωτῆρος ἡμῶν.

Καὶ ἄλλο τι ἐπαγγέλλεται φάσκων· 〈καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ Τί ἐστιν〉; ⌜ἃ δὴ καὶ ἐπληροῦτο ἐπὶ τῶν πράξεων τῶν ἀποστόλων· ‹πολλὰ σημεῖα καὶ τέρατα› ἐνηργεῖτο τοῦ θεοῦ αὐτοῖς παρεστῶτος, ὧν τοιαῦτα ἐνεργούντων ἀκολούθως ἡ τῶν ἀλλοφύλων ἐθνῶν ἐγίνετο ἐπιστροφή. καὶ οἱ μὲν πρότερον ἁρπακτικοὶ καὶ θηριώδεις ὡς 〈λύκοις〉 παραβάλλεσθαι μεταβαλόντες ἐπὶ τὸ ἥμερον 〈ἀρνίοις〉 καὶ 〈βουσὶ〉 συνηγελάζοντο ὡς μιᾶς καὶ τῆς αὐτῆς μεταλαμβάνειν τῆς ἀπὸ τῶν θείων ἀναγνωσμάτων λογικῆς τροφῆς, οἱ δὲ τοῖς τρόποις 〈λέοντος〉 οὐδὲν διαφέροντες οὐκέτι σαρκοφάγοις οὐδὲ ὠμοβόροις θηρσὶν ἐοικότες δίκην 〈βοῶν〉 καὶ αὐτοὶ τὴν ἀπὸ τῆς ἐνθέου διδασκαλίας πόαν ἤσθιον. καὶ ὁ πάλαι δὲ πρότερον ὀφιώδης καὶ ἰοῦ μεστὸς ἀνὴρ ἀποπτύσας τὴν ἐν ἑαυτῷ κακίαν 〈ἄρτον φάγεται〉 τροφῇ λογικῇ καὶ ἀνθρωπίνῃ χρώμενος, ἀνθ᾽ ἧς ἤσθιε πρότερον 〈γῆς〉. οὕτω δὲ οἱ θῆρες οὗτοι ἐξημερωθήσονται ὡς μηδένα 〈ἀδικεῖν〉 μηδὲ 〈λυμαίνεσθαί〉 τινα 〈ἐν τῷ ὄρει〉 τοῦ θεοῦ,⌝ ἐν ᾧ καὶ αὐτοὶ τὰς διατριβὰς ἕξουσι διὰ τὴν τῶν τρόπων μεταβολήν. ἄξιον δὲ πρὸς Ἰουδαίους σωματικώτερον ταῦτα ἐπὶ τῆς κάτω Ἰερουσαλὴμ ἔσεσθαι, προσδοκῶντας εἰπεῖν πρῶτον ὅτι οὐδεμία ἐν τούτοις ἀγαθῶν μνήμη περὶ αὐτῶν φέρεται, ἀλλ᾽ ἔλεγχοι καὶ ὀνειδισμοὶ καὶ τῶν ἀσεβημάτων αὐτῶν κατηγορίαι.

ἔπειτα τί τὸ ἀναγκαῖον 〈ἐν τῷ ὄρει τῷ ἁγίῳ〉 καὶ ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ 〈λέοντας〉 εἶναι καὶ 〈λύκους〉 καὶ 〈ὄφεις〉; ποίαν δὲ ταῦτα παρέξει χρείαν τοῖς τότε τί δὲ θεοῦ ἄξιον ἐπαγγελίας, ἵνα 〈ἐν τῷ ὄρει τῷ ἁγίῳ〉 τοῦ θεοῦ 〈ὄφεις〉 καὶ 〈λέοντες〉 καὶ 〈λύκοι〉 τοῖς μακαρίοις συνδιατρίβωσιν, ἀλλὰ σαφῶς ταῦτα ἐπὶ τρόπους ἀναφέρεται ἀνθρώπων.

Εἶτ᾽ ἐπειδὴ 〈ὄρους ἁγίου〉 αὐτοῦ ἐμνημόνευσεν, ἀναγκαίως ἐπισυνάπτει λέγων· 〈Οὕτως λέγει κύριος Ὁ οὐρανός μοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; πάντα γὰρ ταῦτα ἡ χείρ μου ἐποίησε, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα, λέγει κύριος〉. δι᾽ ὧν τὴν ἐπὶ γῆς Ἰερουσαλὴμ σαφῶς παραιτεῖται, σημαίνων ὡς οὐδ᾽ ἐπὶ τοῦ σωματικοῦ ὄρους αἱ ἐπαγγελίαι τοῖς ἀξίοις ἀποδοθήσονται. οὕτω καὶ διὰ τῶν ἔμπροσθεν ἐλέγετο· «ἔσται γὰρ ὁ 〈οὐρανὸς〉 καινὸς καὶ ἡ γῆ καινή, οὐδ᾽ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ᾽ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν». εἰ δὴ ‹ὁ οὐρανὸς ἔσται καινὸς καὶ ἡ γῆ καινὴ› καὶ οὐκέτι μνήμη ‹τῶν προτέρων› ἕπεται, εἰ μήτε ὄρους σωματικοῦ μήτε ἐπιγείου Ἰερουσαλὴμ μνήμην γενήσεσθαι, τότε εὐκαίρως τοίνυν ἐπ᾽ ἀνατροπῇ τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἐπήνεγκε τό· 〈ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα〉. τί οὖν δεῖ ἐπὶ γῆς προσδοκᾶν οἶκον θεοῦ; τί δὲ πάλιν τὴν κάτω Ἰερουσαλὴμ ὑπολαμβάνειν; εἰ ‹γὰρ ἔσται ὁ 〈οὐρανὸς〉 καινὸς καὶ ἡ 〈γῆ〉 καινή›, ἀκόλουθόν ἐστι καὶ τὴν Ἰερουσαλὴμ τοιαύτην εἶναι φαντάζεσθαι, ὡς μηκέτι μνήμην πάσης ‹προτέρας› ἔσεσθαι.

σαφῶς δὴ ὁ παρὼν λόγος ‹καινὸν οὐρανὸν› εἰσάγει καὶ ‹γῆν καινὴν› καὶ ‹λαὸν καινὸν› καὶ ‹ὄνομα καινὸν› καὶ Ἰερουσαλήμ, ὁμοίως καὶ θύρας καὶ νέως κατεσκευασμένους. οἷς ἐπιλέγεται· «καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ᾽ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν». καὶ ἐπειδὴ Ἰουδαίων παῖδες περὶ τὸ θυσίας προσφέρειν τὰς διὰ ζῴων σφαγῆς πολλὴν εἰσῆγον φροντίδα, καὶ ταῦτα ἀποσείεται καὶ ἀποστρέφεται ὁ θεὸς τὸν μὲν εὐλαβῆ καὶ 〈ταπεινὸν〉 τὴν ψυχὴν εἰλικρινῶς τε ἀνακείμενον αὐτῷ ἀποδέχεσθαι λέγων, τὰς δὲ διὰ θυσιῶν σπονδὰς ἐκτρέπεσθαι. διό φησιν· 〈ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; ὁ δὲ ἄνομος ὁ θύων μόσχον ὡς ἀποκτέννων κύνα〉. κατὰ δὲ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν καὶ τοὺς λοιποὺς ἑρμηνευτὰς οὐκ ἐμφέρεται τό· ὁ 〈δὲ ἄνομος〉, ἀλλὰ τούτου περιῃρημένου ἁπλῶς ἐπάγεται· ὁ 〈σφάζων μόσχον ὡς ὁ τύπτων ἄνδρα καὶ θύων τὸ ἐκ ποιμνίου ὡς τραχηλοκοπῶν κύνα, ἀναφέρων προσφορὰν ὡς αἷμα χοίρου, ἀναμιμνῄσκων λίβανον ὡς εὐλογῶν ἀδικίαν〉. καὶ ταῦτα δὲ ἀκολούθως συνῆπται τῷ· 〈ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου〉; ἀναιρῶν γὰρ τὸν ἐπὶ γῆς 〈οἶκον〉, εἰκότως συναναιρεῖ καὶ τὰ ἐν αὐτῷ συντελούμενα.

οἷς ἐπιλέγει· 〈καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησεν〉. ⌜Οὐ γὰρ ἐμά φησι ταῦτα θελήματα οὐδὲ ‹ἐμαὶ αἱ ὁδοὶ› αὗται, ἀλλὰ τῆς αὐτῶν προαιρέσεως καταθύμια.⌝ διόπερ 〈καὶ ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈τοὺς ἐμπαιγμοὺς αὐτῶν〉· ἐμπαιχθήσονται γὰρ παραδοθέντες τοῖς αὐτοὺς κολάζουσι, 〈καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς〉. ταῦτα δὲ αὐτοῖς ἐπελεύσεσθαι πάλιν μαρτύρεται, [οὐδ᾽ ἀλλ᾽ ὅτι] ἀλλ᾽ ἐπειδὴ 〈ἐκάλεσα αὐτούς〉 φησι 〈καὶ οὐχ ὑπήκουσαν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο〉. τηρητέον ὡς ἤδη ταῦτα δεύτερον ἐν τῇ αὐτῇ εἴρηται προφητείᾳ, ἐπεὶ καὶ μικρῷ πρόσθεν ἐλέγετο· «διότι 〈ἐκάλεσα〉 ὑμᾶς καὶ οὐχ 〈ὑπηκούσατέ〉 μου, καὶ ἐλάλησα καὶ παρηκούσατε καὶ 〈ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε〉». ⌜πότε δὲ 〈καλοῦντος οὐχ ὑπήκουσαν〉, ἢ ὁμιλοῦντος αὐτοῖς οὐ συνῆκαν, ἢ ὅτε αὐτοῖς συνδιατρίβων ἐβόα· «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς»;⌝ ἀλλ᾽ ἐπεὶ μὴ παρέσχον ἑαυτοὺς 〈καλοῦντι〉, τούτου χάριν ἐν τῇ τῶν ἐπαγγελιῶν ἀποδώσει οἱ μὲν ἄξιοι τούτων ἀπολαύσουσιν, αὐτοὶ δὲ ταῖς ἑαυτῶν παραδοθήσονται ἁμαρτίαις.

Θεσπίσας ὁ λόγος καινὰ πάντα ἔσεσθαι κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν, ἀκολούθως ἐκείνοις διὰ τῶν προκειμένων τοῖς κατὰ τὸν ἐνεστῶτα βίον ταῦτα προμεμαθηκόσι προσφωνεῖ λέγων· 〈Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ〉. τίνες δ᾽ ἦσαν οὗτοι, διὰ τῶν ἔμπροσθεν ἐδίδαξεν εἰπών· «ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ 〈τρέμοντα τοὺς λόγους μου〉»; τοῖς τὸν εὐλαβῆ τοίνυν καὶ θεοσεβῆ τρόπον ἀναδεδειγμένοις διὰ τοῦ 〈τρέμειν τὸν λόγον αὐτοῦ〉 προσφωνεῖ λέγων· 〈Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ τοῖς βδελλυσσομένοις〉. ἀκολούθως ⌜εὐαγγελικὸν αὐτοῖς παραδίδωσι παράγγελμα οὐδὲν διαφέρον τοῦ· «ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς».

οὕτω καὶ ἡ προφητεία παρακελεύεται, ὅπερ καὶ τὸ εὐαγγέλιον διδάσκει.⌝ πρὸς μὲν γὰρ τελείωσιν οὐκ ἐπαρκεῖ τὸ 〈τρέμειν〉 τὰ θεῖα λόγια καὶ διακεῖσθαι περὶ αὐτὰ σὺν εὐλαβείᾳ τῇ πάσῃ, πρὸς δὲ ἄκρας ἀρετῆς ἀνάληψιν οὕτω προσήκει ἀνεξικακίας εἰς ἄκρον ἐλαύνειν, ὡς τοὺς ἐχθροὺς 〈μισοῦντας ἡμᾶς ἀδελφοὺς〉 ὀνομάζειν καὶ τοὺς 〈βδελυσσομένους〉 ἡμᾶς μὴ ὡς πολεμίους ὁρᾶν, ἀλλὰ στέργειν καὶ ἀγαπᾶν ὡς γνησίους φίλους. ‹οὕτω γὰρ ἔσεσθε›, φησὶν ὁ σωτήρ, «υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅστις ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθούς».

ἡ δὲ προφητεία ταῦτά φησι· ποιεῖτε, 〈ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈καὶ ὀψόμεθα ἐν τῇ εὐφροσύνῃ ὑμῶν〉· ⌜εἰ γὰρ ταῦτα πράττοιτε, ὑμῶν μὲν κατὰ τὸ τέλος τῶν ἀμοιβῶν 〈εὐφροσύνη〉 ἔκδηλος ἔσται τοῖς πᾶσιν· 〈ἐκεῖνοι〉 δὲ 〈καταισχυνθήσονται〉 τὸ ὑμέτερον ὀψόμενοι τέλος καὶ τὴν ἑαυτῶν ἀπώλειαν κατὰ τὸν ‹τῆς δικαιοκρισίας τοῦ θεοῦ› καιρὸν ἔργοις μαθησόμενοι·⌝ ὅσον γὰρ οὔπω ἐπιστήσεται ‹ἡ ἡμέρα τῆς 〈ἀνταποδόσεως〉›, καθ᾽ ἣν 〈φωναὶ〉 παντοῖαι τῶν κολαζομένων ἀκουσθήσονται, ⌜αἱ μὲν 〈ἐξ〉 αὐτῆς τῆς 〈πόλεως〉 τῶν οἰκητόρων ἐκβοώντων, αἱ δὲ 〈ἐξ〉 αὐτοῦ τοῦ 〈ναοῦ〉 τῶν ἱερέων καὶ τῶν λοιπῶν λειτουργῶν ἀποκλαομένων.⌝ τὸ τηνικαῦτα δὲ καὶ αὐτοῦ τοῦ κριτοῦ ἡ 〈φωνὴ〉 ἀκουσθήσεται 〈ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις〉. ἐπεὶ τοίνυν ταῦτα περιμένει τοὺς 〈μισοῦντας ὑμᾶς〉 καὶ τοὺς 〈βδελυσσομένους〉, τούτου χάριν τὰ μίση καὶ τὰς καθ᾽ ὑμῶν ὕβρεις ἀνεξικάκως φέροντες κατὰ τὸν παρόντα βίον 〈εἴπατε τοῖς μισοῦσιν ὑμᾶς, ἀδελφοὶ ἡμῶν〉, καὶ «ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ καλῶς ποιεῖτε τοῖς 〈μισοῦσιν〉 ὑμᾶς». καὶ δοκεῖ ταῦτα ὁ προφητικὸς λόγος εἰς πρόσωπον τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν λέγειν, ὡσανεὶ μελλόντων ἐλαύνεσθαι ὑπὸ Ἰουδαίων καὶ μάλιστα τῶν τὴν Ἰερουσαλὴμ οἰκούντων.

καὶ τὰ μὲν τῆς ἐπαγγελίας εἰς τοὺς ἀποστόλους ἐπληροῦτο καθ᾽ ὅλης τῆς οἰκουμένης δι᾽ αὐτῶν ἐκκλησιῶν θεοῦ συνισταμένων, ἡ δ᾽ ὀργὴ τοῦ θεοῦ τοὺς 〈μισοῦντας〉 αὐτοὺς καὶ 〈βδελυσσομένους〉 ἀνυπερθέτως μετῄει ὡς πάντας τοὺς ἐν αὐτῇ τῇ 〈πόλει φωνὰς〉 πένθους ἀφιέναι καὶ τοὺς τῷ ναῷ προσεδρεύοντας ἑτέρας βοὰς τῶν πολεμίων αὐτοὺς περιστάντων καὶ τοῦ θεοῦ τὴν 〈ἀνταπόδοσιν〉 αὐτοῖς ἐπάγοντος. διὸ λέλεκται· 〈φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις αὐτῷ〉.

Ἀλλ᾽ ἐκείνοις μὲν ταῦτα, ⌜τὸ δὲ θεοσεβὲς πολίτευμα καὶ ἡ καινὴ καὶ νέα Σιών, δηλαδὴ ἡ ἐκκλησία τοῦ θεοῦ ἡ δι᾽ ὑμῶν συστησομένη, τοσοῦτον ἀθρόως γεννήσει πλῆθος λαῶν, ὡς ἐκπλαγῆναι τὸν ἀκούοντα. οἷα γάρ τις ἐγκύμων γυνὴ κατὰ γαστρὸς ἔχουσα μηδεμιᾶς 〈ὠδῖνος〉 προσγενομένης αἰφνίδιον γεννήσειεν καὶ τοῦτο 〈ἄρσεν〉, τὸν αὐτὸν τρόπον καὶ ἡ νέα Σιὼν λαὸν καινὸν καὶ ὅλον 〈ἔθνος εἰς ἅπαξ〉 ἀθρόως 〈τέξεται〉· ὡς εἶναι τὸ πᾶν παραδοξότατον, οἷον οὐδὲ πώποτε ἠκούσθη.⌝ ⌞τὸ μὲν γὰρ Ἰουδαίων ἔθνος καὶ αὐτὸς ὁ Ἰσραὴλ οὐκ ἀθρόως ὑπέστη, ἀλλὰ πρῶτος μὲν ἦν αὐτῶν ὁ προπάτωρ, τούτου δὲ γεγόνασι ‹παῖδες δώδεκα›. εἶτ᾽ ἐξ ἑνὸς ἑκάστου υἱοί τε καὶ θυγατέρες, υἱῶν υἱοί τε καὶ ἔκγονοι καὶ ἀπόγονοι ὑπέστησαν. οὕτως τε κατὰ τὴν τῶν γονέων διαδοχὴν ἐν πλείοσι χρόνοις καὶ ἐν διαφόροις γενεαῖς συνέστη τὸ πᾶν αὐτῶν ἔθνος. κατὰ τὸν αὐτὸν δὲ τρόπον εὕροι ἄν τις καὶ τὰ λοιπὰ ἔθνη χρόνοις εἰς πλῆθος ἐπιδεδωκότα· ὁ δὲ τῆς ἐκκλησίας τοῦ θεοῦ λαὸς ἀθρόως ὑφ᾽ ἕνα καιρὸν καὶ ὥσπερ ὑπὸ μίαν ἡμέραν ἐπλήρου τὰ πλεῖστα μέρη τῆς οἰκουμένης.

ὃ δὴ ξενίζον πρᾶγμα καὶ θαύματος παντὸς ἐπέκεινα ὑπάρχον ‹οὔτε ὀφθαλμὸς 〈ἑώρακε〉 πώποτε οὔτε οὖς ἤκουσε›.⌟ τούτων δὲ αἴτιος ἐγὼ κύριός φησιν, ὁ τῶν παραδόξων ἔργων ποιητής, ὃς ἐντεῦθέν σοι ἤδη 〈τὴν προσδοκίαν ταύτην ἔδωκα〉, προαπαγγείλας τὸ μέλλον ἔσεσθαι διὰ τῆς ἐμῆς προφητείας, ἵν᾽ ἐπειδὰν ἡ ἔκβασις ἐπιστῇ τῶν πραγμάτων ἔχοις τὴν πίστιν ἀσφαλῆ τῶν ἐμῶν λόγων. κἀγὼ μὲν ὑπὲρ τῆς σῆς σωτηρίας προηγόρευσα ταῦτα πάντα, 〈σὺ〉 δὲ ᾧ ταῦτα προσδιαλέγομαι λαῷ, 〈οὐκ ἐμνήσθης μου〉 οὐδ᾽ ὀφθαλμοῖς ὁρῶν ἐπίστευσας. τὸ δέ· 〈σὺ οὐκ ἐμνήσθης μου, εἶπε κύριος〉, οὐ κεῖται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. κατὰ δὲ τὸν Σύμμαχον τοῦτον εἴρηται τὸν τρόπον· 〈μή〈τι〉 ἐγὼ ὁ καθίζων ἐπὶ τὸ τεκεῖν καὶ οὐκ ἐκτοκίζω; εἶπε κύριος, ἢ ἐγὼ ὁ συνεκτοκίζων καὶ συνέξων; εἶπεν ὁ θεός σου〉. πῶς γάρ φησιν 〈ἔθνος τεχθήσεται〉 ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ τῆς ἐμῆς δυνάμεως; ἐγὼ γάρ εἰμι ὁ τὰς κατὰ γαστρὸς κυούσας 〈καθίζων ἐπὶ τὸ τεκεῖν〉 καὶ αἴτιος αὐταῖς γινόμενος τοῦ προάγειν ἄνθρωπον εἰς φῶς καὶ τὸν μὴ πρότερον ὄντα «εἰς τὸ εἶναι» παράγειν.

μήτι οὖν ἐγὼ ὁ ἐπὶ τῇ σωματικῇ γενέσει ταῦτα πράττων τὴν μέλλουσαν τὸ καθ᾽ ὅλου ἔθνος, ὑφ᾽ ἓν καὶ ἀθρόως γεννᾶν 〈οὐκ ἐκτοκιῶ〉 πρὸς 〈τὸ〉 κατ᾽ εὐθὺ ἀβλαβῶς καὶ ἀλύπως προελθεῖν τὸ θεῖον τοῦτο γέννημα, ἀλλὰ 〈μήτι ἐγὼ κύριος〉 εἰωθὼς 〈ἐκτοκίζειν〉 τὰ γεγενημένα 〈συνέξω〉 τὸν τόκον ὡς ἀφανισθῆναι τὸ κύημα;

Καὶ πῶς οἷόν τε ταῦτα ἐμὲ ποιεῖν τὸν πάντας τοὺς διὰ γενέσεως σαρκινῆς «εἰς τὸ εἶναι ἐκ τοῦ μὴ ὄντος» ἐρχομένους δυνάμει θεϊκῇ καὶ σωτηρίῳ ὑφιστάμενον; οὐ γὰρ τοὺς κατὰ μέρος, ἀλλὰ γὰρ ἐπὶ τούτοις τί λείπεται ἢ 〈πάντας〉 τοὺς τούτων ἀκροατὰς 〈χαίρειν〉 καὶ εὐφροσύνης πληροῦσθαι μετὰ τῆς καινῆς ἐκείνης Ἰερουσαλήμ, ἣν οὐκέτι ἐξ ἀψύχων λίθων προσήκει νοεῖν, ἀλλ᾽ ἀπὸ ψυχῶν ἁγίων συστησομένην, ᾗ 〈συνευφραίνεσθαι〉 καὶ 〈συμπανηγυρίζειν〉 προσήκει ἑορτὴν ἄγοντας οὐκ ἐκτὸς αὐτῆς, ἀλλ᾽ 〈ἐν αὐτῇ〉. καὶ 〈χάρητε〉 δὲ 〈ἐπ᾽ αὐτῇ〉 φησι 〈πάντες〉 οἱ ὁρῶντες αὐτὴν τὴν καινὴν καὶ νέαν σύστασιν καὶ οἱ πάλαι καὶ ἐκ μακροῦ 〈πενθοῦντες〉 ἐπὶ τῷ ἀπολαβεῖν αὐτήν, οἷος ἦν Παῦλος λέγων· «ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι», «τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες», ἀλλὰ νῦν ἀπολαβό〈ν〉τες, ἣν πάλαι στένοντες καὶ 〈πενθοῦντες〉 ἐπιποθεῖτε, ⌜«χαίρετε καὶ ἀγαλλιᾶσθε» ὡς ἂν μέλλοντες 〈ἐμπίπλασθαι〉 τοῦ ἐν αὐτῇ γάλακτος.

ἀκόλουθον γάρ ἐστιν αὐτὴν ἀθρόως γεννήσασαν λαὸν τῷ θεῷ 〈ἄρρενα〉, καὶ γάλακτος πληροῦσθαι εἰς ἐκτροφὴν τῶν αὐτῆς νηπίων· ὃ δὴ ‹λογικὸν γάλα› ἀπὸ τῶν δύο θηλῶν αὐτῆς ῥεύσει, παλαιᾶς δηλαδὴ καὶ νέας διαθήκης.⌝ ⌞ἐξ ἀμφοτέρων γὰρ τούτων τῶν ἑαυτῆς μαζῶν, περὶ ὧν εἴρηται καὶ ἐν τῷ Ἄισματι· «ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον» τοῖς ἑαυτῆς νηπίοις ἐπάρδουσα «τὸ λογικὸν καὶ ἄδολον γάλα» ἄνδρας προσάξει τελείους.⌟ ⌜οἱ οὖν λόγοι οἱ παρακλητικοὶ καὶ παραμυθητικοὶ τῶν ἀτελεστέρων ψυχῶν ‹γάλα› κυρίως ὠνομάσθησαν, ‹τῆς στερεᾶς τροφῆς› ἐν δόγμασι μυστικῆς νοουμένης καὶ ἐν θεωρήμασι τοῖς ἐν ταῖς θείαις γραφαῖς ἀποκειμένοις.⌝ ἀλλ᾽ ὑμεῖς, τὰ τέκνα τῆς νέας Ἰερουσαλήμ, «τὰ ἀρτιγέννητα βρέφη», 〈εὐφραίνεσθε〉 τούτων ἀκροώμενοι, ἅτε δὴ μέλλοντες αὐτῶν ἀπολαύσειν καὶ κατεντρυφᾶν ἐν ταῖς τοῦ θεοῦ ἐπαγγελίαις.

Τούτοις ἑξῆς εἴρηται· 〈ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ κλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν〉. ⌜πάλιν κἀνταῦθα τὴν τῶν 〈ἐθνῶν δόξαν〉 συνάπτων τῇ προλεχθείσῃ νέᾳ Σιὼν καὶ τῇ νέᾳ Ἰερουσαλήμ, τὴν δὲ δοθησομένην τοῖς ἔθνεσιν 〈εἰρήνην ποταμῷ κατακλύζοντι〉 παραβάλλει,⌝ ὃν καὶ ἐν ἑτέροις παρίστη λέγων· «ὁ 〈ποταμὸς〉 τοῦ θεοῦ ἐπληρώθη ὑδάτων», καί· «τοῦ 〈ποταμοῦ〉 τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ». καὶ δὴ βαθυτάτης 〈εἰρήνης〉 δίκην 〈ποταμοῦ〉 τὴν ἐκκλησίαν τοῦ θεοῦ πολλῷ τῷ ῥεύματι ἀρδευούσης 〈τὰ τέκνα αὐτῶν ἐπ᾽ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονταί〉 φησι. ⌜καὶ ἀνωτέρω δὲ ταῖς αὐταῖς ἐκέχρητο ἐπαγγελίαις σημαίνων ὡς τοὺς ἔτι νηπίους τῆς ἐκκλησίας, ἅτε δὴ γάλακτι τρεφομένους ‹τιθηνοί› τινες ὑποβαστάζουσιν, ἤτοι διδάσκαλοι καὶ προεστῶτες τῆς ἐκκλησίας τοῦ θεοῦ γνησίως ἢ θεῖοί τινες καὶ οὐράνιοι ἄγγελοι.⌝ τοῦτο γὰρ ἐδήλου ὁ σωτὴρ ἡμῶν λέγων· «μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν» τῶν ἐν τῇ ἐκκλησίᾳ μου· «οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς». ⌜οἱ μὲν οὖν δυνατώτεροι τοὺς ἀσθενεστέρους βαστάξουσιν 〈ἐπ᾽ ὤμων καὶ ἐπὶ γονάτων παρακαλέσουσιν〉.

ὡσπερεί τις 〈μήτηρ〉 τὰ ἑαυτῆς 〈παρακαλέσει〉 τέκνα, 〈κἀγὼ〉 αὐτὸς ὁ κύριος, ἅτε δὴ πάντων αὐτῶν ὑπάρχων πατήρ, 〈παρακαλέσω〉 τοὺς τῶν ὑποδεεστέρων παρακλήτορας.⌝ Τούτων οὕτως ἐπιτελουμένων 〈ὄψεσθέ〉 φησι, 〈καὶ χαρήσεται ἡ καρδία ὑμῶν〉. τί δὲ 〈ὄψεσθε〉 ἢ δηλαδὴ τὸν θεόν; 〈καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ὡς χλόη ἀνθήσει, καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοῖς φοβουμένοις αὐτόν〉. ⌜καὶ τοῦτο τέλος ἔσται τῶν ἐπαγγελιῶν, τό· ‹〈ὄψεσθε〉 τὸν θεόν›, διὸ καὶ ὁ σωτὴρ τούτους ἐμακάριζεν λέγων· «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν 〈ὄψονται〉».⌝ οὕτω δὲ 〈καὶ γνωσθήσεται〉 τοῖς πᾶσιν, ὅτι οὐκ ἀνθρώπων ἦν χεὶρ οὐδ᾽ ἀνθρωπίνη δύναμις ἡ τὰ τοσαῦτα ἐνεργήσασα, αὐτοῦ δ᾽ ἀληθῶς τοῦ θεοῦ 〈χείρ〉, ἥτις 〈γνωσθήσεται τοῖς φοβουμένοις αὐτόν· ‹φόβον〉› γὰρ ἀνειληφότες τὸν ἐκ ‹σοφίας› θεοῦ, «ἀρχὴ γὰρ σοφίας φόβος κυρίου», νοήσουσιν ὅτι οὐκ ἂν εὔχειρος θεοῦ ἡ τοσαύτη παράδοξος εἰς ἀνθρώπους προεχώρησε χάρις.

οὗτοι μὲν οὖν τούτων ἕξουσι τὴν γνῶσιν, τοῖς δὲ μὴ τοιούτοις ἑξῆς ὁ λόγος 〈ἀπειλεῖ〉 τὰ ἐπαγόμενα. ⌜Τοῖς μὲν δηλωθεῖσιν ἐπαγγέλλεται τὰ προλελεγμένα, τοῖς δὲ τὴν ἐναντίαν πεπορευμένοις εἰπὼν 〈ἀπειλήσειν〉 ἀπειλήν, ἀκουλούθως διδάσκει τὸν τῆς ἀπειλῆς τρόπον παριστὰς τὴν δευτέραν καὶ ἔνδοξον τοῦ σωτῆρος παρουσίαν, ὅτε ἥξει «μετὰ τῆς δόξης τοῦ πατρὸς καὶ μετὰ τῶν ἀγγέλων αὐτοῦ», «κρῖναι ζῶντας καὶ νεκρούς».⌝ διό φησιν· 〈Ἰδοὺ κύριος ὡς πῦρ ἥξει〉. ἀντὶ δὲ τοῦ· 〈ὡς πῦρ 〈ἥξει〉, ἐν πυρὶ ἥξει〉 οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι. 〈καὶ τὰ ἅρματα αὐτοῦ ὡς καταιγίς· ἅρματα〉 δὲ 〈αὐτοῦ〉 ἄγγελοί εἰσι καὶ αἱ περὶ αὐτὸν δυνάμεις, ἃς δίκην 〈καταιγίδος〉 ἐπιστήσεσθαι τοῖς τιμωρίας ἀξίοις φησί. τοιοῦτος δὲ 〈ἥξειν〉 λέγεται διὰ τοὺς ἀσεβεῖς, οἷς μέλλει τὸν ἑαυτοῦ 〈θυμὸν〉 ἐπαφιέναι· ⌜〈θυμὸς〉 δὲ αὐτοῦ αἱ κολαστικαὶ καὶ αἱ τιμωρητικαὶ δυνάμεις εἰώθασιν ὀνομάζεσθαι. καὶ 〈τὸν ἀποσκορακισμὸν〉 δὲ 〈αὐτοῦ ἐν πυρὶ φλογὸς〉 κατὰ τῶν αὐτῶν ἀφήσει.⌝ ἀντὶ δὲ τοῦ· 〈καὶ τὸν ἀποσκορακισμόν, τὸν σκορακισμὸν αὐτοῦ〉 οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασι.

τοιοῦτος μὲν οὖν 〈〈θυμὸς〉〉 κατὰ τὸ εἰρημένον ἔσται, πρὸς δὲ τοὺς ἀξίους τῆς αὐτοῦ βασιλείας, ὁποῖος πολλάκις διὰ τῶν ἔμπροσθεν δεδήλωται καὶ ὡς ‹τὴν δόξαν› τῆς βασιλείας αὐτοῦ ‹τοῖς πρεσβυτέροις αὐτοῦ› δείξει καὶ ὡς ‹νυμφίου› δίκην ἐπιστήσεται καὶ ‹τὴν ἑαυτοῦ νύμφην› ἀπολήψεται καὶ ὅσα ἄλλα τοῖς τῶν ἐπαγγελιῶν μεθέξειν ὁ λόγος εὐηγγελίσατο.

Εἶτ᾽ ἀπειλεῖ λέγων· 〈ἐν γὰρ τῷ πυρὶ κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου. ⌜ῥομφαίαν〉 δὲ ὀνομάζει σωματικώτερον καὶ 〈τραυματίας〉 ὡσαύτως, ἐπεὶ μὴ ἄλλως ἦν δυνατὸν ἀκούειν Ἰουδαίους ὄντας καὶ μὴ οἵους τε παρακολουθεῖν τῇ τῶν λόγων διανοίᾳ. ὅ γε μὴν Ἀπόστολος τὸν τῶν προκειμένων νοῦν διασαφεῖ λέγων· «κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ».⌝ Ἑξῆς ὁ προφήτης τοῖς κατὰ τὸν αὐτὸν χρόνον ἀσεβοῦσιν Ἰουδαίοις ἔλεγχον ἐπάγει λέγων· 〈οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι ἐν τοῖς κήποις καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε κύριος〉. ἔνθα ὁ λόγος οὐχὶ αὐτοὺς 〈ἐσθίοντας τὸ κρέας τὸ χοίρειον〉 διαβάλλει, ἀλλὰ ταῦτα πράττοντας ἅπερ ᾐτιᾶτο 〈ἐν μέσῳ ἐσθιόντων τὸ κρέας τὸ χοίρειον〉 καὶ τὰ λοιπά. μεταξὺ γὰρ τῶν ἐθνῶν ζῶντες καὶ μεταξὺ 〈τῶν ἀλλοφύλων〉 πολιτευόμενοι οὐδὲν αὐτῶν διέφερον κατὰ τὸν βίον.

διὸ σὺν αὐτοῖς φησιν ἐκλείψουσι τῇ αὐτῇ τοῖς ἔθνεσι παραδοθέντες τιμωρίᾳ. 〈καθαρίζεσθαι〉 δὲ 〈εἰς τοὺς κήπους〉 εἶπεν αὐτοὺς ⌜ὡς μηκέτι κατὰ τὸν νόμον ὃν παρέδωκε Μωϋσῆς 〈καθαριζομένους〉 ‹σποδιᾷ δαμάλεως καὶ περιρραντηρίοις ἡμερῶν ἑπτὰ› καὶ ταῖς διὰ θυσιῶν καθάρσεσιν, ἀντὶ δὲ τούτων ἐν αὐτοῖς περινοστήσαντες τὸ δι᾽ ὕδατος καθάρσιον ἀπαρκεῖν αὐτοῖς ᾤοντο τοῖς 〈κατὰ τοὺς κήπους〉 ὕδασιν ἀπολούεσθαι καὶ μηκέτι μηδενὸς δεῖσθαι τῶν νενομοθετημένων. ἢ καὶ ἄλλως μετὰ μιαρὰς καὶ ἀκαθάρτους πράξεις, ἀθεμίτους τε αἰσχρουργίας ἐνόμιζον ψιλοῖς ὕδασι 〈καθαρίζειν〉 τὰς ἑαυτῶν ψυχάς.⌝ Διὸ ἐπιλέγει· 〈κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν ἔρχομαι συναγαγεῖν〉. ἐπὶ τὸν περὶ τῆς καθ᾽ ὅλου κρίσεως λόγος μεταβαίνει λέγων· 〈πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας ἔρχομαι συναγαγεῖν, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. καὶ καταλείψω ἐπ᾽ αὐτῶν σημεῖον καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους〉. ⌜σαφέστερον δὲ ὁ σωτὴρ ἐν Εὐαγγελίοις ταῦτα διδάσκει λέγων· «ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ 〈δόξῃ〉 τοῦ πατρὸς αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ᾽ αὐτοῦ, καὶ 〈συνάξουσι πάντα τὰ ἔθνη〉 ἔμπροσθεν αὐτοῦ, καὶ ἀφοριεῖ αὐτούς, ὃν τρόπον ἀφορίζει ὁ ποιμὴν τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,⌝ καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων». καὶ τοῖς μὲν ἐρεῖ τάδε, τοῖς δὲ τάδε.

ὃ δὴ καὶ ἡ προφητεία παρίστησι διὰ τοῦ· 〈καὶ ἐγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἔρχομαι συναγαγεῖν, πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου〉. ⌜καὶ τοῦτο δὲ πάλιν τοῖς 〈ἔθνεσιν〉 ἐπαγγέλλεται τὸ καταξιωθῆναι θεάσασθαι τὴν 〈δόξαν〉 αὐτοῦ.⌝ ἵνα δὲ τοῦτο γένηται καὶ εἰς ἀγαθὸν τέλος τοῖς ἔθνεσι τὰ τῆς ἐπαγγελίας προχωρήσῃ, καταλέγω τινάς φησιν 〈ἐξ αὐτῶν〉· τίνων δὲ 〈αὐτῶν〉 ἢ δηλαδὴ τῶν ἀπολλυμένων, περὶ ὧν ἐλέγετο· 〈ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται· ἐξ αὐτῶν〉 γὰρ τούτων περιλειφθέντες τινὲς τὸ ἐμὸν καταδέξονται 〈σημεῖον〉 καὶ τὴν τῶν ἐθνῶν κλῆσιν τῶν μελλόντων 〈ὄψεσθαι τὴν δόξαν μου〉. διὸ λέλεκται· 〈καταλείψω ἐπ᾽ αὐτῶν σημεῖον καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους〉. οὗτοι δ᾽ ἦσαν «τὸ λεῖμμα τὸ κατ᾽ ἐκλογὴν χάριτος», περὶ οὗ λέλεκτο· «εἰ μὴ κύριος σαβαὼθ 〈ἐγκατέλιπεν〉 ἡμῖν σπέρμα».

τοῦτο δὴ οὖν ‹τὸ σπέρμα› 〈τὸ ἐξ αὐτῶν〉 ἐκείνων τῶν ἀπολλυμένων 〈διασωθὲν ἐξαποστελῶ〉 φησιν 〈εἰς τὰ ἔθνη τὰ〉 ἀλλογενῆ καὶ ἀλλόφυλα, 〈εἰς Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασι τὸ ὄνομά μου οὐδὲ ἑωράκασι τὴν δόξαν μου〉. ⌞καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, 〈ὄψονται〉, καὶ οἳ οὐκ 〈ἀκηκόασι〉, συνήσουσι», καὶ πάλιν· «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπα Ἰδού εἰμι τοῖς μὴ ἐπικαλουμένοις τὸ ὄνομά μου». τούτων ἀδελφὰ τυγχάνει τὰ προκείμενα,⌟ ⌜δι᾽ ὧν τοὺς ἑαυτοῦ ἀποστόλους ἐπαγγέλλεται 〈ἀποστέλλειν〉 ἐπὶ τὰ ἀλλότρια τοῦ Ἰσραὴλ 〈ἔθνη τὰ πορρωτάτω〉 τῆς Ἰουδαίας⌝ καὶ ἐπὶ τὰς 〈νήσους〉, ἐν αἷς οὐδεὶς πώποτε προφήτου 〈ὄνομα ἀκήκοε〉, τούτοις δὲ ἐπιδημήσειν τοὺς ἑαυτοῦ ἀποστόλους φησὶ 〈σημεῖον〉 ἐπικομιζομένους. ποῖον δὲ τοῦτο ἢ τὸ σωτήριον 〈σημεῖον〉, ᾧ θαρσοῦντες ‹τὴν 〈δόξαν〉 τοῦ μονογενοῦς θεοῦ› πᾶσι 〈κατήγγελον〉 τοῖς 〈ἔθνεσιν〉, ἐν οἷς ὡς καὶ τοὺς πάλαι πλάνῃ εἰδωλολατρίας δεδουλωμένους ἐλευθερώσαντες 〈ἄξουσιν, ἀδελφούς〉 τε αὐτοὺς ἑαυτῶν ἀποδείξαντες 〈δῶρον〉 προσάξουσι τῷ θεῷ.

καὶ τέως μὲν ταῦτα πράξουσι, κατὰ δὲ τὸν καιρὸν τῆς συντελείας ἐπὶ ‹τὴν τοῦ θεοῦ πόλιν καὶ τὴν ἐπουράνιον Ἰερουσαλὴμ› ⌜〈ἄξουσιν〉 αὐτοὺς τέλος ἀγαθὸν αὐτοῖς τοῦτο προχωρήσαντες, ὅτε καὶ ἀναληφθήσονται ὁμοίως ‹τῷ Ἠλίᾳ ἐφ᾽ 〈ἁρμάτων〉› ἀγγελικῶν ὀχούμενοι φωτὸς ἐπουρανίου περιαστράπτοντος αὐτούς.⌝ διὸ λέλεκται· 〈μεθ᾽ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἰερουσαλὴμ καὶ ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν τοὺς ἐκ πάντων τῶν ἐθνῶν〉. ⌜νοήσεις δὲ τοὺς 〈ἵππους〉 καὶ τὰ 〈ἅρματα〉 τὰ ἀγγελικά, ἐπιστήσας τῇ Ζαχαρίου προφητείᾳ, παρ᾽ ᾧ ‹〈ἵππους〉 ψαροὺς καὶ ποικίλους καὶ λευκοὺς καὶ 〈ἅρματά〉› τινα διαγράψας ὁ λόγος ἀγγελικὰς ᾐνίττετο δυνάμεις. 〈λαμπῆναι〉 δὲ 〈ἡμιόνων〉 σημαίνειν ἐοίκασι τὰ τῆς ἀναστάσεως σώματα, οἷς ἐποχούμεναι αἱ ψυχαὶ εἰς τὴν ἐπουράνιον ἀναληφθήσονται πόλιν. εὖ δὲ εἴρηνται 〈λαμπῆναι〉 διὰ τὴν ἐκλάμπουσαν ἐν αὐταῖς δόξαν.⌝ ἀντὶ δὲ τοῦ· 〈ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων〉, ὁ Σύμμαχος 〈ἐφ᾽ ἵπποις καὶ ἐν ἅρμασι καὶ ἐν λεκτίσι καὶ ἐν καρούχαις καὶ ἐν φορείοις〉 ἡρμήνευσε.

πάντα δὲ ταῦτα παχέως οὕτως καὶ σωματικῶς καταλλήλως ταῖς Ἰουδαϊκαῖς ἀκοαῖς ἐλέγετο, κατὰ δὲ τὴν διάνοιαν τὴν δι᾽ ἀέρος μετάρσιον αὐτῶν πορείαν τὴν εἰς οὐρανοὺς φέρουσαν σημαίνει, ἣν ἑρμηνεύων ἐπὶ τὸ σαφέστερον ὁ θεῖος Ἀπόστολος ἔλεγεν· «ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα».

οὕτω δὲ εἰσελεύσονται εἰς τὴν ἐπουράνιον τοῦ θεοῦ πόλιν, οὕτω δὲ ἥξουσιν οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν σῳζόμενοι εἰς τὴν ἐπουράνιον Ἰερουσαλήμ, ὥσπερ ποτὲ ἀνῄεσαν καὶ ἀνέφερον 〈οἱ υἱοὶ Ἰσραὴλ〉 ἐπὶ τῆς γῆς 〈τὰς θυσίας αὐτῶν〉, ὃ δὴ σημαίνει λέγων· ὡς 〈ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν ἐμοὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον κυρίου〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈ὡσπερεὶ ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὴν προσφορὰν ἐν σκεύει καθαρῷ εἰς οἶκον κυρίου〉. ⌜ὥσπερ οὖν τότε κατὰ τὸν σωματικὸν νόμον ἐπὶ τῆς ἐπιγείου Ἰερουσαλὴμ ταῦτ᾽ ἔπραττον οἱ τὴν λατρείαν ἐπιτελοῦντες, τὸν αὐτὸν τρόπον κατὰ τὸ ἐπὶ γῆς παράδειγμα οἱ εἰς τὴν ἐπουράνιον Ἰερουσαλὴμ ἀνιόντες ἥξουσι μετὰ τῶν οἰκείων καρπῶν, καὶ ὧν ἕκαστος ἐν τῇ ψυχῇ ἐπικομίζεται δώρων ἐκ τῆς τῶν ἀρετῶν καρποφορίας.⌝ Εἶτ᾽ ἐπιλέγει· 〈καὶ ἀπ᾽ αὐτῶν λήψομαι〉· ποίων δὲ 〈αὐτῶν〉 ἢ ἀφ᾽ ὧν εἴρηκεν ἐθνῶν μικρῷ πρόσθεν ὀνομάσας· «Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασι τὸ ὄνομά μου οὐδὲ ἑωράκασι τὴν δόξαν μου», 〈ἐξ αὐτῶν〉 τούτων 〈λήψομαί〉 φησιν 〈ἱερεῖς καὶ Λευίτας, εἶπε κύριος〉.

ἐπάγει δὲ συλλογισμὸν τὸ εὔλογον δεικνὺς τοῦ λόγου· 〈ὃν τρόπον γάρ〉 φησιν ὁ 〈οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν〉· ⌜εἰ γὰρ ὁ 〈οὐρανὸς καινὸς〉 ἔσται 〈καὶ ἡ γῆ καινὴ〉 καὶ Ἰερουσαλὴμ 〈καινή〉, ἀκόλουθον ἂν εἴη καὶ τοὺς 〈ἱερεῖς καὶ Λευίτας καινοὺς〉 ἔσεσθαι. διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν».⌝ 〈λήψομαι〉 τοίνυν 〈ἐξ αὐτῶν〉 ἐκείνων, ὧν προεῖπον 〈ἱερεῖς καὶ Λευίτας〉· οὐδὲ γὰρ πιθανὸν ἦν περὶ τοῦ Ἰουδαίων λαοῦ λέγεσθαι τό· 〈λήψομαι ἱερεῖς καὶ Λευίτας〉, προϋφεστώτων ἤδη παρ᾽ αὐτοῖς τούτων, ἀλλ᾽ οὐδὲ οἷόν τε ἦν ἀπὸ Λευιτῶν 〈Λευίτας λαμβάνειν〉 οὐδ᾽ ἀπὸ ἱερέων 〈ἱερέας〉 διὰ τὸ πάντας ἁπαξαπλῶς τοὺς ἐκ φυλῆς Λευὶ 〈ἱερεῖς〉 εἶναι καὶ 〈Λευίτας〉, νῦν δὲ ἐκλογὴν ἐπαγγέλλεται ποιήσειν ἐκ τῆς τῶν ἐθνῶν κλήσεως. καὶ ταῦτα ἔσται, ἐπειδὴ καὶ ὁ 〈οὐρανὸς〉 ἔσται 〈καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ μένειν〉· ⌜‹τὰ μὲν γὰρ πρῶτα οὐ μένοντα ἦν›.

διὸ ἐλέγετο· «ὁ 〈οὐρανὸς〉 καὶ ἡ γῆ παρελεύσεται», καὶ πάλιν· «ἑλιγήσεται ὡς βιβλίον ὁ 〈οὐρανός〉», καί· «φθορᾷ φθαρήσεται ἡ γῆ», τοῦ δὲ μέλλοντος αἰῶνος «ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ».⌝ εἶτ᾽ 〈ὁ〉 〈οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή〉, περὶ ὧν ἐν μακαρισμοῖς ἔλεγε· «μακάριοι» οἱ τοιοίδε, «ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν 〈οὐρανῶν〉», καί· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν». οὗτος τοίνυν ὁ 〈καινὸς οὐρανὸς〉 καὶ ἡ τοῦ νέου αἰῶνος 〈καινὴ γῆ μένουσιν〉 εἰς ἄπειρον καὶ ἀτελεύτητον αἰῶνα διαρκοῦντες. διαφορὰν δέ μοι νοεῖ τῶν ἐν τῇ βασιλείᾳ τόπων· ‹πολλαὶ γὰρ μοναὶ παρὰ τῷ πατρί›, ὧν αἱ μὲν γῆς πρὸς οὐρανὸν ἄξουσιν ἀναλογίαν, αἱ δὲ παραθέσει τῶν ὑποβεβηκυιῶν μονῶν οὐρανῶν δόξαν ἐφέξουσιν. ἃ δὴ καὶ ἔσται 〈μένοντα〉 ἀεί, οὐκέτι παρερχόμενα· «τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια». διό φησιν· ἃ 〈ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, καὶ τὸ ὄνομα〉 δὲ 〈ὑμῶν〉 οὕτως ἔσται 〈διαμένον〉 εἰς ἀεὶ 〈ἐνώπιόν μου〉· τὸ δὲ 〈εἰς ἀεὶ〉 αἰώνιον καὶ ἀθάνατον καὶ ἄπειρον ζωὴν αἰνίττεται.

Εἶτ᾽ ἐπιλέγει· 〈καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου, εἶπε κύριος, εἰς Ἰερουσαλήμ〉. τὸ μὲν οὖν 〈εἰς Ἰερουσαλὴμ〉 οὐ κεῖται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὐδὲ ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει. πλὴν οὐ λυπεῖ κείμενον παρὰ τοῖς Ἑβδομήκοντα· δῆλον γὰρ ὡς ⌜τὴν ἐπουράνιον σημαίνει Ἰερουσαλήμ, ἔνθα συστήσεται ἡ τοῦ σωτῆρος ἡμῶν βασιλεία.⌝ εἰ δὲ τύποι καὶ σύμβολα καὶ εἰκόνες ἦσαν τὰ παρὰ Μωσεῖ νενομοθετημένα τῶν ἐπουρανίων, ⌜ἀκόλουθόν ἐστιν κατὰ διάνοιαν ἐκλαμβάνειν τὰς ἐν οὐρανῷ ἑορτὰς καὶ τὰ ἐκεῖ 〈σάββατα〉 ἀληθινὰ καὶ τοὺς 〈μῆνας〉 τοὺς ἐκεῖ, «περὶ ὧν πολὺς ὁ λόγος καὶ δυσερμήνευτος», σχολῆς τε μακρᾶς καὶ οἰκείας ὑποθέσεως δεόμενος.⌝ πλὴν ὥσπερ ἐπὶ τῆς κάτω Ἰερουσαλὴμ τὸ μὲν πολὺ πλῆθος τοῦ ἔθνους διαφόρους κατῴκει πόλεις, ἐξαίρετος δὲ ἦν ὁ τοῦ ἁγιάσματος τόπος, ἔνθα κατὰ καιροὺς ἀπήντων οἱ τὴν ἄλλην οἰκοῦντες χώραν ‹τὰ τῆς τοῦ θεοῦ λατρείας ἐπιτελέσοντες›, οὕτως καὶ ἐπὶ τῆς νοουμένης οὐρανίου πόλεως καὶ τοῦ αὐτόθι ἐξαιρέτου ἁγιάσματος, ἔνθα οὐδενὶ βατὸν ἢ ‹μόνῳ τῷ ἀρχιερεῖ› δηλαδὴ τῷ υἱῷ τοῦ θεοῦ, ᾧ μόνῳ θέμις τῇ τοῦ πατρὸς πελάζειν θεότητι, καὶ εἰς αὐτοὺς τοὺς πατρικοὺς διαβαίνει κόλπους.

οἱ ‹τὰς πολλὰς μονὰς› τὰς οὐρανίους οἰκήσοντες καιροῖς τεταγμένοις, ὁποίους χρὴ νοεῖν τοὺς ἐκεῖ καιροὺς καὶ τοὺς ἐκεῖ ἐνιαυτούς, ὧν ἐν περινοίᾳ γενόμενός τις προφητῶν ἔλεγε· «καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα»· διαβήσονται γὰρ ἐπὶ τὴν οὐρανόπολιν τὴν ἐξαίρετον καὶ ἀφωρισμένην τῇ βασιλείᾳ τοῦ θεοῦ καὶ τοῖς εἰς ἄκρον μακαριότητος ἥκουσιν, ἧς οὐ στερήσονται οὐδ᾽ οἱ ὑποβεβηκότες. καὶ αὐτοὶ δὲ κατὰ περιόδους τινὰς ὡς ἐν οὐρανίοις ἑορταῖς ἀφικνούμενοι εὐφροσύνης ἀλήκτου τινὸς καὶ ἐνθέου μεταλήψονται τῶν αὐτόθι ἀρρήτων ἀγαθῶν ἀπολαύσαντες, περὶ ὧν εἴρηται· «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». καὶ τούτων ἐμφορηθέντες ἐπανήξουσιν εἰς τὰς ἑαυτῶν μονάς, ἕκαστος τὴν οἰκείαν καὶ ἑαυτῷ κατάλληλον διατριβὴν ἀποληψόμενος, ὅτε καὶ ὁ ἀληθινὸς ‹σαββατισμὸς› καὶ ἡ τελεία καὶ ἀληθὴς ‹ψυχῶν ἀνάπαυσις› τοῖς τούτων ἀξίοις ἀποδοθήσεται.

διὸ εἴρηται· 〈καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου εἰς Ἰερουσαλήμ, εἶπε κύριος. ⌜σάρκα〉 δὲ 〈πᾶσαν〉 λέγει πάντα τὰ ἔθνη τοῦτον ὀνομάζων τὸν τρόπον· οὕτως γοῦν ἐλέγετο καὶ διὰ τῶν ἔμπροσθεν· «ὄψεται 〈πᾶσα σὰρξ〉 τὸ σωτήριον τοῦ θεοῦ», καὶ ἀλλαχοῦ· «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ 〈πᾶσαν σάρκα〉, καὶ προφητεύσουσιν».⌝ ἵνα γὰρ μὴ Ἰουδαῖοι νομίζωσι ταῦτα περὶ αὐτῶν εἰρῆσθαι, ἀναγκαίως ἐξαπλοῖ τὴν διάνοιαν καθολικώτερον 〈πᾶσαν〉 ὀνομάζων 〈σάρκα〉, οὕτω πᾶν τὸ ἀνθρώπινον δηλῶν γένος· ἀλλ᾽ οἱ δὲ μὲν κατὰ καιροὺς 〈ἥξουσιν〉, οἱ δὲ αὐτῆς τῆς Ἰερουσαλὴμ πολῖταί εἰσι δὲ ‹μυριάδες ἀγγέλων› καθὼς καὶ ὁ Ἀπόστολος ἐδίδαξε· «καὶ ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς». οὐχ 〈ἥξουσιν〉 ἐκ διαστημάτων, ἀλλὰ καὶ διὰ παντὸς οἰκήτορες ἔσονται καὶ πολῖται, οἷα ‹λειτουργοὶ› καὶ ‹ἱερεῖς› ὑπ᾽ ‹ἀρχιερεῖ› τῷ υἱῷ τοῦ θεοῦ τῶν αὐτόθι ἀγαθῶν διὰ παντὸς ἀπολαύοντες, 〈ὄψονται〉 δὲ πάντες οὗτοι τῶν ἀσεβῶν τὴν ἀπώλειαν ἐννοοῦντες οἵων ἀγαθῶν ἐστερήθησαν.

Διὸ λέλεκται· 〈καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈καὶ ὄψονται τὰ ἔσχατα τῶν ἀνθρώπων τῶν ἀθετησάντων ἐν ἐμοί〉. ⌜τίνες δὲ ἦσαν οὗτοι, ἐν ἀρχῇ τῆς προφητείας ἐδήλου λέγων· «υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με 〈ἠθέτησαν〉»· ᾐνίξατο τοίνυν τοὺς ἐκ τοῦ Ἰουδαίων ἔθνους τὴν σωτήριον ‹〈ἀθετήσαντας〉 χάριν›.⌝ μακρὰν δὲ αὐτῶν ὄντες 〈ὄψονται〉 αὐτοὺς οἱ ἐκ τῆς Ἰερουσαλὴμ 〈ἐξελευσόμενοι〉 καὶ ἐπὶ τὰς οἰκείας μονὰς ἀπερχόμενοι· τοῦτο γὰρ παρίστη φάσκων ὁ λόγος· 〈ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν ἀθετησάντων ἐν ἐμοί, ὧν ὁ σκώληξ οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, ἀλλ᾽ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί〉. πάσης οὖν τιμωρίας τὸ χείριστον τοῦτο ἂν εἴη, λέγω δὲ τὸ ἀτελεύτητον ἔχειν ἐν ἑαυτοῖς τὸν ἑαυτῶν 〈σκώληκα〉· οὕτω δὲ ὀνομάζει τὴν συνείδησιν δίκην 〈σκώληκος〉 κατεσθίουσαν τῶν ἑαυτοῖς οὐκ ἀγαθὰ συνειδότων τὴν ψυχὴν ἐν τῷ μετανοεῖν, ἐφ᾽ οἷς ἠσέβουν, ὁρᾶν τε ἑαυτοὺς ἀποκλήτους τῶν τοσούτων ἀγαθῶν. ἕκαστος οὖν αὐτῶν ἐν τῷ ἐξομολογεῖσθαι ἑαυτοῦ κατήγορος γενήσεται ἀναπεμπαζόμενος τὰ κατὰ τὸν θνητὸν βίον αὐτῷ πεπραγμένα καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, καὶ οὕτως αὐτῶν ὁ 〈σκώληξ〉 ἀτελεύτητος διαμένει.

οὐ γὰρ δή που περὶ αἰσθητοῦ 〈σκώληκος〉 ὡς μέλλοντος καὶ αὐτοῦ γενήσεσθαι ταῦτ᾽ εἴρηται, ‹καὶ τὸ 〈πῦρ〉 δὲ αὐτῶν ἄσβεστον› ὑπάρξει. ⌜ὃ δὴ τέλος τῶν ἀσεβῶν ὡρίζετο καὶ ὁ σωτὴρ ἡμῶν ἐν Εὐαγγελίοις εἰπὼν τοῖς ‹εἰς τὰ ἀριστερὰ αὐτοῦ› στησομένοις· «πορεύεσθε εἰς τὸ 〈πῦρ〉 τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». ὥσπερ οὖν ἐκεῖ ‹αἰώνιον› εἴρηται 〈πῦρ〉, οὕτω καὶ ἐνταῦθα ‹ἄσβεστον› μιᾶς καὶ τῆς αὐτῆς οὐσίας 〈πυρὸς〉 ἐξ ἑκατέρων τῶν γραφῶν παρισταμένης.⌝ 〈ἀλλὰ καὶ ἔσονται〉 ἐν τοιαύτῃ ὄντες κολάσει 〈εἰς ὅρασιν πάσῃ σαρκί〉· ⌜ποίᾳ δὲ 〈σαρκί〉; ἢ πάντως που τῇ μὴ κολασθησομένῃ, τῆς δὲ ἐπουρανίου θέας καταξιωθησομένῃ, περὶ ἧς ἀνωτέρω ἐλέγετο· «ἥξει 〈πᾶσα σὰρξ〉 τοῦ προσκυνῆσαι ἐνώπιόν μου, εἶπε κύριος»,⌝ 〈καὶ ἐξελεύσονται καὶ ὄψονται〉. αὕτη μὲν οὖν ἡ 〈σὰρξ ὄψεται〉 τούτων κολαζομένων τέλος τῶν κρειττόνων, αὕτη κατηξιωμένη. οἱ δὲ ‹τῷ 〈πυρὶ〉 τῷ αἰωνίῳ› παραδοθησόμενοι τὸν ἑαυτῶν 〈σκώληκα〉 ἀτελεύτητον ἐν τῇ ψυχῇ φέροντες εἰς θέαν ἐκκείσονται τῶν τῆς ἐνθέου μακαριότητος καταξιωθησομένων.