Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Το βιβλίο του Εμμανουήλ και οι προφητείες περί του Σωτήρος (Ησ. 7-9)

Η συμμαχία κατά του Άχαζ, το σημείο της Παρθένου, η ερμηνεία του ονόματος Εμμανουήλ, η φανέρωση του Χριστού στη Γαλιλαία των εθνών και η αιώνια βασιλεία Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 25

τί γὰρ ἔσται τέλος τῆς τοιαύτης αὐτῶν ἀβλεψίας;⌝ ὁ δὲ ἀποκρίνεται· 〈Ἕως ἐρημωθῶσιν πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι〉. ⌜σημαίνει δὲ διὰ τούτων τὴν ἐπελθοῦσαν πρώτην ὑπὸ Ῥωμαίων τῷ τόπῳ πολιορκίαν μετὰ τὰ κατὰ τοῦ σωτῆρος αὐτοῖς τολμηθέντα, καθ᾽ ἣν Ἰουδαίων πλεῖσται πόλεις ἐπὶ αὐτοκράτορος Οὐεσπασιανοῦ δῃωθεῖσαι ἀφανεῖς παντελῶς κατέστησαν, ὡς μηδὲ μνήμην αὐτῶν μηδὲ ὄνομα περιλείπεσθαι.⌝ ἀντὶ δὲ τοῦ· 〈καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους〉, ⌜σαφέστερον ἐξέδωκεν ὁ Σύμμαχος εἰπών· 〈καὶ μακρὰν ποιήσει κύριος τοὺς ἀνθρώπους〉. σημαίνει δὲ ὁ λόγος, ἣν κατὰ τὸν αὐτὸν χρόνον ὑπέμεινεν αἰχμαλωσίαν τὸ πλῆθος τοῦ Ἰουδαίων ἔθνους, καὶ τὸν διασκεδασμόν, ὃν διεσκεδάσθησαν φεύγοντες τὰς ἐπικειμένας αὐτοῖς συμφοράς.⌝ ἐπὰν δὲ ἐκεῖνοί φησι 〈μακρυνθῶσιν〉 τὸ τηνικαῦτα, 〈πληθυνθήσονταί〉 φησιν 〈οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς〉 ⌜ἕτεροι ὄντες τῶν προτέρων. τοσοῦτοι δὲ οὗτοι ἔσονται, ὡς παραβαλλομένους αὐτοὺς τοῖς πρώτοις πολλοστημόριον εἶναι νομίζεσθαι τοῦ ἐκείνων πλήθους·⌝ 〈ἔσται〉 γάρ φησι 〈καὶ ἔτι ἐν αὐτῇ τὸ δέκατον〉.

εἶθ᾽ ὁποῖον ἔσται τέλος καὶ τούτων τῶν περιλειφθέντων παρίστησιν ἐπιφέρων ἑξῆς· 〈καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς〉, κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· 〈καὶ πάλιν ἔσται εἰς καταβόσκησιν ὡς δρῦς καὶ ὡς βάλανος, ἥτις ἀποβαλοῦσα ἵσταται μόνη〉, ⌜οὕτω πως ἐρημίαν παντελῆ προαγορεύοντος τοῦ λόγου. ἐπληροῦτο δὲ καὶ αὕτη κατὰ τοὺς τοῦ Ἀδριανοῦ χρόνους, καθ᾽ οὓς δευτέραν ὑπομείναντες Ἰουδαῖοι πολιορκίαν εἰς τοῦτο κακῶν περιέστησαν, ὡς νόμοις καὶ διατάγμασιν αὐτοκρατορικοῖς μηδ᾽ ἐξ ἀπόπτου τὴν ἐρημίαν τῆς αὐτῶν μητροπόλεως θεωρεῖν ἐπιτρέπεσθαι.⌝ σφόδρα δὲ ὁ λόγος προσφυέσι κέχρηται παραδείγμασιν φήσας περὶ τοῦ Ἰουδαίων λαοῦ· 〈ἔσονται〉 γὰρ 〈ὡς τερέβινθος ἢ ὡς δρῦς ἢ βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς〉. οὐκέτι γὰρ ‹ἀμπελὼν κυρίου σαβαὼθ› οὐδ᾽ ‹ὡς παράδεισος θεοῦ› οὐδ᾽ ‹ὡς ἐλαία ὡραία› οὐδ᾽ ‹ὡς φοῖνιξ κατὰ τὸν δίκαιον› οὐδ᾽ ὡς ἄλλο τι τῶν ἡμέρων καὶ ἀναγκαίων φυτῶν ἔσεσθαι αὐτούς φησιν, ἀλλ᾽ 〈ὡς βάλανον〉 οὐδ᾽ αὐτὴν συνεστῶσαν, ἀλλ᾽ 〈ἐκπεπτωκυῖαν τῆς θήκης αὐτῆς〉, καὶ 〈ὡς τερέβινθον〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈ὡς δρῦν.

δρῦν〉 δὲ καὶ 〈βάλανον〉 καὶ δρυμὸν καὶ τῶν ἀνημέρων ξύλων τὰ ἄκαρπα καὶ ἀγριώτατα εἴωθεν ὀνομάζειν ἡ θεία γραφή, ἐπειδὰν ἐθέλῃ τὰ ἀλλόφυλα σημαίνειν ἔθνη, οἷς ὅμοιον ἔσεσθαί φησι καὶ τὸν Ἰουδαίων λαὸν οὐδὲν τῶν ἀλλοφύλων ἐθνῶν οὔτε τῷ βίῳ οὔτε τῷ τρόπῳ διενηνοχότα, ἀλλὰ καὶ ἐν χείρονι τυγχάνοντα καταστάσει, τῷ τοὺς μὲν τὰς οἰκείας ἐπέχειν χώρας καὶ τοὺς κατὰ φύσιν τὴν αὐτῶν προφέρειν καρπούς, τούτους δὲ τῆς οἰκείας ἐκπεπτωκέναι καὶ μὴδ᾽ ὁμοίως ἐκείνοις ἐνεργεῖν, ὡς διὰ τοῦτο παραβάλλεσθαι 〈δρυὶ〉 ἀγρίῳ φυτῷ καὶ 〈βαλάνῳ〉 καρπῷ ζῴων ἀλόγων θρεπτικῷ καὶ τούτῳ 〈ἐκπεπτωκότι τῆς θήκης〉. τούτοις ἑξῆς μετὰ ἀστερίσκων προσθήκης ἐπιλέγει περὶ τοῦ ἐξ αὐτῶν 〈ἁγίου σπέρματος〉, περὶ οὗ καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγετο· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν 〈σπέρμα〉, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». τό· 〈σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς〉 οὐ κεῖται μὲν παρὰ τοῖς ἡμετέροις ἀντιγράφοις, διὸ καὶ περιττὸν εἶναι δόξειεν ἄν· πλὴν ἐπεὶ ὁ μὲν Θεοδοτίων ἐξέδωκεν οὕτως εἰπών· 〈σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς〉, ὁ δὲ Ἀκύλας· 〈σπέρμα ἡγιασμένον στήλωσις αὐτῆς〉, ὁ δὲ Σύμμαχος· 〈σπέρμα ἅγιον ἡ ἀντίστασις αὐτῆς〉. τίνα 〈ἀντίστασιν ἢ στήλωσιν〉 φήσειεν εἶναι τοῦ ἐκπεσόντος ἐκείνων λαοῦ ἢ τὸ ἐξ αὐτῶν 〈σπέρμα ἅγιον〉 τὸ μὴ ἐκπεσὸν μηδὲ τὴν ὁμοίαν τοῖς λοιποῖς ὑπομεῖναν πτῶσιν;

εἶεν δ᾽ ἂν οὗτοι οἱ τὴν χάριν τὴν σωτήριον ὑποδεδεγμένοι ‹〈ἀκοῇ ἀκούσαντες〉› καὶ ὀφθαλμοῖς 〈βλέψαντες〉, οὓς μακαρίζων ὁ σωτὴρ ἔλεγεν· «ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι 〈βλέπουσιν〉, καὶ τὰ ὦτα ὑμῶν ὅτι 〈ἀκούουσιν〉».

Τὰ πρῶτα τῆς προφητείας ἐπὶ 〈Ὀζίου〉 τοῦ 〈βασιλέως〉 λέλεκτο, ὃν διαδεξαμένου 〈Ἰωαθὰμ〉 κατ᾽ ἀρχὰς ‹τῆς βασιλείας› αὐτοῦ τὴν προταθεῖσαν ὀπτασίαν ὁ προφήτης ἑώρα, δι᾽ ἧς τὴν θεότητα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ παρέστησεν καὶ θεσπίσας τὰ λελεγμένα μέχρι τούτων ἔστη, οὐ πολλῶν λόγων δεηθέντος τοῦ καιροῦ διὰ τὴν τοῦ βασιλέως εὐσεβῆ κατάστασιν, ᾧ καὶ τὸν λαὸν ἐξακολουθεῖν εἰκὸς ἦν. μετὰ δὲ τὴν ὀπτασίαν χρόνου μεταξὺ διαγενομένου ‹ἐτῶν 〈δέκα ἕξ〉›· τοσούτοις γὰρ ἦρξεν ὁ 〈Ἰωαθάμ〉, βασιλεύει 〈Ἄχαζ〉 δυσσεβέστατος ἀνδρῶν. εἴ τις καὶ ἄλλος, καθ᾽ ὃν τὰ προκείμενα θεσπίζεται περιέχοντα προφητείαν τῆς τοῦ υἱοῦ τοῦ θεοῦ κατὰ σάρκα γεννήσεως. καὶ πολλῆς γε ἔχεται ἀκολουθίας ὁ λόγος μετὰ τὴν θεότητα αὐτοῦ θεσπίζων τὰ περὶ τῆς εἰς ἄνθρωπον αὐτοῦ γενέσεως. γίγνεται δὲ ὑπόθεσις τοῦ τῆς προφητείας λόγου 〈δύο βασιλέων〉 ἐπανάστασις κατὰ τοῦ 〈Ἄχαζ〉, ὧν ὁ μὲν τῆς Συρίας ἡγεῖτο 〈Ῥαασσὼν〉 ὄνομα, βασιλικὴν πόλιν τὴν Δαμασκὸν κεκτημένος, ὁ δ᾽ ἐκράτει τοῦ πλήθους τοῦ Ἰουδαίων ἐν τῇ καλουμένῃ Σαμαρείᾳ πόλει. ἦν δὲ οὗτος 〈Φάκεε Ῥομελίου υἱός〉. καὶ δὴ συμφωνήσαντες οὗτοι ἐπιστρατεύουσιν τῷ 〈Ἄχαζ〉, ὃς ἐβασίλευσεν τῆς Ἰερουσαλὴμ ...

φυλῶν τοῦ Ἰουδαίων ἔθνους καθηγούμενος, ἀλλὰ τὸν μὲν 〈Ἄχαζ〉 παραδίδωσι ὁ θεὸς διὰ πλείστας ὅσας δυσσεβείας αὐτοῦ, τόν τε ὑπ᾽ αὐτῷ λαὸν τοῖς εἰρημένοις βασιλεῦσιν, ὡς ἀνελεῖν μὲν αὐτῶν ‹δέκα καὶ δύο μυριάδας ἀνδρῶν›, αἰχμαλώτους δὲ ἀπαγαγεῖν οὐκ ἐλάττους ‹εἴκοσι μυριάδων›. τοιαύτης δὴ τροπῆς κατὰ τὴν πρώτην συμβολὴν γενομένης, οὐκ εἰς μακρὸν δὲ αὖθις οἱ προλεχθέντες βασιλεῖς, ὁ τῆς Δαμασκοῦ λέγω καὶ τῆς Σαμαρείας, ὁπλίζονται κατὰ τοῦ 〈Ἄχαζ〉 προθέμενοι τὴν Ἰερουσαλὴμ πολιορκίᾳ ἑλεῖν καὶ τὸν μὲν 〈Ἄχαζ〉 ἀνελεῖν, ἕτερον δὲ ἀντ᾽ αὐτοῦ καταστῆσαι βασιλέα, τὸν λεγόμενον «υἱὸν Ταβεήλ».

Οὐκ ἔλαθεν ταῦτα τὸν 〈Ἄχαζ〉 οὐδὲ τὸν ὑπ᾽ αὐτῷ λαὸν 〈οἶκον Δαυὶδ〉 ὀνομαζόμενον· οὕτω δὲ ἐκαλοῦντο οἱ ἀπὸ γένους Δαυὶδ καὶ πάντες οἱ ἐκ διαδοχῆς αὐτοῦ ἄρχοντες καὶ ἀρχόμενοι. ὡς οὖν ἔμαθον μέλλειν αὐτοῖς αὖθις ἐπιτίθεσθαι τοὺς δηλωθέντας, 〈ἐξέστη αὐτῶν ἡ ψυχή〉, τοῦτ᾽ ἔστιν 〈ἐθορυβήθη〉, ἢ κατὰ τὸν Σύμμαχον 〈ἐκλονήθη〉, ἢ κατὰ τὸν Ἀκύλαν 〈ἐσαλεύθη〉. οὐ μόνον δὲ τοῦ βασιλικοῦ γένους, ἀλλὰ καὶ τοῦ λαοῦ παντὸς τάραχος οὐ μικρὸς τὴν ψυχὴν κατέσχηκεν μνήμῃ προτέρων κακῶν, ὧν οὐ πρὸ πολλοῦ ἔτυχον πεπειραμένοι, ἣν δὲ αὐτῶν ἀπεικάσαι τὴν ψυχὴν 〈κλονουμένην〉 καὶ σειομένην ἐκ τῆς ἀκοῆς 〈ξύλοις δρυμοῦ〉 ὑπὸ σφοδροτάτῳ 〈πνεύματι〉 δονουμένοις, ἀλλ᾽ ὁ ἀγαθὸς κύριος οἶκτον λαβὼν αὐτῶν φιλανθρωπεύεται καὶ ἀποστέλλει τὸν αὐτοῦ προφήτην παραινῶν τῷ 〈Ἄχαζ〉 ἄφοβον καὶ ἀτάραχον ἑαυτὸν 〈φυλάττειν〉· βοηθοῦ γὰρ αὐτοῦ τεύξεται τοῦ θεοῦ νῦν γοῦν εἰ καὶ μὴ πρότερον, ἐπειδὴ καὶ τὸ πρῶτον αὐτοῦ παραδόντος τοῖς πολεμίοις αὐτοὺς διὰ τὰς ἐκτόπους αὐτῶν δυσσεβείας τὰ προλεχθέντα πεπονθότες εἶεν.

καὶ δὴ προστάττει τῷ προφήτῃ κατά τινα τόπον τὸν αὐτῷ φανέντα εὔκαιρον συντυχεῖν τῷ 〈Ἄχαζ〉, παραλαβεῖν δ᾽ ἅμα αὐτῷ κελεύσας 〈τὸν περιλειφθέντα αὐτῷ υἱόν〉, ὡς ἂν ἄμφω αὐτός τε ὁ προφήτης καὶ ὁ τούτου υἱὸς ἐξ ἅπαντος τοῦ λαοῦ, ᾧ τὴν ψυχὴν ἔοικεν περιλελεῖφθαι, προσέλθοιεν τῷ βασιλεῖ καὶ τὰ κελευόμενα εἴποιεν. ⌜Ἔδει γὰρ καὶ τὸν υἱὸν τοῦ προφήτου μὴ συνδιαφθαρέντα τῷ πλήθει ἐναπομείναντα δὲ τῇ πατρικῇ διδασκαλίᾳ μαθητεύεσθαι ἐξ ἐκείνου τῷ πατρί, διὰ τοῦ παρεῖναι αὐτῷ θαρσαλέως προσιόντι καὶ πράττοντι τὰ κεκελευσμένα,⌝ φάναι δὲ τῷ 〈Ἄχαζ〉 συναντήσαντα, ἃ προστάττει ὁ θεός· 〈Φύλαξαι τοῦ ἡσυχάσαι〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈φύλαξαι καὶ ἡσύχασαι〉, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈πρόσεχε καὶ ἡσύχασον〉. ⌜θαρσῶν φησι τῷ λόγῳ τοῦ θεοῦ ἄτρομος ἔσο 〈καὶ μὴ φοβοῦ〉,⌝ 〈μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων〉, ⌜τῶν οὐδαμῶς μὲν φῶς ἐχόντων, 〈δαλῷ〉 δὲ μόνον ἐσβεσμένῳ καὶ 〈καπνιζομένῳ〉 ἐοικότων· τοιοῦτοι γάρ τινές εἰσιν 〈οἱ δύο βασιλεῖς〉, ὧν ἐν φόβῳ καὶ ἀγωνίᾳ καθέστηκας. εἰ γὰρ καὶ τὰ μάλιστα ἡ παιδευτική μου δύναμις, ἣν ὀργὴν εἴωθεν ἀποκαλεῖν τὰ λόγια, μετῆλθεν ὑμᾶς τὸ πρότερον εἰς ἔλεγχον τῶν νομιζομένων ὑμῖν θεῶν, οἷς ἐθαρσεῖτε μὲν αὐτοί, οἳ δὲ τὸ μηθὲν ὄντες ἀπηλέγχοντο, ὁπηνίκα ὑποχειρίους ὑμᾶς εἷλον οἱ πολέμιοι.

ὅμως ἐπεὶ μή ἐστιν ἡ ἐμὴ ὀργὴ παράμονος ὡς ἀγαθὸς θεὸς αὐτὸς καὶ τὸ πρῶτον παίσας ὑμᾶς ἐπὶ τῷ συμφέροντι· καὶ νῦν αὖθις πᾶν τὸ νοσῆσαν ὑμῶν ἰάσομαι, εἰ ἐπιστραφέντες τῆς προτέρας πλάνης μάθετε ἀληθῶς εὐσεβεῖν.⌝ Οἱ γοῦν 〈δύο βασιλεῖς〉 οὗτοι, ὁ τε τῆς Συρίας καὶ ὁ τῆς Σαμαρείας, Ἀρὰμ δὲ ἡ νῦν Συρία, Σαμάρεια δὲ ἡ νῦν καλουμένη πόλις Σεβαστή, εἰ καὶ μεγάλα ἠπείλησαν τὴν προλεχθεῖσαν βουλευσάμενοι βουλήν, ἀλλ᾽ οὐ κατὰ γνώμην πράξουσιν· ἐγὼ γὰρ αὐτὸς ὁ 〈κύριος σαβαώθ〉, ὡς ἂν 〈κύριος〉 ὢν 〈τῶν δυνάμεων〉 τῶν θειῶν καὶ τῶν κατ᾽ οὐρανὸν ἀγγελικῶν 〈στρατιῶν〉, οὐκ ἐπιτρέψω τὴν 〈βουλὴν〉 αὐτῶν ἐπὶ πέρας ἀχθῆναι, κρίνας σῶσαι ὑμᾶς ὡς ἂν σχοίητε τῆς ἐμῆς εὐεργετικῆς καὶ σωτηρίου δυνάμεως ἐναργεστάτην αἴσθησιν· ἀπαρκεῖ γὰρ τῇ μὲν Συρίᾳ 〈κεφαλὴν〉 ἔχειν τὴν 〈Δαμασκὸν〉 καὶ ταύτης εἶναι τὸν 〈Ῥαασσὼν〉 βασιλέα, τῇ δὲ Σαμαρείᾳ τὸν 〈Ἐφραίμ〉. οὕτω δὲ ἐκαλεῖτο τὸ πλῆθος τῶν ἐννέα ἥμισυ φυλῶν τοῦ Ἰσραὴλ διὰ τὸν ἐξ Ἐφραὶμ αὐτῶν βασιλεύσαντα· ἀρκετὸν οὖν καὶ τούτοις ἔχειν τὴν Σαμάρειαν καὶ ταύτης ἡγεῖσθαι τὸν 〈τοῦ Ῥομελίου υἱόν〉. ⌜μάνθανε δὲ καὶ τοῦτο, ὦ 〈Ἄχαζ〉, ὡς ὅσον οὔπω ἡ τῆς Σαμαρείας βασιλεία καταλυθήσεται, τοῦ ἐν αὐτοῖς βασιλευομένου λαοῦ αὐτοῖς βασιλεῦσιν αἰχμαλώτου γενησομένου, καὶ εἰς Ἀσσυρίους ἀποικισθησομένου διὰ τὰς ὑπερβαλλούσας αὐτῶν ἀθεμίτους πράξεις.

εἰ δὲ καὶ τὸν χρόνον γνῶναι ποθεῖς, γίνωσκε, ὡς εἴσω 〈ἑξήκοντα καὶ πέντε ἐτῶν〉 ἐπιστὰς ὁ τῶν Ἀσσυρίων βασιλεὺς πάντας αὐτοὺς λήψεται ἀπάξας τε αἰχμαλώτους εἰς τὴν αὐτοῦ μετοικιεῖ χώραν. ταῦτα τῷ προφήτῃ λέγειν ὁ θεὸς προσέταττεν αὐτῷ τε τῷ Ἄχαζ καὶ τῷ ὑπ᾽ αὐτὸν λαῷ· παρορμῶν αὐτοὺς πρὸς ἑαυτὸν ἐπιστρέφειν, πιστεύειν τε καὶ μὴ διαπιστεῖν τοῖς εἰρημένοις.⌝ διὸ τοῖς πᾶσιν ἐπιφέρει λέγων· 〈καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε〉. ὁ μὲν οὖν τοῦ θεοῦ λόγος οὐκ εἰς μακρὸν τέλους ἐτύγχανεν· συμπληρουμένου γὰρ τοῦ προλεχθέντος χρόνου, καὶ ἡ Δαμασκὸς καὶ ἡ Σαμάρεια, οἵ τε τούτων ἡγεμόνες ἥλωσαν ὑπὸ τοῦ τῶν Ἀσσυρίων βασιλέως. ταῦτα μὲν οὖν ὧδέ πη τὴν προφητείαν ἐπιστοῦτο διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως, ⌜τά γε μὴν 〈ἑξήκοντα καὶ πέντε ἔτη〉 φασὶν Ἑβραίων παῖδες ἐπ᾽ ἀκριβὲς συμπληροῦσθαι, εἴ τις ἀριθμεῖν ἄρξαιτο τοὺς χρόνους ἀπὸ τοῦ πέμπτου καὶ εἰκοστοῦ ἔτους τῆς τοῦ Ὀζίου βασιλείας.⌝ προφητεύει μὲν γὰρ κατὰ ταὐτὸν ὁμοῦ τῷ Ἠσαίᾳ καὶ Ἀμὼς ὁ προφήτης· θεσπίζει δὲ πρῶτος ὁ Ἀμὼς τὴν μέλλουσαν συμβήσεσθαι αἰχμαλωσίαν τοῦ Ἰσραὴλ λέγων· «ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ». καὶ κατὰ τῆς Σαμαρείας δὲ ὁ αὐτὸς προφητεύει ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα «πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ».

φασὶν δὲ τὸν σεισμὸν τοῦτον εἶναι τὸν γενόμενον ἐπὶ Ὀζίου, ὅτε εἰσελθὼν εἰς τὸ ἁγίασμα ἐπὶ τῷ θῦσαι ‹ἐλεπρώθη›, καὶ ἐξεχύθη ἡ πιότης τοῦ θυσιαστηρίου σεισμοῦ γενομένου. «〈πρὸ δύο〉» τοίνυν «〈ἐτῶν τοῦ σεισμοῦ〉» προφητεύσαντος τοῦ Ἀμὼς κατὰ τῆς Σαμαρείας καὶ κατὰ τῆς Ἰερουσαλὴμ προσήκει φασὶν ἐξ ἐκείνου δεῖν ἄρχεσθαι τὰ 〈ἑξήκοντα καὶ πέντε ἔτη〉 συνάγειν. γίνεται δὲ τὰ λοιπὰ τοῦ Ὀζίου ἔτη εἴκοσι ἑπτά, ἐπειδὴ τὰ πάντα ‹δύο καὶ πεντήκοντα ἔτη βασιλεῦσαι› μνημονεύεται τῶν δὲ κατὰ τὸ πέμπτον καὶ εἰκοστόν. πρῶτος Ἀμὼς τὰ περὶ τῆς τοῦ Ἰσραὴλ αἰχμαλωσίας ἐθέσπισεν, ἔπειτα ‹Ἰωαθὰμ ἔτη δέκα ἓξ› καὶ ‹Ἄχαζ› ὁμοίως ‹ἔτη δέκα ἕξ›. εἰ τὰ τῆς Ἑζεκίου βασιλείας ἔτη ἓξ ὁμοῦ τὰ πάντα συνάγεται εἰς ἔτη ἑξήκοντα 〈καὶ πέντε〉· ἕκτῳ γοῦν ἔτει Ἑζεκίου ὁ Ἰσραὴλ τὴν ὑστάτην ὑπέμεινεν αἰχμαλωσίαν. ταῖς προφητείαις ἀκολούθως 〈σημεῖον〉 δὲ αὐτῷ 〈δώσειν〉 ἐπαγγέλλεται, δι᾽ οὗ σωθήσεσθαι ἔμελλεν· ὁ δὲ σκληροκάρδιος ὢν καὶ τῇ δαιμονικῇ πλάνῃ βεβαπτισμένος ἀναίνεται καὶ 〈παραιτεῖται〉 τὸ τοῦ θεοῦ 〈σημεῖον〉, κἂν τούτῳ τὸ ἄπιστον καὶ ἀνυπότακτον ἑαυτοῦ δεικνύς.

ἰστέον ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ὄγδοος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. ⌜Ἀντὶ τοῦ· 〈εἰς βάθος ἢ εἰς ὕψος〉, ὁ μὲν Σύμμαχος 〈αἴτησαί〉 φησι 〈σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ εἰς ὕψος ἄνω〉, ὁ δὲ Ἀκύλας· 〈ἐπερώτησον σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ μετεώρισον εἰς ἄνω〉, ὁ δὲ Θεοδοτίων· 〈αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην 〈ἢ〉 ὕψωσον ἄνω〉.⌝ νοήσομεν δέ γε τὸ 〈εἰς βάθος ἢ εἰς ὕψος σημεῖον〉 ἐκ τῆς παρὰ Μωϋσεῖ γραφῆς· τῶν γὰρ ἐν Αἰγύπτῳ διὰ Μωϋσέως γενομένων σημείων, περὶ ὧν εἴρηται· «ἐξαπέστειλεν 〈σημεῖα〉 καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε», τὰ μὲν ἀπὸ γῆς ἐτύγχανεν ὡς ‹οἱ βάτραχοι καὶ αἱ ἀκρίδες καὶ οἱ σκνῖφες καὶ ἡ κυνόμυια›, τὰ δὲ ἐξ οὐρανοῦ ὡς ‹ἡ χάλαζα καὶ τὸ πῦρ τό τε τριήμερον σκότος›. εἴποι δ᾽ ἄν τις καὶ τὸ ἐπὶ Ἑζεκίου γενόμενον 〈σημεῖον〉 ἐξ οὐρανοῦ γεγονέναι, ‹ὅτε ἀναποδίσαντος τοῦ ἡλίου ἔδραμεν εἰς τὰ ὀπίσω ἡ σκιὰ τοὺς δέκα ἀναβαθμούς›. 〈ἐκ βάθους〉 δὲ ἦν 〈σημεῖον〉 καὶ τὸ ἐπὶ Σαοὺλ γενόμενον, ὅτε Σαμουὴλ μετὰ θάνατον αὐτοῦ προμηνύει. ὁμοίως 〈ἐκ βάθους〉 ἦν ‹〈σημεῖον〉 Ἰωνᾶς› ‹ἐκ τῆς κοιλίας τοῦ κήτους› προϊὼν καὶ Νινευίταις ἀλλοφύλοις ἀνδράσιν κηρύττων. ⌜κελεύεται τοίνυν ὁ Ἄχαζ 〈σημεῖον αἰτῆσαι〉, δι᾽ οὗ σωθήσεσθαι ἔμελλεν αὐτός τε καὶ ὁ σὺν αὐτῷ λαός.

ἐξουσίαν τε αὐτῷ δίδωσιν ὁ θεὸς αἱρέσεως τοῦ 〈σημείου〉, εἴτ᾽ 〈ἐκ βάθους αἰτήσειεν〉 αὐτῷ δοθῆναι τοῦτο, 〈ἐκ βάθους〉 οὐχ ἑτέρου ἢ τοῦ 〈κατὰ τὸν ᾅδην〉· εἴτ᾽ 〈ἐξ ὕψους〉, καὶ αὐτῶν τῶν 〈ἄνω〉 μετεώρων. ὁ δὲ ἀκούσας ἀναίνεται, ἅτε δὴ ἀσεβὴς ὢν καὶ μὴ πειθαρχῶν τῷ θεῷ κελεύοντι μηδὲ θέλων ἀπόπειραν λαβεῖν τῆς τοῦ θεοῦ παραδοξοποιοῦ δυνάμεως. διό φησιν· 〈Οὐ μὴ αἰτήσω οὐδ᾽ οὐ μὴ πειράσω κύριον〉. εἶθ᾽ ὁ προφήτης ἐπὶ τῇ τοῦ ἀνδρὸς ἀπονοίᾳ σχετλιάσας ἐξ οἰκείου προσώπου τὰ ἑξῆς ἐπιλέγει⌝ φάσκων· 〈Ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα〉; ἐκάλει δὲ καὶ ἐν τοῖς ἀνωτέρῳ 〈οἶκον Δαυὶδ〉 τοὺς ἐκ τῆς διαδοχῆς Δαυὶδ κατάγοντας τὸ γένος, ἐν οἷς ἔλεγεν· «καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυίδ, ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ», πρὸς τὸν αὐτὸν τοίνυν 〈οἶκον Δαυὶδ τὰ〉 προκείμενα φάσκει μηκέτι τοῦ λόγου καταξιῶν τὸν Ἄχαζ. τίνα δέ ἐστιν ἃ πρὸς τὸν 〈οἶκον Δαυὶδ〉 ἀποκρίνεται; 〈μὴ μικρόν〉 φησίν ἐστιν τὸ 〈παρέχειν ἀνθρώποις ἀγῶνα; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα〉; ⌜ἀνθ᾽ ὧν ὁ Ἀκύλας τοῦτον ἡρμήνευσεν τὸν τρόπον· 〈ἀκούσατε δή, οἶκος Δαυίδ· μήτι ὀλίγον μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καίγε τὸν θεόν μου〉; ὁ δὲ Σύμμαχος· 〈ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε ἔτι καὶ τὸν θεόν μου〉;

ὁ δὲ Θεοδοτίων· 〈καὶ εἶπεν· ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ μικρὸν ἐξ ὑμῶν ἀγῶνα παρέχειν ἀνθρώποις, ὅτι ἀγῶνα παρέχετε καίγε τῷ θεῷ μου〉; ἔστι δὲ ὁ νοῦς τῶν προκειμένων τοιοῦτος· οὐ παύσεσθέ ποτε τοῖς τοῦ θεοῦ ἀνθρώποις, λέγω δὲ τοῖς τοῦ θεοῦ προφήταις, κόπους καὶ μόχθους καὶ 〈ἀγῶνας〉 τοὺς ὑπὲρ τῆς ὑμετέρας σωτηρίας 〈παρέχοντες〉, ἀλλὰ δὴ καὶ αὐτὸν 〈τὸν ἐμὸν θεόν〉, ὃν ὑμεῖς ἀγνοεῖτε, 〈κοποῦτε〉 σκυλμοὺς καὶ 〈ἀγῶνας παρέχοντες〉 τῷ μὴ βούλεσθαι πιστεύειν αὐτοῦ ταῖς ἐπαγγελίαις.⌝ ὁ μὲν γὰρ οἷα θεὸς δι᾽ ὑπερβολὴν φιλανθρωπίας σωτήριον 〈σημεῖον αἰτεῖν〉 παρ᾽ αὐτοῦ προστάττει, δι᾽ οὗ μέλλετε σωθήσεσθαι καὶ τῆς 〈τῶν δύο βασιλέων〉 τῶν ἐπιστρατευσάντων ὑμῖν ἀγωνίας ἀπαλλάττεσθαι. ὑμεῖς δὲ ἐπιμένοντες τῇ ἑαυτῶν μοχθηρίᾳ 〈ἀγῶνα παρέχετε〉 αὐτῷ καὶ κόπους ὁμοίως τοῖς αὐτοῦ προφήταις καὶ αὐτῷ χρώμενοι οἷς ἀπιστοῦντες ἐπιβουλὰς ἐμηχανήσασθε κατ᾽ αὐτῶν πολλάκις.

Πλὴν εἰ καὶ ὑμεῖς τοιοῦτοι, ἀλλ᾽ αὐτὸς πάλιν οἷα θεὸς μιμούμενος ἑαυτὸν οὐ παρίησιν ὑμᾶς ἀπολλυμένους, ⌜τὸ δὲ σωτήριον 〈σημεῖον〉 καὶ μὴ βουλομένοις ὑμῖν παρέξει. τί δὲ τοῦτό ἐστιν; παράδοξόν τι θαῦμα ἔσται ποτὲ ἐν ἀνθρώποις καὶ 〈σημεῖον〉 μηδέποτε ἀκουσθὲν ἐκ τοῦ παντὸς αἰῶνος· 〈παρθένος〉 γὰρ κυήσει δίχα τῆς πρὸς ἄνδρα κοινωνίας καὶ θεὸν γεννήσει, σωτῆρα τοῦ τῶν ἀνθρώπων γένους. τοῦτον οὖν 〈αὐτὸν〉 τὸν μέλλοντα τοιαύτης λαγχάνειν γενέσεως θεὸν 〈σημεῖον〉 ὑμῖν σωτήριον ἐντεῦθεν ἤδη ὁ θεὸς παρέχει. ὃ δὴ καὶ 〈εἰς βάθος〉 ἐκταθήσεται καὶ 〈εἰς ὕψος· εἰς βάθος〉 μὲν δι᾽ ἣν ποιήσεται μέχρις ᾅδου κατάβασιν, 〈εἰς ὕψος〉 δὲ διὰ τὴν εἰς οὐρανοὺς ἐπάνοδον. σὺ τοιγαροῦν, ὁ 〈οἶκος Δαυίδ〉, ἐντεῦθεν ἤδη κατὰ τὸν καιρὸν τῆς πρὸς τοὺς παρόντας πολεμίους συμβολῆς ἀνακαλοῦ τοῦτον 〈Ἐμμανουὴλ〉 ἐπονομάζων, ὅπερ ἐκ τῆς ἑρμηνείας τὴν τοῦ λόγου παρίστησι δύναμιν· 〈μεθ᾽ ἡμῶν〉 γὰρ ὁ 〈θεὸς〉 δηλοῖ τοὔνομα. πιστεύων δῆτα τῷ 〈σημείῳ〉 θάρσει καὶ μηκέτι μὲν θεοὺς ἀνακαλοῦ Δαμασκοῦ μηδὲ τοὺς μὴ ὄντας βοηθοὺς ἐπιγράφου σαυτῷ, τὸν δὲ 〈Ἐμμανουήλ〉, ὡς ἂν θεὸν ἀνθρώποις συνεσόμενόν ποτε, κάλει, θαρσῶν σὺν πεποιθήσει τελείᾳ, πιστεύων τῇ τῆς προσηγορίας δυνάμει.

ἔνθα δὴ γενομένους ἐπιστῆσαι προσήκει ὡς ἀκριβῶς ἡ προφητεία 〈τῷ οἴκῳ Δαυὶδ〉 προστάττει τὸν ἐκ 〈τῆς παρθένου〉 γενησόμενον 〈Ἐμμανουὴλ καλεῖν〉 λέγουσα· 〈καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ〉· σὺ γὰρ αὐτός, ὁ 〈οἶκος Δαυίδ〉, ὁ νῦν τῷ προφήτῃ παρὼν καὶ τούτων ἀκροώμενος τῶν λόγων τὸν θεσπιζόμενον 〈καλέσεις Ἐμμανουήλ〉, ὡσεὶ σαφέστερον ἔλεγεν· ἐπικαλοῦ βοηθὸν σεαυτῷ συνεχῶς καὶ πολλάκις 〈Ἐμμανουὴλ〉 ὀνομάζων καὶ ὡς συνόντα σοι θεὸν τοῦτον ἀνακαλούμενος. εἰ γὰρ καὶ τὰ μάλιστα μακροῖς ὕστερον χρόνοις ἡ 〈παρθένος〉 τοῦτον κυήσει 〈καὶ τέξεται〉. ὅτε καὶ τὸ ἀποτέλεσμα γενήσεται τῆς προφητείας, ὅτε καὶ σωτὴρ ἀναφανήσεται τοῦ παντὸς ἀνθρώπων γένους, παρ᾽ ᾧ καὶ ἑτέρῳ τότε χρήσεται ὀνόματι σωτηρίας ἐπωνύμῳ. ἀλλ᾽ ἐντεῦθεν ἤδη, σύ, ὁ 〈οἶκος Δαυίδ〉, ἀγαθὸν σύνθημα παρὰ κυρίου λαβὼν ἀνακαλοῦ αὐτὸν 〈Ἐμμανουὴλ〉 ὀνομάζων· σωτηρίαν γάρ σοι πιστεύοντι καὶ πειθαρχοῦντι τοῖς λεγομένοις ἡ τοιαύτη προξενήσει ἐπίκλησις.

εἰ μὲν οὖν εἴρητο· 〈καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ〉, ἔδοξεν ἂν εἰς μέλλοντα χρόνον τὴν πᾶσαν παραπέμπειν προφητείαν· οὕτως τ᾽ ἂν ἀμφιλογίαν εἶχεν ὁ λόγος, ἐπεὶ μὴ 〈Ἐμμανουήλ〉, ἀλλὰ ‹Ἰησοῦς τὸ ὄνομα κέκληται› τοῦ ἐκ τῆς ἁγίας 〈παρθένου〉 γεννηθέντος σωτῆρος ἡμῶν κατὰ τὸν τοῦ ἀγγέλου χρηματισμὸν φήσαντος πρὸς τὸν Ἰωσήφ· «μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ 〈ὄνομα〉 αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν». εἰ οὖν «Ἰησοῦς», ἀλλ᾽ οὐχὶ 〈Ἐμμανουὴλ〉 τὸ ἐπώνυμον εἴληφεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκ τῆς 〈παρθένου〉 γενόμενος κατὰ τὴν προφητείαν, πῶς ἂν ἐπηλήθευσεν τὸ λόγιον φῆσαν· 〈καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ〉; διόπερ οὐκ εἴρηται μὲν οὕτως· οὐ γὰρ ἔμελλεν ὑπὸ πάντων ἀνθρώπων τούτῳ καλεῖσθαι τῷ προσρήματι, ἀκριβῶς δὲ ὁ προφητικὸς λόγος 〈καὶ καλέσεις〉 περιέχει. σὺ γάρ, ὁ 〈οἶκος Δαυίδ〉, δι᾽ ὃν ταῦτα θεσπίζεται, σύνθημα σωτηρίας λαβὼν κατὰ τὸν καιρὸν τῆς πρὸς τοὺς πολεμίους συμβολῆς 〈Ἐμμανουὴλ κάλει〉 καὶ τῆς τῶν πολεμίων ἐλευθερίας ἐπιγράφου τοῦτον αἴτιον, ἐκ 〈παρθένου〉 μὲν γενησόμενόν ποτε, ἤδη δὲ θεὸν ὄντα καὶ 〈μεθ᾽ ἡμῶν〉 ὄντα, ἐντεῦθέν τε ἤδη τὰ μεγάλα σοι πρὸς σωτηρίαν χαριούμενον.

εἰ πιστεύων τῷ θείῳ προστάγματι, συνεχῶς αὐτὸν ἐπικαλοῖο βοηθὸν 〈Ἐμμανουὴλ〉 ὀνομάζων· τοιαύτης γὰρ ὥσπερ ἐπῳδῆς τινος χρεία σοι πρὸς τὸ μὴ δαίμοσιν βοηθοῖς προσέχειν, μόνον δὲ τὸν 〈Ἐμμανουὴλ〉 ἐπικαλεῖσθαι καὶ διὰ τούτου σῴζεσθαι. οὗτος δεῖν αὐτὸς ὁ ταῦτα διὰ τοῦ προφήτου χρηματίζων, καὶ ταῦτα μὴ νοήσαντές τινες ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ ἀντὶ τοῦ 〈καλέσεις〉 «καὶ καλέσουσιν» πεποιήκασιν, οὐχ οὕτως ἐχούσης τῆς προφητικῆς λέξεως· ἥ τε γὰρ Ἑβραϊκὴ φωνή, ταύτῃ τε καταλλήλως ἅπαντες οἱ ἑρμηνευταὶ 〈καὶ καλέσεις〉 ἐκδεδώκασιν.⌝ ἀντὶ δὲ τοῦ· ἡ 〈παρθένος〉, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς 〈νεᾶνις〉 ὠνόμασται. οὐδὲν δ᾽ ἂν κωλύῃ καὶ 〈νεᾶνιν〉 λέγεσθαι τὴν 〈παρθένον〉· εἰκὸς γὰρ μὴ ἀτελῆ παῖδα τὴν ἁγίαν 〈παρθένον〉 τὴν τὸν σωτῆρα κυήσασαν, 〈νεᾶνιν〉 δὲ τὴν ἡλικίαν καὶ τελείαν κόρην γεγονέναι. τοῦτο μὲν οὖν τὸ θαῦμα καιρῷ ... γενέσθαι θεσπίζει, πρὸς δὲ 〈τὸν οἶκον Δαυὶδ〉 σωτῆρος καὶ βοηθοῦ χρείαν ἔχοντα ἀναγκαίως ἐλέγετο· 〈καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ〉.

ἐπικαλοῦ τοίνυν αὐτὸν οὐ πόρρω ἑστῶτά φησι, διὰ παντὸς δὲ παρόντα καὶ συνόντα τοῖς ἐπικαλουμένοις αὐτόν. ⌜Εἰ δὲ θαυμάζεις θεὸν γεννώμενον ἀκούων, πίστευσον ὅτι καὶ τροφῇ νηπιώδῃ χρήσεται· οὐ γὰρ κατά τινα φαντασίαν ὀφθήσεται ἀνθρώποις, οὐδὲ τῷ δοκεῖν ἔσται τὸ γινόμενον, ἀλλ᾽ ἀληθῶς τοιαύτην ὑπομενεῖ γένεσιν, ὡς κοινωνῆσαι νηπιώδῃ τροφῇ, 〈βουτύρῳ〉 λέγω καὶ 〈μέλιτι〉 ὁμοίως τοῖς λοιποῖς βρέφεσιν. τοῦτο μὲν οὖν ἀνθρώπινον, τὸ δὲ τῆς θεότητος αὐτοῦ παραστατικὸν ἐκεῖνο ἂν εἴη, ὅτι 〈πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν·⌝ διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ ἐκλέξασθαι τὸ ἀγαθόν〉. ⌜σημαίνει δὲ ὁ λόγος ὡς καὶ παρ᾽ αὐτὴν τὴν γένεσιν διακριτικός τις ἦν καὶ ἀγαθῶν ποιητικὸς ὁ 〈Ἐμμανουήλ〉, τὸ κριτικὸν ἐξ ἐκείνου κεκτημένος καὶ ἀποσειόμενος μὲν 〈τὸ κακόν〉, μόνον δὲ 〈τὸ ἀγαθὸν〉 ἀποδεχόμενος· τοιαύτης γάρ φησιν ἔσται φύσεως καὶ ἐξ αὐτῆς γενέσεως.⌝ ἢ τὴν μέλλουσαν ἔσεσθαι τοῦ σωτῆρος ἡμῶν καθ᾽ ὅλου κρίσιν τὸ ῥητὸν εἴπωμεν διαγράφειν, καθ᾽ ἣν πάντα μὲν 〈πονηρὸν〉 ἄνδρα ἀποδοκιμάσει, μόνον δὲ τὸν 〈ἀγαθὸν〉 ὡς ἄξιον τῆς αὐτοῦ χάριτος ἀποδέξεται καὶ τοῦτο πράξει ἐξ αὐτῆς ἐκείνης τῆς νηπιώδους καταστάσεως καὶ ἐξ αὐτῆς γενέσεως.

διὰ τοῦτο προσδοκᾶν ὀφείλεις σὺ αὐτός, ὁ 〈Ἄχαζ〉, ἢ σύ, ὁ 〈οἶκος Δαυίδ〉, καὶ πάντες ὑμεῖς οἱ τοῦ βασιλικοῦ γένους, ὡς ἥξει καιρός, καθ᾽ ὃν 〈ἐπάξει ὁ θεὸς ἐφ᾽ ὑμᾶς καὶ ἐπὶ τὸν λαὸν〉 τὸν ὑμῖν ὑποχείριον 〈καὶ ἐπὶ τὸν οἶκον τοῦ ὑμετέρου πατρός〉, δηλαδὴ τοῦ Δαυίδ, 〈ἡμέρας〉 τινάς, ὁποίων οὐδεπώποτε πεῖραν εἰλήφατε. καὶ μάλιστα ἐξ οὗπερ οἱ τὴν Σαμάρειαν οἰκοῦντες εἰς ἑαυτοὺς περιέσπασαν τὴν Ἀσσυρίων ἔφοδον, ἀφελόντες μὲν αὐτὴν καὶ ἀποστήσαντες τῆς καθ᾽ ὑμῶν ὁρμῆς, εἰς ἑαυτοὺς δὲ αὐτὴν ἐπισπασάμενοι· ὑπερβάλλοντες γὰρ δυσσεβείᾳ τοὺς τὴν Ἰερουσαλὴμ οἰκοῦντας πρῶτοι τῶν πολεμίων ἐπειράθησαν ἀποστήσαντες αὐτοὺς τῆς κατὰ τοῦ οἴκου Δαυὶδ ὁρμῆς, ἐν δὲ τῷ σημανθέντι καιρῷ καὶ ταῖς ἐπαχθησομέναις ὑμῖν ἡμέραις.

τίνα ποτὲ ἔσται, ἀκολούθως διδάσκει λέγων· 〈〈καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ〉 καὶ τὰ ἑξῆς〉. ⌜Σημαίνει δὲ διὰ τούτων ὁ λόγος Αἰγυπτίων ἀνδρῶν ἔφοδον, οὓς διὰ τὸ λύθροις καὶ αἵμασιν τοῖς κατὰ τὴν ἀκάθαρτον εἰδωλολατρίαν χαίρειν παραβάλλει 〈μυίαις〉, οὕς φησιν ἥξειν ἐπὶ τὴν Ἰουδαίων 〈χώραν〉 οὐκ ἄνευ θεοῦ, νεύματι δὲ αὐτοῦ τοῦ κυρίου διεγείροντος καὶ ὥσπερ συρίγματι παρορμῶντος αὐτοὺς ἥκειν ἀπὸ τῆς 〈Αἰγύπτου〉· καὶ οὐκ ἀπὸ πάσης ταύτης, ἀλλὰ ἐκ 〈μέρους〉 αὐτῆς.⌝ οὐ μόνον δὲ ταύταις ταῖς ἀποδοθείσαις Αἰγυπτιακαῖς 〈μυίαις συριεῖν ὁ κύριος〉 εἴρηται, ἀλλὰ 〈καὶ τῇ μελίσσῃ〉 τῇ κατοικούσῃ τὴν 〈Ἀσσυρίων χώραν, δυνάμει ⌜δηλαδὴ πολεμικῇ, ἣν διὰ τὸ πολεμικῷ κέντρῳ κεχρῆσθαι καὶ τῶν λοιπῶν ἐθνῶν τότε κρατεῖν 〈μελίσσῃ〉 ὁ λόγος ἀπείκασεν.⌝ καὶ ταύτας γοῦν φησι 〈τὰς μελίσσας〉 ἐπιτραπείσας μᾶλλον καὶ παρορμηθείσας ὑπὸ τοῦ συρίγματος τοῦ κυρίου 〈ἐλεύσεσθαι〉 ἀπὸ τῆς 〈Ἀσσυρίων χώρας〉, εἶτ᾽ ἐλθούσας 〈ἀναπαύσασθαι ἐν ταῖς φάραγξιν〉 τοῦ Ἰουδαίων ἔθνους 〈καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ〉 καὶ οὕτως λήψεσθαι πάσας τὰς πόλεις αὐτῶν.

καὶ τὰς χώρας ταύτας οὖν τὰς ὑμετέρας προσήκει ὑμᾶς ἀγωνιᾶν, ὦ οὗτοι, πρὸς οὓς ὁ παρών μοι λόγος ἐστίν, καὶ τὴν τῶν εἰρημένων Αἰγυπτίων τε καὶ Ἀσσυρίων ἄφιξιν χρὴ προσδοκᾶν καὶ δεδιέναι, ἀλλὰ μὴ 〈τοὺς δύο〉 τούτους 〈βασιλεῖς〉, λέγω δὲ τὸν τῆς Σαμαρείας καὶ τὸν τῆς Δαμασκοῦ· ‹δαλοὶ› γὰρ ‹οὗτοι καπνιζόμενοι› καὶ μὴ κατέχοντες πῦρ διὰ τὸ ἐσβέσθαι αὐτῶν τὴν δύναμιν. ἡ μὲν οὖν προφητεία 〈αὕτη〉 πρὸς λέξιν δὲ καὶ πρὸς ἱστορίαν ⌜ἐπληροῦτο κατὰ τοὺς χρόνους τῆς πρώτης πολιορκίας τῆς Ἰερουσαλὴμ τῆς ὑπὸ Βαβυλωνίων γενομένης, καθ᾽ οὓς Αἰγύπτιοι μὲν οἱ καλούμενοι 〈μυῖαι〉, ὅτε τούτων βασιλεὺς Φαραὼ Νεχαὼ ἐπελθὼν τῇ Ἰουδαίων χώρᾳ τὸν Ἰωσίαν βασιλέα τῆς Ἰερουσαλὴμ θεοφιλῆ ἄνδρα ἀναιρεῖ. εἶτα οὐκ εἰς μακρὸν ὁ τῶν Βαβυλωνίων βασιλεὺς Ναβουχοδονόσορ σὺν μεγάλῃ στρατιᾶς δυνάμει ἐπελθών, τήν τε πόλιν αὐτῶν ἐκ βάθρων εἷλεν καὶ τὸν νεὼν ἐπυρπόλησεν, τὸ δὲ πᾶν ἔθνος ἐξανδραποδισάμενος καὶ τὰς λοιπὰς δῃώσας πόλεις, Ἀσσυρίους οἰκήτορας τῆς Ἰουδαίων χώρας κατέστησεν. τηνικαῦτα γοῦν ἐπληροῦτο τὰ μετὰ χεῖρας θεσπίσματα, ὁπηνίκα αἱ πολεμικαὶ⌝ 〈μέλισσαι〉 ἐκ τῆς 〈Ἀσσυρίων χώρας〉 μετοικισθεῖσαι εἰς ἔσχατα ἐρημίας τὴν Ἰουδαίων χώραν περιελθοῦσαν κατῴκησαν νάπας καὶ 〈φάραγγας〉 καὶ 〈σπήλαια〉 καταλαβοῦσαι τῷ τὰς πόλεις δεδῃῶσθαι τούτοις ἑξῆς ἐπιλέγεται.

Ἐπειδὴ τὰ συμβησόμενα τῇ Ἰουδαίων χώρᾳ προεφώνησεν ὁ λόγος καὶ ὡς τὸ πᾶν ἔθνος αὐτῶν κατὰ τὰς θεσπισθείσας 〈ἡμέρας, ἃς ἐπάξειν〉 αὐτοῖς εἴρηται, ὥς ποτε μὲν ταῖς Αἰγυπτιακαῖς 〈μυίαις〉 παραδοθήσεσθαι, ὡς ὑπὸ χειρὶ γενέσθαι τῷ Αἰγυπτίων βασιλεῖ τὸν εὐσεβέστατον Ἰωσίαν, ποτὲ δὲ ταῖς Ἀσσυρίων 〈μελίσσαις〉 αἱ πάσης τῆς Ἰουδαϊκῆς χώρας κατακρατήσασαι τὰς ἐρήμους αὐτῶν καὶ τὰς 〈φάραγγας〉 καὶ τὰ σπήλαια καὶ 〈πᾶν ξύλον〉 καθέξουσιν, ἐνταῦθά τε ἐπὶ σχολῆς καὶ ἀφόβως σὺν ἀμεριμνίᾳ τῇ πάσῃ 〈ἀναπαύσονται〉. ἀκολούθως μετὰ τὴν τούτων πρόρρησιν τῆς Ἀσσυρίων καὶ Χαλδαίων ἀρχῆς τὴν καθαίρεσιν διὰ τῶν προκειμένων φωνῶν θεσπίζει. παρέτειναν μὲν γὰρ Ἀσσύριοι κρατοῦντες τῆς Ἀσίας, πάσης Αἰγύπτου τε καὶ Λιβύης καὶ τῶν πλειστῶν μερῶν τοῦ παντὸς ἐφ᾽ ὅλοις ἔτεσιν χιλίοις που καὶ τριακοσίοις. μεγάλη τε ἦν καὶ ἄμαχος ἡ τούτων δυναστεία, οὐ πρότερόν τε αὕτη πέπαυτο καταλυθεῖσα ἢ ‹πολιορκῆσαι› τὰ Ἱεροσόλυμα καὶ τὸν τοῦ θεοῦ νεὼν ‹ἐμπρῆσαι›, τά τε ἅγια σκεύη καὶ πάντα τὰ ἐν τῷ ἱερῷ ἀναθήματα ἀπαγαγεῖν εἰς Βαβυλῶνα καὶ ἀναθεῖναι τοῖς ἑαυτῶν εἰδώλοις· τούτων γὰρ πραχθέντων οὐκ εἰς μακρὸν Μῆδοι μὲν τὴν Ἀσσυρίων καθαιροῦσιν ἀρχήν.

Περσῶν δὲ πρῶτος βασιλεύει Κῦρος, ὁ καὶ τοῖς αἰχμαλώτοις τῶν Ἰουδαίων ἐλευθερίαν χαρισάμενος, συγχωρήσας τε τοῖς ἐθέλουσιν αὐτῶν ἐπάνοδον ἐπὶ τὴν Ἰουδαίων γῆν ποιήσασθαι καὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν ἀνοικοδομεῖν, ὁ καὶ τὰ ἀναθήματα καὶ τὰ ἱερατικὰ σκεύη τὰ πάλαι ληφθέντα ἀποδοὺς καὶ ἀνατεθῆναι κελεύσας ἐν τῷ κατασκευαζομένῳ ἱερῷ. ἀλλὰ τούτων οὕτως ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀποτελεσθέντων τὸ προφητικὸν πνεῦμα διὰ Ἠσαΐου προλαμβάνον τῶν μελλόντων ἔσεσθαι τὴν πρόγνωσιν θεσπίζει διὰ τῶν μετὰ χεῖρας, τί συμβήσεται τῇ Ἀσσυρίων ἀρχῇ μετὰ τὴν ἔφοδον, ἣν ποιήσονται αἱ προλεχθεῖσαι 〈μέλισσαι〉 ἐκ τῆς αὐτῶν χώρας ἐπιβᾶσαι τῇ Ἰουδαίων γῇ.

διό φησιν· 〈ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος 〈τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμισθωμένῳ〉 τοῦ βασιλέως Ἀσσυρίων〉, ⌜οὐ 〈τὴν κεφαλὴν〉 μόνον τὴν πάλαι κομῶσαν, ὅτε τῆς οἰκουμένης ἐκράτουν Ἀσσύριοι, ἀλλὰ 〈καὶ τὰς τρίχας τῶν ποδῶν〉, δηλαδὴ τὸ ἀνδρεῖον σχῆμα, 〈καὶ τὸν πώγωνα〉, τοῦτ᾽ ἔστιν τὸν κατὰ φύσιν ἀνθρώποις πρέποντα κόσμον. 〈ξυρὸν〉 δὲ 〈μεμισθωμένον〉 ὑπὸ τοῦ κυρίου ὁ προφητικὸς ἀπεκάλεσε λόγος στερρόν τι πολεμίων γένος, δι᾽ οὗ τὸν βασιλέα τῶν Ἀσσυρίων, δηλαδὴ τὴν πᾶσαν αὐτῶν βασιλείαν τε καὶ δυναστείαν 〈ξυρήσειν〉 ἔφη θεόν, ὡς ταπεινὴν αὐτὴν καὶ ἄνανδρον καὶ ἄκοσμον καὶ ἀσχήμονα ἀποδειχθῆναι.⌝ ὃ δὴ καὶ αὐτὸ τέλους τετύχηκεν νεύματι θεοῦ καὶ κρίσει Μήδων ἐπελθόντων καὶ τὴν Ἀσσυρίων καταλυσάντων ἀρχὴν καὶ διαλαβόντων Περσῶν τὴν καθ᾽ ὅλης τῆς Ἀσίας κράτησιν. ⌜Πτωχείαν καὶ πενίαν ὑπερβάλλουσαν αἰνίττεται διὰ τούτων ὁ λόγος, ἀλλὰ καὶ ἔνδειαν καὶ σπάνιν τῆς ἀπὸ σίτου τροφῆς· τὸ γὰρ μὴ βοῶν ἀγέλας, μίαν δὲ μόνην 〈δάμαλιν〉 κεκτῆσθαι ἄνθρωπον, καὶ τὸ μὴ ποίμνια 〈προβάτων, δύο〉 δὲ μόνα 〈πρόβατα τρέφειν〉, τῆς ἐσχάτης ἂν γένοιτο ἀπορίας σύμβολον, ἀλλὰ καὶ 〈τὸ βουτύρῳ〉 τρέφεσθαι καὶ 〈μέλιτι πάντα τὸν καταλειφθέντα ἐπὶ τῆς γῆς〉 λιμὸν ἄρτου παρίστησιν.

ὃ δὴ σαφέστερον ὁ λόγος δηλοῖ συνάπτων ἑξῆς⌝ καὶ λέγων· 〈καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ 〈πᾶς τόπος〉, οὗ ἐὰν ὦσι χίλιοι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν〉, καὶ αὖθις· 〈ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ〉· ⌜οὐκοῦν 〈διὰ τὸ χέρσον εἶναι τὴν γῆν καὶ ἀκάνθαις〉 πλήρη, σῖτον μὲν οὐχ ἕξει· οὐδὲ τραφήσεται τῇ κατὰ φύσιν ἀνθρώποις τροφῇ ὁ 〈περιλειφθείς〉, ἀλλ᾽ οὐδὲ οἴνῳ χρήσεται, 〈γάλακτι〉 δὲ καὶ 〈βουτύρῳ καὶ μέλιτι〉· καὶ τούτοις οὐκ ἀπὸ πλήθους ἀγέλης βοῶν, οὐδὲ ἀπὸ ποιμνίων προβάτων συναγομένοις, ἀλλ᾽ ἐξ εὐτελῶν καὶ οἰκτρῶν ζῴων. ὁ μὲν γάρ τις ἀπὸ μιᾶς 〈δαμάλεως〉, ὁ δὲ ἀπὸ 〈δύο προβάτων〉 ποιήσαιτο ταῦτα.⌝ ... διὰ τούτων τὰ ἐπὶ τῆς Βαβυλωνίων αἰχμαλωσίας συμβεβηκότα κατὰ ἐπανάληψιν θεσπίζειν τὸ τηνικαῦτα γὰρ τὸ παντὸς ἔθνους μετοικισθέντος βραχεῖ ... λελεῖφθαι ἐν τῷ τόπῳ ἡ ἱστορία παρίστησιν λέγουσα· «καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γῆν Βενιαμίν». καὶ μετὰ βραχέα ... «καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ Ἰουδαίᾳ, οὓς κατέλιπεν Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ᾽ αὐτῶν τὸν Γοδολίαν». καὶ ἐπιλέγει· «καὶ ὤμοσεν Γοδολίας τοῖς ἀνδράσιν τοῖς μετ᾽ αὐτοῦ καὶ εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε πάροδον Χαλδαίων. καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν».

τούτων αὐτῶν οἱ μὲν τὸν παρόντα λόγον κατὰ πρόγνωσιν μνήμην ποιεῖσθαι τὸ πτωχὸν καὶ τὸ ἐνδεὲς αὐτῶν αἰνιττόμενον ἐν τῷ λέγειν· 〈βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς〉· ὁ γὰρ 〈καταλειφθεὶς ἐπὶ τῆς γῆς〉 ⌜οὗτος ἦν ὁ μετὰ τοῦ Γοδολίου λαός, ὃν δι᾽ ἀπορίαν τῆς ἀπὸ σίτου τροφῆς ἐκ βραχυτάτων θρεμμάτων 〈γάλακτι καὶ βουτύρῳ〉 τραφήσεσθαι προαγορεύει τῆς χώρας ἁπάσης 〈εἰς χέρσον καὶ ἄκανθαν〉 δι᾽ ἀνδρῶν ἐρημίαν μεταβληθείσης.⌝ μετὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν καὶ τὴν ἐκεῖθεν ἐπάνοδον ἐν ἐσχάτῃ γεγόνασιν πτωχείᾳ θεοῦ Ἰουδαῖοι· ἐκλελοιπότων μὲν αὐτοῖς μετὰ ταῦτα τῶν προφητῶν, μηδενὸς δὲ μνήμης ἀξίου παρ᾽ αὐτοῖς γενομένου μετὰ τὴν τοῦ Ἐζρὰ γραφήν, ἀλλὰ καὶ τῆς βασιλείας αὐτῆς καταλυθείσης, οὐκέτ᾽ οὐδεὶς τοῦ οἴκου Δαυὶδ παρ᾽ αὐτοῖς ἦρξεν, οὐδέ τις ‹ἐν θεῷ πλουτῶν› ἐν αὐτοῖς διέλαμψεν.

ἀλλ᾽ εἰ καὶ γένοιτό φησί τις ἐν αὐτοῖς λογικὸς ἀνὴρ ἀνθρώπου ἄξιος προσηγορίας, καὶ οὗτος σπανίως εὕροι ἂν ἐν αὐτοῖς μίαν 〈δάμαλιν ἢ δύο πρόβατα〉 τῷ πᾶσαν αὐτῷ ἠρημῶσθαι τῆς ψυχῆς τὴν χώραν, ὃς οὐδὲν πλέον ἕξει ἐκ τῶν εἰρημένων θρεμμάτων ὁ δηλωθεὶς ἄνθρωπος κτήσασθαι ἢ τὴν νηπιώδη τροφὴν 〈γάλα καὶ βούτυρον καὶ μέλι〉 ὡς ταῦτα καρποῦσθαι 〈τὸν περιλειφθέντα〉 ἐν αὐτοῖς ἄνθρωπον· πάλιν δὲ καὶ ἐν τούτοις ὁ 〈περιλειφθεὶς〉 αὐτοῖς τίς ἂν εἴη, ἀλλ᾽ εἷς που σπάνιος καὶ ἐκ τῆς τῶν πολλῶν ἀπωλείας διασωθεὶς καὶ τὸν λογικὸν φυλάξας χαρακτῆρα, ὃς καὶ αὐτὸς διὰ τῆς Ἰουδαϊκῆς διδασκαλίας εἴποτε μαθητεύσας ἐν αὐτῇ ἕνα ἢ δεύτερον κτήσοιτο γνώριμον ὥσπερ τινὰ 〈δάμαλιν βοῶν καὶ δύο πρόβατα〉, ἥμερα μὲν καὶ καθαρὰ ζῷα. πλὴν ὅμως καὶ ταῦτα σπανίως εὑρήσει τῷ τοὺς λοιποὺς ἅπαντας λύκους ἢ κύνας ἢ θῆρας ἀγρίους ἢ ἑρπετὰ ἰοβόλα γενήσεσθαι. διὸ μίαν που 〈δάμαλιν ἢ δύο πρόβατα〉 σπανίως εὑρὼν οὗτος ὁ ἐν αὐτοῖς 〈περιλειφθεὶς ἄνθρωπος〉 ταῦτα 〈θρέψει〉, καρπόν τε ἐξ αὐτῶν λήψεται οὐ στερεὸν οὐδὲ πρὸς ἀνδρῶν ἐντελῶν τροφὴν ἐπιτήδειον, γαλακτώδη δέ τινα καὶ νηπίοις κατάλληλον τῷ μὴ δύνασθαι αὐτοὺς παρέχειν τούτων κρείττους διὰ νηπιότητα φρενῶν.

σπανίως δέ που τὴν 〈δάμαλιν καὶ τὰ δύο πρόβατα〉 καὶ οὗτος ἔτρεφεν διὰ τὴν καταλαβοῦσαν τὰς ψυχὰς τοῦ πλήθους αὐτῶν ἐρημίαν, ἣν ὁ λόγος παρίστη φάσκων· 〈ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ〉, καὶ πάλιν· 〈οὗ ἐὰν ὦσιν χίλιοι ἄμπελοι εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν〉. ἃ δὴ πεπόνθασιν διὰ τοὺς πεπολιορκηκότας αὐτῶν τὴν ψυχὴν ἀοράτους πολεμίους, περὶ ὧν ἑξῆς λέλεκται· 〈μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ〉. οὐ μόνον δὲ 〈πᾶσα ἡ γῆ〉 αὐτῶν 〈χέρσος ἔσται καὶ ἄκανθα〉, ἀλλὰ 〈καὶ πᾶν ὄρος〉 τὸ πάλαι 〈ἀροτριώμενον〉, ἐν ᾧ οὐκ ἦν προσδοκῆσαι 〈φόβον〉 διὰ τὸ ὑψηλὸν καὶ μετέωρον τῆς ἐν αὐτῷ χώρας.

καὶ αὐτὸ 〈ἔσται χέρσος〉 ὡς 〈ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης〉 μηδένα μὲν προφέρειν ἀναγκαῖον ἀνθρώποις εἰς βρῶσιν καρπόν, ἄχρηστον δὲ ὕλην 〈εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοὸς〉 ἐπιτηδείαν. ⌜Συντελέσας ὁ λόγος τὰ γενησόμενα ἐν ταῖς καταλεχθείσαις ἡμέραις,⌝ περὶ ὧν ἐλέγετο· «ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν», ⌜ἐπαναλαμβάνει τὴν διάνοιαν τὴν περὶ τῆς γενέσεως τοῦ 〈Ἐμμανουήλ〉, περὶ οὗ τῷ οἴκῳ Δαυὶδ παρεκελεύετο ἀντὶ ἐπῳδῆς τὸ τοῦ 〈Ἐμμανουὴλ〉 ἐπικαλεῖσθαι ὄνομα, θαρσοῦντας καὶ πιστεύοντας δι᾽ αὐτοῦ σωθήσεσθαι ἀπὸ τῶν ἐπικειμένων αὐτοῖς ‹δύο βασιλέων›, ἐπαναλαμβάνει δὲ ἀναγκαίως, ἐπειδὴ γὰρ ἐδίδαξεν τὸν 〈Ἐμμανουὴλ〉 ξένην τινὰ καὶ ἀλλοτρίαν τῆς θνητῆς φύσεως ἕξειν γένεσιν· μὴ ἐξ ἀνδρὸς γὰρ καὶ γυναικός, ἀλλ᾽ ἐξ ἀδιαφθόρου ‹νεάνιδος› καὶ ἐξ ἀπειρογάμου ‹παρθένου› τεχθήσεσθαι, σφόδρα ἀναγκαίως ἐν τούτοις αὐτὸς ὁ κύριος, οὐκέτι τῷ Ἄχαζ οὐδὲ τῷ οἴκῳ Ἰούδα, ἀλλ᾽ αὐτῷ μόνῳ τῷ προφήτῃ τὸ μυστήριον ἀνακαλύπτει τῆς ἀπορρήτου γενέσεως τοῦ 〈Ἐμμανουήλ〉, καί πως «ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν».⌝ ὃ δὴ διασαφῶν αὐτὸς ὁ κύριός φησιν· 〈καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν〉. ⌜ἵνα δὲ ταῦτα μὴ εἰς τὰς πάντων ἀκοὰς τῶν τότε χωρήσῃ, φυλαχθείη δὲ ἐν ἀπορρήτῳ γραφῇ, παρακελεύεται τῷ προφήτῃ 〈λαβεῖν τόμον καινὸν καὶ μέγαν, ἢ τεῦχος ἢ διφθέρωμα ἢ κεφαλίδα〉 κατὰ τοὺς λοιπούς, 〈γράψαι〉 τε 〈ἐν αὐτῷ γραφίδι ἀνθρώπου〉, τοῦτ᾽ ἔστιν τῇ συνήθει καὶ γνωριζομένῃ ἀνθρώποις γραφῇ· εἶναι γὰρ ἄλλην θεοῦ γραφήν, οὐ 〈γραφίδι ἀνθρώπου〉 γραφομένην, ἀλλὰ δυνάμει τοῦ θεοῦ λόγου τοὺς ἀξίους ‹ἀπογραφομένου ἐν βίβλῳ ζώντων›,⌝ νυνὶ δὲ 〈γραφίδι ἀνθρώπου〉 τῷ προφήτῃ προστάττει 〈γράψαι ἐν αὐτῷ〉 ὑπὲρ 〈τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων〉. ⌞αὐτὸς γοῦν ἦν ὁ καὶ πάλαι ‹ἰσχυρὸν› τὸν διάβολον ‹καταδήσας καὶ 〈τὰ σκῦλα〉 αὐτοῦ διαρπάσας›.⌟ διὰ τῆς τοῦ 〈Ἐμμανουὴλ〉 δυνάμεως ἤδη γὰρ πλησίον ἐγγίζειν καὶ παρεῖναι τὸν καιρόν, ἐν ᾧ 〈σκυλευθήσονται〉 οἱ προλεχθέντες ‹δύο βασιλεῖς›, ὅ τε τῆς Δαμασκοῦ καὶ ὁ τῆς Σαμαρείας ἐπιθεμένου αὐτοῖς τοῦ τῶν Ἀσσυρίων βασιλέως διὰ τῆς τοῦ 〈Ἐμμανουὴλ〉 ἀπορρήτου προσηγορίας. 〈ἐγγράψαι〉 δὲ τῷ προφήτῃ κελεύει ἐπὶ τοῦ 〈τόμου τοῦ καινοῦ καὶ μεγάλου〉 τὰ μέλλοντα ῥηθήσεσθαι καὶ τοῦτο πράξαι ἐπὶ 〈μαρτύρων〉 δύο ἀνδρῶν, ἑνὸς μὲν 〈ἱερέως〉, θατέρου δὲ προφήτου.

μέμνηται δὲ 〈τοῦ ἱερέως Οὐρίου〉 ἡ ἱστορία ὡς κατὰ τοὺς χρόνους Ἠσαΐου τοῦ προφήτου ἱερωμένου τῷ θεῷ, μέμνηται δὲ καὶ 〈τοῦ Ζαχαρίου〉 ἐπὶ Ἑζεκίου τοῦ βασιλέως γενομένου· λέγει γοῦν ἡ γραφὴ τῶν Παραλειπομένων· «καὶ ἦν Ἑζεκίας ἐκζητῶν τὸν κύριον ἐν ταῖς ἡμέραις 〈Ζαχαρίου〉 τοῦ συνιέντος ἐν φόβῳ κυρίου». τούτους τοιγαροῦν τοὺς δύο ἄνδρας 〈μάρτυράς μοί〉 φησι 〈ποίησον λαβὼν τὸν καινὸν τόμον〉 καὶ μέλλων 〈εἰς αὐτὸν γράφειν γραφίδι ἀνθρώπου〉, παρόντων δὲ τῶν 〈μαρτύρων〉 τῶν ἐν ἐμοὶ μαρτυρούντων. ἐντεῦθεν ἤδη 〈γράφε〉 ταῦτα τὰ ῥήματα ἐν τῷ λεχθέντι 〈τόμῳ· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν〉. λέγει δὲ ταῦτα ὁ χρηματίζων κύριος· ἐπιμελῶς γὰρ προσεκτέον τῇ λέξει τῆς γραφῆς πάσης· 〈καὶ εἶπεν κύριος πρός με〉 ἐξ αὐτοῦ τε τοῦ προσώπου συναπτούσῃ τό· 〈καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν〉. ἃ δὴ τῷ 〈καινῷ τόμῳ ἐγγράψαι〉 τῷ προφήτῃ ὁ χρηματίζων προσέταττεν, ⌜ἐπειδὴ γὰρ εἴρητο ἀνωτέρῳ τό· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν» καὶ τὰ ἑξῆς, νῦν ἀναγκαίως ἐπὶ τοῦ παρόντος, πῶς ἂν γένοιτο τοῦτο διασαφεῖ λέγων αὐτὸς ὁ κύριος· 〈καὶ προσῆλθον πρὸς τὴν προφῆτιν〉, ἀντὶ τοῦ· αὐτὸς ἐγὼ 〈προσελεύσομαι τῇ προφήτιδι.

προφῆτιν〉 δὲ ὀνομάζει ‹〈τὴν παρθένον〉› διὰ τὸ πνεύματος ἁγίου μετασχεῖν κατὰ τὸν φήσαντα πρὸς αὐτήν· «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι».⌝ ⌞αὕτη τοίνυν ‹ἡ δύναμις τοῦ ὑψίστου› ἡ διὰ τῆς προφητείας λέγουσα· 〈καὶ προσῆλθον πρὸς τὴν προφῆτιν〉, τὰ μέλλοντα ὡς ἤδη γεγονότα διεξέρχεται κατά τινα προφητικὴν συνήθειαν.⌟ ἐγὼ αὐτὸς 〈προσελεύσομαι τῇ προφήτιδι〉, ὦ προφῆτα, καὶ οὕτως 〈ἐν γαστρὶ λαβοῦσα τέξεται υἱόν〉. τοῦτον δὲ αὐτὸν σύ, ὦ προφῆτα, ἐντεῦθεν ἤδη ὀνόμαζε· 〈Ταχέως σκύλευσον, ὀξέως προνόμευσον〉, ἐπεὶ καὶ πρὸ τῆς κατὰ σάρκα αὐτοῦ γενέσεως παντελῆ καθαίρεσιν ἐργάσεται ταῖς δυσὶ βασιλείαις ταύταις ταῖς νῦν ἐπικειμέναις τῷ οἴκῳ Δαυίδ· 〈λήψεται〉 γὰρ 〈δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας〉 σκυλεύσει. καὶ τοῦτο πράξει διὰ τοῦ τῶν Ἀσσυρίων βασιλέως, ταῦτα δὲ ἐπὶ μόνων τῶν δηλωθέντων λέγε τε μαρτύρων καὶ γραφὴν παραδίδου, ὡς ἂν φυλάττοιτο καὶ εἰς τοὺς μετὰ ταῦτα χρόνους, ἐπειδὴ μέλλει καὶ ἡ καινὴ διαθήκη τὰ τῶν προφητευομένων ἀποτελέσματα περιέξειν.

Ἔτι καὶ ταῦτα περὶ τῆς αὐτῆς ὑποθέσεως προφητεύεται, διὸ εἴρηται· 〈καὶ προσέθετο κύριος λαλῆσαί〉 μοι ἔτι· πρὸς γὰρ τοῖς προλεχθεῖσιν ἔτι καὶ ταῦτα τῷ προφήτῃ, ἀλλ᾽ οὐ τῷ παντὶ λαῷ λέγει διδάσκων, ὅτι μὴ ἔπραττεν ὁ λαὸς τὸ κεκελευσμένον· ὁ προσταχθεὶς γὰρ ‹μὴ φοβεῖσθαι› «ἀπὸ τῶν δύο ξύλων τῶν 〈δαλῶν τῶν〉 καπνιζομένων», μηδ᾽ ἀγωνιᾶν ‹τοὺς δύο βασιλεῖς› τοὺς προδηλωθέντας, μόνον δ᾽ ἐπικαλεῖσθαι τὸν 〈Ἐμμανουὴλ〉 πιστεύοντας τῷ τοῦ θεοῦ προστάγματι, τοῦτο πράττειν οὐκ ἐβούλετο, ἠγάπα δὲ μᾶλλον δουλεύειν τοῖς προλεχθεῖσι βασιλεῦσι, καὶ ταῦτα πολεμίοις οὖσιν ἢ πιστεύειν τῷ θεῷ καὶ τὸν 〈Ἐμμανουὴλ〉 ἐπικαλεῖσθαι. διὸ λέλεκται τῷ προφήτῃ· 〈Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ〉. ⌜τί δὲ τοῦτο ἦν 〈τὸ ὕδωρ τοῦ Σιλωάμ〉, ἀλλ᾽ ἢ ὁ ἐπηγγελμένος αὐτοῖς 〈Ἐμμανουήλ〉, «πηγὴ» τυγχάνων «〈ὕδατος〉 ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον», καὶ πηγὴ 〈ὕδατος πορευομένου ἡσυχῇ〉· ἔτι γὰρ τότε λανθανόντως καὶ 〈ἡσύχως συνεπορεύετο〉 τῷ λαῷ, ἀρδεύειν αὐτῷ καὶ ἐπισκοπεῖν βουλόμενος τὰς ψυχάς, καὶ μηδέπω ‹κηρυττόμενος εἰς πάντα τὰ ἔθνη›.

διὸ καὶ κέκληται προσφυῶς 〈ὕδωρ τὸ πορευόμενον ἡσυχῇ〉 καὶ πηγὴ «τοῦ 〈Σιλωάμ〉, ὃ ἑρμηνεύεται ἀπεσταλμένος».⌝ ⌞ὁ δὲ ἐνταῦθα κατηγορούμενος ὑπὸ τοῦ κυρίου λαὸς 〈οὐ βουληθεὶς〉 πιστεῦσαι τῷ προστάγματι καὶ τὸν 〈Ἐμμανουὴλ〉 καλεῖν, ὃς ἦν 〈τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ〉, ἔρημος αὐτοῦ γίνεται.⌟ ⌜Ἐπεὶ τοίνυν ἄπιστοι ὄντες, ἠγάπων μᾶλλον ὑποτάττειν ἑαυτοὺς τῷ βασιλεῖ τῆς Δαμασκοῦ καὶ τῷ βασιλεῖ τῆς Σαμαρείας πολεμίοις οὖσιν ἢ πράττειν τὰ κεκελευσμένα· τούτου χάριν ἀπειλεῖ ὁ λόγος μὴ ἐκείνοις αὐτοὺς ὑποχειρίους ἔσεσθαι, ἀλλὰ 〈τῷ τῶν Ἀσσυρίων βασιλεῖ〉⌝, ὃν καὶ 〈ὕδωρ τοῦ ποταμοῦ ἰσχυρὸν καὶ πολὺ〉 ὀνομάζει, ⌜ὡς πρὸς ἀντιδιαστολὴν 〈τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ πορευομένου ἡσυχῇ,⌝ ⌞τὸ ὕδωρ〉 ἀντέθηκε 〈τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ〉· ἦν δὲ οὗτος ὁ 〈βασιλεὺς τῶν Ἀσσυρίων〉.⌟ διό φησι καὶ τὴν ...... Ἰουδαίαν 〈ἀναβήσεσθαι καὶ περιπατήσειν ἐπὶ πᾶν τεῖχος αὐτῶν καὶ ἀφελεῖν ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι〉, ⌜ὡς μηκέτι 〈κεφαλὴν〉 αὐτοὺς ἔχειν τοῦ λοιποῦ, τοῦτ᾽ ἔστιν ἄρχοντας καὶ βασιλέας.

τοσοῦτον δὲ πλῆθος ἥξειν τῶν πολεμίων θεσπίζει ὡς πᾶν 〈τὸ πλάτος τῆς〉 Ἰουδαϊκῆς 〈χώρας πληρώσειν〉, ὅπερ δι᾽ ἔργων ἐχώρει κατὰ τὴν ἱστορίαν ἐπὶ τῶν Ἰερεμίου τοῦ προφήτου χρόνων, καθ᾽ οὓς ἐπιστὰς Ναβουχοδονόσορ ὁ τῶν Ἀσσυρίων βασιλεὺς τέλος ἐπῆγε τοῖς προηγορευμένοις.⌝ ⌜Καὶ ταῦτα τῆς περὶ τοῦ 〈Ἐμμανουὴλ〉 ἤρτηται ὑποθέσεως· ἄρχεται γοῦν ἀπὸ τοῦ 〈Ἐμμανουήλ〉, ὅπερ ἐστὶ 〈μεθ᾽ ἡμῶν ὁ θεός〉.⌝ ἡ γοῦν Ἑβραϊκὴ λέξις ἀντὶ τοῦ 〈μεθ᾽ ἡμῶν ὁ θεός, Ἐμμανουὴλ〉 περιέχει, ⌜καὶ αὖθις πρὸς τῷ τέλει ἐν τῷ λέγεσθαι· 〈καὶ λόγον ὃν ἂν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ᾽ ἡμῶν ὁ θεός〉, πάλιν 〈Ἐμμανουὴλ〉 εἴρηται. διελέγξας τοίνυν ὁ προφήτης τοὺς δηλωθέντας, ὅτι μὴ ἐβουλήθησαν, ἐπικαλεσάμενοι τὸν 〈Ἐμμανουήλ〉, κρείττους γενέσθαι τῶν πολεμίων, αὐτὸς ἐπικαλεῖται τὸν 〈Ἐμμανουὴλ〉⌝ ἀλλότριον ἑαυτὸν καθιστὰς τῶν προκατηγορηθέντων, οἷς καὶ τὴν ἔφοδον τῶν Ἀσσυρίων ἠπείλησε. τοῖς μὲν οὖν ἀπίστοις τὰ προλεχθέντα ἠπείλησεν, αὐτὸς δὲ ὁ προφήτης ἀνακαλεῖται τὸν 〈Ἐμμανουὴλ〉 ⌜ἐξ ἰδίου προσώπου καὶ τῶν αὐτῷ παραπλησίων λέγων· 〈μεθ᾽ ἡμῶν ὁ θεός〉.⌝ εἶτ᾽ ἐπιστρέφει τὴν διάνοιαν ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ τούτοις ἐπιγνῶναι τὸν 〈Ἐμμανουὴλ〉 παρακελεύεται λέγων· 〈γνῶτε ἔθνη. ⌜τί δὲ γνῶτε ἔθνη〉;

αὐτὸν τὸν 〈Ἐμμανουήλ〉· ὁ γὰρ ἐκ περιτομῆς ‹λαὸς οὔτε ἔγνω αὐτὸν οὔτε συνῆκεν› οὔτε πιστεῦσαι ἐβουλήθη τῇ προφητείᾳ, ἀλλ᾽ οὐδὲ ἡττήθη οὐδὲ ὑπετάγη τῷ προστάγματι. ὑμεῖς δὲ τὰ 〈ἔθνη〉 γνῶσιν ἀναλάβετε τοῦ προφητευομένου καὶ συνέντες αὐτόν, μὴ τολμᾶτε ἀνθίστασθαι, νικᾶσθε δὲ 〈ἡττώμενοι. ἐπακούσατε〉 τοῦ προστάγματος πάντες ὑμεῖς οἱ 〈μέχρι ἐσχάτου τῆς γῆς〉 οἰκοῦντες· οἵ τε ἐν ὑμῖν ἰσχυροὶ καὶ δυνατοί, παραχωρεῖτε τῷ λόγῳ νικώμενοι καὶ 〈ἡττώμενοι〉. καὶ τοῦτο πράξατε προθύμως εἰδότες, ὅτι κἂν μὴ ἐθελήσητε ἄκοντες 〈ἡττηθήσεσθε〉. εἰ δὲ ἀνθιστάμενοι τῇ τοῦ θεοῦ κλήσει μηχανάς τινας καὶ ἐπιβουλὰς τυρεύοιτε κατὰ τοῦ καλοῦντος ὑμᾶς λόγου, μάταια πονοῦντες ἐλεγχθήσεσθε.⌝ πᾶσαν γὰρ ὑμῶν τὴν 〈βουλὴν ἣν ἂν βουλεύσησθε, διασκεδάσει κύριος, καὶ λόγον ὃν ἐὰν λαλήσητε〉 ἀπειλοῦντές τινα πράξειν ἐναντία τῷ 〈Ἐμμανουὴλ οὐ μὴ ἐμμείνῃ ὑμῖν〉. ⌜καὶ ταῦτά φαμεν, ἐπεὶ 〈μεθ᾽ ἡμῶν〉 ἐστιν ὁ 〈Ἐμμανουήλ〉.⌝ ταῦτα μὲν οὖν πρὸς τὰ 〈ἔθνη〉 ἐκ προσώπου τῶν προφητῶν λέλεκται, μεταβαλὼν δὲ πάλιν ὁ λόγος περὶ τῶν μηδέπω βουληθέντων τὸν 〈Ἐμμανουὴλ〉 ἐπικαλέσασθαι τάδε φησίν.

Προσφωνήσας ὁ λόγος τοῖς ἔθνεσιν ἐπιγνῶναι τὸν 〈Ἐμμανουὴλ〉 ⌜μεταβαίνει ἐπὶ τὸν Ἰουδαίων λαόν, ἐλέγχων αὐτὸν ὡς 〈ἀπειθοῦντα τῇ ἰσχυρᾷ χειρί〉· καλούμενοι γὰρ ὑπ᾽ αὐτῆς, δέον ὑπακούειν, οἱ δὲ 〈ἠπείθουν〉 καὶ ἀντέλεγον.⌝ διό φησιν· 〈Οὕτως λέγει κύριος τοῖς ἀπειθοῦσι τῇ ἰσχυρᾷ χειρὶ〉 καὶ τοῖς βαδίζουσιν οὐ τὴν 〈ὁδὸν〉 τὴν εὐθεῖαν καὶ ‹βασιλικὴν› τῷ θεῷ φίλην, ἀλλὰ 〈τὴν πορείαν τῆς ὁδοῦ τοῦ λαοῦ τούτου· ⌜μὴ εἴπητέ〉 φησι 〈σκληρὸν〉 εἶναι τὸν λόγον τὸν περὶ τοῦ ἀποστῆναι δεῖν 〈ἀπὸ τῆς πορείας τοῦ λαοῦ τούτου〉· ὁ γὰρ 〈λαὸς οὗτος σκληρὸν〉 αὐτὸν νομίζει, ὑμεῖς δὲ οἱ ἀποστάντες 〈τῆς πορείας τοῦ λαοῦ τούτου, μὴ λέγετε〉 τοῦτο εἶναι 〈σκληρόν〉. εἰ δὲ ἐπιβουλεύοιεν ὑμῖν ὡς ἀποστάταις οἱ τοῦ λαοῦ τοῦ ἀπίστου, ἀλλ᾽ ὑμεῖς 〈τὸν φόβον αὐτοῦ μὴ φοβηθῆτε〉 μηδὲ 〈ταράττεσθε〉 ὑπ᾽ αὐτῶν ἐλαυνόμενοι καὶ διωκόμενοι, μόνον δὲ 〈τὸν κύριον τῶν δυνάμεων ἁγιάζοντες〉 ἐπιγράφεσθε ἑαυτῶν 〈φόβον〉· «ἀρχὴ γὰρ σοφίας 〈φόβος〉 κυρίου». καὶ διὰ τούτου πᾶς ὁ ἐξ ἀνθρώπων ἀπελαύνεται 〈φόβος.⌝ Ὁ Σύμμαχος τοῦτον ἐξέδωκεν τὸν τρόπον· 〈τάδε〉 φησὶ 〈εἶπε κύριος πρός με ὡς ἐν κράτει τῆς χειρὸς καὶ ἀπέστησέ με μὴ πορεύεσθαι τῇ ὁδῷ τοῦ λαοῦ τούτου λέγων· οὐκ ἐρεῖτε ἄνταρσις εἰς πᾶν ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος ἄνταρσις〉.

ὃ δὲ λέγει τοιοῦτόν ἐστι 〈τῇ ἑαυτοῦ χειρὶ ὁ κύριος〉 ἐπιλαβόμενος 〈ἀπέστησε〉 καὶ ἀφώρισε τὸν ἑαυτοῦ προφήτην, ἐμὲ τοῦ μὴ τὴν αὐτὴν 〈ὁδὸν〉 βαδίζειν τῷ ἀπίστῳ 〈τούτῳ λαῷ〉 τῷ μὴ βουληθέντι τὸν 〈Ἐμμανουὴλ〉 ἐπικαλέσασθαι. 〈ἀπέστησε δέ με λέγων· οὐκ ἐρεῖτε ἄνταρσις〉· οὗτοι μὲν γὰρ οἱ τὸν 〈Ἐμμανουὴλ〉 ἐπικαλέσασθαι παραιτησάμενοι 〈ἄνταρσιν〉 ἡγοῦνται τὴν ὑμετέραν ἐξ αὐτῶν ἀναχώρησιν, ὑμεῖς δὲ 〈οὐκ ἐρεῖτε〉 τοῦτο.

Εἰ δὲ μόνον αὐτὸν ἔχοις σεαυτοῦ 〈φόβον〉, εἴης τε 〈πεποιθὼς ἐπ᾽ αὐτῷ〉, θάρσει, εὖ εἰδώς, ὅτι 〈ἔσται σοι εἰς ἁγίασμα〉, ⌜ὡς μηκέτι δεῖσθαι τοῦ σωματικοῦ 〈ἁγιάσματος. ἁγίασμα〉 δὲ ἐκαλεῖτο παρ᾽ Ἑβραίοις ὁ πάλαι συνεστὼς παρ᾽ αὐτοῖς νεὼς καὶ τούτου τὰ ἐνδοτάτω. ἔσται τοίνυν σοι τῷ ἐλαυνομένῳ μὲν ὑπ᾽ ἐκείνων, 〈πεποιθότι〉 δὲ ἐπὶ τὸν κύριον 〈ἁγίασμα〉, οὐχ ὁ σωματικὸς ναός, ἀλλ᾽ αὐτὸς ὁ κύριος ἁγιάζων σε, 〈ἐὰν πεποιθὼς ᾖς ἐπ᾽ αὐτόν〉. διὸ μηδὲν φοβούμενος τὸν λαὸν τοῦτον, ἀναχώρει αὐτοῦ, πίστευε δὲ καὶ θάρσει τῷ σῷ 〈φόβῳ〉· ἕξεις γὰρ αὐτὸν 〈ἁγίασμα〉⌝, οὐχὶ δὲ 〈ὡς λίθῳ προσκόμματος〉 προσκόψεις ἐν αὐτῷ οὐδὲ 〈συναντήσεις αὐτῷ ὡς πέτρας πτώματι〉· τοιοῦτος γὰρ ἔσται 〈τῷ οἴκῳ Ἰακὼβ〉 διὰ τὴν ἀπιστίαν αὐτῶν· ὡς γὰρ 〈ἐν παγίδι καὶ ἐν κοιλάσματι〉 οἰκοῦντες οἱ 〈ἐν Ἰερουσαλὴμ〉 ⌜διὰ τὸ ‹ἀπειθεῖν› «τῇ ἰσχυρᾷ χειρὶ» τοῦ κυρίου ἔσχον αὐτὸν 〈λίθον προσκόμματος〉 καὶ 〈πέτραν πτώσεως〉, μὴ ὄντα τῇ φύσει τοιοῦτον· τοῖς γὰρ πιστεύουσιν εἰς αὐτὸν 〈ἁγίασμα〉 τυγχάνει.⌝ ⌞ὁρᾷς ὅπως αὐτὸν τὸν κύριον 〈λίθον προσκόμματος〉 καὶ 〈πέτραν σκανδάλου〉 ὀνομάζει. καὶ τοιοῦτον μὲν ἔσεσθαι αὐτόν φησι 〈τοῖς καθημένοις ἐν Ἰερουσαλὴμ καὶ τοῖς δυσὶν οἴκοις Ἰσραήλ〉, τοῖς δὲ εἰς αὐτὸν πεπιστευκόσιν 〈ἁγίασμα〉 ἔσεσθαι διδάσκει.

πῶς οὖν ἐγένετο 〈λίθος προσκόμματος〉 καὶ 〈πέτρα σκανδάλου〉 τοῖς εἰρημένοις ὁ 〈Ἐμμανουὴλ〉 〈ἢ〉 διὰ τῆς ἐκ παρθένου κυήσεως; ὅθεν καὶ ὁ θεῖος Ἀπόστολος ταῦτα διδάσκων ἔλεγεν· «Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία». 〈δύο〉 δὲ ἦσαν 〈οἶκοι Ἰσραήλ〉· εἷς μὲν ὁ τῶν ἐν αὐτοῖς ἀρχόντων, θάτερος δὲ ὁ τῶν ἀρχομένων. τούτοις δὲ 〈τοῖς δυσὶν οἴκοις〉, δηλαδὴ ἀθρόως τῷ ὅλῳ ἔθνει ἄρχουσί τε καὶ ἀρχομένοις, τὸν κύριον αὐτὸν 〈εἰς παγίδα καὶ εἰς σκάνδαλον〉 ἔσεσθαί φησιν.⌟ Ἀντὶ τοῦ· 〈Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν〉, ὁ Σύμμαχος ἡρμήνευσεν οὕτως· 〈δῆσον μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διδάγμασί μου〉, ὁ δὲ Θεοδοτίων· 〈δῆσον τὸ μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διδακτοῖς μου〉, καὶ ὁ Ἀκύλας ὁμοίως· 〈δῆσον τὸ μαρτύριον, σφράγισαι νόμον ἐν τοῖς διδακτοῖς μου〉. λέγει δὲ ταῦτα ὁ κύριος μετὰ τὰ προειρημένα ‹περὶ τῶν δύο οἴκων τοῦ Ἰσραὴλ καὶ περὶ τῶν κατοικούντων ἐν Ἰερουσαλήμ›, ἐπειδὰν ἐκείνοις φησὶ τὰ προλεχθέντα συμβῇ.

τότε 〈δῆσον τὸ μαρτύριον, σφράγισον τὸν νόμον ἐν τοῖς διδακτοῖς μου〉· οὐκέτι γὰρ ἔσται χρεία τοῦ Μωσέως νόμου οὐδὲ τῶν παρ᾽ αὐτῷ μαρτυρίων διὰ τὸ καινὴν λοιπὸν διδασκαλίαν διὰ τῆς καινῆς διαθήκης παραδιδόναι 〈τοῖς διδακτοῖς〉 αὐτοῦ, δηλαδὴ πᾶσι τοῖς ἐξ ἐθνῶν ἐπὶ τὴν αὐτοῦ διδαχὴν κεκλημένοις, οἵτινες 〈φανεροὶ τότε ἔσονται σφραγίζοντες τὸν νόμον τοῦ μὴ μαθεῖν αὐτόν〉· ⌜οἱ γὰρ τὸ εὐαγγέλιον παραδεξάμενοι καὶ ζῆν δεδιδαγμένοι κατὰ τὴν καινὴν διαθήκην, ὥσπερ σφραγῖδας ἐπιθέντες τῷ νόμῳ, ἀποτίθενται αὐτὸν ἅτε οὐκέτ᾽ ὄντα χρήσιμον διὰ τὴν τοῦ κρείττονος παράθεσιν· οἱ αὐτοὶ δὲ τὴν διὰ Ἰησοῦ Χριστοῦ περιμένοντες χάριν 〈ἐροῦσι Περιμενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ⌝ καὶ πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ〉. διὸ καὶ 〈ἁγίασμα〉 αὐτῶν γίγνεται, καθ᾽ ἣν πεποίηται ἐπαγγελίαν φήσας· «〈κἂν ἐπ᾽ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα〉».

κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ ἐροῦσι Προσδοκήσω τὸν κύριον τὸν κρύβοντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ καὶ ἀναμενῶ αὐτόν〉· τίνες δὲ ταῦτα 〈ἐροῦσι〉, διδάξει ἐπιφέρων· 〈ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός〉. ⌜τὰ μὲν οὖν Ἰουδαϊκὰ 〈παιδία〉 σωματικὰ ἦν ἐξ ἀνδρὸς καὶ γυναικός, τὰ δὲ αὐτοῦ τοῦ ταῦτα χρηματίζοντος κυρίου «οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν», τοῦ πατρὸς τοιαῦτα αὐτῷ δεδωρημένου τέκνα, ἃ μηκέτι τῷ διὰ Μωσέως προσέχοντα νόμῳ 〈περιμένει τὸν κύριον καὶ εἰς αὐτὸν πέποιθεν〉. οὐ μόνον δὲ 〈τὰ παιδία〉 ταῦτά φησιν 〈ἐκ θεοῦ μοι〉 παραδόξως 〈δέδοται〉, ἀλλὰ καὶ ἄλλα πλεῖστα 〈σημεῖα καὶ τέρατα〉, ἃ γενήσεται 〈ἐν τῷ οἴκῳ Ἰσραὴλ〉 κατὰ τοὺς προφητευομένους χρόνους.⌝ κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· 〈ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μου ἅ μοι δέδωκε κύριος εἰς σημεῖα καὶ εἰς τέρατα ἐν Ἰσραήλ〉· ταῦτα γάρ φησι 〈τὰ παιδία, ἃ δέδωκέ μοι ὁ θεὸς〉 εἰς τὸ δι᾽ αὐτῶν ποιεῖν 〈σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραήλ〉. ἐπληροῦτο δὲ καὶ ταῦτα ὅτε ὁ σωτὴρ τοῖς αὐτοῦ 〈παιδίοις〉, μαθηταῖς δηλαδὴ καὶ ἀποστόλοις, «ἐδίδου ἐξουσίαν τοῦ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν», παρῄνει τε αὐτοῖς ‹πορεύεσθαι› «πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακὼβ» μετὰ τοῦ ποιεῖν 〈σημεῖα καὶ τέρατα〉. διὸ ἐπήγαγεν· «ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε».

ταῦτα δὲ πάντα ἐγίγνετο 〈παρὰ κυρίου σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών〉.

δεδήλωται δὲ διὰ τῶν ἔμπροσθεν, τίς ἦν οὗτος καὶ ὁποῖον τὸ κατοικητήριον αὐτοῦ τὸ 〈ἐν τῷ ὄρει〉 ‹τῷ ἐπουρανίῳ›, περὶ οὗ φησιν ὁ Ἀπόστολος· «προσεληλύθατε 〈Σιὼν ὄρει〉 καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ». ⌜Προειπὼν ὁ λόγος τὰ περὶ τῶν παιδίων τοῦ Χριστοῦ, λέγω δὲ τῶν ἀποστόλων καὶ τῶν μαθητῶν αὐτοῦ, περί τε τῶν 〈σημείων〉 καὶ τῶν 〈τεράτων〉 τῶν ἐπιτελεσθέντων δι᾽ αὐτῶν· δι᾽ ὧν καὶ ἡ κλῆσις γεγένηται τῶν ἐθνῶν, ἀκολούθως τὸν νέον καὶ καινὸν λαὸν τὸν ἐξ ἐθνῶν διὰ Χριστοῦ συστάντα διδάσκει τὰ προκείμενα, ὡς πρὸς αὐτοὺς λέγων· ἀκούσατε ταῦτα οἱ ἐμοὶ διδακτοί, οἱ τῆς τῶν ἐθνῶν πολυθέου πλάνης μεταθέμενοι· εἴ τινες τῶν πάλαι γνωρίμων ὑμῖν καὶ συνήθων, ἢ πατέρες ἢ συγγενεῖς παρακαλοῖεν ὑμᾶς ἐπανιέναι ἐπὶ τὴν προτέραν πλάνην, θαυμάζειν τε τὰς ἀπὸ δαιμόνων παρ᾽ αὐτοῖς ἐπιτελουμένας μαντείας καὶ χρησμοὺς καὶ τὰ τοιαῦτα· μὴ πείθεσθε τῇ τούτων συμβουλῇ μηδὲ θαυμάζετε δαίμονας 〈ἀπὸ κοιλίας〉 ἀνθρώπων 〈φωνοῦντας〉 τοὺς ὀνομαζομένους πύθωνας μηδὲ τοὺς ἀπὸ τῆς γῆς κατά τινας γοητικὰς τέχνας ἀνιέναι νομιζομένους, τὸν δὲ ἑαυτῶν κύριον μόνον περιέπετε· εἰ γὰρ ἕκαστον 〈ἔθνος〉 καίτοι πεπλανημένως ὅμως δ᾽ οὖν τοῦ ἰδίου 〈θεοῦ〉 περιέχεται, τοὺς τὴν ἀπλανῆ γνῶσιν ἀνειληφότας, τί χρὴ πράττειν ἢ τὸν ἑαυτῶν θεὸν 〈ἐπιζητεῖν〉 καὶ μὴ 〈τοὺς νεκροὺς〉 πολυπραγμονεῖν μηδ᾽ ἐρωτᾶν περὶ πραγμάτων 〈ζώντων〉 τοὺς πάσης ζωῆς ἐστερημένους;

μωρὸν γὰρ καὶ ἠλίθιον τοῦτό γε.

Ἔχοντες οὖν τὸν τοῦ θεοῦ λόγον καὶ τὸν 〈νόμον〉 τὸν εὐαγγελικόν, εἰς βοήθειαν〉 ὑμῖν 〈δεδομένον〉, ἐξ αὐτοῦ μανθάνετε περὶ ὧν ἂν θέλοιτε καὶ τούτῳ στοιχεῖτε, ἐπεὶ μήποτε οἷόν τέ 〈ἐστιν〉 αὐτὸν 〈δώροις〉 ἐκστῆναι τοῦ ἀληθοῦς·⌝ οὐ γὰρ πέφυκε παρατρέπεσθαι χρήμασιν ὁ τοῦ θεοῦ 〈νόμος〉, ὁποῖα φιλεῖ γίνεσθαι ἐν ταῖς τῶν δεισιδαιμόνων μαντείαις πολλὰ τῶν παρ᾽ αὐτοῖς γοήτων τεχναζομένων καὶ πιπρασκόντων πολλάκις οὓς ἀναπλάττουσι χρησμοὺς πρὸς ἀπάτην τῶν χρωμένων, ἀλλ᾽ οὐχὶ καὶ ὁ τοῦ θεοῦ 〈νόμος〉 τοιοῦτος, ἀληθὴς δὲ ὢν αὐτὸς ‹ὑμᾶς διδάξει τὴν περὶ πάντων ἀλήθειαν›. 〈εἰ δὲ τῷ νόμῳ〉 τοῦ θεοῦ μὴ προσέχοιτε, 〈ἥξει ἐφ᾽ ὑμᾶς σκληρὰ λιμός, καὶ ἔσται, ὡς ἂν πεινάσητε, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ ἀπορία στενή, θλῖψις καὶ στενοχωρία καὶ σκότος, ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ〉. πρὸς τοὺς μὴ βουλομένους ἐξερευνᾶν τὸν τοῦ θεοῦ 〈νόμον〉 καὶ αὐτῷ στοιχεῖν καὶ μόνον αὐτὸν περιέπειν ταῦτα λέλεκται· ἅπαξ μὲν γάρ φησιν· ἀκηκόατε ὅτι 〈νόμον εἰς βοήθειαν δέδωκεν, νόμον〉 ἀδέκαστον καὶ ἀδωροδόκητον, ᾧ δεῖ στοιχοῦντας πᾶσαν ἀποστρέφεσθαι δαιμονικῆς ἐνεργείας πλάνην καὶ μηθ᾽ ὑπὸ χρησμῶν μηθ᾽ ὑπὸ μαντειῶν ἀπατᾶσθαι· ἔστι γὰρ ὑμῖν ἀντὶ πάντων αὐτάρκης ὁ τοῦ θεοῦ 〈νόμος〉.

εἰ δέ τις ἐκπέσοι τούτου, παραδοθήσεται 〈λιμῷ〉, ‹οὐ 〈λιμῷ〉 ἄρτου οὐδὲ δίψει ὕδατος, ἀλλὰ 〈λιμῷ〉 τοῦ ἀκοῦσαι λόγον κυρίου›· ⌞εἰ γὰρ παραβάτης γένοιτο τοῦ θείου 〈νόμου〉 καὶ ἀποστάτης αὐτοῦ σκανδαλισθεὶς ὑπὸ τῶν τοὺς χρησμοὺς καὶ τὰς μαντείας τὰς δαιμονικὰς προϊσχομένων, 〈λιμὸς〉 τροφῶν λογικῶν τοῦτον διαδέξεται καὶ ἔκστασις καὶ παροξυσμὸς⌟ ⌜ὡς καὶ εἰς βλασφήμους ἐκπεσεῖν λογισμούς, 〈καταρώμενον〉 τὸν πάλαι 〈βασιλέα ἑαυτοῦ〉, ὃν καὶ 〈θεὸν ἑαυτοῦ〉 ὠνόμαζεν.⌝ κατὰ δὲ τοὺς Ἑβδομήκοντα οἱ τῷ λεχθέντι 〈λιμῷ〉 παραδοθέντες, ἅτε μὴ τρεφόμενοι τὴν ψυχὴν τῇ ζωοποιῷ τοῦ 〈νόμου〉 τροφῇ, 〈λυπηθήσονται καὶ κακῶς ἐροῦσι τὸν ἄρχοντα καὶ τὰ πάτρια〉, ὡς μηδὲν σεμνὸν περιεχόντων τῶν πατριῶν, δηλαδὴ τῶν ἐκκλησιαστικῶν θεσμῶν τῶν πατρόθεν ἡμῖν παραδοθέντων, 〈κακῶς ἐροῦσιν〉 αὐτά τε καὶ 〈τὸν ἄρχοντα〉 βλασφημοῦντες τὸν καθηγούμενον τῶν θεοπνεύστων ἀναγνωσμάτων, λόγον αὐτόν τε τὸν Χριστὸν τοῦ θεοῦ 〈τὸν ἄρχοντα〉 τοῦ εὐαγγελικοῦ 〈νόμου〉. διὸ τὴν ψυχὴν 〈σκότῳ〉 περιβληθήσονται, ἅτε δὴ ἀποστάται γενόμενοι τοῦ θείου 〈νόμου〉 καὶ ταῖς ἔξωθεν ἀπάταις ἐκδοθέντες. καὶ 〈θλίψει〉 δὲ καὶ 〈ἀπορίᾳ〉 συσχεθήσονται, ὡς 〈ἀναβλέψαντας ἄνω〉 πάντας 〈εἰς οὐρανὸν καὶ κάτω εἰς γῆν〉 ἀτενίζοντας μηκέτι φῶς ὁρᾶν, μόνην δὲ 〈θλῖψιν καὶ στενοχωρίαν〉.

τὸ δέ· 〈οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ〉, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· 〈ἔκλυσις καὶ στενοχωρία καὶ σκότος καὶ ἐξωσμός· οὐ γὰρ ἔκλυσις, ᾧ οὐκ ἔστι θλῖψις〉. ταῦτα δέ φησιν ἔσεσθαι περὶ τοὺς τὸν θεῖον ἀπολιπόντας 〈νόμον〉, ἀπορρεύσαντας δὲ μετὰ τὴν πρώτην χάριν καὶ πάλιν ὑποσυρέντας τῇ τῶν πολυθέων ἐθνῶν πλάνῃ.

Τὴν προκειμένην περικοπὴν τῆς προφητείας ἠρτῆσθαι φήσομεν τῶν περὶ τοῦ Ἐμμανουὴλ λόγων, ἀλλ᾽ ἐν μὲν τοῖς ἔμπροσθεν περὶ τῶν ἀπιστησάντων αὐτῷ διεξῄει τὰ προλεχθέντα, ἐν δὲ τοῖς μετὰ χεῖρα σφόδρα ἀκολούθως περὶ τῶν παραδεξαμένων αὐτὸν τὰ προκείμενα λέλεκται. τίνες δὲ ἦσαν οἱ πρῶτοι τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένοι, μαθεῖν ἐστιν ἀπὸ τῆς εὐαγγελικῆς γραφῆς, ἐν ᾗ λέλεκται ταῦτα· «ἀκούσας δὲ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καφερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. ἀπὸ τότε ὁ Ἰησοῦς ἤρξατο κηρύσσειν καὶ λέγειν· ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν». τὸ μὲν οὖν ἱερὸν εὐαγγέλιον τὰς ἀποβάσεις τῶν πρ ...... ἱστορεῖ, ἡ δὲ προφητεία τὰ μέλλοντα γενήσεσθαι θεσπίζει· ⌜〈πρῶτον〉 γοῦν τοῖς ἐπὶ τῆς 〈Γαλιλαίας〉 εὐαγγελίζεται· ἔδει γὰρ μηδὲ τὴν χώραν ἀποσιωπῆσαι, καθ᾽ ἣν τὰς διατριβὰς ποιεῖσθαι ἤμελλεν ἀνθρώποις φανεὶς ὁ Ἐμμανουήλ.

ἡ δὲ χώρα ἦν 〈Γαλιλαία〉,⌝ ᾗ ποτὸν σωτήριον εὐαγγελίζεται τὸ λόγιον φάσκον· 〈Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ〉. δύο δέ εἰσιν αὗται φυλαί, ἡ τοῦ 〈Ζαβουλὼν〉 καὶ ἡ τοῦ 〈Νεφθαλείμ〉, τὴν 〈Γαλιλαίαν〉 κληρωσάμεναι ἐν τῇ διανεμήσει τῆς γῆς τῆς ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ γενομένης. ἀλλ᾽ ἐπεὶ συνέβαινεν ἐν τῇ χώρᾳ ταύτῃ καὶ Ἕλληνας οἰκεῖν μεταξὺ τῶν δύο φυλῶν, οὐ γὰρ μόνον Ἰουδαῖοι, ἤδη δὲ καὶ ἀλλογενεῖς κατῴκουν τὴν χώραν, ἀναγκαίως καὶ τούτων ὁ λόγος μέμνηται φήσας· 〈καὶ οἱ λοιποὶ οἱ τὴν παράλιον καὶ πέραν τοῦ Ἰορδάνου〉. σφόδρα δὲ ἀκριβῶς οὔσης καὶ ἑτέρας 〈Γαλιλαίας〉 ἐπάγει λέγων· 〈οἱ τὴν παράλιον καὶ πέραν τοῦ Ἰορδάνου. παράλιον〉 δὲ λέγει πᾶσαν τὴν ἀμφὶ τὴν Γενησαρὲτ λίμνην χώραν, ἧς μέμνηται τὸ Εὐαγγέλιον ὡς ‹〈θαλάσσης〉›, λέγει δ᾽ οὖν· «παράγων δὲ ὁ Ἰησοῦς παρὰ τὴν 〈θάλασσαν〉 τῆς 〈Γαλιλαίας〉 εἶδεν δύο ἀδελφούς». ἐντεῦθέν τε καὶ οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν ὡρμῶντο. ἥ τε Καφερναοὺμ καὶ ἡ Βηθσαϊδὰ καὶ ἡ Χωραζὶ καὶ αἱ λοιπαὶ κῶμαι, ὧν μέμνηται ἡ εὐαγγελικὴ γραφὴ περὶ τὴν λίμνην τῆς Τιβεριάδος εἰσέτι καὶ νῦν δείκνυνται. ⌜ἀλλὰ καὶ 〈πέραν τοῦ Ἰορδάνου〉 τυγχάνει ἡ 〈Γαλιλαία〉 αὕτη, ἐν ᾗ τὰς πλείστας ἐποιήσατο διατριβὰς ὁ Χριστὸς τοῦ θεοῦ· διὸ ποτὸν σωτήριον καὶ 〈φῶς μέγα〉 τοῖς ἐν αὐτῇ εὐαγγελίζεται 〈πρώτοις〉.

τοῦ δὲ ζωοποιοῦ τούτου ποτοῦ εἰκόνα παρεῖχεν ὁ σωτὴρ αἰσθητῶς, ὁπηνίκα ‹γάμου› συντελουμένου «ἐν Κανὰ τῆς 〈Γαλιλαίας» πρῶτον〉 παράδοξον εἰργάσατο, τὴν ἐξ ὕδατος εἰς οἶνον μεταβολήν.⌝ διὸ ἐπεσημήνατο λέγων ὁ Εὐαγγελιστής· «ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς 〈Γαλιλαίας〉». αὐτὰ δὴ οὖν ταῦτα σημαίνουσα ἡ προφητεία φησί· 〈Τοῦτο πρῶτον πίε, ταχὺ ποίει〉.

Βούλεται γὰρ δι᾽ ἔργων τὸν καρπὸν τοῦ λογικοῦ πόματος ἀποδιδόναι τοὺς καταξιωθέντας τοῦ μεγάλου φωτὸς τῆς σωτηρίου θεοφανείας. διό φησιν· ὁ 〈λαὸς οἱ καθήμενοι ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ σκιᾶς θανάτου, φῶς λάμψει ἐφ᾽ ὑμᾶς〉. ⌞τίνες δὲ ἦσαν οἱ 〈ἐν σκότῳ καὶ σκιᾷ θανάτου ἢ οἱ〉 ‹ἐν ἀγνωσίᾳ τοῦ θεοῦ› τὸ πρὶν κατισχυμένοι καὶ τῷ 〈θανάτῳ〉 τῆς ψυχῆς δεδουλωμένοι;⌟ ⌜〈ἐν σκότῳ〉 δὲ ἐτύγχανον οἱ πρὸ τῆς ἐπιλάμψεως τοῦ Χριστοῦ ἐν ἀγνωσίᾳ ὄντες ‹τοῦ 〈φωτὸς〉 τοῦ ἀληθινοῦ›, καὶ 〈ἐν σκιᾷ δὲ θανάτου〉 ἦσαν ‹οἱ τὰ πρὸς θάνατον ἁμαρτάνοντες› κατὰ τό· «ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται». ἀλλ᾽ ἕως μὲν ἐν τῷ παρόντι βίῳ τυγχάνει ‹ὁ πρὸς θάνατον ἁμαρτάνων›, οὐχ οὕτω πάντη καταπέποται ὑπὸ τοῦ θανάτου, ὡς μὴ δύνασθαι μεταβαλόντα σωθῆναι, ἀλλ᾽ οὐδὲ ἀπήλλακται αὐτοῦ παντελῶς, διὸ λέγεται εἶναι 〈ἐν σκιᾷ θανάτου〉. πλὴν ἐπιλάμψας τούτοις πρώτοις τὴν χάριν 〈τοῦ μεγάλου φωτὸς〉 ἐδωρήσατο ὁ διὰ τῶν προκειμένων θεσπιζόμενος.

Ἐν ταύτῃ δὲ τῇ 〈χώρᾳ〉 πρώτῃ 〈πλεῖστον λαὸν〉 ἐκτήσατο, ὡς καὶ τὸν ἀποστολικὸν χορὸν ἐξ αὐτῶν ἐκλέξασθαι.⌝ διὸ ἑξῆς εἴρηται· 〈τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου〉. ἀντὶ δὲ τοῦ· ὃ 〈κατήγαγες, ἐμεγάλυνας〉 ἡρμήνευσαν οἱ λοιποί. εἰ μὲν οὖν ἦσαν πάντες οἱ τὴν Γαλιλαίαν οἰκοῦντες εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες, πάντων ἂν ἐμνημόνευσεν ὁ παρὼν λόγος, νυνὶ δὲ ἐπειδὴ ⌜〈πλεῖστοι〉 μὲν ἐπίστευσαν, πλείους δὲ τῇ ἀπιστίᾳ ἐναπέμειναν, εἰκότως 〈τὸ πλεῖστον τοῦ λαοῦ〉 λέλεκται τῆς σωτηρίου μετειληφέναι 〈εὐφροσύνης〉.⌝ Σημαίνει διὰ τούτων ὡς πρὸς τὴν πρόχειρον λέξιν τὴν ἐν τῷ εὐαγγελίῳ τοῦ σωτῆρος ἡμῶν πρᾶξιν, ἐν ᾗ ποτὲ μὲν ἀπὸ ‹πέντε ἄρτων› πλῆθος ἀνδρῶν ὡς ‹πεντακισχιλίων› ἐθρέψατο ἐν τῇ δηλουμένῃ χώρᾳ, ποτὲ δὲ ἐξ ‹ἑπτὰ τετρακισχιλίους ἄνδρας χωρὶς παιδίων καὶ γυναικῶν›. διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· 〈εὐφροσύνην εὐφρανθήσονται ἐνώπιόν σου ὡς εὐφροσύνην ἐν θερισμῷ〉· οὕτω γοῦν οἱ 〈ἐν θερισμῷ〉 τρεφόμενοι ἠθροισμένως καὶ κατὰ τὸ αὐτὸ συμποσιάζειν εἰώθασιν.

καὶ κατὰ διάνοιαν δὲ οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν καὶ οἱ τούτων διάδοχοι, οἵ τε εἰς δεῦρο τῶν ἐκκλησιῶν αὐτοῦ προεστῶτες τῆς ἐνθέου 〈εὐφροσύνης〉 μετελάμβανον ἐνώπιον τοῦ σωτῆρος αὐτῶν δίκην ἀμώντων ἐργαζόμενοι· ἐπείπερ ‹ἐργάται› ἦσαν τοῦ 〈θερισμοῦ〉 τῶν ἐθνῶν,⌝ ὡς ἐδήλου λέγων αὐτός· «ὁ μὲν 〈θερισμὸς〉 πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ 〈θερισμοῦ〉 ὅπως ἐκβάλλῃ ἐργάτας εἰς τὸν 〈θερισμὸν〉 αὐτοῦ». «ὀλίγοι» γὰρ ὡς ἀληθῶς οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι καὶ οἱ τῶν ἐκκλησιῶν αὐτοῦ, ὃν δὴ τρόπον καθηγούμενοι ὡς πρὸς μέγαν καὶ πολὺν τῶν ἐθνῶν 〈θερισμόν〉. οἱ δὲ αὐτοὶ οὗτοι τῆς πολυθέου καὶ δαιμονικῆς πλάνης τὰ σκῦλα εἰς ἑαυτοὺς διῃροῦντο, ἅπερ αὐτοῖς εἰς προνομὴν δέδωκεν αὐτὸς ὁ σωτήρ. διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ὠνόμαζεν τό· «Ταχέως σκύλευσον, ὀξέως προνόμευσον»· τὴν γὰρ πλάνην τῆς εἰδωλολατρίας καθελὼν τὸ τηνικαῦτα τὰς πάλαι ‹σκυλευθείσας› ὑπ᾽ αὐτοῦ τῶν ἀνθρώπων ψυχὰς ἐλευθέρας καταστησάμενος τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, τοῖς τε τούτων διαδόχοις διένειμεν εἰς τὸ προνοεῖν αὐτῶν καὶ θεραπεύειν.

οἱ δὲ ὑποδεξάμενοι δίκην 〈τῶν εὐφραινομένων ἐν ἀμήτῳ καὶ ὃν τρόπον διαιρούμενοι〉 δίκην 〈τῶν εὐφραινομένων ἐν σκύλοις〉 ἔχαιρον ⌜ἐμπιπλάμενοι εὐφροσύνης ἐπὶ τῷ πλήθει τῶν καθ᾽ ἑκάστην ἐκκλησίαν ληΐων.⌝ 〈Καὶ διότι ἀφῄρηται ὁ ζυγὸς〉 ⌜ὁ πάλαι τοῖς σκύλοις 〈ἐπικείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου〉 τῶν αὐτῶν σκύλων· 〈ζυγὸς〉 γὰρ ἦν βαρὺς ταῖς τῷ διαβόλῳ δεδουλωμέναις ψυχαῖς 〈ἐπικείμενος καὶ ἡ ῥάβδος〉 θανατικὴ 〈τὸν τράχηλον αὐτῶν〉 κάμπτουσα καὶ κάτω νεύειν ποιοῦσα, ὧν 〈ἀφῃρημένων〉 εἰκότως ἔχαιρον 〈οἱ διαιρούμενοι〉 τὰ 〈σκῦλα〉 ταῦτα.⌝ πῶς δὲ ὁ 〈ζυγὸς ἤρθη ἐξ αὐτῶν καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν κειμένη〉, διασαφεῖ λέγων ἑξῆς· 〈τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν〉.

ἀντὶ δὲ τοῦ· 〈τῶν ἀπαιτούντων〉, ὁ μὲν Ἀκύλας οὕτως ἡρμήνευσεν εἰπών· 〈τὸν ζυγὸν βαστάγματος αὐτοῦ καὶ τὴν ῥάβδον ὤμου αὐτοῦ, σκῆπτρον τοῦ πράσσοντος〉, ὁ δὲ Σύμμαχος· 〈ζυγός〉 φησι 〈τοῦ βαστάγματος αὐτοῦ καὶ ἡ ῥάβδος τοῦ ὤμου αὐτοῦ, ῥάβδος τοῦ ἀπαιτοῦντος ἡττήθη〉, καὶ ὁ ⌜Θεοδοτίων ὁμοίως 〈τοῦ ἀπαιτοῦντος〉 ἡρμήνευσεν, ἑνικῶς 〈τὸν ἀπαιτοῦντα〉 καὶ 〈τὸν ἐκπράσσοντα〉 σημάνας, δηλονότι τὸν διάβολον, ὃς 〈ἐκπράσσων〉 διετέλει τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ φόρους ὥσπερ 〈ἀπαιτῶν〉 τὰς χορηγουμένας αὐτῷ ἁμαρτίας.⌝ ἀλλὰ ταύτην καὶ 〈τὴν ῥάβδον τοῦ ἀπαιτοῦντος καὶ τὸν ζυγὸν〉 τὸν βαρὺν διεσκόρπισεν ὁ γυμνώσας αὐτόν, ἐπεὶ δὲ εἰκὸς ἦν καὶ ἑτέρους πολλοὺς συνεργεῖν τῷ διαβόλῳ καὶ τούτων αὐτῶν τῶν αὐτῷ 〈ἀπαιτούντων〉· πολλοὶ γὰρ ἦσαν 〈οἱ ἐκπράσσοντες〉 τὸ γένος τῶν ἀνθρώπων. 〈τὸν ζυγὸν καὶ τὴν ῥάβδον ἀφεῖλεν〉 καὶ ταῦτα κατ᾽ αὐτῶν ἔπραξεν 〈ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ〉. ⌜κεῖται δὲ ἡ ἱστορία ἐν τοῖς Κριταῖς περιέχουσα ὡς ἐπὶ τοῦ Γεδεὼν οὐχ ὅπλοις νενίκηντο οἱ πολέμιοι, ἀλλὰ ἀοράτῳ καὶ θεϊκῇ δυνάμει. οὕτως οὖν ὡς 〈ἐπὶ τῆς Μαδιὰμ〉 ἐνικήθησαν οἱ πολέμιοι χειρὶ κρυφαίᾳ, καὶ νῦν φησι 〈διεσκεδάσθαι τὴν ῥάβδον τοῦ ἀπαιτοῦντος〉 διαβόλου καὶ τῶν σὺν αὐτῷ τὰς ψυχὰς τῶν ἀνθρώπων 〈ἐκπρασσόντων〉.

Οἱ καὶ ἡττηθέντες 〈πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν〉· ⌜ἐπειδὴ γὰρ τὸν κόσμον τῆς ψυχῆς καὶ τὴν 〈στολὴν〉 αὐτῆς, τόν τε τῆς ἀρετῆς χιτῶνα, ὃν περιεβάλλετο συλήσας ὁ διάβολος, ὅτε αὐτὴν ἐπεῖχεν ὑποχείριον γυμνὴν αὐτὴν καὶ αἰσχρὰν καταστήσας, αἵ τε σὺν αὐτῷ δυνάμεις ἀντικείμεναι εἰσέπραττον αὐτὴν δόλῳ κατ᾽ αὐτῆς χρώμεναι. πάντας εἰκότως 〈ἀποτίσειν〉 λέγεται ὑπὸ τοῦ προφητικοῦ πνεύματος φήσαντος· 〈ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν〉. οἱ αὐτοὶ δὲ οὗτοι οἱ πάλαι τὰς τῶν ἀνθρώπων ψυχὰς 〈ἐκπράσσοντες〉 μέλλοντες πάντα 〈ἀποτιννύειν〉 ἐν τῷ δηλουμένῳ καιρῷ⌝ 〈θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι〉 μᾶλλον ἢ τὸν σωτῆρα τῶν ὅλων ἐν ἀνθρώποις ἐπιδημοῦντα θεᾶσθαι.

Τίς δ᾽ οὖν οὗτος, ἑξῆς παρίστησι λέγων· 〈ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος〉. ⌜ὁ δ᾽ αὐτὸς ἦν οὗτος ὁ λεγόμενος 〈υἱὸς〉 καὶ ὁ 〈παῖς〉 καὶ ὁ 〈Ἐμμανουήλ〉,⌝ ⌞τοῦτο τρίτον ἐν τῇ αὐτῇ προφητείᾳ καὶ 〈υἱὸς〉 καὶ 〈παιδίον〉 χρηματίσας. τὸ μὲν πρῶτον· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», οἷς ἐπῆγε· «διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν». τὸ δὲ δεύτερον· «καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν», οἷς ἐπῆγε· «διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα». τὸ δὲ τρίτον διὰ τοῦ μετὰ χεῖρα φάσκοντος λόγου· 〈ὅτι παιδίον ἐγεννήθη ἡμῖν〉. τοῦτο τοιγαροῦν τὸ 〈παιδίον〉 καὶ οὗτος ὁ 〈υἱὸς〉 ὁ ἡμῖν τοῖς εἰς αὐτὸν πεπιστευκόσι δῶρον παρὰ τοῦ θεοῦ δοθεὶς πολυώνυμός τις ὢν ἐπὶ τοῦ παρόντος.⌟ ⌜κέκληται δὲ 〈Μεγάλης βουλῆς ἄγγελος〉. καὶ εἴη τοῦτο μέτριον τοὔνομα καίτοι πᾶσαν οὐ θνητὴν μόνον ὑπεραῖρον φύσιν, ἀλλὰ καὶ ἀγγελικήν· οὐ γὰρ ἁπλῶς 〈ἄγγελον〉 αὐτὸν προσεῖπεν, ἀλλὰ 〈Μεγάλης βουλῆς ἄγγελον〉.⌝ τίς δ᾽ ἂν γένοιτο ἡ 〈μεγάλη βουλὴ〉 καὶ τίνος ἢ ἡ τοῦ μεγάλου θεοῦ περὶ τῆς τῶν ἐθνῶν ἁπάντων κλήσεώς τε καὶ σωτηρίας, ἧς αὐτὸς 〈ἄγγελος〉 παρῆν ὁ σωτὴρ ἡμῶν τῇ τοῦ πατρὸς φιλανθρώπῳ 〈βουλῇ〉 διακονησόμενος;

κατὰ γὰρ τὴν Ἑβραίων γραφὴν μείζοσιν ἢ κατ᾽ 〈ἄγγελον〉 τετίμηται προσηγορίαις, φέρειν δὲ λέγεται 〈τὴν ἀρχὴν ἐπὶ τοῦ ὤμου αὐτοῦ. ἀρχὴ〉 γὰρ τοῦ προφητευομένου 〈παιδίου〉, τοῦτ᾽ ἔστιν ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, ἥ τε κατὰ πάντων 〈ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ〉 ἐστιν, δηλαδὴ ἐπὶ τοῦ βραχίονος τῆς ἐν αὐτῷ θεότητος οὕτως νοουμένης, δι᾽ ἣν θεότητα 〈Μεγάλης βουλῆς ἄγγελος〉 ὠνόμασται ὡς ἂν μόνος τὰ ἀπόρρητα τῆς πατρικῆς ἐπιστάμενος 〈βουλῆς〉 καὶ ταύτης 〈ἄγγελος〉 τοῖς ἀξίοις γεγονώς. καὶ μειζόνως δὲ ἢ κατ᾽ 〈ἄγγελον〉 προσηγορίᾳ ἠξιῶσθαι αὐτὸν ἔφαμεν κατὰ τὴν τῶν Ἑβραίων ἀνάγνωσιν, ἣν ὁ μὲν Σύμμαχος τοῦτον ἡρμήνευσεν τὸν τρόπον· 〈καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ παραδοξασμός, βουλευτικὸς καὶ ἰσχυρὸς δυνατός, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης〉, ⌞ὁ δὲ Ἀκύλας· 〈καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ〉 φησι 〈θαυμαστός, σύμβουλος, ἰσχυρός, δυνατός, πατὴρ ἔτι, ἄρχων εἰρήνης〉, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ θαυμαστός, συμβουλεύων, ἰσχυρός, δυνάστης, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης〉.⌝ ἡ δὲ Ἑβραϊκὴ φωνὴ ἀντὶ τοῦ· 〈ἰσχυρός, ἢλ〉 περιέχει, δι᾽ οὗ σημαίνεται ὁ θεός. ⌞πολλαχοῦ γὰρ τῆς γραφῆς τοῦ ἢλ ἐπὶ τοῦ θεοῦ κειμένου καὶ ἐν τοῖς μετὰ χεῖρας ὁμοίως παρείληπται, ὥστε διὰ ταύτης τῆς φωνῆς καὶ θεὸς ἀναγορεύεσθαι τὸ 〈γεννηθὲν ἡμῖν παιδίον〉.

εἰ τοίνυν καὶ ἐν τῇ προκειμένῃ προφητείᾳ τῆς περὶ τοῦ 〈γεννηθέντος ἡμῖν παιδίου〉 καὶ τοῦ 〈δοθέντος ἡμῖν υἱοῦ〉 μετὰ τῶν ἄλλων ὀνομάτων καὶ 〈ἢλ〉 κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ὠνόμασται, δῆλον ὡς καὶ θεὸν αὐτὸν ἡ προφητεία γνωρίζει, ὥστε εἰ λέγοιτο κατὰ τὴν Ἑβραίων γλῶτταν 〈ἢλ γιββώρ〉. ὁ μὲν Ἀκύλας 〈ἰσχυρός, δυνατὸς〉 ἡρμήνευσε καὶ ὁ Σύμμαχος ὁμοίως καὶ ὁ Θεοδοτίων 〈ἰσχυρός, δυνάστης〉 φύλαξ, ἐν οἷς ὡς εἰκὸς ἐπὶ 〈παιδίου γεννωμένου〉 τὸ τοῦ θεοῦ ἐντάξαι ὄνομα. ἡμεῖς δὲ οὐκ ἂν ἁμάρτοιμεν 〈θεὸν δυνατὸν〉 ἑρμηνεύσαντες, ἐπειδὴ τὸ 〈ἢλ〉 ἐπιδέδεικται ἡμῖν μεταβαλλόμενον εἰς τὸ «ὁ θεός». οὕτως δὲ καλεῖν αὐτὸν θαρροῦμεν.⌟ καὶ τὸ 〈ἢλ γιββὼρ ἰσχυρὸς δυνατὸς〉 ἡρμήνευσεν ἡ Ἑβραίων γλῶττα καὶ ὁ 〈Ἐμμανουὴλ〉 καὶ τὸ 〈ἢλ〉 τῇ ἑαυτοῦ προσηγορίᾳ συμπεριλαμβάνων προσθήκην εἴληφεν τῇ 〈μεθ᾽ ἡμῶν ὁ θεός〉. αἱ δὲ τοιαῦται προσηγορίαι τοῦ δηλωθέντος 〈παιδὸς〉 τὴν κρείττονα τῆς ὑπὲρ ἄνθρωπον φύσιν αὐτοῦ παριστῶσιν. ἔνθεν οἶμαι τοὺς Ἑβδομήκοντα ὑπειδομέν〈ο〉υς τὸ ἐξαίσιον καὶ ὑπερβάλλον μέγεθος τῆς τῶν τοιούτων προσηγοριῶν ......... ταῦτα μὲν ἀποσιωπῆσαι, οἰκείᾳ δέ τινι διανοίᾳ καὶ ἑτέρῳ τρόπῳ κεφαλαιωδῶς εἰπεῖν· 〈καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος〉. ⌜ὅπως δὲ εἴρηται 〈πατὴρ τοῦ μέλλοντος αἰῶνος〉, νοήσομεν παραθέντες τὸν Ἀδὰμ πατέρα γενόμενον ‹τοῦ ἐνεστῶτος 〈αἰῶνος〉› καὶ τοῦ θνητοῦ τῶν ἀνθρώπων γένους.

ἀλλ᾽ «ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκομεν» κατὰ τὸν Ἀπόστολον, «οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα». ἐπεὶ τοίνυν τοῦ νέου 〈αἰῶνος〉 «ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος», τούτου χάριν 〈πατὴρ τοῦ μέλλοντος αἰῶνος〉 ἂν εἴρηται καὶ πάλιν 〈εἰρήνης ἄρχων〉· «αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν», «εἰρηνοποιήσας τὰ περὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς οὐρανοῖς» ‹καὶ τὸν κόσμον› τῷ ἑαυτοῦ ‹καταλλάξας› πατρί.⌝ τούτοις ἑξῆς εἴρηται· 〈ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῶν〉. ⌜ποίους δὲ 〈ἄρχοντας〉 ἢ τοὺς σὺν αὐτῷ ἄρχειν τῆς ἐκκλησίας αὐτοῦ καθισταμένους;

λέγω δὲ μαθητὰς αὐτοῦ καὶ ἀποστόλους, τούς τε τὴν τούτων διαδοχὴν καθ᾽ ὅλης ὑποδεξαμένους τῆς οἰκουμένης, οἷς ψυχῆς 〈ὑγείαν〉 καὶ 〈εἰρήνην〉 ἔχειν πρὸς ἀλλήλους ἐδωρεῖτο, ἐν οἷς πρὸς αὐτοὺς ἔλεγεν· «〈εἰρήνην〉 τὴν ἐμὴν δίδωμι ὑμῖν, 〈εἰρήνην〉 τὴν ἐμὴν ἀφίημι ὑμῖν».⌝ Καὶ ἐπιλέγει· 〈μεγάλη ἡ ἀρχὴ αὐτοῦ〉, ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· 〈ἐπλήσθη γὰρ ἡ παιδεία αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἢ οὐκ ἔστιν τέλος〉 κατὰ τὸν Ἀκύλαν, ἢ 〈οὐκ ἔστι πέρας〉 κατὰ τὸν Θεοδοτίωνα. ‹〈μεγάλην〉 δὲ 〈ἀρχὴν αὐτοῦ〉 νοήσεις τὴν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐκκλησίαν αὐτοῦ θεωρῶν. ⌞καὶ ἔτι μᾶλλον ἐπιστήσας ταῖς τοῦ ἱεροῦ Ἀποστόλου περὶ αὐτοῦ μαρτυρίαις, δι᾽ ὧν φησι· «κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου». οὕτως οὖν 〈μεγάλη〉 ἡ τοῦ σωτῆρος ἡμῶν 〈ἀρχή〉.

καὶ πάλιν⌟ ⌜〈καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι τέλος〉· ἀτελεύτητος γὰρ καὶ ἀγήρως καὶ ἀπερίγραφος αὕτη τυγχάνει, διὸ λέλεκται· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος 〈εἰρήνης〉».⌝ τοσαῦτα εἰπὼν περὶ τοῦ γεννηθέντος 〈παιδίου〉 ἔτι καὶ ταῦτα περὶ αὐτοῦ προστίθησιν· 〈ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν〉. ⌜τήρει δὲ ἀκριβῶς ὅπως οὐκ εἴρηται καθεσθήσεσθαι 〈ἐπὶ τὸν θρόνον Δαυίδ〉, ἀλλ᾽ ἁπλῶς 〈ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν〉, ἡμῶν προσυπακουόντων τὸ ἥξειν αὐτὸν ἐπὶ τῷ 〈κατορθῶσαι τὸν θρόνον Δαυὶδ〉 καὶ «τὴν σκηνὴν 〈Δαυὶδ〉 τὴν πεπτωκυῖαν»· ἐπειδὴ γὰρ κατέστραπτο καὶ καθῄρητο ἡ βασιλεία Δαυὶδ ἀπὸ τῶν χρόνων τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ, ἦσαν δὲ προφητεῖαι θεσπίζουσαι 〈τὸν θρόνον τοῦ Δαυὶδ〉 διαλάμψειν φωτὸς ἡλιακοῦ δίκην καθ᾽ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης.

ταύτην αὐτὴν ἐλήλυθεν τὴν ἐπαγγελίαν πληρώσας «ἐκ σπέρματος μὲν Δαυὶδ κατὰ σάρκα» γεννώμενος, καταλάμπων δὲ τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ τὴν βασιλείαν αὐτοῦ κρατύνων διὰ πάντων τῶν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐθνῶν· ἐν τούτοις γὰρ 〈τὸν θρόνον Δαυὶδ διωρθώσατο〉,⌝ οὐχ ὅπλοις καὶ δόρασιν, ἀλλ᾽ 〈ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ〉. ⌜καὶ τοῦτ᾽ ἔπραξεν 〈ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα〉, τοῦ μὲν 〈ἀπὸ τοῦ νῦν〉 χρόνου ἀρχὴν σημαίνοντος ὡρισμένην, δι᾽ ἧς ὁ καιρὸς ἐδηλοῦτο τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ, τοῦ δὲ 〈εἰς τὸν αἰῶνα〉 τὴν ἄπειρον καὶ διαρκῆ βασιλείαν αὐτοῦ παριστῶντος.⌝ ⌞τηρητέον δὲ ὡς ἡ μὲν πρώτη περὶ τοῦ προφητευομένου πρόρρησις ›ἐκ παρθένου τεχθήσεσθαι› αὐτὸν ἐδήλου, ἡ δὲ δευτέρα ὡσανεὶ ζητουμένου πῶς ἔσται τοῦτο τὸν κύριον εἰσῆγεν λέγοντα· «καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν», ἡ δὲ τρίτη οὐκέτι μνημονεύει κυήσεως παρθενικῆς οὐδὲ τοῦ τρόπου τῆς κατὰ θεὸν παραδόξου συλλήψεως. ἅτε δὴ προμεμαθηκότων ἡμῶν ταῦτα περὶ τοῦ παιδὸς αὐτοῦ διεξέρχεται παιδεύων ἡμᾶς τὰ ἀπόρρητα τῆς περὶ αὐτοῦ θεολογίας, ταῦτα δὲ πάντα περὶ τοῦ τυχόντος παιδίου λέγεται.