καὶ αὐτὸ 〈ἔσται χέρσος〉 ὡς 〈ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης〉 μηδένα μὲν προφέρειν ἀναγκαῖον ἀνθρώποις εἰς βρῶσιν καρπόν, ἄχρηστον δὲ ὕλην 〈εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοὸς〉 ἐπιτηδείαν. ⌜Συντελέσας ὁ λόγος τὰ γενησόμενα ἐν ταῖς καταλεχθείσαις ἡμέραις,⌝ περὶ ὧν ἐλέγετο· «ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν», ⌜ἐπαναλαμβάνει τὴν διάνοιαν τὴν περὶ τῆς γενέσεως τοῦ 〈Ἐμμανουήλ〉, περὶ οὗ τῷ οἴκῳ Δαυὶδ παρεκελεύετο ἀντὶ ἐπῳδῆς τὸ τοῦ 〈Ἐμμανουὴλ〉 ἐπικαλεῖσθαι ὄνομα, θαρσοῦντας καὶ πιστεύοντας δι᾽ αὐτοῦ σωθήσεσθαι ἀπὸ τῶν ἐπικειμένων αὐτοῖς ‹δύο βασιλέων›, ἐπαναλαμβάνει δὲ ἀναγκαίως, ἐπειδὴ γὰρ ἐδίδαξεν τὸν 〈Ἐμμανουὴλ〉 ξένην τινὰ καὶ ἀλλοτρίαν τῆς θνητῆς φύσεως ἕξειν γένεσιν· μὴ ἐξ ἀνδρὸς γὰρ καὶ γυναικός, ἀλλ᾽ ἐξ ἀδιαφθόρου ‹νεάνιδος› καὶ ἐξ ἀπειρογάμου ‹παρθένου› τεχθήσεσθαι, σφόδρα ἀναγκαίως ἐν τούτοις αὐτὸς ὁ κύριος, οὐκέτι τῷ Ἄχαζ οὐδὲ τῷ οἴκῳ Ἰούδα, ἀλλ᾽ αὐτῷ μόνῳ τῷ προφήτῃ τὸ μυστήριον ἀνακαλύπτει τῆς ἀπορρήτου γενέσεως τοῦ 〈Ἐμμανουήλ〉, καί πως «ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν».⌝ ὃ δὴ διασαφῶν αὐτὸς ὁ κύριός φησιν· 〈καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν〉. ⌜ἵνα δὲ ταῦτα μὴ εἰς τὰς πάντων ἀκοὰς τῶν τότε χωρήσῃ, φυλαχθείη δὲ ἐν ἀπορρήτῳ γραφῇ, παρακελεύεται τῷ προφήτῃ 〈λαβεῖν τόμον καινὸν καὶ μέγαν, ἢ τεῦχος ἢ διφθέρωμα ἢ κεφαλίδα〉 κατὰ τοὺς λοιπούς, 〈γράψαι〉 τε 〈ἐν αὐτῷ γραφίδι ἀνθρώπου〉, τοῦτ᾽ ἔστιν τῇ συνήθει καὶ γνωριζομένῃ ἀνθρώποις γραφῇ· εἶναι γὰρ ἄλλην θεοῦ γραφήν, οὐ 〈γραφίδι ἀνθρώπου〉 γραφομένην, ἀλλὰ δυνάμει τοῦ θεοῦ λόγου τοὺς ἀξίους ‹ἀπογραφομένου ἐν βίβλῳ ζώντων›,⌝ νυνὶ δὲ 〈γραφίδι ἀνθρώπου〉 τῷ προφήτῃ προστάττει 〈γράψαι ἐν αὐτῷ〉 ὑπὲρ 〈τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων〉. ⌞αὐτὸς γοῦν ἦν ὁ καὶ πάλαι ‹ἰσχυρὸν› τὸν διάβολον ‹καταδήσας καὶ 〈τὰ σκῦλα〉 αὐτοῦ διαρπάσας›.⌟ διὰ τῆς τοῦ 〈Ἐμμανουὴλ〉 δυνάμεως ἤδη γὰρ πλησίον ἐγγίζειν καὶ παρεῖναι τὸν καιρόν, ἐν ᾧ 〈σκυλευθήσονται〉 οἱ προλεχθέντες ‹δύο βασιλεῖς›, ὅ τε τῆς Δαμασκοῦ καὶ ὁ τῆς Σαμαρείας ἐπιθεμένου αὐτοῖς τοῦ τῶν Ἀσσυρίων βασιλέως διὰ τῆς τοῦ 〈Ἐμμανουὴλ〉 ἀπορρήτου προσηγορίας. 〈ἐγγράψαι〉 δὲ τῷ προφήτῃ κελεύει ἐπὶ τοῦ 〈τόμου τοῦ καινοῦ καὶ μεγάλου〉 τὰ μέλλοντα ῥηθήσεσθαι καὶ τοῦτο πράξαι ἐπὶ 〈μαρτύρων〉 δύο ἀνδρῶν, ἑνὸς μὲν 〈ἱερέως〉, θατέρου δὲ προφήτου.