Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Η πτώση των Ασσυρίων, η ρίζα του Ιεσσαί και η σωτηρία των εθνών (Ησ. 10-12)

Η θεία δίκη κατά της ασσυριακής αλαζονείας, η προφητεία για τον Χριστό ως ρίζα του Ιεσσαί, η κλήση των εθνών στην Εκκλησία και η εσχατολογική ευχαριστία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 4 από 25

οὐκ οἶδα πῶς συστήσαιεν οἱ ἐκ περιτομῆς μὴ βουλόμενοι παραδέξασθαι τὸν ἡμέτερον σωτῆρα, ᾧ τὰ ἔργα μαρτυρεῖ καὶ τῶν πραγμάτων ἡ ἔκβασις τοὺς λόγους ἐπισφραγίζεται.⌟ 〈ὁ 〈ζῆλος κυρίου σαβαὼθ ποιήσει ταῦτα〉·〉 ⌞ποῖος 〈ζῆλος〉 ἢ ὃν ἐζήλωσεν ἀγαθὸν καὶ αὐτῷ πρέποντα εἰς τὸ σῶσαι πάντας τοὺς ὑπὸ τοῦ διαβόλου καταδυναστευθέντας καὶ εἰς ἀθεότητα κατασυρέντας;⌟ Τῆς τοῦ Ἐμμανουὴλ ὑποθέσεως πέρας λαβούσης ἀνατρέχει ὁ λόγος ἐπὶ τὴν τοῦ Ἰσραὴλ προφητείαν, οὗ χάριν καὶ τὴν τοῦ Ἐμμανουὴλ πεποίητο μνήμην· ἐπειδὴ γὰρ ὁ ἐν Σαμαρείᾳ βασιλευόμενος λαὸς ὁ καλούμενος Ἰσραὴλ συμμαχοῦντος αὐτῷ τοῦ τῶν Σύρων βασιλέως ἐπῄει πολιορκήσων τὴν Ἰερουσαλήμ, ἠγωνία τε τὴν ἔφοδον ‹τῶν δύο βασιλέων› ὁ Ἄχαζ, κελεύεται ὁ προφήτης θεσπίζειν τὰ ἀναγεγραμμένα, ἐν οἷς ἦν καὶ τὰ περὶ τοῦ Ἐμμανουήλ, περὶ οὗ μακρὸν κατατείνας λόγον αὖθις ἐπαναλαμβάνει τὴν περὶ τοῦ Ἰσραήλ, λέγω δὲ τοῦ ἐν Σαμαρείᾳ βασιλευομένου λαοῦ προφητείαν, δι᾽ ἧς ταῦτά φησιν· ὁ μὲν οὖν 〈κύριος〉 οὐκ 〈ἐπὶ τὸν Ἰσραήλ〉, ἀλλ᾽ 〈ἐπὶ τὸν Ἰακὼβ〉 ἀτελέστερον ὄντα αὐτοῦ λαὸν 〈ἀπέστειλε θάνατον ἢ λόγον〉 ἀποφατικὸν ὀργῆς· οὐ γὰρ 〈ἐπὶ τὸν Ἰσραὴλ〉 προηγουμένως, ἀλλ᾽ 〈ἐπὶ τὸν Ἰακὼβ〉 τοῦτον 〈ἀπεστάλκει〉 ὡς ὑποβεβηκότα καὶ σωματικώτερον.

ὁ δὲ 〈ἀποσταλεὶς ἐπὶ τὸν Ἰακὼβ θάνατος ἢ λόγος〉 ἀποφατικὸς ὀργῆς τοὺς νομιζομένους ἐν αὐτοῖς κρείττους ὀργῆς ἀξίους καὶ 〈θανάτου〉 καταλαβών, λέγω δὲ τοὺς καλουμένους Ἰσραήλ, ἐπ᾽ αὐτοὺς 〈ἦλθε〉. τὴν δὲ διαφορὰν τοῦ 〈Ἰακὼβ〉 καὶ τοῦ 〈Ἰσραὴλ〉 γνῴης ἂν ἀπὸ τοῦ πρώτου πατριάρχου, ὃς κατὰ μὲν τὴν ἔνσαρκον γένεσιν 〈Ἰακὼβ〉 ἐκαλεῖτο, τῇ δὲ κατὰ θεὸν προκοπῇ ἐπιδοὺς καὶ τῆς τοῦ θεοῦ καταξιωθεὶς ὁμιλίας 〈Ἰσραὴλ〉 ἐπωνομάσθη ὑπὸ τοῦ χρηματίσαντος αὐτῷ καὶ εἰρηκότος· «οὐκέτι τὸ ὄνομά σου 〈Ἰακὼβ〉 κληθήσεται, ἀλλὰ 〈Ἰσραὴλ〉 ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ». εἰκότως οὖν τοὺς μὲν ἀλογωτέρους καὶ σωματικωτέρους τοῦ Ἰουδαίων ἔθνους 〈Ἰακὼβ〉 ἐν τούτοις ὀνομάζει, τοὺς δὲ νομιζομένους ἐν αὐτοῖς λογικωτέρους 〈Ἰσραὴλ〉 ἀποκαλεῖ. κατηγορεῖ τοίνυν καὶ τούτων τῶν νομιζομένων εἶναι κρειττόνων ὁ λόγος ὡς καὶ αὐτῶν 〈θανάτου〉 γενομένων ἀξίων, διόπερ εἴρηται· 〈θάνατον ἀπέστειλεν κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ〉.

Τίς δὲ ἦν ὁ 〈Ἰσραήλ〉, ἑξῆς παρίστησι λέγων· 〈καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραὶμ καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ ἐφ᾽ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους καὶ κόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον〉· ⌜αὐτοὶ γὰρ οὗτοι οἱ τὴν Σαμάρειαν ἐνοικοῦντες 〈Ἰσραὴλ〉 χρηματίζοντες καὶ 〈λαὸς τοῦ Ἐφραὶμ〉 ὀνομαζόμενοι διὰ τὸ βασιλεύεσθαι ὑπὸ τῶν ἐκ φυλῆς Ἐφραίμ, χλευάζοντες καὶ ἐξευτελίζοντες τὴν Ἰερουσαλήμ, 〈πλίνθοις〉 αὐτὴν ἔφασκον ᾠκοδομῆσθαι, καὶ τὰς στέγας ἔχειν ἀπὸ 〈συκαμίνων, ἢ συκομώρων〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. εἶθ᾽ ὡς αὐτοὶ βελτίονα πόλιν κατασκευάζοντες ἐπηγγέλλοντο διὰ 〈λίθων〉 ξεστῶν καὶ 〈κέδρων οἰκοδομήσειν〉, καὶ ἀντὶ τοῦ ναοῦ τοῦ ἐν τῇ Ἰερουσαλὴμ 〈πύργον ἑαυτοῖς〉 ἀναστήσειν ἐν τῇ Σαμαρείᾳ.

Ἐπεὶ τοίνυν τοιαῦτα τετολμήκασιν ἀπαυθαδίσασθαι, ἀπειλεῖ αὐτοῖς ἑξῆς φάσκων ὁ λόγος· 〈καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανισταμένους ἐπὶ τὸ ὄρος Σιὼν ἐπ᾽ αὐτὸν καὶ τοὺς ἐχθροὺς αὐτοῦ διασκεδάσει〉· ἐπειδὴ γὰρ τοιαῦτα κατεθρασύνοντο 〈κατὰ τοῦ ὄρους Σιὼν〉 καὶ κατὰ τοῦ ἐν αὐτῷ τιμωμένου θεοῦ, ὡς ἀπὸ μεγάλου ὕψους τῆς ὑπερηφανίας αὐτῶν ταπεινώσειν καὶ 〈καταρράξειν〉 αὐτοὺς ἀπειλεῖ. 〈τοὺς〉 γὰρ 〈ἐπὶ τὸ ὄρος Σιὼν ἐπανισταμένους ἐπ᾽ αὐτὸν〉 τὸν θεὸν ἀσεβεῖν συνέβαινεν, οὓς ταπεινώσειν καὶ 〈ῥάξειν〉 φησίν, οὐ μόνους ἀλλὰ καὶ πάντας 〈τοὺς ἐχθροὺς αὐτοῦ διασκεδάσειν〉, σημαίνων τοὺς ἐν Δαμασκῷ συμμαχοῦντας τῷ Ἰσραὴλ κατὰ τὰ ἔμπροσθεν ἀποδεδομένα.

καὶ πάντας δὲ 〈τοὺς〉 ἐκ τῶν λοιπῶν ἐθνῶν 〈ἐπανισταμένους τῷ ὄρει Σιὼν〉 καὶ τῷ θεῷ τῷ ἐνταῦθα τιμωμένῳ 〈διασκεδάσειν〉 ἐπαγγέλλεται, ὧν οἱ μὲν ἦσαν 〈ἀνατολικοί〉 τινες, οἱ δὲ 〈ἀφ᾽ ἡλίου δυσμῶν〉, μέσοι δὲ τούτων 〈οἱ Ἕλληνες〉· πάντες γὰρ οὗτοι τὸν προλεχθέντα 〈Ἰσραὴλ ὅλῳ τῷ στόματι κατεσθίοντες〉 καὶ καταβάλλοντες ἐπὶ τὴν τῆς εἰδωλολατρίας αὐτῶν πλάνην, βοηθεῖν καὶ συμμαχεῖν ἐπηγγέλλοντο 〈τοῖς ἐπανισταμένοις κατὰ τοῦ ὄρους Σιών〉.⌝ οὐκ ἂν δὲ ἁμάρτοις 〈ὅλῳ τῷ στόματι〉 τῶν Ἑλλήνων καὶ τῶν ἀλλοφύλων 〈κατεσθίεσθαι〉 λέγων τοὺς διὰ ‹τῆς σοφίας τοῦ αἰῶνος τούτου› τῆς Ἑλληνικῆς ἀπάτης εἰς ἀποστασίαν χωροῦντας, οἷος ἦν ὁ διὰ τῶν μετὰ χεῖρας κατηγορούμενος Ἰσραήλ, διόπερ ὁ 〈θυμὸς〉 τοῦ θεοῦ κατ᾽ αὐτῶν ἠγείρετο καὶ ἡ 〈χεὶρ ἡ ὑψηλὴ〉 παρεσκευάζετο πρὸς τὴν κατ᾽ αὐτῶν ὀργήν. οἱ δὲ οὐδὲ οὕτως 〈ἐπέστρεφον〉 οὐδὲ 〈τὸν κύριον τῶν δυνάμεων ἐπεζήτουν〉, «κατὰ δὲ τὴν σκληρότητα αὐτῶν καὶ τὴν ἀμετανόητον καρδίαν ἐθησαύριζον ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς» οὐ τοῦ θεοῦ παθητικῶς ὀργιζομένου, τοῦ δὲ κατ᾽ αὐτῶν ἐξ ... τιμωρίας ...

κατὰ τὴν τῆς γραφῆς συνήθειαν ὀνομαζομένης. ⌜Ἀντὶ τοῦ· 〈καὶ ἀφεῖλε κύριος ἀπὸ Ἰσραήλ〉, ὁ μὲν Ἀκύλας 〈καὶ ὀλοθρεύσει κύριος〉, ὁ δὲ Σύμμαχος 〈καὶ ἐξολοθρεύσει κύριος〉, ὁ δὲ Θεοδοτίων 〈καὶ ἀφελεῖ〉 μελλητικῶς εἰρήκασιν, ὡς μέλλοντος ταῦτα ποιήσειν τοῦ θεοῦ, ἃ «πρὶν γενέσθαι» προέλεγεν, ἐπιστρέφων εἰς μετάνοιαν τοὺς ἀκροωμένους, ὡς ἂν μὴ πάθοιεν τὰ ἀπειλούμενα. 〈ἐν ἡμέρᾳ〉 δὲ 〈μιᾷ〉 φησι πάντα ποιήσειν τὰ προλεχθέντα σαφῆ τυγχάνοντα· τοῦτ᾽ ἔστιν ὑφ᾽ ἕνα καὶ τὸν αὐτὸν καιρόν. 〈κεφαλὴν〉 δὲ 〈καὶ οὐρὰν〉 εἰπὼν ᾐνίξατο ζῷον ἄλογον· οὐ γὰρ ἀνθρώπου ἴδιον, ἀλλὰ ζῴων ἀλόγων τὸ 〈οὐρὰν〉 ἔχειν, οἷς τὸν λαὸν ἀφωμοίωσεν, ἢ 〈κεφαλὴν καὶ οὐρὰν〉 τὸν λογικὸν καὶ τὸν ἄλογον ἢ τὸν ἄρχοντα καὶ τὸν τῶν ἀρχομένων ἔσχατον, ὃ δὴ καὶ διεσάφησεν εἰπών· 〈μέγαν καὶ μικρόν〉. ἀντὶ δέ· 〈καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας〉, ὁ Σύμμαχος 〈καὶ αἰδέσιμον ἡρμήνευσεν. καὶ οὗτος οὖν ὁ 〈αἰδέσιμος〉 καὶ ὁ 〈πρεσβύτης〉 δύναται εἶναι ἡ 〈κεφαλή〉, ἡ δὲ 〈οὐρὰ ὁ διδάσκων ἄνομα προφήτης〉, ὃς ὡσανεὶ ἀλόγου ζῴου ἔσχατον ὑπάρχων μέλος. 〈ἀφαιρεθήσεσθαι〉 τούτους καὶ ἐξολοθρευθήσεσθαι ὑφ᾽ ἕνα καιρὸν ὁ λόγος ἀπειλεῖ.⌝ τοὺς δὲ ἄλλως λέγοντας παρὰ ταῦτα καὶ 〈μακαρίζοντας τὸν λαὸν〉 ψευδοπροφήτας ὑπάρχοντας πλάνους εἶναί φησι 〈πλανῶντας, ὅπως καταπίωσιν αὐτούς〉, ἐξ αὐτῶν κέρδη εἰς αὐτοὺς ἀποφερόμενοι.

Οὗ χάριν ἐπιτίθησιν αὐτοῖς τὰς οὕτως ἐχούσας ἀπειλάς· 〈διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται κύριος καὶ τοὺς ὀρφανοὺς αὐτῶν 〈καὶ τὰς χήρας αὐτῶν〉 οὐκ ἐλεήσει〉 καὶ τὰ ἑξῆς. ⌜ταῦτα ὡς ἀγαθὸς ψυχῶν γεωργὸς ὁ θεὸς ποιήσειν ἀπειλεῖ, ἵνα ἡ ἐν αὐτοῖς 〈ἀνομία〉 ἀφανισθῇ δίκην ὑλομανοῦς βοτάνης 〈ὑπὸ πυρὸς〉 ἀναλισκομένης,⌝ ὃ δὴ σημαίνει λέγων· 〈καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ὡς ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα〉. ⌜κατὰ ταῦτα γάρ φησι τὰ παραδείγματα μετελθοῦσα τοὺς προλεχθέντας ἡ ὀργὴ τοῦ θεοῦ μεγάλην ἐν αὐτοῖς ἀπεργάσεται σύγχυσιν, ὡς ἐπαναστῆναι 〈ἀδελφὸν ἀδελφῷ〉 καὶ μηδένα τοῦ πέλας φείσασθαι, πάντας δὲ ἀλλήλοις χρήσασθαι ὡς ἐχθροῖς ὡς πολεμίοις, εἰς τοσοῦτον δὲ ἐλάσειν ἀναφλεγομένην ἐν αὐτοῖς τὴν πρὸς ἀλλήλους στάσιν, καὶ τὸν ἐμφύλιον πόλεμον, ὡς καὶ τὰς δύο φυλάς, τὴν τοῦ 〈Ἐφραὶμ〉 καὶ τοῦ 〈Μανασσῆ〉, ἐξ ἑνὸς πατρὸς γενομένας τοῦ Ἰωσήφ, καὶ ὑπὸ τὴν αὐτὴν ὄντας βασιλείαν, μίαν τε καὶ τὴν αὐτὴν πόλιν τὴν Σαμάρειαν οἰκοῦντας ἀλλήλοις ἐπαναστῆναι καὶ τοὺς ἀλλήλων 〈βραχίονας〉 καταφαγεῖν, μηκέτι σχολάζοντας τῷ κατὰ τοῦ Ἰούδα πολέμῳ μηδὲ τῇ πολιορκίᾳ τῆς Ἰερουσαλήμ, καθ᾽ ἑαυτῶν δὲ ἀκονήσαντας τὰ ἑαυτῶν ξίφη ἑαυτοὺς διαχειρίσασθαι.⌝ καὶ ταῦτα δὲ ἔσται αὐτοῖς ἀπὸ τῆς ὀργῆς τοῦ θεοῦ μηδὲ μέχρι τούτων στησομένης, ἀλλὰ καὶ ἕτερα πρὸς τούτοις μελλούσης αὐτοῖς ἐπαγαγεῖν, ὥσπερ δὲ ‹ἐπὶ τοῦ ὄφεως καὶ τῆς γυναικὸς› ἠπείλει ὁ θεὸς ‹ἔχθραν θήσειν ἀνὰ μέσον αὐτῆς καὶ αὐτοῦ›, ἐπὶ καλῷ δὲ καὶ συμφέροντι γενησομένης τῆς ἔχθρας.

οὕτω καὶ νῦν τὴν ἐπὶ κακῷ συμφωνίαν τῶν κατηγορουμένων ὑπὸ τῆς προφητείας ‹διασκεδάσειν› ὁ θεὸς ἐπαγγέλλεται, οἷς παραπλησίως καὶ ἐν Εὐαγγελίοις ὁ σωτὴρ ἀναγέγραπται λέγων· «Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν ἀλλὰ μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς». ⌜Τοῦ καλουμένου μὲν Ἰσραήλ, λέγω δὲ τοῦ Ἰουδαίων λαοῦ τοῦ ἐν Σαμαρείᾳ βασιλευομένου, καὶ ταῦτα πρὸς τοῖς προτέροις ὁ παρὼν λόγος κατηγορεῖ, φάσκων αὐτοὺς πρὸς ἔριν καὶ φιλονεικίαν τῶν τὰς ἀληθεῖς προφητείας τοῦ θεοῦ γραφόντων ψευδοπροφητείας συντάττειν. ἦσαν οὖν ψευδοπροφῆται πλεῖστοι, ὅσοι ἐν τῷ Ἰσραὴλ ἐναντία φθεγγόμενοι καὶ ἐναντία γράφοντες τοῖς ἀληθέσι τοῦ θεοῦ προφήταις. οἱ δ᾽ αὐτοὶ καὶ συγγραφὰς ἐποιοῦντο παρανόμους καὶ πάσης πονηρίας μεστάς.⌝ ... τῇ θείᾳ τοῦ νόμου γραφῇ προσέχειν καὶ κατ᾽ αὐτὴν κρίνειν, οἱ δὲ ὥσπερ ἐναντίους συντάττοντες νόμους ⌜〈πένητας〉 οἰκτροὺς κατεδυνάστευον, βιαζόμενοί τε ἐπλεονέκτουν ἀπειροτάτους τε 〈ὀρφανοὺς〉 καὶ 〈χήρας〉. τοιούτους δ᾽ ἂν εἴποις καὶ τοὺς διὰ μοχθηρῶν συγγραμμάτων εἰσέτι καὶ νῦν διαστρέφοντας τῶν ἀκεραιοτέρων τὰς ψυχάς, οἷς ὁ προφητικὸς ἀπειλεῖ λόγος φάσκων· 〈καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς〉;

καθ᾽ ἣν ἡ 〈θλῖψις〉 καὶ ἡ κατ᾽ αὐτῶν ὀργὴ 〈πόρρωθεν ἥξει〉· μακρὰν γὰρ οὖσαν αὐτὴν διὰ τὸ ἀπελαύνεσθαι ἐξ ἐμοῦ τοῦ θεοῦ. ὑμεῖς, ὦ οὗτοι, πρὸς οὓς ταῦτα λέγεται, ὥσπερ βιαζόμενοι καθ᾽ ἑαυτῶν αὐτὴν ἐπισπᾶσθε, ἧς ἐπελθούσης 〈πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι〉;⌝ Εἶτα συνήθως ἐπιλέγει· 〈ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργὴ αὐτοῦ, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή〉· ⌜ἐπιμένοντες γὰρ τοῖς αὐτοῖς ἀτοπήμασι τῶν διὰ τοῦ λόγου κατηγορουμένων, ἀκόλουθον ἦν καὶ τὴν κατ᾽ αὐτῶν παράμονον γίγνεσθαι ὀργήν. καὶ δὴ μέχρι τούτων ἔστησε τὰς κατὰ τοῦ λαοῦ κατηγορίας, μεθ᾽ ἣν ἀκολούθως τοῖς διὰ τῆς προφητείας ἠπειλημένοις, οὐκ εἰς μακρὸν πόρρωθεν ἐπιστάντες Ἀσσύριοι πολιορκοῦσι τὴν Σαμάρειαν καὶ πᾶσαν τὴν χώραν αὐτῶν δῃοῦσιν, ὅλας τε ἐννέα φυλὰς τοῦ Ἰουδαίων ἔθνους αἰχμαλώτους εἰς τὴν Ἀσσυρίων ἀπάγουσι.⌝ καὶ τοῦτο πράττουσιν ἐπὶ Ἑζεκίου βασιλέως Ἰερουσαλήμ, καθ᾽ ὃν ἡ ἐν Σαμαρείᾳ συνεστῶσα τοῦ Ἰσραὴλ βασιλεία εἰς τὸ παντελὲς κατελύθη, ἧς παυσαμένης δύο ἥμισυ φυλαὶ τοῦ ἔθνους μόναι περιελείφθησαν ὑπὸ τοῖς διαδόχοις Δαυὶδ βασιλευόμεναι ἐν Ἰερουσαλήμ.

διὸ μέχρι τούτου στήσας ὁ λόγος τὴν περὶ τοῦ Ἰσραὴλ προφητείαν μεταβαίνει λοιπὸν ἐπ᾽ αὐτοὺς τοὺς Ἀσσυρίους τὰ μέλλοντα καὶ αὐτοῖς συμβήσεσθαι θεσπίζων διὰ τῶν ἐπιφερομένων. ⌜Μετὰ τὴν τοῦ λαοῦ τοῦ καλουμένου Ἰσραὴλ αἰχμαλωσίαν ἀκολούθως ὁ λόγος μεταβαίνει ἐπὶ τοὺς αἰχμαλωτεύσαντας· ἦσαν δὲ οὗτοι Ἀσσύριοι, οἷς τὰ προκείμενα ἀπειλεῖ. ὅτι δὲ ἀπῆκτο ὑπὸ Ἀσσυρίων ὁ λαὸς καὶ πεπολιόρκητο ἡ Σαμάρεια, ὅτε τὰ μετὰ χεῖρας ἐλέγετο, δῆλον τυγχάνει ἐκ τοῦ λέγεσθαι ἐν αὐτοῖς ἐκ προσώπου τοῦ τῶν Ἀσσυρίων βασιλέως· 〈καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι〉, καὶ πάλιν· 〈ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ Ἰερουσαλήμ〉.

καὶ ἡ ἱστορία δὲ διδάσκει, ὅτι ‹ἐν ταῖς ἡμέραις Ἄχαζ ἀνέβη ὁ βασιλεὺς τῶν Ἀσσυρίων εἰς 〈Σαμάρειαν〉 καὶ ἐπολιόρκησεν αὐτήν›· καὶ τέως μὲν μέρος τι τοῦ λαοῦ ᾐχμαλώτισεν, ἐπὶ δὲ Ἑζεκίου τοῦ τὸν Ἄχαζ διαδεδεγμένου πάντα τὸν λαὸν «ἀπῴκισεν» εἰς Ἀσσυρίους.⌝ τοιαῦτα δὴ πραξάντων 〈τῶν〉 Ἀσσυρίων ὁ παρὼν λόγος ὡς πρὸς αὐτοὺς τὰ προκείμενα διεξέρχεται λέγων 〈ῥάβδου〉 παιδευτικῆς καὶ ἐπιστρεπτικῆς πεῖραν ἐχρῆν λαβεῖν τὸν μὴ διὰ τῶν προφητικῶν λόγων σωφρονισθέντα λαόν· διόπερ ἤγειρα κατ᾽ αὐτοῦ τοὺς Ἀσσυρίους ὥσπερ ἐμῇ 〈ῥάβδῳ〉, παραδιδοὺς αὐτὸν ταῖς τῶν Ἀσσυρίων 〈χερσίν〉, ὅπως δι᾽ αὐτῶν ἡ 〈ὀργὴ〉 καὶ ὁ 〈θυμός〉, ὃν ἐπεσπάσαντο ἑαυτοῖς, μετέλθοι αὐτούς. ἐγὼ μὲν οὖν τὴν ἐμαυτοῦ 〈ὀργὴν〉 διὰ τῶν Ἀσσυρίων 〈εἰς τὸ ἄνομον ἔθνος ἀπέστελλον〉, ὃ δὴ ἐνομίζετο εἶναι ἐμὸς λαός, συνεχώρησά τε καὶ πολεμῆσαι καὶ σκυλεῦσαι καὶ διαρπάσαι αὐτὸν καὶ 〈τὰς πόλεις αὐτοῦ〉 πάσας καθελεῖν ὡς ἔδαφος αὐτὰς καὶ 〈εἰς κονιορτὸν〉 χωρῆσαι. ⌜Ὁ δὲ Ἀσσύριος τὴν παρ᾽ ἐμοῦ λαβὼν ἐξουσίαν 〈οὐχ οὕτως ἐνεθυμήθη〉, ἀλλ᾽ ὑπερήρθη τῷ λογισμῷ ὡς οἰκείᾳ δυνάμει τοῦ ἐμοῦ περιγενόμενος λαοῦ. εἶτα μὴ ἀρκεσθεὶς τῇ τούτων πολιορκίᾳ μυρία ἄλλα ἔθνη μετέρχεσθαι ἀπειλεῖ, ὡς ἂν τοῦ κρείττονος καὶ θεῷ ἀνακειμένου κρατήσας.

διὸ δὴ τῶν ὑποχειρίων αὐτῷ γενομένων θαυμαζόντων αὐτὸν καὶ λεγόντων· 〈Σὺ μόνος εἶ ἄρχων〉, ἀποκρίνεται πρὸς αὐτοὺς λέγων· μήπω με καλεῖτε 〈ἄρχοντα〉 μηδὲ κύριον, ἐπεὶ μηδέπω πάσας 〈εἴληφα〉 τὰς ἁπανταχοῦ 〈χώρας〉,⌝ οὔτε γὰρ 〈τὴν ἐπάνω Βαβυλῶνος〉 οὔτε 〈τὴν Χαλάνην, οὗ ὁ πύργος ᾠκοδομήθη〉 κατὰ τὸν χρόνον τῆς διασπορᾶς τῶν γλωσσῶν, ὑποχειρίους πεποίημαι. μικραὶ δὲ αὗται καὶ βραχεῖαι σφόδρα τυγχάνουσιν, ὧν τέως περιγέγονα, 〈Ἀραβίας〉 γὰρ 〈καὶ Δαμασκοῦ καὶ Σαμαρείας〉 τέως κεκράτηκα, ⌜πλὴν ἀλλ᾽ 〈ὃν τρόπον ταύτας ἔλαβον, οὕτω καὶ πάσας τὰς ἀρχὰς λήψομαι〉. τοιαῦτα καταλαζονευσαμένων τῶν Ἀσσυρίων εἰκότως ὁ προφητικὸς λόγος τὰ παρόντα πρὸς αὐτοὺς ἀποτείνεται καὶ πρὸς τὸν ἄρχοντα αὐτῶν λέγων· «Οὐαὶ Ἀσσυρίοις», ὅτι οὐ συνῆκαν ὡς ἄρα ἡ ἐμὴ 〈ὀργὴ〉 ἡ κατὰ τῶν πλημμελούντων τὴν ἐξουσίαν αὐτοῖς τῆς τοσαύτης ἀρχῆς δέδωκεν. οἱ δὲ μὴ λογισάμενοι τοῦτο τῇ ἑαυτῶν δυνάμει τῶν ἐθνῶν κεκρατηκέναι ὑπέλαβον.⌝ καὶ ταῦτα μὲν περὶ τούτων, τὰ δ᾽ ἑξῆς ἐπιφερόμενα αὐτὸς ὁ θεὸς κατὰ τῆς Ἰερουσαλὴμ ἀπειλεῖ λέγων· 〈ὀλολύξατε, γλυπτὰ ἐν Ἰερουσαλήμ· ὃν τρόπον γὰρ ἐποίησα τῇ Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω τῇ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς〉.

ὅπως δὲ κατὰ τὴν βασιλείαν Ἄχαζ καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐπ᾽ αὐτῆς τῆς Ἰερουσαλὴμ εἰδωλολάτρουν οἱ τοῦ καλουμένου λαοῦ Ἰούδα ἡ γραφὴ τῶν Βασιλειῶν διδάσκει. ⌜τὰ ἴσα τοίνυν τῇ Σαμαρείᾳ καὶ τῇ Ἰερουσαλὴμ πείσεσθαι ὁ λόγος ἀπειλεῖ, προλέγει τε ταῦτα προκαλούμενος εἰς ἐπιστροφὴν καὶ μετάνοιαν τοὺς ἀκούοντας, φόβῳ τε τοῦ παραδείγματος σωφρονίζων αὐτούς· οὐ γὰρ ὁ Ἀσσύριός φησιν ἐποίησεν τὰ κατὰ τῆς Σαμαρείας, ἀλλ᾽ ἐγὼ ὁ θεὸς διὰ τὰς τῶν οἰκητόρων ἀσεβείας. οὐκοῦν κατὰ τὸν τοῦ δικαίου λόγον καὶ τοὺς ἐν τῇ Ἰερουσαλὴμ εἰκὸς παραδοθήσεσθαι τῇ ἴσῃ πολιορκίᾳ, ὡς ἂν τὰ ἀδελφὰ μεταχειριζομένους τοῖς τὰ προλεχθέντα πεπονθόσιν.⌝ ἰστέον δ᾽ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἑνδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος.

Προδιδάξας ὁ λόγος τὴν ἅλωσιν τῆς Σαμαρείας τὴν ὑπὸ Ἀσσυρίων γενομένην καὶ τὰς κατὰ τῶν Ἀσσυρίων ἀπειλάς, τὰ ἴσα τε πείσεσθαι καὶ τὴν Ἰερουσαλὴμ διὰ τὰς ὁμοίας εἰδωλολατρίας θεσπίσας, ⌜ἀκολούθως διὰ τῶν προκειμένων διδάσκει, ὅτι τέως μὲν οἱ Ἀσσύριοι καὶ ὁ τούτων ἄρχων, εἰ καὶ τοιαῦτα ὁποῖα προδεδήλωται ἀπηυθαδίσαντο τὴν Σαμάρειαν ὑποχείριον πεποιημένοι καὶ τὴν Δαμασκόν, ὅμως ἕξουσι τὸ ἐνδόσιμον τοῦ χρόνου μέχρι τινὸς καιροῦ, μεθ᾽ ὃν οὐκέτι συστήσεται αὐτῶν ἡ ἀρχὴ τῆς μακρᾶς καὶ πολυετοῦς αὐτῶν βασιλείας εἰς τὸ παντελὲς καταλυθησομένης.⌝ τίς δ᾽ ἂν γένοιτο οὗτος ὁ καιρός, διασαφεῖ λέγων· 〈καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐπὶ Ἰερουσαλήμ· ὅταν γὰρ συντελέσῃ〉 καὶ ἐπὶ πέρας ἀγάγῃ 〈πάντα ποιῶν〉 ὁ κύριος ὅσα ὥρισεν.

ὥρισε δὲ τὰ ἐν ταῖς προφητείαις φερόμενα καὶ τὰ ἐν ταῖς ἱεραῖς γραφαῖς γεγραμμένα περὶ τῶν συμβεβηκότων τοῖς τόποις, τὸ τηνικαῦτά φησιν 〈ἐπάξειν ἐπὶ τὸν νοῦν τὸν μέγαν〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ἐπισκέψομαί〉 φησιν 〈ἐπὶ τὸν καρπὸν τῆς εὐφροσύνης τῆς καρδίας βασιλέως Ἀσσυρίων καὶ ἐπὶ τὸ καύχημα τοῦ ὕψους τῶν ὀφθαλμῶν αὐτοῦ〉. ⌜Καὶ γὰρ καὶ οὗτος μὴ δοὺς δόξαν τῷ θεῷ μηδὲ λογισάμενος, ὅτι ὁ τῶν ὅλων θεὸς αὐτὸς ἦν ὁ παραδοὺς αὐτῷ καὶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς τιμωρίας ἀξίους, μέγα ἐφρόνησε διανοηθεὶς καὶ πρὸς ἑαυτὸν εἰπὼν κατὰ τὸν Σύμμαχον· 〈ἐν τῇ δυνάμει τῆς χειρός μου ἐποίησα,⌝ συνετὸς γάρ εἰμι, καὶ μετῆρα ὅριον λαῶν καὶ τοὺς βασιλεῖς αὐτῶν συνέχεον καὶ κατήγαγον ὡς 〈δυνατὸς〉 τοὺς κατοικοῦντας. καὶ εὗρεν ὡς νοσσιὰν ἡ χείρ μου πᾶσαν τὴν δύναμιν τῶν λαῶν, καὶ ὡς συνάγεται ᾠὰ καταλελειμμένα πᾶσαν τὴν γῆν ἐγὼ συνήγαγον〉. ⌜πρὸς τοῦτον τοιγαροῦν τὸν ὑπερήφανον λογισμόν, εἴτε τις ἀντικειμένη δύναμις ἐτύγχανεν, ὥσπερ ‹ὁ ἄρχων βασιλείας Περσῶν καὶ ὁ ἄρχων βασιλείας Μήδων καὶ ὁ ἄρχων βασιλείας Ἑλλήνων›· οὕτω γὰρ εἴποι ἄν τις καὶ ἄρχοντα βασιλείας Ἀσσυρίων γεγονέναι τινὰ τὸν ἀλαζονευσάμενον καὶ τὰς προκειμένας φωνὰς φθεγξάμενον.

Εἶτ᾽ οὖν πρὸς τοῦτον ἢ πρὸς τὸν Βαβυλωνίων βασιλέα τὸν πολιορκήσαντα τὴν Ἰερουσαλὴμ καὶ τὸν νεὼν ἐμπρήσαντα, πάντα τε τὰ ἐν αὐτῷ ἱερὰ σκεύη τε καὶ ἀναθήματα ἑλόντα καὶ τοῖς αὐτοῦ εἰδώλοις ἀναθέντα ἐν αὐτῇ τῇ Βαβυλῶνι, ὡς πρὸς δεινὰ καὶ ἀπονενοημένα τοιαῦτα τολμήσαντα εἰπεῖν, ἀποκρίνεται φάσκων ὁ προφητικὸς λόγος· εἶτα, ὦ πάντων ἀφρονέστατε, οὐ συνορᾷς, ὡς οὔτε 〈πέλυξ〉 ἑαυτόν ποτε 〈κινήσειεν〉 ἐπὶ κοπῇ 〈ξύλου〉 μὴ ἑτέρου ἐνεργοῦντος, οὔτε 〈πρίων〉 διέλοι ἂν τὰ πρὸς αὐτοῦ πριζόμενα μηδενὸς 〈ἕλκοντος〉, οὔτε 〈ῥάβδος〉 τύψειεν ἄν τινα, οὔτε 〈ξύλον〉 πλήξειεν αὐτομάτως 〈κινούμενα〉; χρῆν οὖν λογίσασθαι, ὅτι μηδὲ σοὶ διακόνῳ ὄντι τῆς τοῦ θεοῦ ὀργῆς τοσαύτη παρῆν δύναμις ὡς μυρίων ἐθνῶν κατακρατῆσαι καὶ τοὺς δὲ μὲν ἐγκόπτειν, τοὺς δὲ τέμνειν, ἑτέρους δὲ παίειν, πόλεις τε ὅλας ἐξανδραποδίζεσθαι καὶ μυρία πλήθη καταστρωννύναι παντὸς 〈πρίονος〉 καὶ 〈πελέκυος〉 καὶ 〈ῥάβδου〉 χείρονι γιγνομένῳ, εἰ μὴ κύριος ἦν ὁ τῇ σῇ χειρὶ παραδοὺς τοὺς τούτων ἀξίους.

νυνὶ δὲ μηθὲν τούτων λογισάμενος, ἐπῆρας σαυτὸν ὡς ὑπολαβεῖν ἑαυτὸν εἶναι 〈τὸν μέγαν νοῦν〉· οὐ γὰρ ἔθου πρὸ ὀφθαλμῶν ‹τὴν εἰρήνην τοῦ θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν›, τὸν ἀνώτατον δὲ 〈νοῦν〉 καὶ πάντων μέγιστον νομίσας εἶναι σεαυτόν, ὑπερηφάνοις τε ὀφθαλμοῖς κατεπαρθεὶς τοῦ θεοῦ, διενοήθης τὰ ὅρια τῶν ἐπὶ γῆς ἐθνῶν συγχεῖν, ἃ ὁ θεὸς διώρισε καὶ διέταξε καλῶς, «ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ».

σὺ δὲ τῇ σαυτοῦ σοφίᾳ καὶ τῇ πεπλανημένῃ συνέσει ᾠήθης δύνασθαι μεταθεῖναι μὲν τοὺς ὑπὸ τοῦ θεοῦ εὖ διατεταγμένους ὅρους, ὑποχείριον δὲ σαυτῷ 〈τὴν οἰκουμένην〉 ποιήσασθαι· μηδένα γὰρ ἐφορᾶν καὶ ἀντιλαμβάνεσθαι μηδὲ θεῷ μέλειν τῶν ἐπὶ γῆς ἀνθρώπων ἐνόμισας, διὸ ὥσπερ νεοττῶν ἐρήμων, ἢ δίκην 〈ᾠῶν καταλελειμμένων〉 ὑπέλαβες κρατήσειν τῶν ἐπὶ τῆς οἰκουμένης ἐθνῶν.⌝ ⌞Δεῖ οὖν ὀρθῷ λογισμῷ διανοηθῆναι, ὅτι καὶ αὐτῶν ὧν ἐκράτησας οὐκ ἄνευ θεοῦ νεύματος περιεγένου· πόθεν γάρ σοι παρῆν τοσαύτη ἐξουσία μὴ τοῦ θεοῦ συγκεχωρηκότος καὶ ὥσπερ ὀργάνῳ χρησαμένου σοι ἐπὶ τιμωρίᾳ καὶ κολάσει τῶν ἐπιστροφῆς δεομένων;⌟ ⌜ἀλλ᾽ ἐπεὶ ‹μὴ οὕτως ἐλογίσω› καὶ οὐδ᾽ ἐπέγνως τὸν τῆς τοσαύτης σοι γενόμενον ἐξουσίας αἴτιον, τούτου χάριν γίνωσκε ὡς αὐτὸς ὁ 〈κύριος σαβαώθ〉, ὁ πάσης δυνάμεως καὶ ἀγγελικῆς στρατιᾶς δεσπότης, 〈ἀποστελεῖ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν,⌝ 〈καὶ εἰς τὴν σὴν〉 δόξαν πῦρ καιόμενον καυθήσεται· ⌜καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ〉 αὐτὸς ὁ πάλαι φωτίζων τὸν ἑαυτοῦ λαὸν θεὸς καὶ ὁ 〈ἁγιάζων αὐτὸν〉 σοὶ τῷ ὑπερηφάνῳ γιγνόμενος πῦρ. ἀντὶ δὲ τοῦ· 〈καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ〉, ὁ Σύμμαχος· 〈καὶ ὁ ἅγιος αὐτοῦ εἰς φλόγα〉.

σοὶ γάρ φησι τῷ Ἀσσυρίῳ ἀσεβῆ καὶ ὑπέρογκα λογίσασθαι τετολμηκότι ‹ὁ ἅγιος τοῦ Ἰσραὴλ› καὶ ὁ πάλαι 〈φῶς〉 αὐτοῦ γεγονὼς 〈εἰς φλόγα〉 καὶ 〈εἰς πῦρ〉 γενήσεται.⌝ ⌞〈βουνοῖς δὲ καὶ ὄρεσι καὶ δρυμοῖς〉 παρεικάζει καλῶς αὐτήν τε τὴν τῶν Ἀσσυρίων πληθὺν καὶ τοὺς ἡγουμένους αὐτῆς καὶ τῶν ἄλλων ὑπερέχοντας, καθάπερ 〈βουνοὺς ἢ ὄρη〉. ἀλλ᾽ οὗτοι μὲν 〈ἀποσβεσθήσονται〉, τοῦτ᾽ ἔστιν οἱ πάλαι δεινοὶ καὶ θερμοί, καὶ οὐχ ἑκόντες ἀποψυχθήσονται· καταφάγεται γὰρ αὐτοὺς ὁ θάνατος, μονονουχὶ καὶ ψυχὰς δαπανῶν καὶ σῶμα. ὅτι μὲν γὰρ οὐ συνανῄρηνται τοῖς σώμασιν αἱ ψυχαί, παντὶ τοῦτο σαφές· ὑπεμφαίνει δὲ διὰ τούτων τῆς ψυχῆς τὸ εὐσθενές.⌟ ἀντὶ δὲ τοῦ· 〈καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην〉, ὁ Σύμμαχος 〈καὶ καταφάγεται τὰ ἀποκείμενα αὐτοῦ〉 εἴρηκεν 〈καὶ τὰ πεφυλαγμένα αὐτοῦ ἐν ἡμέρᾳ μιᾷ καὶ ἡ 〈δόξα τοῦ δρυμοῦ αὐτοῦ καὶ τοῦ Καρμήλου αὐτοῦ ἀπὸ ψυχῆς ἕως σαρκὸς ἀναλωθήσεται, καὶ ἔσται ὡς τετηγμένος φεύγων, τὰ δὲ ἐπίλοιπα τῶν ξύλων τοῦ δρυμοῦ αὐτοῦ ἀριθμῷ ἔσονται, καὶ παιδίον γράψει αὐτά. ⌜δρυμὸν〉 δὲ λέγων τὰ πλήθη τὰ σὺν αὐτῷ δηλοῖ, 〈Κάρμηλον〉 δὲ αὐτοῦ τὸν πλοῦτον καὶ τὴν τρυφήν· ἅπερ πάντα 〈ἀναλωθήσεσθαί〉 φησιν ὑπὸ τῆς κολαστικῆς δυνάμεως τοῦ προλεχθέντος 〈πυρός〉. ἐπειδὰν δὲ ταῦτα αὐτῷ συμβῇ, δρασμῷ χρησάμενος φεύξεται, οἵ τε σὺν αὐτῷ πάντες τοῦτο πράξουσιν.

εἰ δέ που βραχεῖς τινες 〈καταλειφθεῖεν〉, τοσοῦτοι ἔσονται ὡς δύνασθαι καὶ τὸ τυχὸν 〈παιδίον〉 τὸν 〈ἀριθμὸν〉 αὐτῶν παραλαβεῖν καὶ γραφῇ παραδοῦναι τοῦ λοιποῦ πλήθους ἀπολωλότος. ταῦτα μὲν καὶ πρὸς λέξιν εἴρηται καὶ πρὸς διάνοιαν· πρὸς μὲν λέξιν ἀνενηνεγμένα ἐπὶ τὸν Ναβουχοδονόσορ τὸν ἐμπρήσαντα τὸν ναὸν καὶ τὴν πόλιν, πρὸς δὲ διάνοιαν ἐπὶ τὴν ἀντικειμένην δύναμιν τὴν τοῦ Ἀσσυρίων ἔθνους, ἡγουμένου τὸ πρὶν ὅτ᾽ αὐτοῖς ἤνθει καὶ ἤκμαζε τὰ τῆς βασιλείας, ἧς τὰ λελεγμένα ἐν τῇ προφητείᾳ παθούσης, καθῃρέθη μὲν αὐτίκα ἡ τῶν Ἀσσυρίων δυναστεία.

Μῆδοι δὲ καὶ Πέρσαι διεδέξαντο τὴν ἀρχήν. ⌜Ἐν ἐκείνῳ φησὶ τῷ καιρῷ καθ᾽ ὃν πάντα τὰ προλεχθέντα κατὰ τοῦ δηλωθέντος ἄρχοντος τῶν Ἀσσυρίων δι᾽ ἔργων χωρήσειεν, οἱ περιλειφθέντες τοῦ αἰχμαλωτισθέντος λαοῦ τῶν Ἰουδαίων, τῆς πολεμίας χώρας ἐλεύθεροι γενόμενοι καὶ εἰς τὴν οἰκείαν ἐπανελθόντες οὐκέτι προσέξουσιν, οἷς πάλαι προσεῖχον δαίμοσι πονηροῖς τοῖς τὰς ψυχὰς αὐτῶν ἠδικηκόσι καὶ πάντων αὐτοῖς κακῶν αἰτίοις γενομένοις, ἀλλὰ τῷ θεῷ λοιπὸν προσέξουσι μόνῳ ἅτε λυτρωτῇ καὶ σωτῆρι αὐτῶν γενομένῳ. ἐπληροῦτο δὲ καὶ ταῦτα πρὸς λέξιν κατὰ Κῦρον τὸν Περσῶν βασιλέα, ὃς πάντας ἀνῆκε τοὺς ἐν τῇ αἰχμαλωσίᾳ Ἰουδαίους· καθ᾽ ὃν καιρὸν οἱ περὶ τὸν Ζοροβάβελ καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν, οἵ τε ἅμα τῷ Ἔσδρᾳ καὶ Νεεμίᾳ τῆς Βαβυλῶνος ἐπανελθόντες, τὸν νεὼν ἤγειραν καὶ τὴν πόλιν αὐτὴν ἀνεκτήσαντο.⌝ ... ἄλλοι διὰ τῆς μετὰ χεῖρας λέξεως δηλούμενοι· 〈τὸ γὰρ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ οἱ σωθέντες τοῦ Ἰακώβ〉. οὗτοι γὰρ ... φησὶ μηκέτι πεποιθέναι ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ὅπερ ἔπραττον κατὰ τοὺς χρόνους Ἄχαζ τοῦ βασιλέως· γέγραπται γὰρ ἐν ταῖς Βασιλείαις· «καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς τὸν βασιλέα τῶν Ἀσσυρίων λέγων Δοῦλός σου ἐγώ, ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμέ.

καὶ ἔλαβεν Ἄχαζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου τοῦ κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλε τῷ βασιλεῖ Ἀσσυρίων δῶρα. καὶ ἤκουσεν αὐτοῦ ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἦλθεν εἰς Δαμασκὸν καὶ ἔλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ῥαασσὼν ἀπέστρεψεν». ἀλλ᾽ 〈οὐκέτι〉 φησὶν ἔσονται τοιοῦτοι ἐπανήξαντες, 〈ἔσονται〉 δὲ 〈πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐλπίζον ἐπὶ θεὸν ἰσχύοντα〉. τήρει δ᾽ ἐνταῦθα ὡς ἡ Ἑβραϊκὴ λέξις ἀντὶ τοῦ· 〈ἐπὶ θεὸν ἰσχύοντα, ἢλ γιββὼρ〉 περιέχει, ὅπερ ἔκειτο ἐπὶ τῶν ὀνομάτων τοῦ ‹γεννηθέντος ἡμῖν παιδίου›, περὶ οὗ ἐλέγετο· «καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος»· κἀκεῖ γὰρ εἶχε τὸ Ἑβραϊκὸν ἐν τοῖς ὀνόμασιν αὐτοῦ 〈ἢλ γιββώρ〉, πάλιν δὲ καὶ ἐν τοῖς μετὰ χεῖρας 〈τοῦ καταλειφθέντος〉 λαοῦ μνημονεύει.

Καὶ ἐπιφέρει· 〈καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ〉. τὸ μὲν οὖν πρῶτον τοὺς καταλειφθέντας ἐδήλου τοὺς ἐπανελθόντας ἀπὸ τῆς αἰχμαλωσίας, τὸ δὲ δεύτερον, ἔνθα ὁ λόγος ἀορίστως ἐπιφέρει μετὰ ὑποδιαστολῆς τό· 〈καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται〉, ἑτέραν παρίστησι διάνοιαν· ⌜〈ψάμμος〉 γὰρ 〈θαλάσσης〉 τὸ μὲν πλῆθος ἀναρίθμητον ἔχει, ἄλλως δὲ ἄχρηστος τυγχάνει πρὸς γεωργίαν.

ἐπειδὰν οὖν ὁ 〈λαὸς Ἰσραήλ〉 φησιν εἰς πλῆθος ἀναρίθμητον χυθῇ, ἄχρηστον δὲ γένηται ἐν τῇ κατὰ θεὸν καρποφορίᾳ, τὸ τηνικαῦτα τὸ μὲν πλῆθος αὐτῶν ἀπολεῖται, μόνον δὲ 〈τὸ κατάλειμμα αὐτῶν σωθήσεται〉 τοῦ λόγου σημαίνοντος τὴν ἄχρηστον πληθὺν τοῦ ἔθνους τῶν μετὰ τὴν ἐπάνοδον τὴν ἀπὸ Βαβυλῶνος οἰκησάντων τὴν χώραν μέχρι τῶν Ῥωμαϊκῶν χρόνων· οὗτοι γὰρ ἦσαν οἱ 〈ὡς ἡ ἄμμος τῆς θαλάσσης〉, ἐξ ὧν μόνον 〈διεσώθη τὸ κατάλειμμα〉, οἱ ἐξ αὐτῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες μαθηταὶ αὐτοῦ καὶ ἀπόστολοι καὶ εὐαγγελισταί.⌝ τοῦτο δὲ ἔσται φησὶν ἐπειδὰν 〈λόγον συντετμημένον ποιήσει κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ〉, ⌜δι᾽ ὧν σαφῶς «τὸ εὐαγγέλιον» τῆς καινῆς ᾐνίξατο διαθήκης «〈ἐν ὅλῃ τῇ οἰκουμένῃ〉» ‹κηρυχθέν›. 〈συντετμημένος〉 δὲ ἦν ὁ 〈λόγος〉 ὁ εὐαγγελικὸς τῷ μὴ περιέχειν τὰ παρὰ Μωσεῖ παραγγέλματα. τῶν δὲ προκειμένων ῥημάτων μέμνηται καὶ ὁ Ἀπόστολος τοῦτον λέγων τὸν τρόπον· «Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς.⌝ καὶ καθὼς προείρηκεν Ἠσαΐας· εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». ἰστέον δ᾽ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ δωδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος.

Πληρώσας ὁ λόγος τὴν περὶ τοῦ Ἰούδα καὶ τῆς Ἰερουσαλὴμ προφητείαν, δι᾽ ἧς ἐδήλου ὡς καὶ αὐτοὶ τὰ ὅμοια τῇ Σαμαρείᾳ καὶ τῷ Ἰσραὴλ πείσονται παραδοθέντες τῷ τῶν Ἀσσυρίων ἄρχοντι ὁποῖά τε τὸν πολιορκητὴν αὐτῶν τὸν Ἀσσύριον διαδ...... περί τε τῶν μετὰ ταῦτα εὐσεβῶς βιωσόντων προειπὼν ταῦτα πάντα περὶ τῶν μετὰ μακροὺς χρόνους γενησομένων ...... παρόντα χρόνον, καθ᾽ ὃν Ἠσαΐας ὁ προφήτης ἐγνωρίζετο τοῖς κατ᾽ Ἑζεκίαν τὸν βασιλέα τὴν Ἰερουσαλὴμ οἰκοῦσι καὶ ἔφοδον ...... φροντίζουσίν τε καὶ ἐν ἀγωνίᾳ καθεστῶσι, μὴ ἄρα ποτὲ καὶ αὐτοὶ πάθοιεν τὰ ὅμοια τοῖς τὴν Σαμάρειαν οἰκοῦσιν. ⌜παραινεῖ μὴ φοβεῖσθαι τοὺς Ἀσσυρίους· ἥξειν μὲν γάρ φησι καὶ ἐπιστρατεύσειν κατὰ τῆς Ἰερουσαλὴμ τὸν τούτων βασιλέα πρὸς τὸ βραχείας πειραθῆναι πληγῆς τοὺς ἐν αὐτῇ κατοικοῦντας ὥσπερ 〈ῥάβδῳ〉 παιομένους, ἄπρακτον δὲ αὐτὸν ὑποστρέψειν φυγῇ χρησάμενον. ἐπληροῦτο δὲ καὶ ταῦτα ἐπὶ Ἑζεκίου υἱοῦ Ἄχαζ βασιλεύοντος ἐν Ἰερουσαλὴμ ἀνδρὸς γενομένου οὐ κατὰ τὸν πατέρα, δικαίου δὲ ἄλλως καὶ θεοφιλοῦς κατὰ πάντα τρόπον.⌝ διό φησι ὁ κύριος πρὸς τοὺς δηλωθέντας· 〈μὴ φοβοῦ, ὁ λαός μου οἱ κατοικοῦντες ἐν Σιών, [αὐτ ] ἀπὸ Ἀσσυρίων〉. ⌜εἰ καὶ τὰ μάλιστα γὰρ ἐμοῦ ἐπιτρέποντος καὶ ἐν σοὶ ἐπελεύσεται ὁ τούτων βασιλεύς, ὅμως 〈ἐν ῥάβδῳ〉 ἐπιστρεπτικῇ 〈πατάξει σε〉, ἀλλ᾽ οὐ ξίφεσιν οὐδὲ δόρασι πολέμου νόμῳ κρατήσας ἐπελεύσεταί σοι.

καὶ αὕτη δὲ ἡ διὰ 〈ῥάβδου〉 κατὰ σοῦ 〈πληγὴ〉 οὐκ ἔσται παράνομος·⌝ 〈ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή〉. ⌜τὸ δ᾽ αἴτιον τοῦ συγχωρηθῆναι τὸν Ἀσσύριον πεφεισμένῃ 〈πληγῇ〉 χρήσασθαι κατὰ σοῦ μὴ ἀγνόει· ἐπειδὴ γὰρ τῇ 〈ὁδῷ Αἰγύπτου〉 πάλιν σεαυτὸν ἐκδέδωκας εἰδωλολατρίᾳ προσεσχηκὼς κατὰ τοὺς χρόνους Ἄχαζ. τούτου χάριν ὑμᾶς τῇ 〈ῥάβδῳ〉 τοῦ Ἀσσυρίου παραδέδωκα εἰς σωφρονισμὸν καὶ ἐπιστροφήν.⌝ πλὴν ὅσον οὔπω 〈παύσεταί μου ὁ θυμὸς〉 μεταβαλλόντων ὑμῶν ἐπὶ τὸ κρεῖττον καὶ τὸν θεὸν ἐπεγνωκότων, ἅμα τῷ ὑμετέρῳ βασιλεῖ Ἑζεκίᾳ. διὸ καὶ ἡ ἀγανάκτησίς μου ἡ καθ᾽ ὑμῶν 〈παύσεται〉, ἐμοῦ δὲ τῆς ὑμετέρας σωτηρίας ὑπερασπίζοντος, φεύξεται ὁ Ἀσσύριος ἀσχημόνως διὰ τῆς ὑμετέρας χώρας καὶ διὰ τῶν ὑμετέρων πόλεων τόπον ἐκ τόπου διαδιδράσκων.⌝ ἀντὶ δὲ τοῦ· 〈πληγὴν γὰρ ἐπάγει ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου〉, ὁ Σύμμαχος· 〈ἐν ῥάβδῳ〉 φησὶ 〈πλήξει σε καὶ τὴν βακτηρίαν αὐτοῦ ἐπαρεῖ ἐπὶ σὲ διὰ τὴν ὁδὸν Αἰγύπτου〉. ταῦτα γὰρ σοὶ ποιήσει ὁ Ἀσσύριος 〈διὰ τὴν ὁδὸν Αἰγύπτου〉, ἣν ὥδευσας, πλὴν 〈ἐπεγερεῖ αὐτῷ ὁ θεός〉 φησι 〈μάστιγα κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως〉. ἀνθ᾽ οὗ ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· 〈καὶ ἐξεγερεῖ ἐπ᾽ αὐτὸν κύριος τῶν δυνάμεων μάστιγα κατὰ τὴν πληγὴν Μαδιὰμ τὴν ἐν Σοὺρ Ὠρήβ〉.

κεῖται δὲ ἡ ἱστορία παρὰ Μωσεῖ ἐν τοῖς Ἀριθμοῖς, ὁπηνίκα «ἐλάλησε κύριος πρὸς Μωσῆν λέγων Ἐκδίκει τὴν ἐκδίκησιν τῶν υἱῶν Ἰσραὴλ ἐκ τῶν Μαδιανιτῶν», καὶ ἑξῆς εἶπε Μωσῆς τῷ λαῷ· «Ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας καὶ παρατάξασθε ἔναντι κυρίου ἐπὶ 〈Μαδιὰμ〉 ἀποδοῦναι ἐκδίκησιν χιλίους ἐκ φυλῆς», ὅτε «καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν καὶ τοὺς βασιλεῖς 〈Μαδιάμ〉», ἐν οἷς ἦν ‹〈καὶ Βαλαὰμ υἱὸς Βεώρ〉›. ταῦτα δὲ ἐγίνετο 〈ἐν Σοὺρ Ὠρήβ〉· ἡ μὲν γὰρ ἔρημος ἐκαλεῖτο 〈Σούρ〉, ὡς ἡ γραφὴ διδάσκει λέγουσα· «ἐξῆρε Μωσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ ἦγεν αὐτοὺς εἰς τὴν ἔρημον 〈Σούρ〉», τὸ δὲ ὄρος ἐκαλεῖτο 〈Χωρήβ〉· γέγραπται γάρ· «καὶ εἶπε κύριος πρὸς Μωσῆν Προπορεύου τοῦ λαοῦ, λάβε ἐν τῇ χειρί σου τὴν ῥάβδον, ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν καὶ πορεύσῃ. καὶ ἰδοὺ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν 〈Χωρήβ〉». ὥσπερ οὖν τότε τῇ 〈Μαδιὰμ〉 ἐπήγαγον 〈τὴν πληγήν〉, οὕτως φησὶ καὶ τοῖς Ἀσσυρίοις ποιήσω, οἱ δὲ πληγέντες ἐν τῇ ἐμῇ 〈μάστιγι〉 ἀποστρέψουσιν 〈ἐν τῇ ὁδῷ τῇ κατὰ θάλασσαν. καὶ ἀφαιρεθήσεται ὁ ζυγὸς〉 τοῦ 〈Ἀσσυρίου ἀπὸ τοῦ ὤμου σου καὶ ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ〉. ⌜Καὶ σὺ μὲν ἔσῃ ἐλεύθερος καὶ παντὸς ἀπηλλαγμένος 〈φόβου〉, ὁ δὲ φεύγων πρότερον μὲν 〈ἥξει εἰς τὴν πόλιν Ἀγγαί〉, εἶθ᾽ ἐκεῖθεν 〈παρελεύσεται〉 εἰς ἕτερον τόπον καὶ ἀποκαμὼν ἐνταῦθα 〈τὰ σκεύη αὐτοῦ ἀποθήσεται〉.

ἔπειτα διαβήσεται ἐντεῦθεν ἀλλαχοῦ, κἀκεῖθεν εἰς τὴν καλουμένην 〈πόλιν Σαούλ〉, εἶτα εἰς ἕτερον τόπον, καὶ οὕτως ἀσχημόνως ἀφανὴς ἔσται.

Ὑμεῖς δὲ παρακληθήσεσθε καὶ παραμυθίας τεύξεσθε μηκέτι ὑποκείμενοι τῷ ζυγῷ Ἀσσυρίῳ·⌝ διὸ προστάττονται οἱ δυνάμενοι 〈παρακαλεῖν〉 καὶ 〈παρακαλεῖσθαι〉 ὑμᾶς ἐντεῦθεν ἤδη τοῦτο ποιεῖν. 〈παρακαλεῖτε〉 γάρ φησι 〈σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, παρακαλεῖτε τῇ χειρί, τὸ ὄρος, τὴν θυγατέρα Σιών, καὶ οἱ βουνοὶ οἱ ἐν Ἰερουσαλήμ〉. ⌜ὑπὲρ γὰρ τοῦ μὴ φεύγειν ἀλλὰ μένειν καὶ καρτερεῖν τὴν πρὸς ὀλίγον ἐπελευσομένην παιδείαν 〈παρακαλεῖτέ〉 φησι 〈τὴν θυγατέρα Σιών〉, δηλαδὴ τοὺς ἐνοικοῦντας τὴν Ἰερουσαλήμ.⌝ ἐπιτήρει δέ, ὅπως πρόσκειται τὸ 〈σήμερον〉· τὰ μὲν γὰρ πρὸ τούτων λεχθέντα περὶ τοῦ ἄρχοντος τῶν Ἀσσυρίων εἰς μακροὺς ἀνεπέμπετο χρόνους τοὺς ἐπὶ Ναβουχοδονόσορ, τὰ δὲ παρόντα πρὸς τοὺς 〈σήμερον〉 ὄντας κατ᾽ αὐτὸν τὸν προφήτην Ἠσαΐαν ἐλέγετο. διό φησι· 〈παρακαλεῖτε σήμερον ἐν ὁδῷ τοῦ μεῖναι〉· πρὸς γὰρ τὸ μὴ φεύγειν τὸν λαὸν τὴν νῦν καὶ 〈σήμερον〉 ἐπὶ Ἑζεκίου τοῦ βασιλέως γιγνομένην ἔφοδον τοῦ Ἀσσυρίου 〈παρακαλεῖτε〉, ὥστε 〈μένειν〉 αὐτὸν καὶ μὴ φεύγειν μαθόντα, ὁποῖα πείσεται ὁ νῦν ἐφεστὼς Ἀσσύριος.

τίνας δὲ 〈παρακαλεῖν〉 προστάττει, ἐπιλέγει ἑξῆς· 〈οἱ βουνοὶ οἱ ἐν Ἰερουσαλήμ〉· τοῖς γὰρ ἐπαναβεβηκόσι καὶ τῇ ψυχῇ καὶ τῷ φρονήματι κατὰ θεὸν ἐπηρμένοις τὸν λαὸν 〈παρακαλεῖν〉 ἐγκελεύεται· εἰκὸς γὰρ τῆς ἐκ θεοῦ πληγῆς ἁψαμένης τῶν Ἀσσυρίων ὡς πεσεῖν αὐτῶν ‹ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας› ἐν μιᾷ νυκτί, τοὺς περιλειφθέντας σὺν αὐτῷ βασιλεῖ φυγῇ κεχρῆσθαι διὰ τῶν κατωνομασμένων ἐν τῇ προφητείᾳ πόλεών τε καὶ κωμῶν καὶ τόπων. ὅπως δὲ 〈τῇ ὁδῷ τῇ κατὰ θάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ᾽ Αἴγυπτον〉 ὁ Ἀσσύριος διῄει φεύγων, ἡ ἱστορία παρέστησε τοὺς Αἰθίοπας ἐπαναστῆναι αὐτῷ διδάξασα. μέχρι τούτου περιγράφεται ἡ προφητεία ἡ περὶ τοῦ Ἀσσυρίου λεχθεῖσα, τὰ δ᾽ ἑξῆς ἀπὸ ἑτέρας ἀρχῆς περὶ τοῦ θεοῦ θεσπίζεται.

Τῶν Ἀσσυρίων πολλάκις μνημονεύσας ὁ λόγος καὶ τῶν ἀρξάντων παρ᾽ αὐτοῖς καὶ μεγαλοφρονησάντων τῆς ἀρχῆς τὴν καθαίρεσιν δηλώσας διὰ τῶν προκειμένων περὶ τῆς κατ᾽ ἔθνος πολυαρχίας διεξέρχεται· ἦσαν γοῦν τότε τοπάρχαι καὶ ἐθνάρχαι καὶ μερικοὶ βασιλεῖς, οἷον Αἰγύπτου καὶ Ἀραβίας καὶ Τύρου καὶ Σιδῶνος καὶ τῶν λοιπῶν ἐθνῶν, οἳ καὶ αὐτοὶ εἰδωλολατροῦντες ἐνύβριζον τὸν θεὸν ἐπαιρόμενοι καὶ ὑψούμενοι καὶ ὑπέρογκα φρονοῦντες.

ἀκολούθως τοιγαροῦν καὶ περὶ τούτων αὐτῶν μετὰ τὰ προλεχθέντα περὶ τῆς καθαιρέσεως τῶν Ἀσσυρίων θεσπίζει σημαίνων τὴν παντελῆ τούτων κατάλυσιν ἐν τῷ λέγειν· 〈ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει ταπεινωθήσονται〉 καὶ τὰ τούτοις ἑξῆς. ⌜εἶτα τὸν χρόνον, καθ᾽ ὃν ταῦτα ἔσται, παριστὰς συνάπτει τὴν εἰς ἀνθρώπους πάροδον τοῦ Χριστοῦ σφόδρα εὐκαίρως· ἐπειδὴ γὰρ προεδίδαξε διὰ τῶν ἔμπροσθεν τὰ περὶ τῆς γενέσεως αὐτοῦ τῆς ἐκ παρθένου καὶ τὸν τρόπον τῆς γενέσεως, τάς τε ἐπωνύμους προσηγορίας τῶν ἐπινοουμένων ἐν αὐτῷ δυνάμεων, ἀκολούθως ἐπὶ τοῦ παρόντος, ἐξ ὁποίου γένους καὶ ποίας φυλῆς προελεύσεται, ὁποίᾳ τε καταρθώσει ἡ εἰς ἀνθρώπους αὐτοῦ πάροδος προαναφωνεῖ.⌝ κατὰ τὸ αὐτὸ δὲ καὶ τῆς ἀποδοθείσης πολυαρχίας σημαίνει τὴν καθαίρεσιν, τῶν τε ἄλλων τῶν κατὰ πᾶν ἔθνος τὸ πρὶν δυναστευόντων ἀρχόντων ἐν τοπαρχίαις καὶ πολυαρχίαις, τῶν τε παρ᾽ αὐτοῖς Ἰουδαίοις ἡγουμένων καὶ ἁπαξαπλῶς ἁπάντων τῶν κατ᾽ ἔθνος ἀρχόντων, τῶν τε ἀοράτων δυνάμεων πνευμάτων τε πονηρῶν καὶ δαιμόνων, οἳ τὴν πολύθεον πλάνην παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐκ μακροῦ αἰῶνος ἐκράτυνον.

τούτων δὴ πάντων ὁ λόγος ἐπὶ τῇ τοῦ σωτῆρος θεοφανείᾳ καθαίρεσιν ἔσεσθαι ἀπειλεῖ λέγων· 〈ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται〉. ⌜ὁρᾷς ὁπόσους καὶ ὁσάκις 〈ὑψηλοὺς〉 ὠνόμασεν, ὧν τὸ σύστημα τῷ 〈Λιβάνῳ〉 καὶ ταῖς ἐν αὐτῷ ὑψηλοτάταις κέδροις ἀφομοιοῖ.⌝ ⌞διὸ εἴρηται ἀλλαχοῦ· «εἶδον τὸν ἀσεβῆ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ 〈Λιβάνου〉», καὶ ἐν ἑτέρῳ πάλιν· «φωνὴ κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ 〈Λιβάνου〉 καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν 〈Λίβανον〉».⌟ τοιοῦτο τοίνυν πρῶτον ὁ λόγος ποιήσειν τὸν 〈κύριον σαβαὼθ〉 ἐπαγγέλλεται, λέγω δὲ τὸ συντρίψειν πάσας τὰς ἐν ἀνθρώποις ἐθναρχίας καὶ πολυαρχίας. ἐπεὶ δὲ πολλαχοῦ τῶν θείων γραφῶν 〈Λίβανος〉 ὠνόμασται ἡ Ἰερουσαλήμ, ὡς πολλάκις ἀπεδείξαμεν, εἰκότως καὶ αὐτῆς τὴν πτῶσιν, τῶν τε ἐν αὐτῇ τὸ παλαιὸν τὰ μεγάλα δεδυνημένων ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους σημαίνει φάσκων· ὁ 〈δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται〉. ⌜Πῶς δὲ τούτων ἁπάντων ἔσται συντριβὴ καὶ πτῶσις, παρίστησιν ἑξῆς, 〈ἐκ ῥίζης Ἰεσσαὶ προελεύσεσθαι ῥάβδον〉 θεσπίζων, ἥτις πάντας τοὺς προδηλωθέντας 〈ὑψηλοὺς〉 συντρίψασα 〈ταπεινώσει〉. διὸ ἐπισυνῆπται τό· 〈Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί〉.

ἀντὶ δὲ τοῦ· 〈ἐκ τῆς ῥίζης, ἀπὸ κορμοῦ〉 συμφώνως ἡρμήνευσαν οἱ λοιποί· καὶ γὰρ ἦν ἡ φυλὴ καὶ ἡ πατριά, ἐξ ἧς προῆλθεν ὁ σωτήρ, ὥσπερ τις 〈κορμός〉, μηκέτι κλάδους ἔχων διὰ τὸ ἐκλελοιπέναι τοὺς ἐκ διαδοχῆς Δαυὶδ βασιλέας μετὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν. διό μοι δοκεῖ 〈κορμὸς〉 ὠνομάσθαι τὸ κατὰ σάρκα γένος τοῦ Δαυίδ, οὗ πατὴρ ἦν ὁ Ἰεσσαί.⌝ ἵνα δὲ μή τις ὑπολάβῃ βασιλέα ὅμοιον τῷ Δαυὶδ ἔσεσθαι τὸν προφητευόμενον, οὐκ 〈ἐκ τῆς ῥίζης〉 εἶπε Δαυίδ, τοῦ δὲ 〈Ἰεσσαὶ〉 διὰ τὸ τοῦ βίου παραπλήσιον καὶ εὐσταλές· πένης γὰρ ἦν ὁ 〈Ἰεσσαὶ〉 καὶ οὐδεμιᾶς κατὰ κόσμον ἀρχῆς ἐπειλημμένος. εἰκότως οὖν 〈ἐκ ῥίζης〉 αὐτοῦ, ἢ ὥσπερ 〈ἀπό〉 τινος παλαιοῦ 〈κορμοῦ ῥαβδίον〉 λέγεται 〈ἐξελεύσεσθαι〉 κατὰ τὸν Ἀκύλαν, ὃς 〈ῥαβδίον〉 ἐξέδωκεν, οὕτως παραστήσας τὸ κατὰ σάρκα μέτριον καὶ ταπεινὸν τοῦ σωτῆρος ἡμῶν. καὶ 〈ἀκρεμὼν〉 δὲ ὁμοίως εἴρηται καὶ 〈βλαστὸς〉 διὰ τὴν αὐτὴν αἰτίαν· ἀντὶ γὰρ τοῦ· 〈καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται〉, ὁ μὲν Ἀκύλας 〈καὶ ἀκρεμὼν ἀπὸ ῥιζῶν αὐτοῦ αὐξηθήσεται〉 εἴρηκεν, ὁ δὲ Σύμμαχος· 〈καὶ βλαστὸς ἐκ τῶν ῥιζῶν αὐτοῦ αὐξηθήσεται〉.

Τὸ μὲν οὖν 〈ῥαβδίον ἢ ὁ ἀκρεμὼν ἢ ὁ βλαστὸς〉 ὁ κατὰ σάρκα ἐπινοούμενος τοῦ σωτῆρος ἡμῶν ἄνθρωπος ἦν, ὁ δ᾽ ἐν αὐτῷ κατοικῶν θεὸς λόγος διὰ τῶν ἑξῆς ἐπιφερομένων δηλοῦται, δι᾽ ὧν εἴρηται· 〈καὶ ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ〉· διὰ τούτων γὰρ «τὸ πλήρωμα τῆς θεότητος» τοῦ μονογενοῦς τοῦ θεοῦ σημαίνεται, περὶ οὗ φασιν οἱ Εὐαγγελισταί· «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν», καὶ ὁ Ἀπόστολος· «ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς κατοικῆσαι». τῶν μὲν γὰρ λοιπῶν προφητῶν ‹ὁ καθ᾽ εἷς ἴδιόν τι χάρισμα εἰλήφει› καὶ τῶν ἀποστόλων δὲ ὁμοίως ἕκαστος μέρος τι «ἐκ τοῦ πληρώματος» μετείληχεν, αὐτὸς δὲ «τό» που «πλήρωμα τῆς θεότητος», ὃ οὐδεὶς πώποτε ἀνθρώπων κεχώρηκεν ἢ μόνος ὁ 〈ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐξελεύσεσθαι〉 προφητευόμενος, ἐν ᾧ τὸ 〈πνεῦμα〉 τοῦ θεοῦ κατῴκησε, περὶ οὗ φησιν ὁ Ἀπόστολος· «ὁ δὲ κύριος τὸ 〈πνεῦμά〉 ἐστιν», 〈πνεῦμα σοφίας καὶ συνέσεως〉, ‹〈σοφία〉› δὲ ἦν ὁ προὼν τοῦ θεοῦ 〈λόγος〉, ‹δι᾽ οὗ τὰ πάντα γέγονε›· «πάντα γὰρ ἐν 〈σοφίᾳ〉 ἐποίησε», καὶ «ὁ θεὸς τῇ 〈σοφίᾳ〉 ἐθεμελίωσε τὴν γῆν», καὶ κατὰ τὸν Ἀπόστολον· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ 〈σοφία〉».

τοῦτο τοίνυν 〈τὸ πνεῦμα τῆς σοφίας〉, οὐ πρὸς ὥραν οὐδὲ πρὸς ἡμέραν οὐδὲ πρὸς βραχύν τινα καιρὸν ἐπῄει τῷ προφητευομένῳ, ἀλλ᾽ 〈ἐπανεπαύσατο〉 ἐπ᾽ 〈αὐτὸν〉 ὡς ἐν οἰκείῳ ναῷ, τὸ δὲ αὐτὸ 〈πνεῦμα βουλῆς καὶ ἰσχύος〉 ἦν. διὸ «〈Μεγάλης βουλῆς ἄγγελος〉» ἐν τοῖς ἔμπροσθεν ἐκαλεῖτο, καὶ «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία» εἴρηται. ἀλλὰ καὶ 〈πνεῦμα γνώσεως καὶ εὐσεβείας〉 καὶ 〈πνεῦμα φόβου θεοῦ〉 τὸ αὐτὸ λέλεκται. οὐ διῃρημένως δὲ πολλὰ ταῦτα χρὴ νοεῖν πνεύματα, ὥσπερ δὲ νοοῦμεν αὐτὸν εἶναι θεοῦ λόγον καὶ ‹φῶς› καὶ ‹ζωὴν καὶ ἀνάστασιν› καὶ ἄλλα μυρία κατὰ τὰς ἐν αὐτῷ διαφόρους ἐπινοίας, οὕτω καὶ 〈πνεῦμα σοφίας καὶ συνέσεως καὶ βουλῆς καὶ ἰσχύος καὶ γνώσεως καὶ εὐσεβείας καὶ φόβου θεοῦ〉. καὶ ταῦτα πάντα ἕνα καὶ τὸν αὐτὸν χρὴ νοεῖν τὸν προόντα τοῦ θεοῦ λόγον τὸν 〈ἐπαναπαυσάμενον τῷ ἐκ ῥίζης Ἰεσσαὶ〉 καὶ «ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα» γενομένῳ.

Τὰ μὲν οὖν τῆς συμπλοκῆς τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, πρὸς ὃν ἀνείληφεν υἱὸν ἀνθρώπου, ὧδέ πη δεδήλωται, τὰ δὲ κατὰ τὸν βίον, ὃν ἐπολιτεύσατο συνδιατρίψας ἀνθρώποις, ἑξῆς ὑπογράφει λέγων· 〈οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς〉. ἃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· 〈καὶ οὐ τῇ ὁράσει τῶν ὀφθαλμῶν αὐτοῦ κρινεῖ οὐδὲ τῇ ἀκοῇ τῶν ὤτων αὐτοῦ ἐλέγξει, ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ πένητας καὶ ἐλέγξει ἐν εὐθύτητι πτωχοὺς γῆς〉. ⌜εὕροις δ᾽ ἂν ἐν τοῖς Εὐαγγελίοις, ὅπως ὁ σωτὴρ καὶ κύριος ἡμῶν οὐ 〈κατὰ τὴν δόξαν ἔκρινεν〉. ‹μηδενὸς οὖν λαμβάνων πρόσωπον›, 〈ἤλεγχε〉 σὺν παρρησίᾳ πολλῇ ποτὲ μὲν τοὺς γραμματεῖς καὶ φαρισαίους, ποτὲ δὲ τοὺς ἀρχιερεῖς ἔνδον ἐν τῷ ναῷ, οἷς καὶ ἔλεγεν· «ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς». ἀλλ᾽ 〈οὐδὲ κατὰ τὴν λαλιὰν ἤλεγχεν·〉 οἱ μὲν γὰρ προσῄεσαν αὐτῷ λέγοντες· «διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι πρὸς οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων».

ὁ δὲ οὐ 〈κατὰ τὴν λαλιὰν〉 αὐτῶν 〈ἤλεγχε〉· διὸ «εἰδὼς τὰς πονηρίας αὐτῶν ἀπεκρίνατο· τί με πειράζετε, ὑποκριταί»;⌝ καὶ 〈ταπεινῶν δὲ κρίσιν ἔκρινεν, ἤλεγχέ τε τοὺς ταπεινοὺς τῆς γῆς ἢ τοὺς πτωχοὺς ἐν εὐθύτητι〉 κατὰ τὸν Σύμμαχον, 〈πτωχοὺς〉 νοούντων ἡμῶν, οὓς μακαρίζων ἔλεγε· «Μακάριοι οἱ 〈πτωχοὶ〉 τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τοῦ θεοῦ». ἦσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ αὐτοῦ τοιοῦτοι, οὓς καὶ αὐτοὺς ἀπήλεγχε ποτὲ μὲν φάσκων πρὸς αὐτούς· «ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε», καὶ πάλιν· «οὔπως νοεῖτε οὐδὲ συνίετε», ποτὲ δὲ τῷ Πέτρῳ· «ὀλιγόπιστε, εἰς τί ἐδίστασας»; καὶ ἄλλα δὲ πλεῖστα φαίνεται ἐπιτιμήσας καὶ ἀπελέγξας, ὃ δὴ καὶ αὐτὸ προλαβοῦσα ἡ προφητεία ἐθέσπισεν. ⌜εἶθ᾽ ἑξῆς ἐπιλέγει· 〈καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ〉. ⌜νοήσεις δὲ καὶ τοῦτο ἐπακούσας αὐτοῦ λέγοντος· «Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν». ‹μάχαιρα› δὲ ἦν ὁ 〈λόγος τοῦ στόματος αὐτοῦ〉, δι᾽ οὗ 〈τὴν γῆν〉 καὶ τὰ γεώδη φρονήματα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀνῄρει.⌝ 〈καὶ ἐν πνεύματι 〈ἀνελεῖ ἀσεβῆ〉〉 ⌜τοῖς ἀθέοις καὶ ἀσεβέσι δαίμοσιν ‹ἐπιτιμῶν› καὶ μακρὰν αὐτοὺς ἐλαύνων 〈διὰ χειλέων αὐτοῦ〉 προφερομένῳ λόγῳ, ὡς βοᾶν αὐτοὺς καὶ λέγειν· «τί ἡμῖν καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;

οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ».⌝ Ἀλλὰ 〈καὶ ἔσται〉 φησὶ 〈δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ ἔσται δικαιοσύνη περίζωμα τῆς ὀσφύος αὐτοῦ καὶ ἡ πίστις περίζωμα τῶν λαγόνων αὐτοῦ〉. ⌜ὥσπερ δὲ βασιλεὺς ζώνῃ χρυσῇ καὶ λίθοις πολυτελέσι ζώννυται, τὸν αὐτὸν τρόπον καὶ τῷ προφητευομένῳ ζώνην ἀφορίζει τὴν 〈δικαιοσύνην〉 καὶ τὴν 〈ἀλήθειαν〉, κἀνταῦθα νοουμένης τῆς θεότητος τοῦ λόγου· αὐτὸς γὰρ ἦν ἡ 〈δικαιοσύνη〉, ὡς διδάσκει ὁ Ἀπόστολος λέγων· «ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, 〈δικαιοσύνη〉 τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις». καὶ αὐτὸς δὲ ὁ σωτὴρ ἐν Εὐαγγελίοις εἰρηκὼς ἀναγέγραπται· «ἐγώ εἰμι τὸ φῶς καὶ ἡ 〈ἀλήθεια〉 καὶ ἡ ζωή». αὕτη τοίνυν ἡ 〈ἀλήθεια〉 καὶ ἡ 〈δικαιοσύνη〉 τὸν «ἐκ ῥίζης Ἰεσσαὶ» περιέσφιγγον 〈πλευρὰς〉 καὶ 〈ὀσφὺν〉 ἐν βασιλικῷ καὶ ἐν στρατιωτικῷ σχήματι, τὸ κατὰ τῶν ἀφανῶν καὶ ἀοράτων πολεμίων παράστημα αὐτοῦ ἐμφαίνοντος τοῦ λόγου, διὰ τοσούτων ὥσπερ εἰκονογραφήσας τὸν προφητευόμενον.⌝ Ἑξῆς τὰ κατορθώματα αὐτοῦ διαγράφει διδάσκων, ὡς διὰ τῆς αὐτοῦ χάριτος καὶ θείας ἀρετῆς ⌜〈λύκοι〉 μὲν οἱ ἐν ἀνθρώποις ἁρπακτικοὶ καὶ πλεονεκτικοὶ μεταβαλοῦσι δὲ τῆς μοχθηρίας ὡς 〈μετὰ ἀρνῶν〉 ἡμέρων καὶ πράων τὰς ψυχὰς ὑπὸ μίαν ἐκκλησίαν ἀγελάζεσθαι.

ἄλλοι δὲ ὠμότατοι καὶ σφόδρα ἀπηγριωμένοι ἄνδρες οὐδὲν 〈παρδάλεων〉 διαφέροντες τὸ τοῦ θηρὸς φοβερὸν ἀποθέμενοι 〈ἐρίφοις ἅμα〉 τοῖς ἁπλουστέροις καὶ ἀκεραιοτέροις 〈συναναπαύσονται〉. καὶ 〈λέοντι〉 δὲ τοὺς τρόπους παρεικασμένοι ἄλλοι, τὸ ὠμόθυμον καὶ σαρκοβόρον ἦθος ἐναλλάξαντες, ὁμοῦ τοῖς ἐν τῇ ἐκκλησίᾳ νεογνοῖς ὥσπερ 〈μόσχοι καὶ ταῦροι συμβοσκηθήσονται〉 τῆς αὐτῆς ἐκ τῶν θείων λογίων μεταληψόμενοι τροφῆς. εἰ δὲ καὶ βασιλικούς ποτε ἄνδρας ἀξιώμασι καὶ ὑπεροχαῖς ταῖς κατὰ τὸν βίον τετιμημένους θεάσοιο ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ μετὰ πενήτων καὶ εὐτελῶν συναγομένους, μὴ ὄκνει λέγειν καὶ οὕτως πληροῦσθαι τὴν γραφὴν 〈λέοντας μόσχοις συμβοσκηθήσεσθαι〉 φήσασαν. ἀλλὰ γὰρ ὁμοῦ τούτους πάντας τοὺς ἀποδοθέντας 〈λύκους〉 καὶ 〈ἄρνας〉 καὶ 〈παρδάλεις, ἐρίφους〉 τε καὶ 〈λέοντας〉 καὶ 〈μόσχους〉 καὶ 〈ταύρους παιδίον〉 φησὶ νήπιον 〈ἄξει〉. τὸ δὲ 〈ἄξει〉 ἀντὶ τοῦ 〈συνάξει〉 λέλεκται.

ἔργῳ δὲ ἔστι παραλαβεῖν καὶ τοῦτο, συνορῶντας ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ τοὺς πλείους τῶν προεστώτων δι᾽ ἁπλότητα ψυχῆς καὶ ἀκακίαν οὐδὲν νηπίων διαφέροντας· ὅμως δ᾽ οὖν ἡγουμένους τῶν ἀπὸ παντὸς γένους κατὰ τὸ αὐτὸ συναγομένων.⌝ 〈Καὶ βοῦς〉 δέ φησι 〈καὶ ἄρκος ὁμοῦ βοσκηθήσονται, καὶ ἅμα ἔσονται τὰ παιδία αὐτῶν〉· ⌜κἀνταῦθα δὲ ἡμέρων καὶ πρὸς γεωργίαν ψυχῆς ἐπιτηδείων ἀνδρῶν καὶ ἄλλων ἀπηγριωμένων τοῖς τρόποις, τὴν ἐπὶ τὸ αὐτὸ κοινωνίαν διαγράφει, πλουσίων τε καὶ πενήτων, πονηρῶν τε καὶ ἀγαθῶν παῖδας ὁρῶν συγκροτουμένους ἐπὶ τῆς ἐκκλησίας μαρτυρήσεις τῇ προφητείᾳ φησάσῃ· 〈καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται〉. σαρκοβόρος δὲ 〈λέων〉 τὴν φύσιν, 〈ἀχύροις〉 τρεφόμενος ποηφάγου ζῴου δίκην, ἄνθρωπος ἂν εἴη πάλιν θηριώδης καὶ ἀπηνής, ψιλῇ τῇ λέξει τῆς θείας χαίρων γραφῆς, ἧς ὁ μὲν λανθάνων ἐν ἀποκρύφῳ νοῦς αὐτὸς εἴη ὁ ψυχῶν τρόφιμος λόγος· ἡ δὲ τοῦτον περιβάλλουσα λέξις τὸ 〈ἄχυρον〉.⌝ Ἔτι πρὸς τούτοις 〈παιδίον νήπιον〉, ὁποῖον ἦν τὸ μικρῷ πρόσθεν εἰρημένον· 〈ἐπὶ τρώγλην ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖν〉 καὶ μηδὲ κακὸν πείθεσθαι λέλεκται. ⌜〈τρῶγλαι δὲ καὶ κοῖται ἀσπίδων〉 καὶ τῶν τούτων γεννημάτων εἶεν ἂν σώματα τῶν ὑπὸ δαιμόνων ἐνοχλουμένων, οἷς ἐμφωλεύοντα τὰ ἑρπυστικὰ καὶ ἰοβόλα πνεύματα ἐγκοιτάζεται, 〈τρώγλαις〉 ὥσπερ τοῖς τοῦ σώματος αἰσθητηρίοις χρώμενα.

ταῦτα δὲ τοῦ Χριστοῦ 〈παιδίον〉, ἀνήρ τις ἁπλοῦς καὶ ‹τῇ κακίᾳ νηπιάζων›, τῇ τοῦ σωτῆρος ἀπελαύνων δυνάμει, 〈τὴν χεῖρα〉 αὐτοῖς ἐπιτίθησι μηδὲν 〈κακοποιεῖν〉 δυναμένοις διὰ τὸν «ἐκ ῥίζης Ἰεσσαὶ» προελθόντα, ‹ὃς ἐξουσίαν ἐδίδου› τοῖς αὐτοῦ παιδίοις «πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ».⌝ ταῦτα πάντα ἔσεσθαι ἐπαγγέλλεται 〈ἐπὶ τὸ ὄρος τὸ ἅγιον αὐτοῦ〉, ⌜τὸ καὶ διὰ τῶν ἔμπροσθεν δεδηλωμένον, οὐκ ἀλλότριον τοῦ ἐπουρανίου καὶ εὐαγγελικοῦ λόγου, ἐφ᾽ ὃν ‹ὁ οἶκος τοῦ θεοῦ› καὶ ‹ἡ ἐκκλησία αὐτοῦ οἰκοδομεῖται›.

ἵνα γοῦν μή τις τὸ ἐνταῦθα λεγόμενον 〈ὄρος ἅγιον〉 νομίσῃ εἶναι τὸ ἐν μέρει γωνίας τῆς Παλαιστίνης Ἰουδαίοις ὑπειλημμένον, διασαφεῖ τὴν διάνοιαν ἑξῆς ἐπιφέρων· 〈ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας〉, οὕτως σημαίνων τὴν καθ᾽ ὅλης τῆς οἰκουμένης ἱδρυμένην ἐκκλησίαν τοῦ θεοῦ καὶ τὴν ἐν αὐτῇ κηρυττομένην εὐσεβῆ γνῶσιν, τὴν πᾶν τὸ ἁλμυρὸν τῆς κακίας τοῦ βίου, ὥσπερ πολλῷ τῷ ῥεύματι κατακλύζουσαν καὶ πᾶσαν ψυχῆς ῥυπαρίαν ἀποκαθαίρουσαν.⌝ ⌜〈Ἔσται〉 δέ φησιν ἐν 〈ἐκείνῃ τῇ ἡμέρᾳ〉, δῆλον δ᾽ ὅτι κατὰ τὸν προφητευόμενον χρόνον, οὗτος αὐτὸς ὁ «ἐκ ῥίζης 〈Ἰεσσαὶ» ἀναστησόμενος〉 μετὰ τὸ 〈ἀναστῆναι〉, δῆλον δ᾽ ὅτι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν,⌝ ‹ἄρχων καὶ ἡγούμενος τῶν 〈ἐθνῶν›, καὶ ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν〉· ⌜οὐ γὰρ Ἰουδαίων ἔσται βασιλεὺς οὐδ᾽ ὥσπερ αὐτὸς ὁ Δαυίδ, οἵ τε τούτου διάδοχοι, βραχείας τινὸς γωνίας κρατήσει, τῶν δ᾽ ἁπανταχοῦ τῆς γῆς ἄρξει.⌝ 〈καὶ ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι〉 ⌜πληρουμένης κἀκείνης τῆς προφητείας, δι᾽ ἧς εἴρηται παρὰ Μωσεῖ· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία 〈ἐθνῶν〉».⌝ τέλος δὲ ἐπάγει τοῦ παντὸς λόγου· 〈καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή〉, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον· 〈καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ δόξα〉, σφόδρα ἀκολούθως· τὴν γὰρ πρώτην ἀρχὴν τῆς εἰς ἀνθρώπους γενέσεως αὐτοῦ διδάξας καὶ τὰ μεταξὺ πάντα διελθὼν καὶ τὸ τέλος ὁποῖον ἕξει παρίστησι λέγων· 〈καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμὴ καὶ δόξα〉. ⌜οὐδαμῶς μὲν θάνατον ὑπογράφων αὐτοῦ, 〈ἀνάπαυσιν〉 δὲ ὀνομάζων καὶ 〈δόξαν〉 καὶ 〈τιμήν〉· τοῦτο γὰρ ἦν τὸ τέλος τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους οἰκονομίας.

ὃ δὴ καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν δεικνὺς ἔλεγεν ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· «πάτερ, δόξασόν με τῇ 〈δόξῃ〉 ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί».⌝ Τὸν μὲν «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσόμενον οὐδ᾽ ἕτερον τοῦ Χριστοῦ καὶ αὐτοὶ εἶναι ὁμολογοῦσιν Ἰουδαίων παῖδες, σαφῶς τὸν παρ᾽ αὐτοῖς προσδοκώμενον ἠλειμμένον διὰ τῆς προκειμένης προφητείας δηλοῦσθαι φάσκοντες. ἤδη δὲ χιλίων ἐτῶν Χριστοῦ διελθόντος ἀπὸ τῶν τοῦ προφήτου Ἠσαΐου καὶ εἰς ἡμᾶς καιρῶν καὶ μὴ τὸν προφητευόμενόν πω ἐληλυθέναι, παραδεχόμενοι εἰς ἀεὶ δὲ ἀναβαλλόμενοι καὶ εἰς ἄπειρον ἐκτείνοντες τὴν προσδοκίαν καὶ τὴν προφητείαν ὡς οὐκ ἀληθῆ θεσπίζουσαν διαβάλλουσι καὶ σφᾶς αὐτοὺς τῆς τῶν προφητευομένων ἀποστεροῦσιν ἐλπίδος. ἔπειτα πειρῶνται διερμηνεύειν τὸν νοῦν τῶν προφητικῶν φωνῶν «μὴ νοοῦντες» κατὰ τὸν Ἀπόστολον «μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται» φέρ᾽ οὖν ἤδη τῶν προκειμένων ἐφαψώμεθα, ⌜ἐπειδὴ 〈τὸν ἀνιστάμενον ἐκ ῥίζης Ἰεσσαὶ ἄρξειν τῶν ἐθνῶν〉 ἐθέσπισε. καὶ ἐπήγαγεν· 〈ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν〉· ἀναγκαίως καὶ τοῦ Ἰουδαϊκοῦ μέρους μέμνηται διὰ τῶν προκειμένων πρὸς τὸ μὴ ὑπολαβεῖν τὸν προφητευόμενον μηδένα ὠφελήσειν τὸν ἐκ περιτομῆς λαόν.

Διδάσκει τοίνυν ὡς ἐν 〈τῇ ἡμέρᾳ ἐκείνῃ〉, τοῦτ᾽ ἔστιν ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ θεσπιζομένου, 〈προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ〉. ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας· 〈προσθήσει〉 φησὶ 〈κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ τοῦ κτήσασθαι τὸ ὑπόλειμμα λαοῦ αὐτοῦ〉, ὁ δὲ Σύμμαχος· 〈προσθήσει κύριος ἐκ δευτέρου τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ〉· ὥσπερ γὰρ ἅπαξ ποτὲ ἐν Αἰγύπτῳ ‹καταπονούμενον› τὸν τῶν Ἰουδαίων λαὸν ἠλευθέρωσε ‹τῆς κακώσεως›, 〈τὴν αὐτοῦ χεῖρα〉 τὴν παραδοξοποιὸν διὰ Μωσέως προστησάμενος, δι᾽ ἧς τὰ παράδοξα θαύματα εἰργάσατο ἐπὶ τῆς Αἰγυπτίων χώρας, τὸν αὐτὸν τρόπον 〈προσθήσει πάλιν τὴν χεῖρα αὐτοῦ〉 ὥσπερ 〈ἐκ δευτέρου〉 κινῶν αὐτὴν διὰ παραδόξων ἔργων, ὑπὲρ 〈τοῦ κτήσασθαι〉 καὶ 〈ζηλωτὸν ποιῆσαι τὸ καταλειφθὲν τοῦ λαοῦ〉. πάλιν δὲ καὶ ἐνταῦθα 〈τὸ ὑπόλειμμα〉 καὶ 〈τὸ ὑπόλοιπον τοῦ λαοῦ〉⌝ σημαίνει τὸ διὰ τῶν ἔμπροσθεν ὠνομασμένον, περὶ οὗ ἐλέγετο· «καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν».

τοῦτο δὲ ἦν τὸ ‹σπέρμα› τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ θεσπιζομένου, ὃ δὴ «λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν» ἀπὸ παντὸς τοῦ ἐν πᾶσι τοῖς ἔθνεσι διεσπαρμένου Ἰουδαίων λαοῦ, ⌜εἴτε γὰρ ἐν τῇ τῶν 〈Ἀσσυρίων〉 χώρᾳ, εἴτ᾽ ἐν 〈Αἰγύπτῳ〉, εἴτε ἐν 〈Βαβυλῶνι〉, εἴτε ἐν 〈Αἰθιοπίᾳ〉, εἴτ᾽ ἐν τῇ γῇ τῶν 〈Ἐλαμιτῶν〉, εἴτ᾽ ἐν τῇ λοιπῇ οἰκουμένῃ διεσπαρμένοι τινὲς ἦσαν τοῦ Ἰουδαίων ἔθνους. τούτων αὐτῶν τοὺς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότας «λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος» ‹γενομένους› δοξάσειν καὶ 〈ζηλωτοὺς ποιήσειν〉 εἴρηται, ὃ δὴ καὶ ἔργοις ἐπληροῦτο δι᾽ αὐτῶν τῶν αὐτοῦ μαθητῶν καὶ ἀποστόλων, τῶν τε λοιπῶν τῶν ἐξ Ἰουδαίων τὸν Χριστοῦ λόγον παραδεδεγμένων ἡ ἐκκλησία τοῦ θεοῦ συνέστη καὶ ἡ κλῆσις τῶν ἐθνῶν ἁπάντων δι᾽ αὐτῶν ἐπετελέσθη.⌝ πρῶτοι μὲν γὰρ ἦσαν ‹οἱ δώδεκα› τοῦ σωτῆρος ἡμῶν ‹ἀπόστολοι›, κἄπειτα ‹οἱ ἑβδομήκοντα μαθηταί›· μέμνηται δὲ καὶ ‹ἀδελφῶν› ὁ Παῦλος, οἷς «ὤφθη ἐφάπαξ» μετὰ τὴν ἀνάστασιν ὁ σωτήρ, καὶ ἑτέρων πλειόνων ἀποστόλων.

τοῦ δ᾽ αὐτοῦ χοροῦ καὶ ὁ Παῦλος ἦν καὶ ὁ Βαρναβᾶς καὶ Τιμόθεος, οἵ τε λοιποὶ πάντες, οὓς ‹συνεργοὺς αὐτοῦ καὶ συστρατιώτας› ὁ Παῦλος ὠνόμαζεν, ὧν τε αἱ Πράξεις τῶν Ἀποστόλων ἐξέθεντο τὴν μνήμην, οἷς προσήκει συμπεριλαμβάνειν καὶ ‹τοὺς ἐν ἡμέρᾳ τῆς πεντηκοστῆς ὁμοθυμαδὸν συνηγμένους› ‹καὶ πληρωθέντας ἁγίου πνεύματος, οἳ καὶ ἐλάλουν› «ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς». ἐφ᾽ οἷς καὶ μαρτυρεῖ ἡ γραφὴ λέγουσα· «Ἦσαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐσεβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνήχθη τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες· οὐκ ἰδοὺ πάντες εἰσὶν οὗτοι Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Συρίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν τὰ μεγαλεῖα τοῦ θεοῦ ταῖς ἡμετέραις γλώσσαις».

εἶτα τοῦ Πέτρου διαλεχθέντος αὐτοῖς περὶ τῆς σωτηρίου χάριτος «ἀποδεξάμενοι τὸν λόγον» οἱ προλεχθέντες «ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι». καὶ ἄλλοτε πάλιν Ἰουδαίων πλείους «ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε». καὶ αὖθις ἱστορεῖ ἡ γραφὴ τοὺς περὶ τὸν Ἰάκωβον εἰρηκέναι τῷ Παύλῳ· «θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν». λοιποῖς δὲ ἔθνεσιν οἱ ἀπόστολοι καὶ οἱ πρῶτοι εὐαγγελισταὶ τοῦ λόγου πρώτοις Ἰουδαίοις ἐκήρυττον, μύριοί τε ἦσαν καθ᾽ ἕκαστον ἔθνος Ἰουδαῖοι τὸν Χριστὸν τοῦ θεοῦ κηρύττοντες, δι᾽ ὧν ἁπάντων ⌜τὸ εὐαγγέλιον πᾶσι διεδίδοτο τοῖς ἔθνεσι «συνεπιμαρτυροῦντος αὐτοῖς τοῦ θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ πνεύματος ἁγίου μερισμοῖς», οὓς καὶ ζηλωτοὺς ὁ θεὸς ἐποίει καὶ παρὰ πᾶσιν ἐνδόξους τοῖς τὸν καταγγελόμενον ὑπ᾽ αὐτῶν λόγον παραδεχομένοις.⌝ Καὶ τοῦτό γε φησὶ «τὸ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος» 〈ἀρεῖ σημεῖον ἐν τοῖς ἔθνεσι καὶ〉 πρὸ πάντων 〈συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα〉, τοὺς ἐν 〈ταῖς τέσσαρσι πτέρυξι τῆς γῆς〉· ⌜παραγγελίαν γὰρ εἰληφότες ‹πορεύεσθαι› «πρὸς τὰ πρόβατα τὰ 〈ἀπολωλότα〉 οἴκου 〈Ἰσραήλ〉».

τοῦτ᾽ ἔπραττον κηρύττοντες πρῶτον τὸ εὐαγγέλιον μετὰ τοῦ τοὺς ‹ἀσθενοῦντας ἰᾶσθαι καὶ λεπροὺς καθαρίζειν, δαίμονας ἐκβάλλειν›, «δωρεάν» τε ταῦτα ποιεῖν κατὰ τὰ παρηγγελμένα, ‹πρώτοις› δὲ κηρύττοντες τοῖς ἐκ περιτομῆς συνήγαγον τοὺς ἐξ αὐτῶν πιστεύοντας εἰς τὴν τοῦ Χριστοῦ ἐκκλησίαν πάλαι ὄντας 〈ἀπολλυμένους〉, καθὰ ἐδίδασκεν ὁ σωτὴρ λέγων· «πορεύεσθε πρὸς τὰ πρόβατα τὰ 〈ἀπολωλότα〉 οἴκου Ἰσραήλ». ταῦτα δὲ ἔπραττον ἐν 〈ταῖς τέτταρσι πτέρυξι τῆς γῆς〉, διατρέχοντες ἀνατολὴν καὶ δύσιν καὶ ἄρκτον καὶ μεσημβρίαν· ‹πρώτοις› μὲν οὖν ἐκείνοις μετεδίδοσαν ‹τοῦ εὐαγγελικοῦ λόγου›, ἔπειτα ‹τοῖς λοιποῖς ἔθνεσιν› ἐκήρυττον. διὸ λέλεκται· 〈καὶ συνάξει τοὺς ἀπολωλότας Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα〉.

τίς δὲ 〈συνάξει τοὺς ἀπολωλότας Ἰσραὴλ〉 ἢ ὁ ἀποστολικὸς χορὸς ἢ καὶ ὁ δι᾽ αὐτῶν κηρυττόμενος «ἐκ ῥίζης Ἰεσσαί», ὅ τε ἐν αὐτῷ κατοικῶν θεὸς λόγος; 〈συνήγαγον〉 τότε ὑπὸ μίαν ἐκκλησίαν οὐκέτι διεστῶτες οὐδὲ ἀφωρισμένοι ἀλλήλων ὡς τὸ πρότερον.⌝ Ἰδίως μὲν ἡ φυλὴ τοῦ 〈Ἐφραὶμ〉 καὶ οἱ ὑπὸ ταύτην λαοὶ ἐν Σαμαρείᾳ βασιλευόμενοι, ἰδίως δὲ οἱ τῆς φυλῆς 〈Ἰούδα〉 ὑπάρχοντι τῷ ἐν Ἰερουσαλὴμ βιοῦντες, διὸ 〈καὶ ἀφαιρεθήσεσθαι τὸν ζῆλον〉 τὸν μεταξὺ αὐτῶν φησιν ὡς 〈μηκέτι 〈Ἐφραὶμ τὸν Ἰούδαν ζηλῶσαι〉 μήτε 〈Ἰούδα〉 τὸν Ἐφραίμ〉· ⌜ὅπερ ἐγίγνετο κατὰ τοὺς τῆς προφητείας χρόνους, ὡς ὁ λόγος ἐδήλου διὰ τῶν ἔμπροσθεν.⌝ Ἑξῆς τούτοις φησί· 〈καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσι〉· ⌜πάντως γὰρ ἐχρῆν αὐτοὺς περινοστοῦντας τὰ ἔθνη καὶ τῇ διὰ 〈θαλάττης〉 χρήσασθαι πορείᾳ, ὥσπερ οὖν 〈ἱπτάμενοι〉 ᾗ τάχος καὶ τὸν διὰ 〈θαλάττης〉 δρόμον ἤνυον, ὥστε ἐν βραχεῖ χρόνῳ πλείστοις ἔθνεσι τὸ εὐαγγέλιον κηρύξαι. καὶ τοτὲ μὲν διέτρεχον πεζῇ, τοτὲ δὲ διὰ 〈θαλάττης〉, οὐχὶ Ἰουδαίοις χρώμενοι κυβερνήταις, ἀλλ᾽ αὐτοῖς τοῖς τὸν Χριστοῦ λόγον παραδεδεγμένοις.

κατὰ τὸ αὐτὸ δὲ καὶ 〈τὴν θάλατταν προενόμευον〉, οὕτω σημαίνοντος τοῦ λόγου τὰς νήσους, ἃς ἐν παρόδῳ διερχόμενοι τοὺς ἐν αὐταῖς τῇ σωτηρίῳ καθυπέταττον διδασκαλίᾳ.⌝ τοῦ δὲ λόγου γνῴης ἂν τὸ ἀποτέλεσμα ἐξ ἑνὸς παραδείγματος· Παῦλος ὁ ἀπόστολος, εἷς ὢν τῶν θεσπιζομένων, εἰς τὴν Ῥωμαίων ἀνιὼν διὰ θαλάσσης τὴν πορείαν ἐποιεῖτο, καταχθεὶς δὲ ‹ἐν Μελίτῃ οὕτω καλουμένῃ νήσῳ› θαῦμα τοῖς ἐπιχωρίοις παράδοξον ἐπεδείξατο, νοσοῦντάς τε τὰ σώματα ἰασάμενος τοὺς θεωμένους ἐξέπληξεν οὕτως, ὡς πολλοὺς 〈προνομεῦσαι〉 καὶ ἑλεῖν ὑπὸ τὴν σωτήριον διδασκαλίαν. διὸ εἴρηται· 〈καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσι καὶ τοὺς ἀφ᾽ ἡλίου ἀνατολῶν· προνομεύσουσιν〉 οὖν φησιν οἱ Χριστοῦ μαθηταὶ 〈καὶ τοὺς ἀφ᾽ ἡλίου ἀνατολῶν〉. ⌜ἱστοροῦνται γοῦν τινες αὐτῶν μέχρι καὶ τῆς Περσῶν καὶ Ἰνδῶν διεληλυθέναι χώρας.⌝ ⌜ἐπεὶ δὲ ἐδόκουν κατὰ τοὺς χρόνους τοῦ προφήτου 〈Ἰδουμαῖοι〉 καὶ Ἀμμανῖται καὶ 〈Μωαβῖται〉 τὰ περὶ τὴν Ἰουδαίαν Ἀραβικὰ ἔθνη, πολέμια καὶ ἐχθρὰ τυγχάνειν τοῦ παρὰ Ἰουδαίοις τιμωμένου θεοῦ διὰ τὴν ἔκτοπον αὐτῶν εἰδωλολατρίαν εἰκότως τούτων αὐτῶν ὀνομαστὶ μνήμην ὁ λόγος ἐποιήσατο, ὡς καὶ αὐτῶν παραδεξομένων τὴν ὑπὸ τῶν ἀποστόλων κηρυχθησομένην θεοσέβειαν.⌝ διό φησι· 〈καὶ ἐπὶ τὴν Ἰδουμαίαν καὶ ἐπὶ Μωὰβ τὰς χεῖρας ἐπιβαλοῦσι, καὶ τοὺς υἱοὺς δὲ Ἀμμὼν ὑπακούσεσθαι〉 τῷ κηρύγματι προφητεύει.

ἔθνη δὲ ταῦτά ἐστι τῶν τὴν Ἀραβίαν οἰκούντων πάλαι μὲν ὄντα δεισιδαιμονέστατα, νυνὶ δὲ τὸν Χριστοῦ λόγον ὑποδεδεγμένα, διὸ ὡς παράδοξον θεσπίζει τὸ ὑποταγήσεσθαι τοῖς τοῦ εὐαγγελίου κήρυξι τοὺς πάλαι ἐχθροὺς καὶ ἐναντίους τῇ Ἰουδαίων θεοσεβείᾳ. κατὰ δὲ τὸν Σύμμαχον· 〈Ἐδώμ〉 φησι 〈καὶ Μωὰβ ἔκτασις χειρὸς αὐτῶν〉. ὃ καὶ αὐτὸ δι᾽ ἔργων ἐπληροῦτο, ὅτε τὴν ἑαυτῶν 〈χεῖρα〉 καὶ τὰς δι᾽ αὐτῶν ἐπιτελεσμένας πράξεις οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἐπὶ τοὺς τὴν Ἀραβίαν οἰκοῦντας ἐξέτειναν ὡς καὶ τὰς τούτων πόλεις ἐκκλησιῶν πληρῶσαι θεοῦ ἐν τῷ λέγεσθαι· 〈καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσι〉, καὶ πάλιν· 〈υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται〉.

εἰδέναι χρὴ ὡς οὔτε ἡ Ἑβραϊκὴ φωνὴ οὔτε ἡ τῶν λοιπῶν ἑρμηνευτῶν λέξις τὴν προσθήκην τοῦ 〈πρώτους〉 αὐτοὺς 〈ὑπακούσεσθαι〉 περιέχει, ἀλλὰ αὐτὸ μόνον, ὅτι καὶ ἐπὶ τούτους ἐκταθήσεται ἡ διὰ τῶν ἀποστόλων καταγγελλομένη τοῦ Χριστοῦ χάρις. ⌜Οἱ τρεῖς συμφώνως οὕτως ἡρμήνευσαν· 〈καὶ ἀναθεματίσει κύριος τὴν γλῶσσαν θαλάσσης Αἰγύπτου〉.⌝ 〈θάλασσαν〉 δὲ εἴωθεν ὁ λόγος καλεῖν τὸ πλῆθος τῶν ἀσεβῶν ἀνδρῶν ἢ καὶ τὸ χύμα τῆς κακίας ἁλμυρῶν ὑδάτων ὥσπερ πεπληρωμένης. ⌜〈ἀναθεματίσειν〉 δὲ λέγεται ὁ κύριος, ἵνα μηκέτι 〈τῇ γλώσσῃ〉 τῇ Αἰγυπτίᾳ τὴν δεισιδαίμονα πλάνην κρατύνωσι, μάθωσι δὲ ‹λαλεῖν› τὰ τοῦ θεοῦ λόγια καὶ ‹ὀμνύειν ἐν τῷ ὀνόματι κυρίου›.⌝ ἐπιστῆσαι δὲ ἄξιον ὡς καὶ ἐν τοῖς προκειμένοις τοῦ σωτῆρος ἡμῶν ‹Ἰησοῦ› μέμνηται ὁ λόγος κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ἐν τῷ· «ἰδοὺ ὁ θεὸς ὁ σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ»· ἀντὶ γὰρ ‹τοῦ σωτῆρός μου› ἡ Ἑβραϊκὴ λέξις ‹ἠσουαθὶ› περιέχει, καὶ πάλιν «ἐκ τῶν πηγῶν τοῦ σωτηρίου» ἀντὶ «τοῦ σωτηρίου», «ἠσουὰ» λέλεκται. ὥσπερ τῆς 〈Ἰδουμαίας〉 καὶ τῆς 〈Μωὰβ〉 καὶ τῶν 〈υἱῶν Ἀμμὼν〉 οὐκ ἀργῶς ἐν τοῖς ἔμπροσθεν ὀνομαστὶ ἐμνημόνευσεν ὁ λόγος, ἀλλ᾽ ὅτι δεισιδαιμονέστατα τυγχάνοντα ἔθνη, ἐχθρά τε καὶ ἀντικείμενα τῷ τῶν προφητῶν ὑπῆρχε θεῷ, διὸ ὡς ἐν παραδόξῳ θεσπίζει αὐτὰ ταῦτα τὴν Χριστοῦ διδασκαλίαν παραδέξασθαι.

κατὰ τὸν αὐτὸν τρόπον καὶ τῆς Αἰγυπτίων εἰδωλολατρίας τὴν μνήμην εὐκαίρως παρείληφεν, ὡς καὶ αὐτῆς καταλυθησομένης κατὰ τοὺς δηλουμένους χρόνους. ἔστι δὲ ὁ παρὼν λόγος οὐ περὶ τῆς Αἰγύπτου· ἰδιάζει γὰρ ἡ περὶ αὐτῆς προφητεία ἐν ὑποθέσει περιγεγραμμένη οἰκείᾳ, ἧς προγέγραπται· «ὅρασις Αἰγύπτου» περὶ δὲ ‹τοῦ κατ᾽ ἐκλογὴν λείμματος›. ἐπεὶ καὶ ταῦτα θεσπίζει διδάσκων, ὅπως μετὰ τὴν πάροδον τὴν εἰς ἀνθρώπους τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσομένου οἱ τοῦτον παραδεδεγμένοι «λεῖμμα κατ᾽ ἐκλογὴν» ὄντες τοῦ Ἰσραὴλ μετὰ τῶν ἄλλων ἐθνῶν καὶ τὴν Αἰγυπτίων χώραν τῆς Χριστοῦ διδασκαλίας πληροῦσι, μηδενὸς αὐτοῖς ἐμποδὼν ἱσταμένου. τετηρήκαμεν δὲ ἤδη καὶ πρότερον, ὅτι τῆς προφητικῆς φωνῆς τὰ μὲν πρὸς λέξιν ἀποδίδοται οὐ δεόμενα τροπικῆς ἀλληγορίας, τὰ δὲ καὶ μὴ βουλομένους ἐκβιάζεται δι᾽ ἀλληγορικοῦ τρόπου χωρεῖν. ὥσπερ οὖν κατηνάγκαζεν ὁ λόγος τροπικῶς ἑρμηνεύειν ‹τὴν ῥάβδον› «ἐκ τῆς ῥίζης Ἰεσσαὶ» καὶ ‹τὸ ἄνθος› καὶ ‹τὸν κορμόν›, οὐκέτι δὲ καὶ τὸν Ἰεσσαὶ δίκαιον ἦν ἀλληγορεῖν, καὶ πάλιν τὰ ὡς περὶ θηρίων λελεγμένα ἀναγκαῖον ἦν μεταφέρειν ἐπὶ τοιούσδε τρόπους ἀνθρώπων, οὐκέτι δὲ καὶ τὰ ἔθνη τροπολογεῖν, ὧν ἐλέγετο ἄρχειν.

οὕτω καὶ ἐν τοῖς μετὰ χεῖρα ⌜〈Αἴγυπτον〉 μὲν τὴν αἰσθητὴν τῶν Αἰγυπτίων χώραν ἀναγκαῖον ὁμολογεῖν, 〈θάλασσαν〉 δὲ αὐτῆς καὶ 〈ποταμὸν〉 ἀλληγορικῶς ἐκδέχεσθαι, ἅπερ φησὶν 〈ἐρημωθήσεσθαι〉 κατὰ τοὺς προφητευομένους χρόνους, ἐν οἷς ‹προσθήσειν› εἴρηται «ὁ κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ»· τῇ γὰρ προσθήκῃ προγενομένοις πράγμασιν ἕτερα ὁμοιότροπα ἐπιγενήσεσθαι δηλοῖ, ἐφ᾽ οἷς γὰρ πάλαι διὰ Μωσέως ἡ 〈χεὶρ〉 τοῦ κυρίου ἐξήγαγε⌝ ⌞τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς 〈Αἰγύπτου〉 καὶ διήγαγε τὴν 〈θάλασσαν〉 τὴν ἐρυθρὰν καὶ εἰσήγαγεν «εἰς τὴν γῆν τῆς ἐπαγγελίας» τὴν οὖσαν ἀλλοφύλων πρότερον.⌟ ⌜νυνὶ διὰ τοῦ «ἐκ τῆς ῥίζης Ἰεσσαὶ» ἡ αὐτὴ 〈χεὶρ〉 τοῦ κυρίου προσθήκην ἀγαθῶν ποιουμένη⌝ ⌞τοὺς ἀποστόλους τοῦ σωτῆρος καὶ τοὺς κήρυκας τοῦ σωτηρίου εὐαγγελίου Ἰουδαίους ὄντας καὶ ἐξ Ἰουδαίων ὁρμωμένους ἐπιδόξους καὶ ζηλωτοὺς ἐποίει καθ᾽ ὅλης τῆς οἰκουμένης, οὐ μὴν ἀλλὰ ἐπ᾽ αὐτῆς Αἰγύπτου, ἔνθα παρῄεσαν ἀκωλύτως μηδενὸς ἐμποδὼν αὐτοῖς γιγνομένου. καὶ κατῄεσαν ἐπὶ καθαιρέσει τῆς Αἰγυπτιακῆς εἰδωλολατρίας. καὶ οἱ μὲν ἐπὶ Μωϋσέως ἐξῄεσαν φεύγοντες τὸν Φαραὼ καὶ τοὺς Αἰγυπτίους, οἱ δὲ Χριστοῦ μαθηταὶ εἰσῄεσαν εἰς Αἴγυπτον αὐτόμολοι κήρυκες τοῦ σωτηρίου λόγου.

καὶ τοῖς μὲν ἐπὶ Μωϋσέως διῄρητο ἡ θάλασσα αἰσθητῶς, τό τε ὕδωρ τοῦ Αἰγυπτίου ποταμοῦ μετεβάλλετο εἰς αἷμα· ἡ δὲ τῶν ἀγαθῶν προσθήκη ἐπὶ τῶν δηλουμένων χρόνων τῇ μὲν θαλάσσῃ ἐρημίαν ἀπειλεῖ τῇ Αἰγυπτίᾳ, τῷ δὲ ποταμῷ αὐτῶν παντελῆ ἔκλειψιν, πρὸς τὸ δίχα τινὸς κωλύματος τοὺς τοῦ σωτηρίου εὐαγγελίου κήρυκας ἐκπεριελθεῖν τὰς Αἰγυπτίων χώρας καὶ ἀνατροπὴν μὲν τῆς πολυθέου αὐτῶν δεισιδαιμονίας ἐργάσασθαι, τοῦ δὲ ἐπὶ πάντων θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελθόντος παραδοῦναι τὴν γνῶσιν. θεωρητέον δὲ ὅπως οὐ τὴν χώραν Αἰγύπτου, ἀλλὰ τὴν 〈θάλασσαν〉 αὐτῆς λέγεται ὁ 〈κύριος ἐρημώσειν〉 τοῦ τῆς εἰδωλολατρίας πλήθους οὕτω δηλουμένου. εἰ τοίνυν τὰ πλήθη τῆς κακίας τοῦ βίου θαλάσσῃ παραβάλλεται, ὅρα εἰ μὴ εὐλόγως τὴν τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν γλῶσσαν τῶν πάλαι τὸν θεὸν ἀγνοούντων, ὡς ἐδήλου λέγων ὁ Φαραώ· «οὐκ οἶδα τὸν κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω». ὃ δὴ προϊὼν ὁ λόγος ἔσεσθαι θεσπίζει. οὕτω δὲ 〈ἀνατεθεμάτισται〉 τῆς Αἰγυπτίας 〈θαλάσσης ἡ γλῶσσα〉, ὡς ἀποσιωπῆσαι τῶν παρ᾽ αὐτῆς πάλαι βοωμένων πονηρῶν δαιμόνων τὰ χρηστήρια καὶ τὰ μαντεῖα· λελύσθαι δὲ αὐτῶν καὶ τὰς δι᾽ ἀνδρῶν γοήτων κακοτεχνίας. ἃ δὴ πάντα δι᾽ ἔργων ἐπληροῦτο μετὰ τὸ κήρυγμα τὸ εὐαγγελικὸν τὸ κηρυχθὲν αὐτοῖς Αἰγυπτίοις.

ἐξ ἐκείνων δὲ καὶ εἰς ἡμᾶς αὐτοὺς τῶν παρ᾽ Αἰγυπτίοις νενομισμένων θεῶν ἡ πᾶσα δύναμις ἀπέσβη καὶ πάντων δὲ τῶν ἀθέων καὶ δυσσεβῶν ἀνδρῶν τῶν καθ᾽ ὅλης τῆς οἰκουμένης Αἰγυπτιαζόντων κατὰ τὸν ὅμοιον τῆς εἰδωλολατρίας τρόπον ἡ ποτὲ πλημμυροῦσα καὶ κυματουμένη θάλασσα τὴν ἐσχάτην πέπονθεν ἐρημίαν.⌟ 〈θάλασσαν δὲ τῆς Αἰγύπτου〉 λέγεται κύριος 〈ἐρημώσειν〉, τοῦτ᾽ ἔστι τῆς εἰδωλολατρίας τὸ πλῆθος, οὐ μόνον δὲ 〈τὴν θάλασσαν ἐρημώσειν〉, ἀλλὰ καὶ 〈τὴν χεῖρα αὐτοῦ ἐπιβαλεῖν ἐπὶ τὸν ποταμὸν〉 αὐτῆς τῆς ἐξ αἰῶνος συνεστώσης τοῖς Αἰγυπτίοις βασιλείας, οὕτως πως δηλουμένης 〈βιαίου πνεύματος〉 νοουμένου τοῦ πρῶτον καθελόντος τὴν βασιλείαν Αἰγυπτίων Ῥωμαίων ἄρχοντος· λέλυτο γοῦν αὐτὸς ὁ 〈ποταμὸς παταχθεὶς〉 ἢ καὶ ὥσπερ εἰς κοιλάδας βαθείας ταπεινωθεὶς καὶ 〈εἰς φάραγγας〉 μεταβληθεὶς 〈ἑπτά〉. ⌜ὃ δὴ καὶ αὐτὸ νοήσεις ἐπιστήσας τὸν νοῦν, ὡς πάλαι μὲν ἑνὸς 〈ποταμοῦ〉 ῥεῦμα μέγιστον, δι᾽ οὗ τὸ τῆς Αἰγύπτου βασίλειον ἐδηλοῦτο, τῶν αὐτόθι πάντων ἐθνῶν ἐκράτει, 〈παταχθέντος〉 δ᾽ ἐκείνου καὶ λυθέντος μερικοί τινες ἄρχοντες αὐτῶν κατὰ χρόνους ἡγοῦντο· οἱ μὲν τὰ Λιβύων διέποντες μέρη, οἱ δὲ ἀφωρισμένως τὰ Θηβαίων, οἱ δ᾽ αὐτῆς Αἰγύπτου καὶ Ἀλεξανδρείας.

καὶ τούτων οἱ μὲν ἡγεμονίαις τετίμηνται, τῶν δημοτικῶν καὶ πολιτικῶν πραγμάτων ἐγκεχειρισμένοι τὴν φροντίδα, οἱ δ᾽ ἀφωρισμένως πάλιν τῶν στρατιωτικῶν καθηγοῦνται ταγμάτων, καὶ οὗτοί γε πάντες ὑπὸ τῆς μείζονος ἐξουσίας ἐπὶ τὰς δηλωθείσας ἀρχὰς προαγόμενοι. κἄπειτα ἰδιωτεύοντες 〈φάραγξιν〉 εἰκότως παρεβλήθησαν ὡς ἐν παραθέσει τοῦ πάλαι πλημμυροῦντος παρ᾽ αὐτοῖς 〈ποταμοῦ〉, λέγω δὲ τοῦ βασιλείου, ὃ δὴ πᾶσαν αὐτὴν ἀθρόως τε τὴν Αἴγυπτον καὶ τὰ ἀμφὶ ταύτην ἔθνη ἑνὶ ῥεύματι περιέκλυζε, μιᾷ δυνάμει βασιλικῇ κατακρατούσῃ τῶν ὅλων.⌝ οὕτως οὖν 〈ἐπατάσσετο〉 καὶ ὁ Αἰγύπτιος 〈ποταμός〉, μερικαί τε 〈φάραγγες〉 ὑφίσταντο ἀντ᾽ αὐτοῦ ⌜ὡς βατὴν εἶναι τοῦ λοιποῦ τὴν Αἴγυπτον τοῖς τὸ Χριστοῦ εὐαγγέλιον κηρύττουσι, μηδενὸς ἐμποδὼν αὐτοῖς ἱσταμένου μηδ᾽ ἐπιβαίνειν κωλύοντος.

Διόπερ ὡς μηκέτι συνεστώσης τῆς Αἰγυπτίων βασιλείας καὶ ὡς τῆς δαιμονικῆς ἐνεργείας τῆς ἐν αὐτοῖς ἀποσβεσθείσης τὸ κήρυγμα τὸ εὐαγγελικὸν ἐπὶ σχολῆς αὐτοῖς κατηγγέλλετο⌝ κατὰ τὸ φῆσαν λόγιον· 〈καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ, ἀλλὰ καὶ ἔσται〉 φησὶ 〈τῷ Ἰσραὴλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου〉· ⌜ὡς γὰρ ὁ Μωσέως λαὸς διέβη ποσὶ τὴν ἐρυθρὰν θάλασσαν ὡς «διὰ ξηρᾶς», εἶτα μετὰ τὴν δίοδον «τὴν ᾠδὴν ᾖσαν λέγοντες Ἄισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται», τὸν αὐτὸν τρόπον καὶ οἱ προφητευόμενοι τοῦ σωτῆρος ἡμῶν εὐαγγελισταί, αὐτοὶ ὄντες οἱ ἐκ τοῦ παντὸς Ἰουδαίων ἔθνους περιλειφθέντες, ἀκώλυτον ποιούμενοι τὸν δρόμον καὶ πᾶσαν διατρέχοντες τὴν Αἰγυπτίων χώραν καὶ Ἰουδαίοις μὲν κηρύσσοντες τὸ εὐαγγέλιον ἐν ταῖς συναγωγαῖς αὐτῶν, ἐκκλησίας δὲ Χριστοῦ συνιστῶντες ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς, ‹καινὸν ᾆσμα› ἐμφερῶς τοῖς ἐπὶ Μωϋσέως ἐδίδασκον ‹ᾄδειν› τοὺς δι᾽ αὐτῶν ὠφελημένους.

Τοῦτο δὲ ἦν τὸ προφωνηθὲν ὑπὸ τοῦ φάσκοντος προφητικοῦ λόγου· 〈Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογήσω σε, κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ᾽ ἐμοῦ καὶ ἠλέησάς με. ἰδοὺ ὁ θεός μου σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ⌝ καὶ σωθήσομαι. καὶ οὐ φοβηθήσομαι, ὅτι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν〉. ταῦτα διδάσκονται λέγειν οἱ τῇ Αἰγυπτίων χώρᾳ τὸν Χριστὸν τοῦ θεοῦ καταγγέλλοντες ἢ καὶ αὐτοὶ Αἰγύπτιοι τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένοι· ὡς γὰρ μηκέτ᾽ ὑφεστῶτος ἐν αὐτοῖς ‹τοῦ› προλεχθέντος ‹ποταμοῦ› μηδὲ ‹τῆς› πάλαι κυματουμένης ‹θαλάσσης›. διό φασιν· 〈ἰδοὺ ὁ θεός μου ὁ σωτήρ, πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ καὶ οὐ φοβηθήσομαι〉 διὰ τὸ μηκέτ᾽ εἶναι τοὺς ἐκφοβοῦντας αὐτοὺς μηδὲ κωλύοντας κατὰ τὸν Χριστοῦ λόγον θεοσεβεῖν, 〈ὅτι ἡ δόξα μου〉 φησὶ 〈καὶ ἡ αἴνεσίς μού ἐστι καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

τὸ δὲ ὠργίσθης μοι〉 ⌜ἐξομολόγησιν προτέρων ἁμαρτημάτων παρίστησιν, ὧν ἕνεκα θεοῦ ἦσαν ὀργῆς ἄξιοι πρὸ τῆς σωτηρίου κλήσεως οἱ Αἰγύπτιοι.⌝ 〈τὸ δέ· ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με〉 ⌜τὴν μετὰ τὴν κλῆσιν δωρηθεῖσαν αὐτοῖς ἄφεσιν ἁμαρτημάτων σημαίνει.⌝ ⌞‹ἡ γὰρ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ γενομένη› καὶ αὐτοῖς Αἰγυπτίοις καὶ πᾶσι τοῖς τὸν υἱὸν τοῦ θεοῦ παραδεδεγμένοις δεσμῶν λύσιν καὶ ἁμαρτιῶν συγχώρησιν ἐδωρήσατο.⌟ Ἑξῆς τούτοις ἐπιλέγει· 〈καὶ ἀντλήσετε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου〉. ⌞πάλιν δὲ κἀνταῦθα ἀλληγορικῶς παραδεκτέον τὸ 〈ὕδωρ〉 καὶ τὰς 〈πηγὰς τοῦ σωτηρίου〉· νοήσεις δὲ ταῦτα αὐτοῦ λέγοντος ἀκούων τοῦ σωτῆρος· «εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος».⌟ ⌜〈πηγαὶ〉 τοίνυν 〈σωτηρίου〉 λόγοι ἦσαν εὐαγγελικοὶ ἐξ ἁγίου πνεύματος ἀνομβρώμενοι,⌝ ὥσπερ οἱ προφητικοὶ λόγοι 〈πηγαὶ〉 ὠνομάζοντο Ἰσραὴλ ὑπὸ τῆς λεγούσης γραφῆς· «ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, κύριον ἐκ 〈πηγῶν〉 Ἰσραήλ». ἀλλὰ γὰρ 〈ἀπὸ τῶν πηγῶν τοῦ σωτηρίου〉 λόγου προφητεύονται πίεσθαι οἱ Αἰγύπτιοι καὶ οἱ τούτοις τὸ ποτὸν 〈τὸ σωτήριον〉 διακονήσαντες.

Ἑξῆς τοῖς προλεχθεῖσιν ἔτι καὶ ταῦτα λέγειν προστάττει· 〈καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ. ⌜τὸ δὲ ἐρεῖς〉 προσφωνήσῃς τῷ χορῷ τῶν εὐαγγελιστῶν τοῦ σωτῆρος ἡμῶν· 〈ἐν ἐκείνῃ〉 γάρ φησι 〈τῇ ἡμέρᾳ〉, δηλαδὴ ἐν τῷ προφητευομένῳ καιρῷ, 〈ἐρεῖς〉 σύ, ὁ κῆρυξ τοῦ σωτηρίου εὐαγγελίου, τοῖς τὸ κήρυγμα παραδεξαμένοις Αἰγυπτίοις· 〈Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ〉. ταῦτα γὰρ σύ, ὁ χορὸς ὁ ἀποστολικός, διδάσκων τοὺς ὑπὸ σοὶ ‹μαθητευομένους› 〈ἐρεῖς〉, παραγγέλλων αὐτοῖς μὴ σιωπᾶν, ἐξαγγέλλειν δὲ τοῖς πᾶσι καὶ εἰς ἐξάκουστον 〈βοᾶν〉 τῆς σωτηρίου εὐεργεσίας τὴν χάριν.⌝ εἶτα πάλιν τοῖς αὐτοῖς προσφωνεῖ διδάσκειν καὶ λέγειν· 〈ὑμνήσατε τὸ ὄνομα κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα πάντα ἐν πάσῃ τῇ γῇ〉. μεθ᾽ ἅπαντα ἐπιλέγει· 〈ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς〉. ⌜ἤδη δὲ διὰ πλειόνων 〈Σιὼν〉 ἀπεδόθη ὁ εὐαγγελικὸς λόγος, ἐφ᾽ ὃν ἡ ἐκκλησία τοῦ θεοῦ ᾠκοδόμηται.

ἐπεὶ τοίνυν ὁ 〈ἅγιος Ἰσραὴλ ὑψώθη ἐν μέσῳ〉 τῆς ἐκκλησίας αὐτοῦ, εἰκότως 〈ἀγαλλιᾶσθέ〉 φησι 〈καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες〉 ἐν αὐτῇ, ἅτε μέσον αὐτὸν ἔχοντες 〈τὸν ἅγιον Ἰσραὴλ〉 κατὰ τὴν ἐπαγγελίαν, ἣν καὶ αὐτὸς πεποίητο φήσας· «ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν 〈μέσῳ αὐτῶν».⌝ πλὴν ἀλλὰ πάλιν τὸ προφητικὸν πνεῦμα τῷ ὀνόματι κέχρηται καὶ τὴν 〈Σιὼν ἀγαλλιᾶν〉 τε 〈καὶ εὐφραίνεσθαι〉 τοὺς ἐν αὐτῇ παρακελεύεται τούτοις τοῖς ῥήμασιν εἰς εὐθυμίαν ἄγον τοὺς ἐκ περιτομῆς διὰ τὸ νομίζειν ταῦτα περὶ αὐτῶν λέγεσθαι καὶ ταύτῃ τῇ δόξῃ περιέπειν τὴν βίβλον ὡς ἂν τὰ κάλλιστα περὶ αὐτῶν θεσπίζουσαν.