Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Προφητείες κατά της Βαβυλώνας και του βασιλέως της (Ησ. 13-14)

Εισαγωγή στις οράσεις κατά των αλλοφύλων εθνών, προαναγγελία της πτώσης και ερήμωσης της Βαβυλώνας, η κάθοδος του βασιλέα της στον άδη και η καθολική κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 5 από 25

Συντελέσας ὁ λόγος τὴν περὶ τοῦ ‹ἐκ ῥίζης Ἰεσσαὶ› προελευσομένου προφητείαν ⌜καὶ πάντα θεσπίσας τὰ ἐπὶ τῇ παρουσίᾳ τοῦ Χριστοῦ γενησόμενα ἑτέρας ἄρχεται ὑποθέσεως τῆς 〈κατὰ Βαβυλῶνος〉, εἶθ᾽ ἑξῆς δευτέραν τίθησι τὴν ‹περὶ τῶν Φυλιστιέων›, οὕτως δὲ εἴωθεν ἡ γραφὴ τοὺς Παλαιστίνους ὀνομάζειν, μεθ᾽ οὓς τρίτον ἐστὶ «τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος», εἶτα καὶ «τὸ 〈ῥῆμα τὸ〉 κατὰ Δαμασκοῦ» καὶ μετὰ ταῦτα «ὅρασις Αἰγύπτου», εἶθ᾽ ἕκτον 〈«τὸ ὅραμα τῆς ἐρήμου» καὶ εἶτα〉 «τὸ ὅραμα τῆς Ἰδουμαίας», ἔπειτα «λῆμμα ἐν τῇ Ἀραβίᾳ», ᾧ ἕπεται «τὸ ὅραμα τῆς φάραγγος Σιὼν» καὶ ἐπὶ πᾶσι «τὸ ῥῆμα Τύρου».

δέκα δὴ αὗται συνημμέναι τυγχάνουσι προφητεῖαι περὶ τῶν ἀλλοφύλων ἐθνῶν, αἷς καὶ ‹τὴν φάραγγα Σιὼν› περιείληφε τοῖς ἀλλοφύλοις καὶ τὸν Ἰουδαίων λαὸν συγκαταλέξας.⌝ ⌞γνῶσιν δὲ αὐτοῖς τὴν διὰ Χριστοῦ καὶ ἀγαθῶν ἐπαγγελίας εὐαγγελίζεται, κηρύττει τε καθολικῶς τοῖς πᾶσι τὸν περὶ τῆς τοῦ θεοῦ κρίσεως λόγον προτρέπων ἅπαντας ἀνθρώπους θεοσεβῶς ζῆν τοῦ δικαιωτηρίου τοῦ θεοῦ μεμνημένους.⌟ ἀναγκαίως δὲ τὰς περὶ τούτων αὐτῶν προφητείας Ἰουδαίοις παρεδίδου, ἵν᾽ ἐκ τῆς προαγορεύσεως τῶν μελλόντων τῆς τε κατὰ τὰς προρρήσεις ἐκβάσεως πεισθεῖεν ἀληθῶς ‹θεὸν εἶναι τὸν διὰ τῶν προφητῶν αὐτοῖς λαλοῦντα›, πρόνοιάν τε αὐτῶν ποιούμενον καὶ τὰ λυσιτελῆ παραινοῦντα. ⌜πρώτην οὖν τίθησι τὴν 〈κατὰ Βαβυλῶνος ὅρασιν〉, προειπὼν ἐν ἀρχῇ τῆς ὅλης βίβλου ‹ὅρασιν τὴν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλήμ›. ἐπειδὴ «γὰρ μή ἐστι προσωποληψία παρὰ τῷ θεῷ», ἀπ᾽ αὐτῶν ἤρξατο τῶν οἰκείων καὶ εἰς αὐτοὺς πάλιν καταστρέψει τὸν λόγον.⌝ ⌞τῶν δὲ ἀλλοφύλων ἐθνῶν τὴν Βαβυλῶνα προστάσσει, βασιλικὴ δὲ αὕτη τῶν Ἀσσυρίων πόλις μεγίστη καὶ δυνατωτάτη. λέγονται δὲ Ἀσσύριοι πρῶτοι τῆς οἰκουμένης κρατῆσαι ἐφ᾽ ὅλοις χιλίοις καὶ τριακοσίοις ἔτεσι μέχρι τῶν πολιορκησάντων τὴν Ἰερουσαλὴμ καὶ τὸν Ἰουδαίων λαὸν αἰχμάλωτον ἀγαγόντων εἰς τὴν ἑαυτῶν χώραν.

ἐπὶ ταύτῃ γὰρ τῇ τῶν Ἀσσυρίων πράξει αὐτίκα καὶ οὐκ εἰς μακρὰν τὸ κράτος αὐτῶν κατελύθη.⌟ διαμενούντων ἔμπροσθεν ὅπως εἷλον οἱ Ἀσσύριοι τὸν Ἰσραὴλ καὶ τὴν Σαμάρειαν προεδήλου, μελλούσης δὲ ὅσον οὔπω καὶ τῆς Ἰερουσαλὴμ τὴν ὁμοίαν τῇ Σαμαρείᾳ πολιορκίαν ὑπομένειν καὶ τὸ ταύτης ἐθέσπισε τέλος, ἀλλὰ καὶ ἅπερ αὐτοὶ πείσονται οἱ Ἀσσύριοι καὶ οἱ τούτων ἄρχοντες διεξῆλθε. νυνὶ δὲ τὰ περὶ τῆς ἐξ αἰῶνος παρ᾽ αὐτοῖς βασιλικῆς πόλεως διδάσκει, οὐχ ὅπως αὐτοὶ μάθοιεν οἱ Βαβυλώνιοι τὰ μέλλοντα αὐτοῖς συμβήσεσθαι. πῶς γὰρ οἱ μὴ παρόντες, ἀλλ᾽ ὅπως οἱ τὴν πρωτείαν ὑποδεχόμενοι προσδοκῶ ἐνταῦθα, ἀλλὰ καὶ τὴν τοῦ θεοῦ περὶ πάντας ἀνθρώπους ἐσομένην δικαιοκρισίαν εἰδέναι, ἔχοιέν τε παραμυθίαν τῶν αὐτοῖς συμβησομένων ὡς ἐκδικηθησόμενος, μέλλων δὲ ὁ λόγος μερικὴν ποιεῖσθαι ἀπειλὴν 〈κατὰ τῆς Βαβυλῶνος〉 προεκτίθεται προφητείαν περὶ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως διδάσκων, ὁποῖα πείσονται ἐν τῷ τοῦ θεοῦ δικαιωτηρίῳ οἱ καθ᾽ ὅλης τῆς οἰκουμένης ἀσεβῶς καὶ ὑπερηφανῶς ἄρξαντες. μετὰ δὲ τὴν καθολικὴν ταύτην διδασκαλίαν διαβαίνει ἐπὶ τὴν μερικὴν 〈περὶ τῆς Βαβυλῶνος〉 ἀπειλήν. 〈Ἐπ᾽ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, παρακαλεῖτε τῇ χειρί Ἀνοίξατε, οἱ ἄρχοντες.

ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες〉. ⌜ταῦτα δὲ τὸ ἐν τῷ προφήτῃ θεῖον πνεῦμα ἐκ προσώπου τοῦ θεοῦ λόγου προφέρεται. αὐτὸς τοίνυν ἐστὶν ὁ παρακελευόμενος τοῖς ἀμφ᾽ αὐτὸν ἀγγέλοις 〈ἀνοῖξαι〉 θύρας κεκλεισμένας καὶ παρακελεύσασθαι τοῖς ἔνδον οὖσι προϊέναι, ἥκειν τε καὶ σπεύδειν ἐπὶ τὴν τῶν ἀσεβῶν τιμωρίαν. οἶμαι δὲ διὰ τούτων δηλοῦσθαι εἶναί τινα χώραν ἀφωρισμένην δυνάμεσιν ἀντικειμέναις, ἐν ᾗ ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμέναι τυγχάνουσι. καὶ μήποτε αὕτη ἐστὶν ἡ καλουμένη ‹ἄβυσσος›, ἣν πεπληρῶσθαι ‹δρακόντων› διδάσκει ὁ φάσκων λόγος· «δράκοντες καὶ πᾶσαι ἄβυσσοι»; ὅθεν καὶ τὸν σωτῆρα «παρεκάλουν» οἱ δαίμονες, μὴ πέμψαι αὐτοὺς «εἰς τὴν ἄβυσσον», ὁπηνίκα ἔλεγε τό· «ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς»· οὐ γὰρ ἠγνόουν καιρόν τινα ἔσεσθαι αὐτοῖς τῆς «εἰς τὴν ἄβυσσον» καθείρξεως.⌝ τὰς μὲν οὖν δυνάμεις τὰς ἀντικειμένας ἤτοι 〈γιγάντων〉 οὔσας ψυχὰς ἢ τῶν ἐξ οὐρανοῦ κατελθόντων ‹ἀγγέλων›, ἐξ ὧν «οἱ 〈γίγαντες〉 ἐγεννήθησαν», ὧν καὶ ἡ Μωσέως μνημονεύει γραφὴ λέγουσα· «ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο».

εἶθ᾽ ἑξῆς ‹τοὺς γεννηθέντας› ἐξ αὐτῶν αὐτοὺς εἶναί φησι ‹τοὺς 〈γίγαντας〉 τοὺς ὀνομαστοὺς ἀπ᾽ αἰῶνος›, εἴτε οὖν τούτων τὰς ψυχάς, εἴτε τῶν τούτους γεγεννηκότων τὰ πνεύματα, εἴτε ἑτέρας τινὰς ἀποστατικὰς δυνάμεις ἐκριφείσας τῆς οὐρανίου λήξεως εἰκὸς σκότῳ καὶ ‹δεσμοῖς› παραδεδόσθαι μέχρι τοῦ ‹τῆς κρίσεως› καιροῦ. ἐπειδὰν δὲ τὸ τοῦ θεοῦ δικαιωτήριον ἐπιστῇ καὶ ἡ καθολικὴ κρίσις, ἐν ᾗ κρινεῖ ὁ Χριστὸς τοῦ θεοῦ πᾶν γένος ἀνθρώπων ‹καθίσας ἐπὶ θρόνου δόξης αὐτοῦ›, ὅτε καθὼς ἐδίδαξεν· «ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ συνάξουσι πάντα τὰ ἔθνη μετὰ σάλπιγγος μεγάλης ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου αὐτοῦ». τὴν μὲν ἀνάστασιν τῶν νεκρῶν καὶ τὴν τῶν ἐθνῶν ἁπάντων τὴν ἐπὶ τὸ κριτήριον τοῦ θεοῦ παραγωγὴν διὰ τῶν ἀγγέλων αὐτοῦ ποιήσεται τῶν τὸν θρόνον αὐτοῦ περιπολούντων· «ἀποστελεῖ γάρ» φησι «τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρων οὐρανοῦ ἕως ἄκρων αὐτῶν», τὰς δὲ κολάσεις ὥσπερ διὰ δημίων ἐπάξει τοῖς κολασθησομένοις διὰ τῶν ἀντικειμένων δυνάμεων. παρακελεύεται τοίνυν διὰ τῶν προκειμένων τοῖς οἰκείοις ἀγγέλοις 〈ἐπ᾽ ὄρους πεδινοῦ σημεῖον αἴρειν, ⌜ὄρος πεδινὸν〉 ἐνταῦθα ὀνομάζων τὸν περίγειον τόπον καὶ πᾶν τὸ τῶν ἀνθρώπων οἰκητήριον.

ἔνθα τὸ 〈σημεῖον〉 παρασχεῖν τῆς μελλούσης ἐπιστήσεσθαι τοῦ θεοῦ κρίσεως παρακελεύεται, ἀλλὰ καὶ 〈ὑψῶσαι τὴν φωνὴν〉 συγκαλοῦντας ἐπὶ τὸ κριτήριον τοὺς κριθησομένους. εἶθ᾽ ἑξῆς φησι· 〈παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε, οἱ ἄρχοντες〉, ἀνθ᾽ οὗ ὁ Σύμμαχός φησι· 〈κινήσατε χεῖρα καὶ ἐξελθέτωσαν θύρας〉· ἀπὸ γὰρ ‹τοῦ ἐξωτάτου σκότους›, ἐν ᾧ ἦσαν ἀποκεκλεισμένοι προελθεῖν τὰς προλεχθείσας δυνάμεις προστάττει. διὸ ἐπιλέγει· 〈ἀνοίξατε θύρας〉· οὐκ ἄν ποτε ἄλλως 〈ἀνοιχθείσας〉 ἢ ἐμοῦ τοῦ κριτοῦ προστάξαντος καὶ ὑμῶν τῶν ἐμῶν ἀγγέλων διακονουμένων.⌝ τῷ ἐμῷ νεύματι 〈ἀνοίξαντες〉 δὲ τὰς 〈θύρας, ὑψώσατε τὴν φωνὴν αὐτοῖς〉, προτρέποντες σπεύδειν τοὺς καλουμένους. 〈ἐγὼ〉 γάρ εἰμι ὁ 〈συντάσσων καὶ ἄγων αὐτούς〉. ⌜τίνες δέ εἰσιν οὗτοι, ἑξῆς παρίστησι διασαφῶν καὶ λέγων· 〈γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες〉⌝ ⌞συμφώνως δὲ τοῖς Ἑβδομήκοντα ἡρμήνευσεν ὁ Θεοδοτίων εἰπών· 〈καίγε ἐκάλεσα τοὺς γίγαντάς μου〉, ὁ δὲ Ἀκύλας καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ· 〈γίγαντας, δυνατοὺς〉 ἡρμήνευσαν.

οὕτως δὲ καλεῖ τὰς τιμωρητικὰς δυνάμεις, δι᾽ ὧν τὰ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς πληροῦται.⌟ ⌜ἐπιχαιρεσίκακοι δέ τινες ὄντες οὗτοι οἱ λεγόμενοι 〈γίγαντες〉 ὥσπερ τὰ κατ᾽ εὐχὰς πράττοντες· 〈χαίρουσιν〉 ἐπὶ τῷ 〈ὑβρίζειν〉 καὶ κολάζειν τοὺς ἀσεβεῖς, ἅτε δὴ μὴ ἔχοντες σπλάγχνα οἰκτιρμοῦ μηδὲ χρηστότητα μηδὲ φιλανθρωπίαν, ἀλλ᾽ ὠμόθυμοι καὶ ἀπάνθρωποι τυγχάνοντες.

δέον γοῦν στένειν ἐπὶ τοῖς ἀπολλυμένοις, οἱ δὲ 〈ἅμα ὑβρίζοντες ἔχαιρον〉.⌝ Ταῦτα μὲν οὖν περὶ τούτων, τὰ δ᾽ ἑξῆς περὶ τῶν κριθησομένων ἐθνῶν ἐπιλέγει· 〈φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων〉· ⌜οἱ γὰρ μέλλοντες τῇ τιμωρίᾳ παραδίδοσθαι οὐδὲν ἕτερον ἢ φωνὰς ἀφήσουσι τὰ ἑαυτῶν ἐξομολογούμενοι κακά, ὁμοῦ δὲ καὶ κατὰ τὸ αὐτὸ τὰ 〈ἔθνη〉 πάντα καὶ οἱ τούτων 〈βασιλεῖς〉 μίαν καὶ τὴν αὐτὴν ἀποδώσουσι φωνήν, ὀλοφυρόμενοι τὰς ἑαυτῶν συμφοράς.⌝ εἶτα τὴν αἰτίαν τῆς τῶν 〈ἐθνῶν〉 καὶ τῶν 〈βασιλέων〉 φωνῆς διδάσκει λέγων· 〈κύριος σαβαώθ, ἢ κύριος τῶν δυνάμεων ἢ κύριος τῶν στρατιῶν, ἐντέταλται ἔθνει ὁπλομάχῳ ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ᾽ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην. ⌜τοὺς δ᾽ ἀνωτέρω 〈γίγαντας〉 ὀνομασθέντας 〈ὁπλομάχους〉 ἐνταῦθα καλεῖ, μακρὰν ὄντας πάλαι καὶ ὥσπερ 〈ἐν θεμελίοις τοῦ οὐρανοῦ〉 ἀποκεκλεισμένους, οὓς ὅτε καιρὸς καλεῖ προστάττει ἔρχεσθαι ὁ τῶν ὅλων κριτὴς ἐπὶ τῷ 〈καταφθεῖραι πᾶσαν τὴν〉 τῶν κακῶν 〈οἰκουμένην〉 μετὰ τὸν ἀφορισμὸν τῶν δικαίων. ⌞ἐπεὶ καὶ ἐν τοῖς Εὐαγγελίοις «ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐπὶ θρόνου δόξης αὐτοῦ» τοὺς «ἐκ δεξιῶν» πρώτους ἐπὶ «τὴν ἡτοιμασμένην» αὐτοῖς «βασιλείαν πρὸ καταβολῆς κόσμου» καλεῖ· ὧν παραληφθέντων καὶ εἰσαχθέντων εἰς τὴν ἐπαγγελίαν ἐπὶ τὰ λοιπὰ ἔθνη τὰ ἐν τοῖς ἀριστεροῖς εὑρεθησόμενα ἡ ἀπειλὴ ‹τοῦ πυρὸς› ἐξενήνεκται.⌟ Ταῦτα διδάξας ὁ λόγος μέλλοντα ἔσεσθαι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τοὺς μηδέπω εἰς αὐτὴν ἐφθακότας ἔτι δὲ ἐν τῷ βίῳ τούτῳ τυγχάνοντας ἐπὶ μετάνοιαν προκαλεῖται, ὡς ἔτι καιρός ἐστιν ἐπιστρέφειν καὶ ἐπὶ τοῖς ἑαυτῶν κακοῖς ἀποκλάεσθαι καὶ ὀλολύζειν παραινῶν.

διό φησιν· 〈ὀλολύξατε, τὰ γλυπτά· ἐγγὺς γὰρ ἡμέρα κυρίου, καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει〉· ⌜οὔπω γάρ φησιν ἐπέστη τὰ ἠπειλημένα, μέλλει δὲ ὅσον οὔπω. διὸ προλαβόντες κλαυθμῷ καὶ θρήνῳ καὶ ὀλολυγῇ ἐξιλάσασθε τὰ ἑαυτῶν κακά· μέλλει γὰρ ἡ προλεχθεῖσα ἡμέρα τῆς ὀργῆς τοῦ θεοῦ ἐφίστασθαι,⌝ ἐν ᾗ 〈πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει· καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσι. ⌜πρέσβεις〉 δὲ ἐνταῦθα καλεῖ τοὺς προϊσταμένους τῶν τῆς ἀθεότητος λόγων καὶ τοὺς πρεσβεύοντας ὑπὲρ τῆς εἰδωλολάτρου πλάνης, τούς τε διδασκάλους τῶν ἀθέων καὶ ἀσεβῶν δογμάτων, οὓς μετελεύσεται τὰ κατηριθμημένα πάντα.⌝ ⌞ἴδιον τῶν διατρεπομένων καὶ ἀπροσδοκήτων δεινῶν περιπεσόντων τὸ 〈μεταβάλλειν τὸ χρῶμα τοῦ προσώπου〉.⌟ Οἷς ἐπιλέγει· 〈ἰδοὺ γὰρ ἡμέρα κυρίου ἔρχεται μήνιδος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς〉.

κατ᾽ ἐκεῖνο δὲ καιροῦ φησιν 〈οἱ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι, καὶ σκοτισθήσονται τοῦ ἡλίου ἀνατέλλοντος〉· ⌜κατὰ γὰρ τὸν τῆς συντελείας καιρὸν οὔθ᾽ ὁ 〈ἥλιος〉 οὔθ᾽ ἡ 〈σελήνη〉 οὔθ᾽ 〈οἱ ἀστέρες〉 τοῖς κολάσει καὶ τιμωρίᾳ παραδοθησομένοις ἀσεβέσι τὸ ἑαυτῶν 〈φῶς δώσουσι〉, μεταβαλόντες δὲ καὶ οἱ φωστῆρες ἀπὸ τῆς ἑαυτῶν ὑπηρεσίας ἐπὶ ἑτέραν ἥξουσι κρείττονα λῆξιν, ὥσπερ τινὸς παλιγγενεσίας τευξόμενοι καὶ μηκέτι μὲν τῇ τῶν σωμάτων δουλεύοντες ματαιότητι, ‹ἐλευθερούμενοι› δὲ «ἀπὸ τῆς δουλείας τῆς φθορᾶς» κατὰ τὸν ἀποστολικὸν λόγον.⌝ Ἵν᾽ ὑπερουρανίου καὶ ὑπερκοσμίου τινὸς ἀναπαύσεως δόξης τε τῆς ἀνωτάτω τύχωσιν, ὑποχωρησάντων δὲ τῶν φωστήρων σκότῳ παραδοθέντες οἱ ἀσεβεῖς πείσονται τὰ προφητευόμενα, οἷς ἐπιλέγεται· 〈καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν〉. ταῦτα μὲν οὖν πάντα καθολικῶς περὶ τῆς ἐπὶ συντελείᾳ τοῦ κόσμου κατὰ τῶν ἀσεβῶν γενησομένης κρίσεως εἴρηται, διὸ ἐν ὅλοις τούτοις 〈τῆς οἰκουμένης〉 μέμνηται ὁ λόγος, οὐ μὴν τῆς Βαβυλῶνος, ὥστ᾽ εἶναι ἀκριβῆ τὴν ἡμετέραν ἐπιτήρησιν, καθ᾽ ἣν διείλομεν τὴν διάνοιαν τῆς προφητείας εἴς τε γενικὸν λόγον τὸν περὶ τῆς καθολικῆς κρίσεως καὶ εἰς εἰδικὸν τὸν περὶ τῆς Βαβυλῶνος.

διὸ τὰ προλεχθέντα 〈τῆς οἰκουμένης〉 μνήμην ἐποιεῖτο διαφόρως ἐν τῷ ποτὲ μὲν λέγειν· «κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ καταφθεῖραι 〈πᾶσαν τὴν οἰκουμένην〉», ποτὲ δέ· «ἰδοὺ γὰρ ἡμέρα κυρίου 〈ἔρχεται〉 ἀνίατος θυμοῦ καὶ ὀργῆς θεῖναι 〈τὴν οἰκουμένην〉 ἔρημον», καὶ αὖθις· 〈καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακά〉, ἐν οἷς οὐδὲ ἅπαξ τῆς Βαβυλῶνος ἐμνημόνευσε ἡ προφητεία, καθολικὴν δὲ ποιεῖται διδασκαλίαν περὶ ‹τῆς τοῦ θεοῦ δικαιοκρισίας›, περὶ ἧς καὶ τὰ ἑξῆς ἐπιφέρει λέγων· 〈〈καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω〉.〉 ⌜τί δήποτε Βαβυλωνίων μόνων ὥσπερ ἀποσκληρωτικῶς μέμνηται, οὐχὶ δὲ καὶ ἑτέρων ἐθνῶν, οἷον Γαλατῶν ἡμιθέων ἢ Σπάνων; ὅτι φησὶν οὐδένες ἄλλοι κατ᾽ ἐκεῖνο καιροῦ παρηνώχλουν τὸ Ἰουδαίων ἔθνος ἢ οἱ καταλεχθέντες συνεχῶς αὐτοῖς ἐπανιστάμενοι· καὶ ποτὲ μὲν τὴν Ἰερουσαλὴμ πορθοῦντες, ποτὲ δὲ τὴν χώραν αὐτῶν δῃοῦντες. διόπερ ὁ λόγος τοὺς πολιορκουμένους ἀναγκαίως ἐδίδασκε τὰ συμβησόμενα τοῖς αὐτὸν πολιορκοῦσιν.⌝ Τὰ προλεχθέντα περὶ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως διελθὼν ἔτι καὶ ταῦτα προστίθησιν ὁ λόγος τὰ συμβησόμενα τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης ἀσεβέσι διδάσκων καὶ τὰ ἐπελευσόμενα τοῖς τῶν ἐθνῶν ἀθέως καὶ τυραννικῶς ἄρξασιν.

ἦσαν δὲ οὗτοι ὑπερήφανοι καὶ ἐπηρμένοι τινὲς οἱ κατὰ καιροὺς καὶ χρόνους τῶν ἐπὶ γῆς κρατήσαντες, περὶ ὧν φησι· 〈καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω〉. ἀντὶ δὲ τοῦ· 〈καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι, ὁ Σύμμαχος· 〈τιμιώσω ἄνδρα〉 φησὶν 〈ὑπὲρ τὸ χρυσίον καὶ ἄνθρωπον ὑπὲρ τὸν λίθον τὸν ἐκ Σουφείρ〉· σπάνιον γάρ φησιν ἔσεσθαι τὸν εὑρεθησόμενον ἐν αὐτοῖς, ἄξιον τῆς τοῦ ἀνδρὸς προσηγορίας.

Ἀλλ᾽ οὐδὲ ὁ σῴζων τὸν κατὰ φύσιν λογικὸν ἄνθρωπον παρ᾽ αὐτοῖς εὑρεθήσεται· θηριώδεις γάρ τινες ἦσαν οὗτοι καὶ ἀπηγριωμένοι τοὺς τρόπους, ὡς καὶ τὸν 〈οὐρανὸν〉 κατ᾽ αὐτῶν κινεῖσθαι, ⌜λέγω δὲ τὰς οὐρανίους δυνάμεις ἢ καὶ αὐτὴν τὴν κτίσιν τοῦ θεοῦ ὥσπερ συναγανακτοῦσαν τῷ θεῷ ἐπὶ τῇ ἀπονοίᾳ καὶ ἀλαζονείᾳ καὶ ἀθεότητι⌝ τῶν δηλουμένων. διὸ γέγραπται· ὁ 〈γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς κυρίου〉. τὴν συντέλειαν δὲ οἶμαι σημαίνειν διὰ τοῦ λέγειν 〈σεισθήσεσθαι τὴν γῆν ἐκ τῶν θεμελίων αὐτῆς〉. ⌜Εἰ δέ τινες ἐν αὐτοῖς πειραθεῖέν φησι φυγῇ τὴν σωτηρίαν πορίσασθαι, καὶ οὗτοι εὐάλωτοι γενήσονται, οὐ 〈δορκάσι〉 τελείαις ἀποπηδῶσι κοῦφόν τε καὶ ταχὺ ποιουμέναις τὸν δρόμον ἐοικότες, ἀλλὰ 〈δορκαδίῳ〉·⌝ διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς 〈δορκάδιον〉 ὠνόμασται. καὶ 〈προβάτῳ δὲ πλανωμένῳ〉 καὶ μηδὲ ζητουμένῳ μηδὲ 〈συναγομένῳ〉 πρός τινος ἔσονται ὅμοιοι· ⌜εὔξονται μὲν γὰρ οἱ φεύγοντες δεξιοῦ τινος τυχεῖν καὶ καταφυγὴν εὕρασθαι παρά τινι τῶν γνωρίμων οὐ μὴν εὑρήσουσιν· 〈οὐκ ἔσται γὰρ ὁ συνάγων αὐτούς〉.⌝ διὸ οἱ μὲν αὐτῶν 〈ἡττηθήσονται〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈ἐκκεντηθήσονται. ἁλόντες οἱ δὲ ὁμοῦ συναχθέντες〉 καὶ ὡσανεὶ σύστρεμμα ἑαυτοὺς ποιησάμενοι ὑποπεσοῦνται τῇ 〈μαχαίρᾳ〉 τῆς ὀργῆς τοῦ θεοῦ.

Οὐ μόνους δὲ τοὺς εἰρημένους ὑπερηφάνους ταῦτα διαθήσουσιν οἱ ἐπελευσόμενοι αὐτοῖς τιμωροὶ ἄγγελοι, ἀλλὰ 〈καὶ τὰ τέκνα αὐτῶν ἐνράξουσιν ἐνώπιον αὐτῶν καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν〉· ⌜ὁμοίως γὰρ τοῖς κολαζομένοις ἀνδράσι καὶ τὰς τούτων 〈γυναῖκας〉 ἀθέους καὶ ἀσεβεῖς καὶ αὐτὰς γενομένας ταῖς ἴσαις ὑποβαλοῦσι τιμωρίαις, ὥσπερ οὖν καὶ 〈τὰ τέκνα αὐτῶν〉 τὰ ἀσεβῆ τὰς οἰκείας καὶ τῇ τῶν τρόπων αὐτῶν μοχθηρίᾳ ἐξοικειωθείσας καὶ παρομοιωθείσας ψυχάς.⌝ ταῦτα μὲν οὖν ἀπειλεῖ πείσεσθαι τοὺς ἀσεβεῖς ἅπαντας καὶ τοὺς ἀνόμους καὶ τοὺς ὑπερηφάνους ἐν καιρῷ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως. ἀφωρισμένως δὲ τὰ συμβησόμενα τῇ Βαβυλῶνι καὶ τοῖς Βαβυλωνίοις, τῷ τε βασιλεῖ τῶν Χαλδαίων ἑξῆς προαναφωνεῖ ἐντεῦθεν ἰδιάζουσαν προφητείαν καὶ μερικὴν ποιούμενος, διὸ καὶ εἰς πρόσωπον αὐτῶν ἀποτείνεται τῶν Βαβυλωνίων τὸν λόγον. ἰστέον δ᾽ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ πεντεκαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. ⌜Τῷ φάσκοντι λόγῳ· 〈ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους〉, μαρτυρεῖ ἡ τῆς ἱστορίας ἔκβασις ἀνάγραπτος οὖσα παρὰ τοῖς Ἑλλήνων τὰ Χαλδαϊκὰ καὶ τὰ Ἀσσύρια συγγραψαμένοις, τοῖς τε τὰ Μηδικὰ ἱστορήσασιν, ὧν καὶ ἡμεῖς πλείστας ἀναλελέγμεθα μαρτυρίας ἐν τοῖς πονηθεῖσιν ἡμῖν χρονικοῖς συγγράμμασι.

φαίνονται τοίνυν Μῆδοι τὴν Ἀσσυρίων καθελόντες ἀρχήν· τούτους τε Κῦρος ὑποτάξας ὁ Περσῶν βασιλεύσας πρῶτος, ὁ καὶ τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων ἀνεὶς καὶ δοὺς ἐξουσίαν τοῖς ἐθέλουσιν αὐτῶν εἰς τὴν οἰκείαν ἐπανιέναι χώραν καὶ ἀνεγείρειν τὸν νεὼν τοῦ θεοῦ.⌝ διὸ τούτων πρὸς λέξιν ἡ προφητεία μνημονεύουσα νῦν μὲν φάσκει· 〈ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους〉, ἐν δὲ τοῖς ἑξῆς καὶ ‹τοῦ Κύρου› μνήμην ὀνομαστὶ ποιεῖται.

Ἐπιφέρει δὲ περὶ τῆς Βαβυλῶνος λέγουσα· 〈καὶ ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος, ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα· οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον〉. ὃ καὶ αὐτὸ ἀναγκαῖον τηρῆσαι ὡς ἐπαληθεύει τοῖς ἔργοις· ⌜ἀοίκητος. γοῦν καὶ παντελῶς ἔρημος εἰσέτι νῦν ὁρᾶται ἡ Βαβυλών, μάρτυρες δὲ τούτων οἱ ἐκ τῶν τόπων ὡς ἡμᾶς ἀφικνούμενοι. ἀλλ᾽ 〈οὐδὲ διελεύσονταί〉 φησιν 〈αὐτὴν Ἄραβες〉, οὕτω δηλουμένων, ὡς οἶμαι, τῶν παρ᾽ ἡμῖν καλουμένων Σαρακηνῶν, οἳ τὰς πραγματείας ποιούμενοι καὶ ἐπ᾽ αὐτῆς Βαβυλῶνος τὸ παλαιὸν ἐσκηνοποιοῦντο.⌝ ⌞φευκτὴ δὲ οὕτως καὶ τοῖς ὁμόροις καὶ ὡς ἐξ ἔθνους μακροῦ περινοστοῦσιν αὐτήν, ὡς μηδὲ 〈ποιμένας〉 τοὺς ἐξ 〈Ἀράβων〉 κατανεμῆσαί τι τῶν ἰδίων θρεμμάτων ἐν αὐτῇ διά τοι τὸ ἠρημῶσθαι παντελῶς. ἰστέον δὲ ὅτι τὰ Σαρακηνῶν ἔθνη καὶ μέχρις αὐτῆς διήκοντα τῶν Ἀσσυρίων καὶ τὴν ἐσωτάτω νεμομένους ἔρημον 〈Ἄραβας〉 ὀνομάζει· γείτονα γὰρ ἔχουσι τὴν 〈Ἀράβων〉 χώραν.⌟ διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈οὐδὲ σκηνοποιήσει ἐκεῖ Ἄραψ〉. ἔστι δὲ καὶ ἄλλη τις ἡ καλουμένη 〈ἡ〉 εὐδαίμων Ἀραβία τῇ Περσῶν παρακειμένη χώρᾳ, ὡς καὶ περὶ τῶν ἐξ αὐτῆς δύνασθαι δηλοῦν τὸ λόγιον.

ἐπεὶ δὲ πολλὰ τῶν ἐρήμων τόπων ἐπινέμονται 〈ποιμένες〉 μάνδρας τοῖς ἑαυτῶν θρέμμασιν ἐν αὐτοῖς ποριζόμενοι, οὐδεὶς τοῦτο ἔσεσθαι χρήσιμον τὴν Βαβυλῶνα προλέγει φάσκον· 〈οὐδὲ ποιμένες ἀναπαύσονται ἐν αὐτῇ〉. ⌜Τῶν μὲν οὖν ἡμέρων καὶ λογικῶν ζῴων ἔρημον παντελῶς καταστᾶσαν τὴν Βαβυλῶνα οὐδὲν οἰκήσειν θεσπίζει. 〈θηρία〉 δὲ ἡμῖν τινα ἄδηλα καὶ ἄγνωστα, δαίμονάς τε καὶ πνεύματά τινα ἀπηνῆ καὶ ἀνήμερα ἐν αὐτῇ ἔσεσθαί φησι. διὸ ἀντὶ τοῦ· 〈θηρία, σιεὶμ〉 οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασι, καὶ ἀντὶ τοῦ· 〈σειρῆνες, στρουθοκαμήλους〉 εἰρήκασι, καὶ ἀντὶ τοῦ· 〈ὀνοκένταυροι, ἰὶμ〉 ἀνέγραψαν αὐτῇ χρησάμενοι τῇ Ἑβραϊκῇ φωνῇ διὰ τὸ ἄδηλον τῆς ἑρμηνείας. ἀλλὰ καὶ ἀντὶ 〈ἐχίνων〉 ὁμοίως οἱ τρεῖς ἑρμηνευταὶ 〈σειρῆνας〉 ἡρμήνευσαν, τάχα που διὰ τὸ ἀπατηλὸν τῶν τοιούτων δαιμόνων, ἐπεὶ παρ᾽ Ἕλλησιν ἡδύφωνοί τινες αὗται καὶ ἀπατηλοὶ γεγενῆσθαι μνημονεύονται⌝. ταῦτα δὴ πάντα 〈ταχύ〉 φησιν 〈ἔρχεται καὶ οὐ χρονιεῖ〉· ⌜πᾶς γὰρ καὶ ὁ νομιζόμενος παρὰ ἀνθρώποις μακρότατος εἶναι χρόνος βραχύτατος παρὰ θεῷ κριτῇ λελόγισται· «χίλια» γοῦν «ἔτη ἐνώπιον αὐτοῦ ὡς ἡ ἡμέρα ἡ ἐχθὲς» εἴρηται, «καὶ ὡς φυλακὴ ἐν νυκτί».

ἀλλὰ καὶ οὐκ εἰς μακρὸν χρόνον τὰ ὑπὸ τῆς προφητείας θεσπισθέντα τέλους ἔτυχεν, τὰ προρρηθέντα παθούσης τῆς Βαβυλῶνος ἐπὶ τῆς Μήδων ἀρχῆς⌝. ⌜Ἀκολούθως μετὰ τὰ προλεχθέντα κατὰ τῆς Βαβυλῶνος τὴν ἐπὶ Κύρου γενομένην ἐπιστροφὴν τοῦ Ἰουδαίων λαοῦ τὴν ἀπὸ τῆς πολεμίας ἐπὶ τὴν Ἰερουσαλὴμ σημαίνει διδάσκων, ὡς ἐπανελθόντες 〈ἀναπαύσονται ἐπὶ τῆς ἑαυτῶν χώρας, καὶ ὡς ὁ γιώρας προστεθήσεται αὐτοῖς〉. ἀντὶ δὲ τοῦ· ὁ 〈γιώρας προστεθήσεται αὐτοῖς〉, οἱ λοιποὶ ἑρμηνευταὶ ὁ 〈προσήλυτος〉 ἡρμήνευσαν· οὕτως γὰρ εὖ πράξειν αὐτούς φησιν 〈ἐπὶ τῆς ἑαυτῶν γῆς〉 ὡς καὶ ἀλλοφύλους ἀντιποιηθῆναι τῆς αὐτῶν θεοσεβείας, 〈προσηλύτους〉 τε αὐτῶν γενέσθαι καὶ 〈προστεθῆναι τῷ οἴκῳ Ἰακὼβ〉⌝ οὐκ ὄντας μὲν ἐξ αὐτῶν, διὰ δὲ τὸ προσηλυτεῦσαι οἰκειουμένους αὐτοῖς ὡς μηδὲν διαφέρειν τῶν ἐγγενῶν καὶ ἀλλοφύλων.

Ἐν δὲ τῷ ἐπανιέναι αὐτοὺς ἀπὸ τῆς Βαβυλωνίας ἐπὶ τὴν Ἰουδαίαν γῆν 〈λήψεσθαι αὐτούς〉 φησιν 〈ἔθνη καὶ εἰσάξειν εἰς τὸν τόπον αὐτῶν〉. ⌜καὶ ταῦτα δὲ τέλους ἐτύγχανεν κατὰ τὴν ἱστορίαν, ἣν περιέχει ἡ τοῦ Ἔσδρα γραφὴ διδάσκουσα, ὡς βασιλεὺς Κῦρος διὰ προγράμματος τοῖς ἐθέλουσι τῶν Ἰουδαίων ἐξουσίαν ἔδωκεν ἐπανιέναι εἰς τὴν γῆν ἑαυτῶν καὶ τὸν ναὸν ἐγείρειν τὸν ἐν Ἱεροσολύμοις.⌝ οἷς ἐπιλέγει ἡ γραφή· «καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν Ἰούδα καὶ Βενιαμὶν καὶ πάντες οἱ κυκλόθεν αὐτῶν ἴσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργύρου, ἐν χρυσίῳ καὶ ἀποσκευῇ καὶ ἐν κτήνεσι καὶ ἐν ξενίοις». τούτων μὲν οὖν ἡγεῖτο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ συνόντων αὐτοῖς προφητῶν Ἁγγαίου καὶ Ζαχαρίου. μετὰ δὲ Κῦρον Ξέρξης Περσῶν βασιλεὺς Ἔσδραν ἀποπέμπει ‹τὸν γραμματέα τοῦ νόμου› σὺν ἐπιστολαῖς, αἳ προσέταττον ἅπασι τοῖς ἄρχουσι τῶν ἐθνῶν τοῖς μεταξὺ τῆς Περσῶν καὶ τῆς Ἰουδαίας χώρας συμπράξαι τῷ Ἔσδρᾳ. δευτέρα γίνεται ἄνοδος αὕτη τῶν ἅμα τῷ Ἔσδρᾳ συνελθόντων, καὶ με〈τὰ〉 ταῦτα πάλιν Νεεμίου ἀνιόντος γράμματα ἐπιτίθησιν ὁ τῶν Περσῶν βασιλεὺς «πρὸς τοὺς ἐπάρχους τοὺς πέραν τοῦ ποταμοῦ» καὶ αὐτὸς δὲ ‹ὁ βασιλεὺς συναπέστειλεν αὐτῷ ἀρχηγοὺς δυνάμεως›, ‹ὁδηγοὺς› ἅμα καὶ φύλακας.

ταῦτα τοίνυν προλαβοῦσα σημαίνει ἡ προφητεία ἐν τῷ λέγειν· 〈καὶ λήψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν〉. τὸ δέ· 〈καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν〉 ἐπληροῦτο, ⌜ὅτε Πέρσαι καὶ Μῆδοι πᾶσαν Ἀσσυρίων ἀρχὴν καὶ αὐτοὺς Βαβυλωνίους ὑποχειρίους λαβόντες τῇ ἑαυτῶν ὑπέταξαν δυνάμει.

Ἤδη δὲ ἐντεῦθεν τὸ πνεῦμα τὸ προφητικὸν διδασκαλίαν παρέχει τοῖς τῇ γραφῇ τῇ προφητικῇ ἐν τοῖς μετὰ ταῦτα χρόνοις μέλλουσιν ἐντυγχάνειν, ὅπως χρὴ δοξάζειν καὶ εὐλογεῖν τὸν θεόν, ἐφ᾽ αἷς δεδώρηται αὐτοῖς εὐεργεσίαις, καὶ ὅπως χρὴ ἀποθρηνεῖν τὸν βασιλέα τῆς Βαβυλῶνος. διό φησι· 〈καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν〉. ἰστέον δ᾽ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἑξκαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. 〈ἐρεῖς〉 τοίνυν 〈ἐν τῇ ἡμέρᾳ ἐκείνῃ〉 φησὶ 〈Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής〉. ἀνθ᾽ οὗ ὁ Σύμμαχος 〈πῶς ... κατεδέθη φορολογία〉 διηρμήνευσε καὶ ἐπήγαγε· 〈συνέτριψεν ὁ κύριος τὴν βακτηρίαν τῶν ἀσεβῶν, τὴν βακτηρίαν τῶν ἐξουσιαζόντων〉, καὶ πάλιν ἀντὶ τοῦ· 〈ἀνεπαύσατο πεποιθὼς πᾶσα ἡ γῆ〉, ὁ Σύμμαχος 〈ἀνεπαύσατό〉 φησι 〈καὶ ηὐστάθησε πᾶσα ἡ γῆ〉.

καὶ ἐπιλέγει· 〈ἱλαροὶ γένεσθε, ἀγαλλιᾶσθε· καίγε πᾶσαι πίτυες ἐπέχαιρόν σοι, κέδρος τοῦ Λιβάνου. ⌜πίτυς〉 δὲ καὶ 〈κέδρος Λιβάνου〉 πάλιν ἀλληγορικῶς τυράννους τινὰς καὶ ἐπηρμένους σημαίνει, ὑπὸ τοῦ Βαβυλωνίου πολιορκηθέντας καὶ τῆς οἰκείας ἀποκοπέντας χώρας· οὓς εἰκὸς ἦν 〈ἐπιχαρῆναι〉 τῇ πτώσει τοῦ δηλουμένου.⌝ Καὶ ἐνεπλήσθησάν φησιν ἐπὶ τῇ σῇ ἀπωλείᾳ λέγοντες· 〈Ἀφ᾽ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς〉. ⌜οἱ μὲν οὖν ἐπὶ γῆς ὄντες ταῦτα φήσουσιν, οἱ δὲ τὸν ἀνθρώπινον μεταλλάξαντες βίον καὶ ὥσπερ ἐν δεσμοῖς τοῖς τοῦ ᾅδου χωρίοις ἀπολειφθέντες 〈ἐπιχαίροντες〉 καὶ αὐτοὶ τῇ ἀπωλείᾳ τοῦ αὐτοῦ λέξουσι τὰ ἐπιφερόμενα. φθάσας δὲ τοὺς ἐκεῖ πάντας ὁ 〈ᾅδης〉 καὶ ἡ ἐφεστῶσα ταῖς τῶν τεθνηκότων ψυχαῖς δύναμις, ὥσπερ τις δεσμωτηρίου τυγχάνουσα φρουρὸς κάτωθεν ἐκ τῶν σκοτεινῶν μυχῶν μετὰ θυμοῦ καὶ ὀργῆς ἐπαναστήσεταί σοι.

τούτου δὲ ὡσπερεὶ ἄρχοντος καὶ τῶν ἐκεῖ κρατοῦντος τοῦ οἰκείου διεγερθέντος θρόνου, καὶ οἱ λοιποὶ 〈πάντες γίγαντες〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈οἱ ῥαφαεὶμ〉 συνανέστησαν.⌝ ⌜τίνες δὲ ἦσαν οὗτοι, διερμηνεύει λέγων· 〈οἱ ἄρξαντες τῆς γῆς οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν〉, καὶ τὰ αὐτὰ τῷ κατηγορουμένῳ βασιλεῖ Βαβυλῶνος πράξαντες, οἳ καὶ γυμνὴν καὶ ἔρημον τοῦ σώματος τὴν τοῦ ποτε βασιλεύσαντος τῆς Βαβυλῶνος ψυχὴν ὁρῶντες φήσουσιν αὐτῇ· Καὶ σοῦ κρείττων γέγονε θάνατος, ὡς καὶ σὲ ὅμοιον ἡμῖν ἀπελέγξαι; οὐδὲν ἄρα ἦν ὁ ὑπὲρ γῆς βίος καὶ ὁ πλοῦτος καὶ ἡ 〈δόξα〉 καὶ ἡ τοσαύτη δυναστεία, εἰ δὴ τὸ πάντων ἐκείνων πέρας ‹γῆ καὶ σποδὸς› διαδέξεται, 〈σκώληκές〉 τε καὶ σαρκῶν 〈σῆψις〉. ἡμεῖς δὲ σὲ οὐ θνητὸν ἐνομίζομεν, ἀπατώμενοι δὲ τῇ περὶ σὲ 〈δόξῃ〉 τῷ κατ᾽ οὐρανὸν λαμπροτάτῳ φωστῆρι τῷ τὸν ἥλιον προσκαλουμένῳ 〈ἑωσφόρῳ〉 ἀπεικάζομεν. σὺ δὲ ἐπὶ σαυτῷ καὶ μείζονα τούτων ἐφρόνεις καὶ γαυριῶν καὶ μανίᾳ φρενῶν ἀλαζονευόμενος ὡς σαυτὸν 〈τῷ ὑψίστῳ〉 θεῷ παραβάλλειν καὶ ὑπὲρ τὰς οὐρανίους ἁψῖδας 〈τὸν〉 σαυτοῦ 〈θρόνον θήσειν〉 φαντάζεσθαι. ταῦτα μὲν ἡμεῖς περὶ σοῦ θνητοῖς λογισμοῖς ἀπατώμενοι διενοούμεθα, τοιαῦτα δὲ καὶ σὺ φρενῶν ἐκστάσει ἐπὶ σαυτῷ ἐφρόνεις. ἦν δ᾽ ἄρα καὶ τοῦ περὶ σὲ τέλους ἔλεγχος ὁ χρόνος, καθ᾽ ὃν ἑάλως· οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις ὁμοίαν ἐσχηκὼς τελευτήν.

οἱ μὲν γὰρ ἐπ᾽ ἡσυχίας ἠρέμα καὶ πράως ἐπὶ τῆς ἑαυτῶν ἑστίας τὸ χρέων ἀπέδοσαν, σὺ δὲ τῇ τῶν πολεμίων μαχαίρᾳ τὴν ζωὴν ἀφαιρεθείς, 〈νεκρὸς〉 ἄταφος 〈ῥιφήσῃ〉 θηρσὶ βορὰ καὶ οἰωνοῖς ἐκκείμενος.⌝ ἰστέον δ᾽ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἑπτακαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. τὴν δὲ τῶν εἰρημένων διάνοιαν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· 〈καὶ σὺ ἐτρώθης ὡς ἡμεῖς, ἐν ἡμῖν δὲ παρεβλήθης. κατηνέχθη δὲ εἰς ᾅδην ἡ ὑπερηφανία σου, ἐθανατώθη τὸ στόμα σου, ὑποκάτω σου στρωθήσεται ἔξερψις καὶ τὸ περιβόλαιόν σου σκώληξ. πῶς ἔπεσες ἐξ οὐρανοῦ ὁ ἑωσφόρος ὁ ὀρθρινός; ἐξεκόπης εἰς γῆν ὁ τιτρώσκων ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ ἐπαρῶ τὸν θρόνον μου καὶ καθιῶ ἐν ὄρει συνταγῆς ἐν μηροῖς βορρᾶ, ἀναβήσομαι ἐπὶ ὑψηλῇ νεφέλῃ, ὁμοιωθήσομαι τῷ ὑψίστῳ. ἀλλ᾽ εἰς ᾅδην κατενεχθήσῃ, εἰς βάθη λάκκου. οἱ ὁρῶντές σε κατακύψουσι, περὶ σοῦ ἐννοήσουσιν Οὗτος ὁ ἀνὴρ ὁ ταράξας τὴν γῆν καὶ συσσείσας βασιλείας; ὁ τάξας τὴν οἰκουμένην ὡς τὴν ἔρημον καὶ τὰς πόλεις αὐτοῦ καθελών, τοὺς δεσμίους αὐτοῦ μὴ ἀπολύσας εἰς οἰκίαν. πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἕκαστος ἐν τῷ οἴκῳ αὐτοῦ. σὺ δὲ ῥιφήσῃ ἀπὸ τοῦ τάφου σου ὡς ἔκτρωμα ἐβδελυγμένος, ἐνδεδυμένος ἀνῃρημένους βεβαρημένους μαχαίρᾳ καταβαίνοντας ἐπὶ θεμελίους λάκκου〉.

τούτοις ἑξῆς κατὰ μὲν τοὺς Ἑβδομήκοντα λέλεκται· 〈ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας〉 καὶ τὰ τούτοις ἑξῆς. ἀνθ᾽ οὗ ὁ Σύμμαχος ὧδέ πως ἐξέδωκεν· 〈ὡς σῶμα δυσῶδες οὐ κοινωνήσεις αὐτοῖς ἐν ταφῇ, ὅτι τὴν γῆν σου διέφθειρας, τὸν λαόν σου ἀπέκτεινας· οὐ κληθήσεται εἰς τὸν αἰῶνα σπέρμα κακοποιόν. ἡτοίμασε τοὺς υἱοὺς αὐτοῦ σφαγὴν διὰ τὴν ἀνομίαν τῶν πατέρων αὐτῶν, ἵνα μὴ ἀναστάντες κληρονομήσωσι γῆν καὶ πληρώσωσι τὸ πρόσωπον τῆς οἰκουμένης πόλεων〉. ταῦτα κατὰ τὸν Σύμμαχον εἰρημένα, τὰ Ἀκύλου δὲ καὶ τὰ Θεοδοτίωνος τούτοις συνᾴδοντα βαθύτερον ὑποβάλλει νοῦν· τὸν γὰρ βασιλέα τῆς Βαβυλῶνος αὐτὸν 〈τὴν ἑαυτοῦ〉 φησι 〈γῆν διεφθαρκέναι〉. λέγει δ᾽ οὖν· 〈ὅτι τὴν γῆν σου διέφθειρας καὶ τὸν λαὸν δὲ ἑαυτοῦ ἀπεκταγκέναι〉 διδάσκει, ἀλλὰ καὶ 〈ἡτοιμακέναι τοὺς υἱοὺς αὐτοῦ εἰς σφαγήν〉. καὶ ἀνωτέρω πάλιν κατὰ τὸν Σύμμαχον ἐλέγετο· ὁ 〈τάξας τὴν οἰκουμένην ὡς τὴν ἔρημον καὶ τὰς πόλεις αὐτοῦ καθελών, τοὺς δεσμίους αὐτοῦ μὴ ἀπολύσας〉. πότε δὲ ὁ Βαβυλώνιος 〈τὰς ἑαυτοῦ πόλεις καθεῖλε〉, ποίους δὲ 〈δεσμίους αὑτοῦ οὐκ ἀπέλυσε〉, πῶς δὲ 〈τὴν γῆν ἑαυτοῦ διέφθειρεν καὶ τὸν λαὸν αὑτοῦ ἀπέκτεινε, τούς τε υἱοὺς αὑτοῦ ἡτοίμασεν εἰς σφαγήν〉, ἔργον ἂν εἴη ἐπισκέψασθαι.

ἐὰν μὲν γὰρ λέγηται κατὰ τοὺς Ἑβδομήκοντα· 〈διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας〉, οὐδὲν ἂν ζητηθείη· δῆλον γὰρ ὡς ἐπελθὼν ὁ Βαβυλώνιος τὴν 〈γῆν〉 τοῦ Ἰσραὴλ ἐπολιόρκησε καὶ τὸν πάλαι χρηματίζοντα λαὸν τοῦ θεοῦ ἐχειρώσατο, ἐπεὶ δὲ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς καὶ κατ᾽ αὐτὴν τὴν Ἑβραϊκὴν φωνὴν 〈τὴν γῆν ἑαυτοῦ διεφθαρκέναι λέγεται καὶ τὸν λαὸν ἑαυτοῦ ἀπεκταγκέναι, σφαγήν〉 τε 〈τοῖς ἑαυτοῦ τέκνοις〉 προξενῆσαι. ὅρα μήποτε τὴν ἐφεστῶσαν ἀφανῆ καὶ ἀόρατον δύναμιν τῷ Βαβυλωνίων ἔθνει διὰ τούτων αἰνίττεται, ἐπειδὴ καὶ ὁ προφήτης Δανιὴλ τοιούτους τινὰς ἀγγέλους τοῖς ἔθνεσιν ἐφεστώτας διδάσκει. Γαβριὴλ γοῦν ὁ χρηματίζων αὐτῷ ἄγγελος εἰσάγεται παρ᾽ αὐτῷ λέγων· «καὶ ἰδοὺ ἐξ ἐναντίας μου ἤρχετο ἄρχων βασιλείας Περσῶν καὶ ἄρχων βασιλείας Ἑλλήνων καὶ ἄρχων βασιλείας Μήδων, καὶ οὐδεὶς ἦν σὺν ἐμοὶ εἰ μὴ Μιχαὴλ ὁ ἄρχων ὑμῶν».

εἰκὸς οὖν καθ᾽ ἕκαστον ἔθνος ἄρχοντάς τινας ἐπιστατεῖν, ὃ δὴ καὶ ἡ Μωσέως παρίστη γραφὴ λέγουσα· «ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ». ⌜ἕως μὲν οὖν συνειστήκει ἡ Βαβυλών, βασίλειόν τε ἦν καὶ δυναστεία μεγάλη τῶν αὐτόθι κρατούντων, τάχα που καὶ ἡ ἐπιστατοῦσα δύναμις αὐτοῖς τὰ μεγάλα συνέπραττεν· ἐπεὶ δὲ ἠφάνιστο ἡ βασιλεία τοῦ ἔθνους καὶ ὁ ἐφεστὼς αὐτοῖς ἄρχων, ὡσπερεὶ πληρώσας τοὺς ἑαυτοῦ χρόνους, εἰς τὸν τῶν ὁμοίων αὐτοῦ χῶρον παρελαμβάνετο, ἐν ᾧ συνήντησαν αὐτῷ 〈πάντες οἱ ῥαφαεὶμ〉 καλούμενοι ἢ οἱ 〈γίγαντες〉. οὗτοι δὲ καὶ αὐτοὶ δυνάμεις τινὲς ὡς εἰκὸς ἦσαν ἑτέρων ἐθνῶν κατὰ χρόνους οὐκ ὀρθῶς ἡγησάμεναι. μήποτ᾽ οὖν αὐτὸς οὗτος ὁ τῆς Βαβυλῶνος ἄρχων ποτὲ γεγονὼς 〈τὴν ἑαυτοῦ γῆν διέφθειρε〉, θεὸς παρ᾽ αὐτοῖς νομισθείς, οὕτω δὲ καὶ 〈τὸν ἑαυτοῦ λαὸν ἀπέκτεινε〉 καὶ 〈τοὺς ἑαυτοῦ υἱοὺς σφαγῇ〉 παρέδωκεν, αἴτιος ἀπωλείας τοῖς ὑπ᾽ αὐτὸν ἀρχομένοις, διὰ τὸ νομισθῆναι παρ᾽ αὐτοῖς θεὸς εἶναι γεγονώς;

εἰ δ᾽ ἔχοι ταῦτα οὕτως, ὥρα καὶ πάντα τὸν τῆς προφητείας λόγον, τὸν περὶ τοῦ βασιλέως Βαβυλῶνος προενηνεγμένον, εἰς ἐκείνην ἀναφέρειν τὴν δύναμιν, ἥτις, ἐπειδὴ θεοῦ δόξαν παρὰ τοῖς ἀρχομένοις κτησαμένη μέγα ἐφρόνησεν, εἰκότως ἀπελέγχεται πρὸς τοὺς φάσκοντας λόγον· 〈σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ〉.

καὶ τὰ λοιπὰ δὲ παρὰ σαυτῷ ἐφαρμόσεις τῷ ἀποδοθέντι λόγῳ μετὰ τοῦ καὶ τῷ προχείρως νοουμένῳ αἰσθητῷ βασιλεῖ τὰ διὰ τῆς προφητείας δηλούμενα προσαρμόττειν.⌝ Ἀλλὰ γὰρ ταῦτα καὶ τὰ τούτοις ἐπιλεγόμενα περὶ τοῦ ἄρχοντος Βαβυλῶνος καὶ περὶ τῆς πόλεως αὐτῆς, περί τε τοῦ Ἀσσυρίων ἔθνους θεσπίσας ὁ προφήτης ἑξῆς ἐπάγει· 〈τάδε λέγει κύριος σαβαώθ Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς καὶ ἐπὶ τῶν ὀρέων μου〉, ⌜διδάσκων ὡς καὶ ἡ τῶν Βαβυλωνίων χώρα, τά τε ἐπ᾽ αὐτῆς ὄρη οὐκ ἦν ἀλλότρια αὐτοῦ· «τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς». 〈ἔσονται〉 τοίνυν Ἀσσύριοί φησιν 〈εἰς καταπάτημα〉 ὑποχείριοι γενόμενοι τοῖς μετὰ ταῦτα αὐτῶν κρατήσασιν,⌝ ἀλλὰ 〈καὶ ἀφαιρεθήσεται αὐτῶν ὁ ζυγός〉, ⌜ὃν ὅτε ἐκράτουν τοῖς ὑπ᾽ αὐτῶν ἀρχομένοις ἐπήρτων, 〈ζυγὸν〉 βαρὺν καὶ δυσβάστακτον ἐπαιωροῦντες αὐτοῖς, 〈καὶ τὸ κῦδος δὲ αὐτῶν〉, ὅπερ ἐστὶν ἡ δόξα, 〈ἀφαιρεθήσεται〉 ἡ πάλαι τοῖς 〈ὤμοις〉 αὐτῶν ἐπικειμένη· ὡς γὰρ ἐπὶ τοῦ σωτῆρος λέλεκται· «οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ 〈ὤμου〉 αὐτοῦ», οὕτως ἐνταῦθα 〈τὸ κῦδος〉 τῶν Ἀσσυρίων 〈ἐπὶ τῶν ὤμων αὐτῶν〉 εἴρηται, ὅπερ 〈ἀφαιρεθήσεσθαι〉 αὐτῶν ὁ λόγος ἀπειλεῖ.⌝ Καὶ δὴ μέχρι τούτων περιγράψασα τὸν περὶ Βαβυλῶνος λόγον ἡ προφητεία ἀνατρέχει πάλιν ἐπὶ τὰ πρῶτα τῆς προκειμένης ὑποθέσεως καί φησιν· 〈αὕτη ἡ βουλή, ἣν βεβούλευται κύριος ἐπὶ ὅλην τὴν οἰκουμένην〉· ⌜ὁποία γὰρ ἐξενήνεκται κρίσις περὶ τῆς Βαβυλῶνος καὶ τῶν ταύτης οἰκητόρων, τοιαύτη τις ἔσται καὶ ἡ περὶ πάντων τῶν τῆς οἰκουμένης κρατησάντων ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν· κατὰ γὰρ τὸν τοῦ δικαίου λόγον τὰ ὅμοια πείσονται οἱ τὰ ὅμοια δυσσεβήσαντες.⌝ διὸ ἐπιλέγει· 〈καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη〉, ⌜προσεπινοούντων ἡμῶν ἔθνη τὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν· οὐ γὰρ ἀκρίτως ταῦτα κατὰ τῶν εὐσεβῶν καὶ τῶν τῷ θεῷ ἀνακειμένων ἐκδέχεσθαι προσήκει.

ὥσπερ οὖν ἤρξατο, τοῦτον καὶ ἀπετέλεσε τὸν τρόπον τῆς κατὰ πάντων καθολικῆς τοῦ θεοῦ κρίσεως ἀναγκαίως μνημονεύσας εἰς τὸ ἐπιστρέψαι πάντας τοὺς ἐντυγχάνοντας τῇ γραφῇ,⌝ μὴ νομίζειν οὐδὲν πρὸς αὐτοὺς εἶναι τὰ περὶ Βαβυλῶνος εἰρημένα· οὐδὲν γὰρ ἂν ἦν πρὸς ἡμᾶς, εἰ ταῦτα περὶ ἐκείνων εἴρητο μόνων. νῦν δὲ ἀναγκαίως ὁ λόγος ἐπιστρέφων καὶ εἰς ἀγωνίαν καὶ φόβον ἡμᾶς ἄγων τῆς περιμενούσης ἅπαντας ἀνθρώπους καθολικῆς τοῦ θεοῦ κρίσεως καὶ κατ᾽ ἀρχὰς τῆς προφητείας καὶ πρὸς τοῖς τέλεσιν ἀναγκαίως ἐμνημόνευσε.