Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Προφητείες κατά των Φιλισταίων, του Μωάβ και της Δαμασκού (Ησ. 14-17)

Η θεία δίκη επί των Φιλισταίων, η αλαζονεία και η καταστροφή του Μωάβ, καθώς και η ιστορική πτώση της Δαμασκού σε συνδυασμό με την εγκατάλειψη του απειθούς Ισραήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 6 από 25

Τῆς ‹κατὰ Βαβυλῶνος ὁράσεως› περιγραφείσης ἀρχὴν ἑτέραν ὑποθέσεως ὁ λόγος ποιεῖται τοῖς τὴν Παλαιστίνην οἰκοῦσιν 〈ἀλλοφύλοις〉 προσφωνῶν, οὓς ἡ Ἑβραϊκὴ 〈φωνὴ〉 καὶ οἱ λοιποὶ ἑρμηνευταὶ 〈Φυλιστιαίους〉 ὠνόμαζον, Ἕλληνες δὲ μεταβαλόντες τοὔνομα Παλαιστίνους ἐκάλουν. ζῶντος μὲν τοῦ Ἄχαζ ἐν αὐτῇ τε τῇ Ἰερουσαλὴμ καὶ ταῖς λοιπαῖς τῆς Ἰουδαίας πόλεσιν εἰδωλολατρούντων, ὡς ἡ ἱστορία δηλοῖ τοὺς ἐκ γειτόνων ἀλλοφύλους, τάχα δὲ καὶ τοὺς τούτων ὀνομαζομένους θεοὺς πονηροὺς ὄντας δαίμονας εὐφραίνεσθαι, εἰκὸς ἦν ἐπὶ τῇ πλάνῃ καὶ τῇ ἀπωλείᾳ τοῦ τε Ἄχαζ καὶ τοῦ ὑπ᾽ αὐτὸν λαοῦ καλουμένου Ἰούδα. ὁ γὰρ λεγόμενος λαὸς Ἰσραὴλ καὶ οἱ ἐν Σαμαρείᾳ βασιλεῖς ὑπ᾽ Ἀσσυρίοις ἦσαν αἰχμάλωτοι ληφθέντες ἤδη. ἱστορεῖ γοῦν ἡ βίβλος τῶν Βασιλειῶν «ὡς ἐταπείνωσε κύριος τὴν Ἰουδαίαν διὰ Ἄχαζ βασιλέα Ἰούδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ κυρίου».

καὶ περὶ τῶν ἀλλοφύλων δὲ γέγραπται· «ὅτι καὶ Ἰδουμαῖοι ἐπέθεντο καὶ ἐταπείνωσεν ἐν Ἰούδα καὶ ᾐχμαλώτευσεν αἰχμαλωσίας καὶ οἱ 〈ἀλλόφυλοι〉 ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς Παλαιστίνης καὶ ἀπώλεσαν τὸν Βεθσαμύς», καὶ ἐνταῦθα δὲ ἀντὶ τοῦ· «καὶ οἱ 〈ἀλλόφυλοι〉 ἐπέθεντο ἐπὶ τὰς πόλεις», οἱ 〈Φυλιστιαῖοι〉 ἤτοι Παλαιστῖνοι ἐπιφυέντες τῷ Ἄχαζ. ⌞οὐκέτι γὰρ ἐφίεται ὑμῖν 〈εὐφραίνεσθαι ἀποθανόντος〉 μὲν τοῦ ἀσεβοῦς 〈βασιλέως〉, ἐφ᾽ ᾧ τὸ παλαιὸν ἐχάρητε, θεοσεβοῦς δὲ ἀνδρὸς τὴν ἀρχὴν διαδεξαμένου ὡς ἐν δευτέρᾳ τῶν Παραλειπομένων τῷ Ἑζεκίᾳ μεμαρτύρηται καὶ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν. ὥσπερ οὖν ἐπὶ τοῦ ἀσεβοῦς Ἄχαζ εἰκὸς ἦν χαίρειν καὶ 〈εὐφραίνεσθαι τοὺς ἀλλοφύλους〉, οὕτως ἐπὶ τοῦ δικαίου ἀνδρὸς τοῦ Ἑζεκίου εὐκαίρως ἡ προφητεία ἀποτεινομένη πρὸς αὐτούς φησι· 〈Μὴ εὐφρανθείητε, ἀλλόφυλοι〉· πάλαι μὲν γὰρ ἔτι ζῶντος τοῦ Ἄχαζ καὶ τὰ ἐχθρὰ τῷ θεῷ πράττοντος εἰκὸς ἦν ὑμᾶς 〈εὐφραίνεσθαι〉, ἐπειδὴ 〈συνετέτριπτο〉 τοῦ Ἄχαζ ὁ 〈ζυγός〉, ὡς μὴ δύνασθαι αὐτὸν ὑποτάττειν ὑμᾶς μηδὲ τὸν τῆς ἀρχῆς αὐτοῦ 〈ζυγὸν〉 ἐπιτιθέναι ὑμῖν, διόπερ ἐπληθύνετο τὰ κακά. ὥσπερ μηδενὸς 〈παίοντος〉 ἡ ἑρπυστικὴ καὶ ἰοβόλος τῶν πονηρῶν πνευμάτων δύναμις ἐπλήθυνε τότε, νυνὶ δὲ τὴν βασιλείαν διαδεξαμένου ἀνδρὸς θεοφιλοῦς μηκέτι χαίρετε ὡς τὸ πρίν· ἐφέστηκε γὰρ ὑμῖν ὁ 〈παίων〉 καὶ τύπτων καὶ σωφρονίζων ὑμᾶς.

ἐπληροῦτο δὲ καὶ ταῦτα πρὸς λέξιν ἐπὶ τοῦ Ἑζεκίου, περὶ οὗ εἴρηται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «αὐτὸς ἐπάταξε τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίων αὐτῆς ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς». ταύτην σχοίη ἂν τὴν διάνοιαν τὸ εἰρημένον· 〈Μὴ εὐφρανθείητε, ἀλλόφυλοι〉 μέγα φρονοῦντες ἐπὶ τοῖς νομιζομένοις ὑμῖν θεοῖς τῷ μηδένα εἶναι τὸν 〈συντρίβοντα〉 ὑμᾶς διὰ τὴν τοῦ παρόντος καιροῦ μοχθηρίαν. εἰ γὰρ καὶ τὰ μάλιστα 〈συνετρίβη ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς〉, ἀλλ᾽ οὐ πρὸς ὑμῶν ἐγένετο ταῦτα, ἐπὶ κακῷ δὲ τῷ ὑμετέρῳ· μηδενὸς γὰρ 〈ὑμᾶς παίοντος〉 μηδὲ ταπεινοῦντος καὶ ἐπιστρέφοντος, πολλή τις ἐν ὑμῖν γέγονεν ἐπιτριβὴ κακῶν. οἱ γὰρ πάλαι 〈ὄφεων〉 δίκην ταῖς ὑμετέραις ψυχαῖς ἐμφωλεύοντες, ἔν τε τοῖς ὑμετέροις ἱεροῖς τε καὶ ναοῖς καὶ ὡς δὴ θεοῖς ἐφεδρεύοντες πονηροὶ δαίμονες δεινὴν γονὴν καὶ 〈σπέρμα πονηρὸν〉 ἀπεκύησαν, ὡς 〈ἀσπίδας〉 ἐξ αὐτῶν γεννᾶσθαι τὸ πάντων ἰοβόλων χείριστον· ἐκ τούτων τε αὐτῶν ἄλλους ὑποστῆναι 〈ὄφεις〉 τὸν ἀέρα διιπταμένους. ταῦτα μὲν οὖν κατὰ τὸν παρόντα καιρὸν οὐ παρ᾽ ὑμῖν μόνοις τοῖς ἀλλοφύλοις, ἤδη δὲ καὶ παρ᾽ αὐτῷ τῷ χρηματίζοντι λαῷ θεοῦ πληθύει, ὡς πάντα τρόπον πεπληρῶσθαι τῶν τὸν ἀέρα διιπταμένων 〈ὄφεων καὶ ἐκγόνων ἀσπίδων〉 πονηρῶν τινων καὶ λυμαντικῶν πνευμάτων.

ἀναδειχθέντος δὲ κατὰ καιρὸν τοῦ πάντων τούτων ὀλετῆρος οἰχήσονται οἱ 〈ὄφεις〉 καὶ αἱ 〈ἀσπίδες〉, τά τε τούτων πονηρὰ 〈ἔκγονα〉 ὡς μηκέτι ἐνεργεῖν ταῦτα ἐν ἀνθρώποις.

Τοῦτο μὲν οὖν τὸ ἑρπυστικὸν καὶ ἰοβόλον γένος 〈λιμῷ ἀνελεῖ〉 ὁ προφητευόμενος μηκέτι ἐπιτρέπων τροφὴν τὴν συνήθη, δηλαδὴ τὴν διὰ θυσιῶν τῇ δαιμονικῇ πλάνῃ φέρεσθαι, τοὺς δὲ ἑαυτοῦ 〈πτωχοὺς〉 ἐκθρέψει καὶ 〈ἐν εἰρήνῃ ἀναπαύσει〉 μηκέτι παρενοχλουμένων ὑπὸ τῶν παραδοθέντων ἑρπετῶν. δύναται μέντοι ταῦτα καὶ ἑτέρως εἰς τὸν Ἑζεκίαν δύνασθαι πληροῦσθαι· τοὺς γὰρ πάλαι κατὰ θεὸν πτωχεύσαντας ἐν παντὶ τῷ Ἰουδαίων ἔθνει ἀνεκτήσατο τροφαῖς λογικαῖς καὶ διδασκαλίαις, οὓς καὶ κατέστησε ἐπὶ τὴν καλὴν νομὴν τοῦ τῆς θεοσεβείας νόμου βόσκεσθαι τοῖς θείοις μαθήμασι καὶ ταῖς ἱεραῖς διδασκαλίαις ἐντρέφεσθαι ποιήσας. ταῦτα πρὸς ἱστορίαν ἐκ μέρους δείκνυται κατὰ Ἑζεκίαν τέλους τετυχηκότα. σημαίνει δὲ τὸν τῶν Ἀσσυρίων βασιλέα, ὃς ἐπελθὼν ἀπὸ τῶν βορειοτέρων μερῶν κατὰ τοὺς Ἑζεκίου χρόνους τοὺς τὴν Παλαιστίνην οἰκοῦντας ἀλλοφύλους ἐχειρώσατο, ὡς πολιορκῆσαι μὲν τὰς πόλεις αὐτῶν, αἰχμάλωτα δὲ λαβεῖν τὰ ἐν αὐταῖς πλήθη, ἐμπρῆσαι δὲ τῶν πόλεων τὰς πύλας. μέγιστον γὰρ αὐτοῖς ἔσται δεῖγμα τοῦ θεὸν εἶναι τὸν τῆς αὐτοῦ πόλεως φύλακα, τὸ μηδὲν παθεῖν ὅμοιον ταῖς λοιπαῖς πόλεσιν. οὐ γὰρ διὰ παρατάξεως ἀνδρῶν ὁπλιτῶν οὐδὲ διὰ τοῦ προεστῶτος τοῦ ἔθνους βασιλέως, ἀλλὰ δι᾽ αὐτοῦ τοῦ θεοῦ τὰ τῆς σωτηρίας ἔσται τῷ λαῷ.

ἃ δὴ ἐπληροῦτο κατὰ λέξιν «ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς Ἑζεκίου βασιλείας», ἐν ᾧ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ἐπιστὰς τῇ Ἰουδαίᾳ τὰς μὲν ἄλλας ἐχειρώσατο πόλεις, ἐπιστρατεύσας δὲ τῇ Ἰερουσαλὴμ ἄπρακτος ἐπανῄει.⌟ Μεγάλα ἐφρόνουν ἐπὶ τοῖς ἑαυτῶν θεοῖς οἱ τὴν Μωὰβ οἰκοῦντες, ἐγέλων τε καὶ ἐχλεύαζον τὸν θεὸν Ἰσραήλ· τούτου χάριν ὁ προφητικὸς λόγος τὴν περὶ αὐτῶν ἐξέθετο προφητείαν. ⌜ὅθεν ἀρχόμενος τὴν ἐπικρατοῦσαν αὐτῶν ἄγνοιαν τοῦ θεοῦ 〈νύκτα〉 καὶ 〈σκότος〉 ὠνόμασεν, ἐν αὐτῇ τε τῇ 〈νυκτὶ〉 τὴν ἀπώλειαν αὐτοῖς ἔσεσθαι ἠπείλει φήσας· 〈Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος〉. εἶθ᾽ ἑξῆς περὶ τοῦ τόπου, ἐν ᾧ ἵδρυτο αὐτῶν ἡ εἰδωλολατρία, ἐπιλέγει· 〈ἀπολεῖται γὰρ καὶ Δηβών· οὗ ὁ βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσθε κλαίειν〉. καὶ ἐπὶ τέλει δὲ τῆς προφητείας πάλιν τῶν αὐτῶν μέμνηται βωμῶν λέγων· «ὅτι ἐκοπίασεν Μωὰβ ἐπὶ τοῖς βωμοῖς⌝ καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν». ἐκ τούτων οἶμαι σαφῆ τὴν αἰτίαν ὑπάρχειν τῆς παρούσης ὑποθέσεως τὸν ὄλεθρον τῆς παρὰ τοῖς Μωαβίταις εἰδωλολατρίας περιεχούσης μετὰ τοῦ καὶ ἕτερα προειπεῖν μέλλοντα συμβήσεσθαι αὐτῇ τε τῇ πόλει καὶ ταῖς περὶ αὐτὴν χώραις τε καὶ κώμαις καὶ πόλεσιν.

ἃ δὴ καὶ ἐπληροῦτο κατὰ τὴν ἱστορίαν ἐπὶ τῆς Ἀσσυρίων καὶ Βαβυλωνίων ἐπιθέσεως καὶ ἐπὶ τῶν ἐν τοῖς μετὰ ταῦτα χρόνοις τῆς τῶν Ἀράβων χώρας κεκρατηκότων, ἐν οἷς καὶ τοὺς 〈Ἄραβας ἐπάξειν〉 αὐτοῖς ὁ θεὸς ἀπειλεῖ, τάχα που σημαίνων τοὺς πλησιοχώρους 〈Ἄραβας〉 ἢ καὶ τοὺς τούτων ἐνδοτάτω Σαρακηνούς, οἷς καὶ αὐτοῖς παραδώσειν τὴν Μωὰβ ὁ λόγος φησί. τὰ μὲν οὖν ταῖς λοιπαῖς πόλεσι ταῖς ἀμφὶ τὴν Μωαβῖτιν οὔσαις συμβεβηκότα οὐκ ἀναγκαῖον πολυπραγμονεῖν, οὐδὲ τὰς κώμας καὶ τὰς χώρας τὰς ἐν τῇ προφητείᾳ φερομένας περιεργάζεσθαι, λέγω δὲ τὴν 〈Ναβαῦ〉 ἢ τὴν 〈Ἐσεβὼν〉 ἢ τὴν 〈Ἐλεάλην〉 ἢ τὴν 〈Ἰασσὰ〉 ἢ τὴν 〈Δηβὼν〉 ἢ τὴν 〈Λουὴθ ἢ τὴν ὁδὸν τὴν Ἀράβων〉, ἐν ᾗ 〈τὸ ὕδωρ τὸ Νενηρεὶμ〉 ἢ τὴν 〈Ἀγαλλεὶμ ἢ τὸ φρέαρ τὸ ἐν Ἐλὴμ ἢ τὸ ὕδωρ τὸ Δηβὼν〉 ἢ τὴν 〈Ἀριὴλ〉 καὶ τὴν 〈Ἀδαμὰ〉 ἢ τὸν καλούμενον τόπον 〈Ἀρνῶν〉. τούτων γὰρ εἰσέτι καὶ νῦν γνωριζομένων τῶν τόπων καὶ τῶν κωμῶν ἀμφὶ τὴν χώραν τῆς νῦν καλουμένης Ἀρεοπόλεως περιττὸν τὰ περὶ αὐτῶν ἀπειλούμενα περιεργάζεσθαι ἅπαξ πρὸς λέξιν πεπληρωμένα κατὰ τοὺς χρόνους τῆς κατ᾽ αὐτῶν πολιορκίας. οἶμαι δὲ καὶ τὴν τροπικὴν ἐπὶ τούτων θεωρίαν βεβιασμένην ὑπάρχειν, ὡς δ᾽ ἐπὶ τῶν Βαβυλωνίων ‹Μήδους› ἐπαναστήσεσθαι τῇ Βαβυλῶνι προεφήτευεν ὁ λόγος.

οὕτω καὶ νῦν τοῖς Μωαβίταις τοὺς 〈Ἄραβας ἐπάξειν〉 ὁ θεός φησι λέγων· 〈ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας〉, καὶ πάλιν· 〈τὸ δὲ ὕδωρ τὸ Δηβὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Δηβὼν Ἄραβας〉. καὶ τὴν 〈Ἀριὴλ〉 δὲ μεγίστην κώμην φασὶν εἰσέτι νῦν ὁρᾶσθαι ἐπὶ τῇ τῶν Ἀρεοπολιτῶν χώρᾳ, ὥσπερ καὶ τὴν 〈Σιὼρ〉 καὶ τὴν 〈Ἐσεβὼρ〉 καὶ τὰς λοιπάς, εἰ μήπου τις τῷ μακρῷ χρόνῳ παντελῶς ἀφανὴς γέγονε. τί οὖν δὴ ταῦτα πολυπραγμονεῖν τὸ τοσοῦτον ἀπὸ τῆς προφητείας ὠφελεῖσθαι δέον ὡς τῆς εἰδωλολατρίας αὐτῶν ἀπώλειαν καὶ ἐρημίαν προαναφωνούσης καὶ τοῦ θεοῦ τοῦ ἐπὶ πάντων τὴν γνῶσιν αὐτοῖς θεσπιζούσης ὡς καὶ ἐκκλησίας συστῆναι παρ᾽ αὐτοῖς ἀπελασθέντων τῶν πάλαι παρ᾽ αὐτοῖς νενομισμένων θεῶν οὔ τι ἂν γένοιτο παραδοξότερον. ταῦτα θεσπίζει διὰ τούτων ὁ λόγος· 〈ἀπολεῖται γὰρ καὶ Δηβών· οὗ ὁ βωμὸς ὑμῶν〉, καὶ πάλιν· 〈ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς〉· ⌜σημαίνει γὰρ διὰ τούτων τὸν ἐφεδρεύοντα τῷ ἔθνει δαίμονα πονηρὸν ἢ τὸν ἄρχοντα τοῦ ἔθνους, οἷος ἦν ὁ ἄρχων βασιλείας Περσῶν καὶ ὁ ἄρχων βασιλείας Ἑλλήνων καὶ ὁ τῶν Βαβυλωνίων ἄρχων.

τοῦτον οὖν τὸν ἐγκαθήμενον ἐπὶ τῆς Μωαβιτῶν πόλεως δαίμονα, δι᾽ οὗ ἐνόμιζον βοηθείας τυγχάνειν ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς ἀπολεῖσθαί φησιν, ἐπείπερ τὰς ψυχὰς αὐτῶν κατεπάτει κάτω νεύειν αὐτὰς ποιῶν εἰς γῆν, ὡς μηδὲ ἀνακύπτειν μηδὲ ἄνω βλέπειν δύνασθαι. διό φησιν· 〈ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἀπὸ τῆς γῆς〉.⌝ Μετὰ δὲ τὴν ἀπώλειαν τούτου ἐπιλέγει ἑξῆς· 〈καὶ διορθωθήσεται μετ᾽ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ᾽ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην〉. ⌜ὁρᾷς τὸ θαῦμα τοῦ λόγου ἐν τῷ συμπεράσματι τῆς προφητείας περιεχόμενον· κατὰ τὸ αὐτὸ γὰρ θεσπίσας ἀφανισμὸν τῆς παρὰ τοῖς δηλουμένοις εἰδωλολατρίας, ἀγαθῶν αὐτοῖς εὐαγγελίζεται ἐλπίδας, 〈σκηνὴν Δαυὶδ〉 φήσας καὶ 〈θρόνον〉 θεοῦ παρ᾽ αὐτοῖς συστήσεσθαι καὶ ταῦτ᾽ ἔσεσθαι οὐκέτι ἐξ ἀνθρωπίνης τινὸς σπουδῆς, ἀλλ᾽ ἐξ 〈ἐλέους〉 θεοῦ καὶ φιλανθρωπίας. διὸ λέλεκται κατὰ τὸν Ἀκύλαν· 〈καὶ ἑτοιμασθήσεται ἐν ἐλέῳ θρόνος〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ ἑτοιμασθήσεται ἐν ἐλέει θρόνος〉, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈καὶ ἑτοιμασθήσεται μετ᾽ ἐλέους θρόνος〉. τίνι δ᾽ 〈ἑτοιμασθήσεται〉 ἢ πάντως που τῷ Χριστῷ τῷ «ἐκ σπέρματος Δαυὶδ» γεννηθησομένῳ; ἔσεσθαι τοίνυν παρὰ τοῖς Μωαβίταις 〈θρόνον〉 Χριστοῦ φησιν, ἐν ᾧ 〈καθιεῖται μετὰ ἀληθείας ἐν σκηνῇ Δαυίδ〉.

οὕτω δὲ καλεῖν εἴωθε τὸ προφητικὸν πνεῦμα τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, ἐπεὶ καὶ τὸν Χριστὸν αὐτὸν 〈Δαυὶδ〉 ὀνομάζειν ἔθος διὰ τὸ «ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα» γεγεννῆσθαι αὐτόν. διὸ 〈σκηνὴν〉 μὲν 〈Δαυὶδ〉 τὴν ἐκκλησίαν ἀποκαλεῖ, 〈θρόνον〉 δὲ τὸν ἐπὶ ταύτης τὸν τῆς ἐκκλησίας πρόεδρον, ὃς τὸ σωματικὸν ἐπέχει 〈θρόνον〉 τοποτηρῶν ὥσπερ τῷ Χριστῷ.⌝ ὅτι δὲ ταῦτα περὶ τῆς ἐκκλησίας τῆς ἐξ ἐθνῶν εἴρηται, παραστήσει ἡ τῶν Πράξεων τῶν Ἀποστόλων γραφή. ἔνθα Ἰάκωβος ὁ πρῶτος Ἱεροσολύμων ἐπισκοπεύσας ἀναγέγραπται εἰρηκώς· «ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ. καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· μετὰ ταῦτα ἀναστρέψω καὶ οἰκοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστρεμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν, ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου, λέγει κύριος, ὁ ποιῶν ταῦτα γνωστὰ ἀπ᾽ αἰῶνος», σαφῶς δὴ διὰ τούτων τῆς τῶν ἐθνῶν κλήσεως μνημονεύσας τὴν περὶ τῆς 〈σκηνῆς Δαυὶδ〉 παρέθηκε προφητείαν.

ταῦτ᾽ οὖν ἔσεσθαί φησιν οὐ διὰ τύπων καὶ συμβόλων, ἀλλὰ μετὰ ἀληθείας· 〈σκηνῆς〉 γὰρ 〈Δαυὶδ〉 παρὰ τοῖς δεισιδαιμονεστάτοις Μωαβίταις συστησομένης καὶ 〈θρόνου〉 ἱδρυθέντος ἐν αὐτῇ ὁ ταύτης προεστὼς 〈καθιεῖται κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ καθίσει ἐπ᾽ αὐτοῦ ἐπ᾽ ἀληθείας ἐν τῇ σκηνῇ Δαυὶδ κρίνων καὶ ἐκζητῶν κρίσεις καὶ ταχὺς εἰς δικαιοσύνην〉. τίς δ᾽ οὐκ ἂν ἐκπλαγείη τοῦ λόγου τὸ ἀποτέλεσμα ὀφθαλμοῖς παραλαμβάνων ἐκκλησίας θεοῦ συνεστώσας καὶ τὸν ἐν ταύταις Χριστοῦ 〈θρόνον〉 κατ᾽ αὐτὴν τὴν Ἀρεόπολιν καὶ τὰς ἀμφὶ ταύτην χώρας, κατά τε τὰς λοιπὰς τῆς Ἀραβίας πόλεις, τῶν πάλαι παρ᾽ αὐτοῖς τὰ πάνδεινα ἐνεργούντων δαιμόνων μηκέτι μὴ δὲ μέχρις ὀνόματος μνημονευομένων.

Λευκοτέραν τούτων ἑρμηνείαν ὁ Σύμμαχος ἐποιήσατο τοῦτον ἐκδοὺς τὸν τρόπον· 〈ἠκούσαμεν τὴν ὑπερηφανίαν Μωάβ, ὑπερήφανος σφόδρα, κατὰ τὸ ἔπαρμα καὶ κατὰ τὴν ὑπερηφανίαν αὐτοῦ. καὶ ἡ ὀργὴ αὐτοῦ, οὐχ οὕτως οἱ βραχίονες αὐτοῦ. διὰ τοῦτο ὀλολύξει Μωάβ, καὶ περὶ τῆς Μωὰβ πᾶς τις ὀλολύξει· τοῖς εὐφραινομένοις ἐν τῷ τείχει τῷ ὀστρακίνῳ εὑρέθησαν πληγαί. ὅτι κλήματα Ἐσεβὼν ἠρημώθη, ἄμπελος Σαβαμά· κύριοι ἐθνῶν ἐξέκοψαν τὰς παραφυάδας αὐτῆς· ἕως Ἰαζὴρ ἥψατο, ἐπλανήθησαν εἰς τὴν ἔρημον· οἱ ἀπόστολοι αὐτῆς ἀφῆκαν διαβαίνειν τὴν θάλασσαν. διὰ τοῦτο κλαύσομαι κλαυθμῷ τὴν Ἰαζὴρ ἄμπελον Σαβαμά· μεθύσω σε δάκρυσί μου Ἐσεβὼν καὶ Ἐλεάλη, ὅτι ἐπὶ τὴν ὀπώραν σου καὶ ἐπὶ τὸν θερισμόν σου πατητὸς ἔπεσε. καὶ περιῃρέθη εὐφροσύνη καὶ χαρὰ ἐκ τοῦ Καρμήλου σου, καὶ ἐν τοῖς ἀμπελῶσιν οὐκ ἀγαλλιάσονται οὐδὲ πίωσιν οἶνον, εἰς τὰ ὑπολήνια οὐ πατήσει ὁ πατῶν, κίνημα πατούντων ἔπαυσα. διὰ τοῦτο ἡ κοιλία μου τῷ Μωὰβ ὡς ψαλτήριον ἠχήσει, καὶ τὰ ἐντός μου τῷ τείχει τῷ ὀστρακίνῳ. καὶ ἔσται ὅταν ὀφθῇ, ὅτι ἐκοπώθη Μωὰβ εἰς τὰ ὑψηλὰ καὶ εἰσελεύσεται εἰς τὸ ἁγίασμα αὐτοῦ προσεύξασθαι, καὶ οὐ δυνήσεται. οὗτος ὁ λόγος. ὃν ἐλάλησε κύριος περὶ Μωάβ. καὶ νῦν ἐλάλησεν Ἐν τρισὶν ἔτεσιν ὡς ἐπὶ μισθωτοῦ καὶ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ, καὶ περισσευθήσεται ὀλίγος βραχὺς καὶ οὐ πολύς〉.

Ὅτι μεγάλη τις ἦν ἡ τῶν Μωαβιτῶν δύναμις ἐν τοῖς χρόνοις, καθ᾽ οὓς ταῦτα προεφητεύετο, δεδήλωται ἡμῖν ἤδη πρότερον ἐκ τῆς παραθέσεως τῶν τοῦ προφήτου Ἰερεμίου φωνῶν καὶ ὡς ἀντεπολιτεύετο τῇ Ἰερουσαλὴμ καὶ ὡς ἐξηυτέλιζον οἱ Μωαβῖται τὸν Ἰσραὴλ γελῶντες αὐτὸν ὡς οὐδενὸς ἄξιον λόγου καὶ ὡς μέγα ἐφρόνουν ἐπὶ τῷ ἑαυτῶν εἰδώλῳ. καὶ ἡ παροῦσα δὲ προφητεία τοῦτο παρίστησι διὰ τοῦ λέγειν· 〈Ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρα〉, καὶ κατὰ τὸν Σύμμαχον· 〈ἠκούσαμεν τὴν ὑπερηφανίαν Μωάβ, ὑπερήφανος σφόδρα, κατὰ τὸ ἔπαρμα αὐτοῦ καὶ κατὰ τὴν ὑπερηφανίαν αὐτοῦ. καὶ ἡ ὀργὴ αὐτοῦ〉, ἀλλ᾽ 〈οὐχ οὕτως〉 φησὶ καὶ 〈οἱ βραχίονες αὐτοῦ〉· ⌜οὐ γὰρ ὅμοιαι αἱ πράξεις τοῖς τῆς ὑπερηφανίας λόγοις, ἢ κατὰ τοὺς Ἑβδομήκοντα· 〈οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως〉. ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπὶ τῷ ἑαυτῶν θεῷ καὶ ταῖς τούτου μαντείαις, 〈οὐχ οὕτως〉 φησὶν ἔσται, ὁποῖα μαντεύεται ὁ παρ᾽ αὐτοῖς δαίμων, οὐδ᾽ ὅμοια διὰ χρησμῶν τοῖς ἐξαπατωμένοις καὶ θεὸν εἶναι αὐτὸν νομίζουσιν ἐπαγγέλλεται· ὁ γοῦν ἐπιὼν χρόνος τούτων αὐτῶν τὸ ψεῦδος ἐλέγξει.⌝ διὸ πρὸς τῷ τέλει τῆς προφητείας ἐπιλέγει· «καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν».

Τὰ δὲ διὰ μέσου λελεγμένα μεταβολὴν ἔσεσθαι τῆς πάλαι τρυφῆς τῶν Μωαβιτῶν σημαίνει, διὸ θεσπίζει 〈πενθήσειν〉 καὶ 〈ὀλολύξειν〉 τοὺς εὐφραινομένους ἐπ᾽ αὐτῇ λέγων· 〈ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι〉, καὶ πάλιν· 〈καὶ τὰ πεδία Ἐσεβὼν πενθήσει〉. ἰστέον δ᾽ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἐννεακαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. οἷς ἑξῆς ἐπιφέρεται· 〈ἄμπελος Σαβαμά· καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζὴρ〉 καὶ τὰ ἑξῆς. ⌜δι᾽ ὧν καὶ αὐτῶν τὴν εἰς χέρσον καὶ παντελῆ ἐρημίαν τῆς χώρας αὐτῶν μεταβολὴν ᾐνίττετο, ἐφ᾽ οἷς καὶ ἀποκλαύσασθαι αὐτοὺς προὔλεγεν.⌝ Εἶθ᾽ ὥσπερ ὑπεραλγῶν ὁ προφήτης καὶ ἀνιώμενος ἐπὶ τῇ ἀπωλείᾳ τῶν ψυχῶν τῶν παρ᾽ αὐτοῖς πεπλανημένων ἀποθρηνεῖ, πρώτοις μὲν αὐτοῖς ὀλολύζειν παρακελευσάμενος καὶ ἐπὶ μετάνοιαν αὐτοὺς προκαλεσάμενος διὰ τὸ ἑαυτοὺς ἀποκλάεσθαι. ἐπεὶ δὲ μὴ τοῦτο ἔπραττον ἐκεῖνοι, αὐτὸς τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνει ‹κλαυθμὸν› φάσκων· 〈διὰ τοῦτο κλαυθμῷ κλαύσομαι καὶ μεθύσω〉 δὲ 〈σὲ δάκρυσί μου〉.

τὸ δὲ αἴτιον τοῦ 〈κλαυθμοῦ〉 διδάσκει λέγων· 〈ὅτι ἐπὶ τὴν ὀπώραν σου καὶ ἐπὶ τὸν θερισμόν σου πατητὸς ἔπεσεν〉«. ⌜σημαίνει δὲ διὰ τῆς 〈ὀπώρας〉 καὶ τοῦ 〈θερισμοῦ〉 καὶ διὰ τῆς πολλάκις ὀνομασθείσης 〈ἀμπέλου〉 τὸ εὐθαλὲς καὶ ἀκμαῖον καὶ τὸ τρυφερὸν καὶ ὡραῖον τῆς τῶν δηλουμένων ζωῆς, ἐν ᾗ ὥσπερ μεθύοντες διῆγον ἐνευφραινόμενοι καὶ ἐντρυφῶντες ἐπὶ ταῖς ἀθέοις αὐτῶν δυσσεβείαις.⌝ Διὸ ἀπεκλαίετο αὐτῶν τὴν ἀπώλειαν φάσκων· 〈διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡς τεῖχος ἀνεκαίνισας. καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε〉. ⌜τὰ γὰρ ἐμὰ 〈δάκρυά〉 φησι καὶ ὁ ἐμὸς 〈κλαυθμὸς〉 δι᾽ οὐδὲν ἕτερον γίνεται ἢ 〈εἰς τὸ ἐντραπῆναί σε〉.⌝ εἶτα θεσπίζει αὐτοῖς τὸν ἀφανισμὸν τῶν νενομισμένων αὐτοῖς θεῶν λέγων· 〈ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈εἰς τὸ ἁγίασμα αὐτοῦ, ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν〉.

Καὶ 〈τοῦτο〉 τέλος τοῦ λόγου τοῦ θεοῦ, 〈ὃν ἐλάλησεν ἐπὶ Μωάβ〉, οἷς συνάψεις τὰ ἔμπροσθεν εἰρημένα· τῆς γὰρ ἐρημίας τῶν βωμῶν καὶ τῆς τῶν θεῶν αὐτῶν ἀπωλείας ἐνστάσης »διορθωθήσεται μετ᾽ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ᾽ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ κρίνων κρίμα καὶ σπεύδων δικαιοσύνην«. ⌜ἅπερ ὡς ἐν μυστηρίοις κατὰ μέσου τῆς προφητείας παρεμβέβληται, τοῦ ἁγίου πνεύματος μόνοις τοῖς μέλλουσι συνιέναι καὶ τῆς τούτων ἀξιοῦσθαι θεωρίας τὴν τούτων γνῶσιν ταμιευσαμένου.⌝ ἀντὶ δὲ τοῦ· 〈ἐλάλησε κύριος ἐπὶ Μωάβ, ὁπότε καὶ ἐλάλησεν〉, οἱ λοιποὶ ἑρμηνευταὶ ὃ 〈ἐλάλησε κύριος περὶ Μωάβ, ἐκ τότε καὶ νῦν ἐλάλησεν〉 ἡρμήνευσαν σφόδρα ἀναγκαίως ἐπιτηρησαμένης τῆς γραφῆς, ὅτι 〈ἐκ τότε〉 μὲν 〈ἐλάλησε καὶ νῦν〉 δὲ ὁμοίως κύριος τὰ αὐτὰ 〈λαλεῖ〉 διὰ τῆς προφητικῆς ἀναγνώσεως, καὶ ὅτι μὲν πάλαι λόγοις ἐθεσπίζετο, νυνὶ δὲ καὶ ἔργοις ἐπιτελεῖται. ⌜ἀντὶ δὲ τοῦ παρὰ τοῖς Ἑβδομήκοντα φάσκοντος λόγου· 〈Ἐν τρισὶν ἔτεσι μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωάβ〉, κατὰ τὴν Ἑβραϊκὴν φωνὴν καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς διαστολὴ μεταξὺ βληθεῖσα σαφεστέραν κατέστησε τὴν διάνοιαν· κατὰ μὲν γὰρ τὸν Ἀκύλαν εἴρηται· 〈ἐν τρισὶν ἔτεσι μισθωτοῦ〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈ἐκ τότε καὶ νῦν ἐλάλησε κύριος λέγων Ἐν τρισὶν ἔτεσιν ὡς ἐπὶ μισθωτοῦ〉, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈ἀπὸ τότε καὶ νῦν ἐλάλησε κύριος λέγων Ἐν τρισὶν ἔτεσιν ὡς ἐνιαυτοῖς μισθωτοῦ〉.

εἶτα ἀπὸ ἑτέρας ἀρχῆς εἴρηται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς καὶ κατὰ τὴν Ἑβραϊκὴν φωνὴν τό· 〈καὶ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ〉· ὁ γὰρ καὶ σύνδεσμος μέσος παραβληθεὶς ἑτέραν διάνοιαν παρέστησε τὴν ἀπὸ τοῦ· 〈καὶ ἀτιμασθήσεται ἡ δόξα Μωάβ〉. τὰ δὲ ἔμπροσθεν ἐδήλου ὡς 〈ἐν τρισὶν ἔτεσι〉 τὰ προλεχθέντα πάντα περὶ τῆς 〈Μωὰβ κύριος ἐλάλησε〉 διὰ τοῦ προφήτου ὥσπερ μισθωσάμενος αὐτὸν καὶ ἀπασχολήσας ἐπὶ τὴν ὑπηρεσίαν τῆς περὶ τούτων προφητείας, οὐ γὰρ ὥσπερ ἡμεῖς ἀθρόως συνάπτοντες τὸ πᾶν ἀνάγνωσμα διερχόμεθα, οὕτως καὶ ὁ προφήτης κατὰ συνάφειαν τὸν πάντα λόγον τῆς προφητείας ἀποτάδην ἐξηνέγκατο· διῃρημένως δὲ καὶ κατὰ μέρος ἐν διαφόροις χρόνων διαστήμασιν ὡς τὰ πάντα πληρωθῆναι 〈τρία ἔτη〉, ἐν οἷς λέλεκται αὐτῷ τὰ εἰρημένα. 〈ἐλάλησε〉 τοίνυν ταῦτα ὁ 〈κύριος ἐν τρισὶν ἔτεσι〉 διὰ τοῦ προφήτου, τέλος δὲ τῶν λόγων τοῦ θεοῦ ἦν τό· 〈καὶ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος〉.

ὃ δὴ καὶ αὐτὸ πρὸς λέξιν πεπλήρωται, ὥς ἐστιν ὄψει παραλαβεῖν ῥᾴδιον τοῖς εἰς τοὺς τόπους ἀφικνουμένοις.⌝ ⌜Ὥσπερ τῇ Βαβυλῶνι τὰ ἁρμόζοντα ἐλέγετο καὶ τοῖς ἀλλοφύλοις τοῖς τὴν Παλαιστίνην οἰκοῦσι τὰ κατάλληλα καὶ τῇ Μωὰβ ὡσαύτως ἕτερά τινα ἰδιάζοντα, τὸν αὐτὸν τρόπον καὶ 〈τὸ κατὰ Δαμασκοῦ〉 προφητικὸν 〈ῥῆμα〉 ἴδιόν τι τέλος ἐπελεύσεσθαι αὐτῇ ἀπειλεῖ· 〈ἀρθήσεσθαι〉 γὰρ αὐτήν φησιν 〈ἀπὸ πόλεων〉, κατὰ δὲ τὸν Θεοδοτίωνα 〈μεταστήσεσθαί〉 φησιν 〈ἐκ πόλεως〉. πέπονθε δὲ τοῦτο κατὰ τοὺς Ἀσσυρίων χρόνους, ὡς ἐδήλου διὰ τῶν ἔμπροσθεν ἡ μετὰ χεῖρας γραφὴ τὸν τῶν Ἀσσυρίων βασιλέα παριστῶσα λέγοντα· »καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι«. τούτῳ δὲ τῷ λόγῳ καὶ ἡ ἱστορία μαρτυρεῖ· γέγραπται γοῦν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· »καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν⌝ εἰς Κυρήνην«, ἢ κατὰ τὸν Σύμμαχον· »εἰς Κίρραν«, »καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν«. ἀλλὰ ταῦτα πρὸ τῆς μετὰ χεῖρας προφητείας τετυχήκει τέλους, ὁ δὲ παρὼν λόγος μέλλοντα ἔσεσθαι, πρὸς λέξιν εἰκὸς κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου, ὁπηνίκα ὁ τῆς Βαβυλῶνος βασιλεὺς ἐπιὼν τῇ Ἰερουσαλὴμ καὶ τὴν Δαμασκὸν αὖθις εἷλεν ἄρδην ἐκ βάθρων αὐτὴν ἀφείσας.

ὃ δὴ παρίστησιν ὁ Ἰερεμίας ὧδέ πη λέγων· »ἐξελύθη Δαμασκός, ἀπεστράφη εἰς φυγήν, καὶ ἐξερρίφη, τρόμος ἐπελάβετο αὐτῆς, καὶ ὠδῖνες κατέσχον αὐτὴν ὡς τίκτουσαν. πῶς οὐχὶ ἐγκατέλιπε πόλιν ἐμήν; κώμην ἠγάπησεν«, ἢ κατὰ τὸν Σύμμαχον· »πόλιν ἐπαινετήν, μητρόπολιν εὐφροσύνης«. »διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ πεσοῦνται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ κύριος τῶν δυνάμεων. καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Ἄδερ«. καὶ ἡ μετὰ χεῖρας τοίνυν προφητεία τὰ ὅμοια τοῖς προλεχθεῖσι θεσπίζει λέγουσα· 〈Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν καταλελειμμένη〉. τὰ δὲ ἑξῆς ⌜κατὰ μόνην τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν εἴρηται, λέγω δὲ τό· 〈εἰς τὸν αἰῶνα〉· οὔτε γὰρ ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. διὸ οὐκ ἀνάγκη τὴν πτῶσιν τοῦ 〈Δαμασκοῦ〉 αἰωνίαν λέγεσθαι νομίζειν, ἐπειδὴ χρονική τις γέγονεν αὐτῆς ἡ πτῶσις κατὰ τὴν Ἀσσυρίων πολιορκίαν, καθ᾽ ἣν καὶ Ἰερουσαλὴμ ἥλω.

ἀλλ᾽ ὥσπερ αὖθις ἐπανελθόντες Ἰουδαῖοι ἤγειραν τὴν Ἰερουσαλὴμ καὶ τὴν χώραν ἐπλήρωσαν οἰκητόρων, τὸν αὐτὸν τρόπον καὶ ἡ 〈Δαμασκὸς〉 παθοῦσα τότε τὰ ὑπὸ τῆς προφητείας θεσπισθέντα, αὖθις ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀνῳκοδομήθη, ὡς καὶ βασίλειον ἐν αὐτῇ συστῆναι πάλιν.⌝ ὃ καὶ διέμεινε μέχρι τῶν ἀποστολικῶν χρόνων· αὐτίκα γοῦν ὁ Παῦλος μέμνηται βασιλέως 〈Δαμασκοῦ〉 γράφων οὕτως· »ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως Δαμασκηνῶν ἐφρούρει τὴν πόλιν πιάσαι με, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην ἐκ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ«. οὐκοῦν τὰ πρῶτα τῶν προφητειῶν ἐπὶ τοὺς χρόνους ἀνοίσομεν τῶν Ἀσσυρίων, καθ᾽ οὓς καὶ πρῶτον καὶ δεύτερον πεπολιόρκητο ἡ 〈Δαμασκός〉, εἰκὸς δὲ αὐτὴν καὶ ἐν τοῖς Περσικοῖς χρόνοις καὶ ἐν τοῖς Μακεδονικοῖς τὰ ὅμοια πεπονθέναι ὑπὸ τῶν κατὰ χρόνους ἐπανισταμένων καὶ πολιορκούντων αὐτήν, καθ᾽ οὓς ἐπληροῦτο τὸ φῆσαν λόγιον· 〈Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν καταλελειμμένη εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων〉.

τὰ δ᾽ ἑξῆς ἐπιφερόμενα ἐν τῷ· 〈καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραίμ, καὶ οὐκέτι βασιλεία ἐν Δαμασκῷ〉, ἐπὶ τοὺς χρόνους ἀνάγοιτο ἂν τοὺς Ῥωμαϊκούς, ἐν οἷς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν πάσης τοπαρχίας καθαιρεθείσης καὶ ἡ τῆς 〈Δαμασκοῦ〉 λέλυτο 〈βασιλεία〉, ὅτι τὰ πρῶτα τῆς προφητείας οὐ παντελῆ ἀφανισμὸν ἐδήλου τῆς Δαμασκοῦ, ἀλλὰ μερικήν τινα πτῶσιν αὐτῆς, δῆλον ἀπὸ τοῦ λέγεσθαι μετὰ ταῦτα 〈καὶ οὐκ ἔσται ὀχυρὰ καὶ〉 πάλιν 〈οὐκέτι βασιλεία ἐν Δαμασκῷ〉· ⌜ὡς γὰρ μελλούσης μὲν αὐτῆς ἔσεσθαι, οὐ μὴν καὶ ὀχυρᾶς κατὰ τὸ παλαιὸν γενησομένης οὐδὲ βασιλευούσης ταῦτ᾽ εἴρηται. ἔστι δὲ καὶ ἄλλως ἐπιβαλεῖν τοῖς τόποις, ὡς τῆς προφητείας ταπείνωσιν τοῖς οἰκήτορσι Δαμασκοῦ καὶ βίον ἰδιωτικὸν προαναφωνούσης. οὕτω γοῦν εἰώθαμεν ἐκπεπτωκέναι λέγειν τὸν πλούσιον ἐπειδὰν εἰς ἐσχάτην ἐλάσῃ πενίαν καὶ τὸν ἔντιμον, ἐπειδὰν οὗ μετεῖχεν ἀξιώματος στερηθῇ.⌝ τοιοῦτόν ἐστι καὶ τό· »οἶκος Ἰσραὴλ πέπτωκεν, οὐκέτι μὴ προσθήσει τοῦ ἀναστῆναι«.

ἐὰν τοίνυν λέγῃ· 〈Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν καταλελειμμένη εἰς τὸν αἰῶνα〉, ⌜τὴν καθαίρεσιν αἰνίττεται τῆς βασιλικῆς δυνάμεως, ἧς μετεῖχε πρότερον ἡ πόλις ἐκλάμψασα· μόνη γὰρ ἦν τότε τῆς Συρίας ἁπάσης κρατοῦσα, μήπω τῶν καθ᾽ ἡμᾶς ἐπιφανῶν ἐν τῇ Συρίᾳ πόλεων ἐγηγερμένων.⌝ ἥ τε γὰρ Ἀντιόχεια καὶ Ἀπάμεια καὶ Λαοδίκεια καὶ ὅσαι ἄλλαι γεγόνασιν ἐπιφανεῖς μετὰ ταῦτα πόλεις, μετὰ τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν συνέστησαν, πρὸ δὲ τούτων τῆς Συρίας ἁπάσης ἡ 〈Δαμασκὸς〉 ἐκράτει, βασιλική τις οὖσα τῶν Σύρων πόλις. ἐπεὶ τοίνυν ἔμελλεν ἀποπίπτειν τοῦ βασιλικοῦ ἀξιώματος καὶ καταλείπεσθαι μετρία καὶ ταπεινὴ καὶ βραχυτάτη, ὡς λοιπὸν ἰδιώτας ἄνδρας καὶ δήμους ψιλοὺς δίκην ἀγέλης 〈ποιμνίων〉 τὴν 〈πόλιν〉 καὶ τὴν χώραν οἰκεῖν μηκέτι μηδενὸς παρενοχλοῦντος αὐτοῖς πολεμίου. τούτου χάριν εἴρηται τό· 〈Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων〉, δηλονότι 〈ἀπὸ πόλεων〉 βασιλικῶν, τοῦτο νοεῖν ἡμῖν ὑποβάλλοντος τοῦ λόγου· 〈καὶ ἔσται〉 δέ φησιν 〈εἰς πτῶσιν καταλελειμμένη εἰς τὸν αἰῶνα, καὶ εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων οὐκέτι〉. ⌜ἃ δὴ καὶ τέλους τετύχηκεν ἐπὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς, καθ᾽ ἣν συνειστήκει μὲν ἡ 〈Δαμασκὸς〉 ἐκ μέρους· τὴν γὰρ παλαιὰν καὶ βασιλικὴν παντελῶς φησιν ἠφανίσθαι.

οὕτω δὲ συνέστηκεν ἡ νῦν ὁρωμένη ὡς ἡ προφητεία ἐθέσπισεν, οὐκέτι μὲν βασιλικὸν ἀξίωμα ἐπαγομένη οὐδ᾽ ἄρχουσα τοῦ Σύρων ἔθνους, ἀποπεπτωκυῖα δὲ ἧς πρότερον μετεῖχε δυνάμεως καὶ μονονουχὶ 〈εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν βουκολίων καταλελειμμένη〉, οὕτω δὲ τὰ ἀγελαῖα πλήθη καὶ τοὺς εὐτελεῖς δήμους καλεῖν εἴωθεν ὁ λόγος.⌝ ὅτι δὲ οὐδὲ πολιορκεῖ τις τὴν τῶν Δαμασκηνῶν πόλιν ὑπὸ τὴν διοίκησιν τὴν Ῥωμαϊκὴν τυγχάνουσαν παντί τῳ δῆλον καὶ ὡς ἐν τοιαύτῃ τυγχάνουσα καταστάσει οὐδὲν ἐπικουρεῖν δύναται τῷ Ἰουδαίων ἔθνει κατὰ τὸ πρότερον. διὸ λέλεκται· 〈καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραίμ, καὶ οὐκέτι βασιλεία ἐν Δαμασκῷ καὶ τὸ λοιπὸν τῶν Σύρων〉. μὴ γὰρ νόμιζέ φησι τὴν 〈Δαμασκὸν〉 στερήσεσθαι τῆς βασιλικῆς ἀξίας, ἑτέραν δὲ πόλιν τῶν 〈Σύρων〉 μεθέξειν αὐτῆς· 〈οὐκέτι〉 γὰρ 〈ἔσται〉 φησὶν 〈ἐν Δαμασκῷ βασίλειον〉 οὐδὲ ἐν τῷ 〈ἐπιλοίπῳ〉 ἔθνει 〈τῶν Σύρων〉. καὶ τὸ τούτου αἴτιον ἑξῆς διδάσκει φήσας εἰς πρόσωπον τῆς πόλεως· 〈οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν〉· ⌜εἰ γὰρ ὁ πάλαι τοῦ θεοῦ χρηματίζων λαὸς ἐν τοῖς δηλουμένοις χρόνοις ἐκπεσεῖται τοῦ οἰκείου ἀξιώματος καὶ τῆς πάλαι παρ᾽ αὐτοῖς πολιτευομένης αὐτονομίας καὶ βασιλείας, οὐ χρή σε τὴν 〈Δαμασκὸν〉 τὰ ὅμοια πάσχουσαν ἀγανακτεῖν.⌝ 〈οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν〉 τῆς ἀφῃρημένης.

Ὅπως δὲ αὐτῶν ἀφῄρητο ἡ 〈δόξα〉, διέξεισι λέγων· 〈Τάδε λέγει κύριος σαβαώθ· Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται〉. ἃ καὶ αὐτὰ ἐπληροῦτο μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν· κατὰ μίαν γὰρ ὡς ἂν εἴποι τις ἡμέραν, λέγω δὲ ὑφ᾽ ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ ἡ τοῦ ἐκ περιτομῆς λαοῦ λέλυτο ἀξία καὶ ἡ τῆς 〈Δαμασκοῦ βασιλεία〉. διὸ εἴρηται· 〈Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακώβ〉. ⌜καὶ θέα ὅπως οὐκ ἀναίρεσιν παντελῆ τοῦ ἔθνους σημαίνει, ἀλλὰ 〈τῆς δόξης αὐτῶν〉, ἧς μετεῖχον πρότερον. καθαίρεσιν· πρόπαλαι μὲν γὰρ ἦν τοῦ προτέρου λαοῦ 〈δόξα〉, ἡ ἱερωσύνη καὶ ἡ βασιλεία, τό τε ἁγίασμα καὶ ἡ κατὰ νόμους λατρεία, ἥ τε προφητικὴ χάρις καὶ ἡ τοῦ ἔθνους ἐλευθερία καὶ ὅσα ἄλλα παρὰ τῷ Ἰουδαίων ἦν ἔθνει, ἅπερ ἀθρόως 〈σεισθήσεσθαι〉 καὶ ἐκπεσεῖσθαι καὶ παντελῶς 〈ἐκλείψειν〉 προαγορεύει ὁ λόγος.⌝ Ἐπειδὰν δὲ ταῦτά φησι γένηται, 〈ἔσται ὃν τρόπον ἄν τις συναγάγῃ ἀμητὸν ἑστηκότα〉. ⌜ὡς γὰρ 〈ἐν ἀμητῷ συνάγονται〉 μὲν οἱ 〈στάχυες, καταλείπεται〉 δὲ ἐν τῇ χώρᾳ 〈καλάμη〉 ψιλή, οὕτω φησὶν ἔσεσθαι καὶ τὸν Ἰουδαίων λαόν, ἀποτμηθέντων μὲν τῶν πάλαι παρ᾽ αὐτοῖς 〈σταχύων〉, μόνης δὲ τῆς 〈καλάμης〉 ἐν αὐτοῖς 〈περιλειφθείσης〉.

εἰ δὲ καὶ πού τις εὑρεθείη ἐν αὐτοῖς ἄξιος λόγου, παραβληθήσεται οὗτος 〈στάχυϊ〉, οὐχὶ ἐν τῷ πεδίῳ φυέντι, ἀλλ᾽ ἐν κοιλάδι καὶ 〈φάραγγι〉 καταξήρῳ καὶ 〈στερεᾷ〉. δηλοῦσθαι δ᾽ οἶμαι διὰ τοῦ 〈στάχυος〉 τὸν χορὸν τῶν τοῦ σωτῆρος ἡμῶν μαθητῶν καὶ εὐαγγελιστῶν, περὶ οὗ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· »καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν«.⌝ ἐπεὶ δὲ ἐχρῆν καὶ τῶν ἐν τούτοις ἐκκρίτων μνήμην ἰδίως ποιήσασθαι, κέχρηται καὶ ἐπὶ τούτων ἑτέρῳ παραδείγματι φήσας· ἢ 〈ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ᾽ ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῆς καταλειφθῇ〉· ⌜τοσαύτην γάρ φησιν ἔσεσθαι σπάνιν τῶν ἐκ τοῦ Ἰσραὴλ σωθησομένων κατὰ τοὺς χρόνους οὓς ἡ προφητεία σημαίνει, ὡς ἑνὶ 〈στάχυϊ〉 παραβάλλεσθαι τοὺς πάντας, τοὺς δ᾽ ἐν αὐτοῖς ἐξαιρέτους τοσούτους ἔσεσθαί τινας 〈ὡσπερεὶ ῥῶγας ἐλαίας δύο〉 που ἢ 〈τρεῖς〉 τοὺς 〈ἐπ᾽ ἄκρου μετεώρου〉, αἰνιττομένου τοῦ λόγου τοὺς ἀκροτάτους τῶν ἀποστόλων,⌝ ⌞οὓς ποτὲ μὲν κατὰ συζυγίαν ὁ σωτὴρ προσεκαλεῖτο ποτὲ δὲ τρεῖς, οὓς ἡ γραφὴ τοῦ Εὐαγγελίου ἐκλεκτῶν ἐκλεκτοτέρους εἰσήγαγεν· λέγω δὴ ‹Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, οὓς ἐπὶ τὸ ὄρος ἀνήγαγε μόνους› αὐτοῦ τὴν μεταμόρφωσιν ἱστορήσαντας καὶ ἐπὶ τῆς ἀναβιωσκούσης ‹θυγατρὸς τοῦ ἀρχισυναγώγου› παρελάμβανεν.

οἱ δὲ λοιποὶ παρὰ τοὺς 〈τρεῖς〉 τούτους οἱ 〈τέσσαρές〉 εἰσι καὶ 〈πέντε〉. τὸν ἐννέα συμπληροῦντες ἀριθμὸν οἱ 〈ἐπ᾽ ἄκρου μετεώρου τῆς ἐλαίας〉 καὶ αὐτοὶ εἰρημένοι. εἰ δὲ ὁμοῦ τις συναγάγῃ τοὺς 〈δύο〉 καὶ τοὺς 〈τρεῖς〉 καὶ τοὺς 〈τέσσαρας〉 καὶ τοὺς 〈πέντε〉, δέκα καὶ τέσσαρας ποιήσει τοὺς πάντας, ὧν δώδεκα μὲν τοὺς πρώτους ἀποστόλους εἴποιεν ἂν εἶναι οὐκ ἐλάττω δὲ αὐτῶν τὴν ἀρετὴν Παῦλον καὶ αὐτὸν ὄντα ‹κλητὸν ἀπόστολον› καὶ τὸν ‹Ἰάκωβον› γεγονέναι ‹τὸν ἀδελφὸν τοῦ κυρίου›, ὃς πρῶτος ἐπίσκοπος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ὑπ᾽ αὐτοῦ καταστῆναι τοῦ σωτῆρος μνημονεύεται. οὗτοι δὲ πάντες 〈ἐπ᾽ ἄκρου〉 τῆς 〈ἐλαίας〉, λέγω δὴ τῆς Ἰουδαίων διαδοχῆς ηὑρημένοι διὰ τῶν μετὰ χεῖρας μνημονεύονται. καὶ ὁ θεῖος δὲ Ἀπόστολος οἶδεν 〈ἐλαίᾳ〉 παραβάλλειν τὴν παρὰ Ἰουδαίοις διαδοχὴν καὶ ‹ῥίζαν ἁγίαν› καὶ ‹ἀπαρχὴν› καὶ ‹καλλιέλαιον› αὐτοὺς καλεῖν.⌟ οὗτοι δὴ οὖν οἱ βραχεῖς 〈ῥῶγες〉 τῆς 〈ἐλαίας〉 μόνοι διεσώθησαν εὑρεθέντες ἐν αὐτοῖς. καὶ ὁ ἀποδοθεὶς 〈στάχυς〉 σπάνιός τις καὶ αὐτός. διό φησιν ὁ προφητικὸς λόγος· 〈καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ᾽ ἄκρου μετεώρου〉.

Μετὰ δὲ τὴν τῶν ἀποστόλων μνήμην σφόδρα ἀκολούθως τῶν πάλαι πολυθέων ἐθνῶν τὴν εἰς τὸν τῶν ὅλων θεὸν ἐπιστροφὴν θεσπίζει. διὸ ἑξῆς εἴρηται· 〈τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τὸν ποιήσαντα αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα οὐδὲ τὰ βδελύγματα αὐτῶν〉. οὐκέτι γὰρ τοῖς ἄλσεσιν οὐδὲ τοῖς ὑψηλοῖς τῶν 〈δένδρων〉 προσέξουσιν ὡς τὸ πρὶν ἐποίουν, μόνον δὲ 〈τὸν ἅγιον τοῦ Ἰσραὴλ〉 ἐπιγνώσονται οἱ ποτὲ »ἀπηλλοτριωμένοι» τῆς γνώσεως τοῦ θεοῦ «καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας» 〈τῇ ἡμέρᾳ ἐκείνῃ〉 δηλαδὴ ἐν τῷ ἀποδοθέντι χρόνῳ.

Τῆς δὲ τῶν ἐθνῶν κλήσεως διὰ τούτων δηλωθείσης ἑξῆς ἐπιλέγεται· 〈τῇ ἡμέρᾳ ἐκείνῃ〉, τοῦτ᾽ ἔστιν ἐν τῷ αὐτῷ χρόνῳ, 〈ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι ὃν τρόπον κατέλιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ, καὶ ἔσονται ἔρημοι, ὅτι ἐγκατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου καὶ κυρίου τοῦ θεοῦ σου οὐκ ἐμνήσθης〉. σφόδρα δὲ ἐκπληκτικῶς καταλειφθήσεσθαι αὐτῶν τὰς πόλεις οὐχ ἁπλῶς οὕτως ἐθέσπισεν, ἀλλὰ κατὰ τὸν τρόπον 〈τῶν Ἀμορραίων καὶ Εὐαίων〉· ⌜ὥσπερ γάρ φησιν ἐκείνων ἀπολωλότων, ἕτεροι παρελθόντες κατέσχον αὐτῶν τὰς πόλεις καὶ τὰς χώρας, οὕτως καὶ αἱ σαὶ 〈πόλεις〉 ἑτέρους ἕξουσιν οἰκήτορας, ὑμῶν ἀποβληθέντων καὶ ἐξωσθέντων.⌝ ὃ δὴ καὶ ἔστιν ὀφθαλμοῖς παραλαβεῖν· αὐτὴν γοῦν τὴν Ἰερουσαλὴμ Ἕλληνες οἰκοῦσι μηδενὸς τολμῶντος ἐπιβαίνειν Ἰουδαίου τῷ τόπῳ, καὶ ἄλλας δὲ πλείους τοῦ Ἰσραὴλ 〈πόλεις〉 ἀλλογενεῖς κατέχουσι. πλεῖσται δὲ ὅσαι ὑπὸ Ῥωμαίων πολιορκηθεῖσαι ἐκ βάθρων ἤρθησαν εἰς ἐσχάτην ἐρημίαν περιτραπεῖσαι ἀκολούθως τῷ θεσπίσματι. ταῦτα δὲ πείσεσθαι αὐτούς φησιν, ἐπειδήπερ 〈τὸν σωτῆρα〉 ἑαυτῶν 〈κατέλιπον〉. ⌜ἔνθα δὴ καὶ αὐτοῦ Ἰησοῦ τοῦ 〈σωτῆρος〉 ἡμῶν μέμνηται ἡ Ἑβραϊκὴ φωνή· 〈σωτῆρα〉 γὰρ δηλοῖ τὸ ‹Ἰησοῦ› ὄνομα εἰς τὴν Ἑλλάδα γλῶτταν ἑρμηνευόμενον.

καὶ τοῦτ᾽ ἦν τὸ αἴτιον, διὸ συμβήσεσθαι αὐτοῖς τὰ προλεχθέντα πάντα εἴρηται, 〈διότι κατέλιπον τὸν θεὸν τὸν σωτῆρα αὐτῶν καὶ κυρίου τοῦ〉 πάντοτε 〈βοηθοῦ αὐτῶν οὐκ ἐμνήσθησαν〉.⌝ ὅπως δὲ αὐτῶν οὗτος πάντοτε γέγονε 〈βοηθός〉, διδάσκει ἐν Εὐαγγελίοις λέγων· «ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε». καὶ δι᾽ ἑτέραν δὲ αἰτίαν πείσεσθαι αὐτοὺς τὰ προλεχθέντα διδάσκει, διότι 〈ἐφύτευσαν φυτείαν ἄπιστον καὶ σπέρμα ἄπιστον〉, ⌜ὃ καὶ αὐτὸ συνίσταται ἐκ τοῦ μὴ πιστεῦσαι αὐτοὺς τῷ Χριστῷ τοῦ θεοῦ αὐτοῖς πρώτοις ἐπιλάμψαντι. ἐπὰν οὖν φησι τὸ 〈σπέρμα〉 τοῦτο τὸ 〈ἄπιστον〉 καὶ τὴν 〈φυτείαν〉 τὴν 〈ἄπιστον〉 σπείρῃς ἐν τῇ σαυτοῦ ψυχῇ, τότε 〈πλανηθήσῃ〉, εἰ δὲ μεταβαλὼν ἐπὶ τὴν ἀνατείλασαν τῷ κόσμῳ 〈πρωΐαν〉 τοῦ φωτὸς τοῦ εὐαγγελικοῦ, ἕτερον 〈σπέρμα〉 κατάθοιο τῇ σαυτοῦ διανοίᾳ, περὶ οὗ λέλεκται ἐν Εὐαγγελίοις· «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι» καί· «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ».

καὶ ἐπειδὰν ἐν φωτὶ γένοιο τῆς 〈πρωϊνῆς〉 ἀνατολῆς ‹τοῦ ἡλίου τῆς δικαιοσύνης›, 〈ἀνθήσει〉 ἐν σοὶ 〈εἰς ἀμητόν〉, ὡς μεταδοῦναι κλῆρον ἀγαθὸν καὶ τοῖς σεαυτοῦ παισὶ ‹τοῖς κατὰ θεὸν γενησομένοις› διὰ τῆς σωτηρίου διδασκαλίας.⌝ τοσαῦτα τῷ περὶ τῆς Δαμασκοῦ λόγῳ συμπαρείληφεν ἡ προφητεία εἰς τὸν χρόνον ἀναπέμπουσα τὸν εἰρημένον περὶ τῆς Δαμασκοῦ τὴν ἔκβασιν τῶν περὶ τοῦ Ἰσραὴλ λελεγμένων. ⌜Περὶ τῆς τῶν ἐθνῶν ἐπὶ τὸν θεὸν ἐπιστροφῆς καὶ τῆς εἰς τὸν Χριστὸν ἀπιστίας τοῦ Ἰουδαίων ἔθνους θεσπίσας ὁ λόγος μεταβαίνει ἐπὶ τὰ πλήθη τῶν ἐθνῶν τῶν ἐν αὐτῇ τε τῇ Δαμασκῷ καὶ ταῖς λοιπαῖς χώραις ἐν ἀπιστίᾳ ἀπομεινάντων καὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐλαύνειν καὶ πολιορκεῖν μελλόντων.⌝ σημαίνει τοίνυν ὡς δίκην 〈θαλάσσης κυμαινούσης〉 κλονηθήσονται οὗτοι καὶ 〈ταραχθήσονται〉 ξενιζόμενοι ἐπὶ τῷ κηρύγματι τῷ εὐαγγελικῷ καθαιρετικῷ ὄντι τῆς εἰδωλολάτρου πλάνης.

διό φησιν· 〈Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς ὕδωρ ἠχήσει〉· ⌜ὡς γὰρ 〈θαλάσσης〉 τὰ 〈νῶτα〉 κυρτούμενα καὶ εἰς ὕψος αἰρόμενα ἐν τῷ χειμάζεσθαι καὶ 〈ταράττεσθαι〉 ὑπὸ ἀνέμων, ἦχον μέγιστον ἐμποιεῖ καὶ φόβον τοῖς ἐμπλέουσιν, οὕτως καὶ τὰ πλήθη τῶν ἐν αὐτῇ τε τῇ Δαμασκῷ καὶ ταῖς λοιπαῖς χώραις ἐν ἀπιστίᾳ καὶ εἰδωλολατρίᾳ μεινάντων ἐθνῶν ὑπὸ τῶν ἀοράτων πνευμάτων εὐεργούμενα δίκην κυμάτων 〈θαλάσσης ἠχήσει〉 κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ ἐπανιστάμενα.⌝ διὸ λέλεκται· 〈ὡς ὕδωρ ἠχήσει καὶ ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ὡς ὕδατος πολλοῦ φερομένου〉. ὅρα δὲ ὅπως διὰ πολλῶν παραδειγμάτων τὴν τῶν εἰρημένων ἄθεον καὶ δυσσεβῆ γνώμην ἐμφαίνει, πρώτως μὲν 〈θαλάσσῃ κυμαινούσῃ〉 παραβάλλων αὐτῶν τοὺς θυμούς, ἔπειτα ἐξομοιῶν 〈ὕδατι ἠχοῦντι〉 τὰς κατὰ τῆς ἐκκλησίας σκέψεις αὐτῶν, καὶ τρίτον 〈ὕδατι πολλῷ βίᾳ φερομένῳ〉, οὕτω τὸ ῥευστὸν καὶ ἀπολλύμενον αὐτῶν τοῦ βίου αἰνιξάμενος. λέγων δὲ 〈ὡς ὕδατος πολλοῦ βίᾳ φερομένου〉 παρίστησιν, ὡς ἄρα ὑφ᾽ ἑτέρων ἐνεργούμενοι καὶ ἐλαυνόμενοι ταῦτα κατὰ τῆς ἐκκλησίας ἐπιχειροῦσι. πλὴν ὅμως τούτων τὸ τέλος ὑπογράφει λέγων ἑξῆς· 〈καὶ ἀποσκορακιεῖ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται〉, ⌜κατὰ δὲ τὸν Ἀκύλαν· 〈καὶ ἐπιτιμήσει ἐν αὐτῷ καὶ φεύξεται μακρόθεν〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ ἐμβριμήσεται αὐτῷ καὶ φεύξεται πόρρω〉.

τίνι δὲ 〈αὐτῷ ἐμβριμήσεται ἢ ἐπιτιμήσει〉 ἢ τῷ προλεχθέντι 〈πλήθει〉 τῶν ἀπίστων 〈ἐθνῶν〉 ἢ καὶ τῷ ἐν τούτοις ἐνεργοῦντι διαβόλῳ; τίς δὲ αὐτοῖς 〈ἐπιτιμήσει〉 ἀλλ᾽ ἢ ἐκεῖνος, περὶ οὗ εἴρηται· «〈Ἐπιτιμήσαι〉 κύριος ἐν σοί, ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλήμ»;⌝ τοῦ δὲ κυρίου 〈ἐπιτιμήσαντος〉 αὐτῷ, τί ἔσται ἐπιλέγει· 〈καὶ πόρρω αὐτὸν διώξεται ὡς χοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈καὶ ὡς τροχὸν ἔμπροσθεν καταιγίδος〉.

Εἶθ᾽ ἑξῆς ἐπιλέγει· 〈πρὸς ἑσπέραν ἔσται πένθος, πρὶν ἢ πρωῒ καὶ οὐκ ἔσται〉· ⌜τοῖς γὰρ δίκην 〈θαλάσσης κυμαινούσης〉 κατεπαρθεῖσι τῆς ἐκκλησίας πρὸς τῇ δύσει τοῦ βίου καὶ πρὸς αὐτῷ τῷ τέλει 〈πένθος ἔσται〉, ὅτε οὐκέτι ὑπάρξουσι κατὰ τὸν μέλλοντα αἰῶνα νέου φωτὸς ἀνατολῆς καὶ 〈πρωΐας〉 τὸ τηνικαῦτα τοῖς δικαίοις ἐπιλάμψαντος.⌝ τοῦτό φησι· 〈καὶ αὕτη ἡ μερὶς〉 καὶ ὁλόκληρος 〈τῶν προνομευσάντων ὑμᾶς〉. ⌜τίνας δὲ 〈ὑμᾶς〉 ἢ δηλονότι τοὺς πρόσφυγας τῆς ἐκκλησίας τοῦ θεοῦ;⌝ Ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἐπιδημήσαντός ποτε Παύλου ἐν Ῥώμῃ καὶ διαλεχθέντος τοῖς ἄρχουσι τῶν Ἰουδαίων περὶ τῆς εἰς τὸν Χριστὸν πίστεως ἀνεγράφησαν εἰρηκότες αὐτῷ· «ἡμεῖς οὐδὲ γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησεν περὶ σοῦ πονηρόν. ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται». τοῦτο δὲ εἰρηκότες ἐνέφηναν, ὅτι πρὶν ἐπιδημῆσαι τὸν Παῦλον τῇ Ῥώμῃ παρηγγελμένοι ἦσαν μὴ παραδέξασθαι τὸ περὶ τοῦ Χριστοῦ κήρυγμα καὶ ὅτι μὴ μόνοι αὐτοὶ εἰλήφασι τὴν παραγγελίαν αὐτοῦ, ἀλλὰ καὶ οἱ πανταχοῦ γῆς Ἰουδαῖοι.

διὸ ἔλεγον· «περὶ γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται». ⌜πόθεν δὲ τοῖς ‹πανταχοῦ› Ἰουδαίοις τὸ συμφώνως τοὺς πάντας ὥσπερ ἐξ ἑνὸς συνθήματος ‹ἀντιλέγειν› τῷ περὶ Χριστοῦ λόγῳ, εὕρομεν ἐν τοῖς τῶν παλαιῶν συγγράμμασιν, ὡς οἱ τὴν Ἰερουσαλὴμ οἰκοῦντες τοῦ τῶν Ἰουδαίων ἔθνους ἱερεῖς καὶ γραμματεῖς καὶ πρεσβύτεροι γράμματα διαχαράξαντες εἰς πάντα διεπέμψαντο τὰ ἔθνη τοῖς ἁπανταχοῦ Ἰουδαίοις διαβάλλοντες τὴν Χριστοῦ διδασκαλίαν ὡς αἵρεσιν ξένην καὶ ἀλλοτρίαν θεοῦ, παρήγγελόν τε δι᾽ ἐπιστολῶν μὴ παραδέχεσθαι αὐτήν. τοῦτο δὴ οὖν αὐτὸ σημαίνειν ἔοικεν ἡ μετὰ χεῖρας προφητεία ἐν τῷ λέγειν· 〈Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα〉. ἀνθ᾽ οὗ ὁ Σύμμαχος 〈ἀποστόλους〉 εἶπε φήσας· ὁ 〈ἀποστέλλων ἀποστόλους ἐν θαλάσσῃ〉, ὁ δὲ Ἀκύλας 〈πρεσβευτὰς〉 ἐξέδωκεν εἰπών· ὁ 〈ἀποστέλλων ἐν θαλάσσῃ πρεσβευτάς〉. ὁρᾷς ὅπως ὁ λόγος τοὺς προλεχθέντας Ἰουδαίων ἄρχοντας ταλανίζει καὶ τὴν γῆν αὐτῶν, ἧς ἡ κακία καὶ μέχρις Αἰθιόπων ἔφθασε. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈οὐαὶ γῆ, ἧς ὁ ἦχος πτερωτός, ἡ πέραθεν ποταμῶν Αἰθιοπίας〉.

δι᾽ ὧν σημαίνει ὡς καὶ 〈πέραν〉 τῆς Αἰθιόπων χώρας καὶ τῶν ἐσχατιῶν τῆς γῆς ὁ τῆς πονηρίας ἦχος τῶν τὴν Ἰουδαίων γῆν οἰκούντων διά τινων ὥσπερ ἱπταμένων 〈πλοίων〉 προῆλθεν, οἵ τε ἀπόστολοι αὐτῶν 〈ἐπιστολὰς βυβλίνας〉 ἐπικομιζόμενοι ὑπεράνω τε τῶν ὑδάτων ναυτιλλόμενοι καὶ τὴν 〈θάλασσαν〉 ἐμπλέοντες ἁπανταχοῦ γῆς διέτρεχον τὸν περὶ τοῦ σωτῆρος ἡμῶν ἐνδιαβάλλοντες λόγον. 〈ἀποστόλους〉 δὲ εἰσέτι νῦν ἔθος ἐστὶν Ἰουδαίους ὀνομάζειν τοὺς ἐγκύκλια γράμματα παρὰ τῶν ἀρχόντων αὐτῶν ἐπικομιζομένους.⌝ ταῦτα μὲν οὖν περὶ τούτων ᾐνίξατο, ἑξῆς δὲ ἀντὶ τοῦ· 〈πορεύσονται γὰρ ἄγγελοι κοῦφοι〉, εἰρήκασιν οἱ λοιποὶ πάντες ἑρμηνευταί· 〈πορεύεσθε ἄγγελοι κοῦφοι〉, ⌜ὡς εἶναι ἀρχὴν προστάγματος. καί μοι δοκεῖ τουτὶ τὸ πρόσταγμα πρὸς τοὺς μαθητὰς τοῦ σωτῆρος ἡμῶν εἰρῆσθαι, οὓς διὰ τὸ πᾶσιν ἀνθρώποις ἀγαθῶν εὐαγγελιστὰς εἶναι 〈ἀγγέλους κούφους〉 ὠνόμασε πρὸς ἀντιδιαστολὴν ὧν ἐδήλωσεν Ἰουδαϊκῶν ἀποστόλων.

φησὶν οὖν πρὸς αὐτούς· οἱ τῶν ἀγαθῶν 〈ἄγγελοι〉, ὑμεῖς οἱ Χριστοῦ μαθηταί, 〈πορεύεσθε〉, ὥσπερ οὖν αὐτὸς ὁ σωτὴρ διετάξατο πρὸς ὑμᾶς λέγων· «〈πορεύεσθε〉 δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ», καί· «〈πορευθέντες〉 μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου». 〈πορευόμενοι〉 δέ φησι, 〈κοῦφοι〉 γένεσθε καὶ εὐσταλεῖς ὡς ἂν ῥᾳδίαν τὴν πορείαν ποιῆσθε, ὃ δὴ καὶ αὐτὸς πάλιν παρῄνει τοῖς αὐτοῖς λέγων· «μηδὲν ἄρητε κατὰ τὴν ὁδόν», καί· «μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,⌝ μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας ἔχειν μήτε ὑποδήματα μήτε ῥάβδον». ὅθεν εὐθυβόλως 〈ἀγγέλους κούφους〉 αὐτοὺς εἶπε, ⌜κελεύει δὲ 〈πορεύεσθαι πρὸς ἔθνος μετέωρον καὶ ξένον καὶ πρὸς λαὸν χαλεπόν〉· οὐ γὰρ πρὸς γνωρίμους οὐδὲ πρὸς οἰκείους τινὰς καὶ ἀδελφοὺς 〈ἀπεστέλλοντο〉, ἀλλὰ πρός τινας ἀπεξενωμένους ἀγνώστους ἄνδρας καὶ ἀλλογενεῖς τοὺς ἐν πᾶσι τοῖς ἔθνεσιν, ἐν οἷς ἦσαν 〈μετέωροι〉 ἀληθῶς ἐπὶ μηδενὸς ἑδραίου ἑστῶτες, πλανώμενοι δὲ «καὶ περιφερόμενοι παντὶ ἀνέμῳ» τῆς πολυθέου πλάνης. οἱ δ᾽ αὐτοὶ καὶ 〈χαλεπὸν ἔθνος〉 ἦσαν, ἐχθρῶς καὶ πολεμίως διακείμενοι πρὸς τὸν τῆς θεοσεβείας λόγον. ὅμως δ᾽ οὖν πρὸς τούτους παρακελεύεται ἀπιέναι τοὺς 〈ἀγγέλους〉 τοὺς 〈κούφους〉 καὶ τούτοις κηρύττειν, διαβαίνειν δὲ καὶ ἐπὶ τὰ πέρατα τῆς γῆς.

διὸ ἐπιλέγει· 〈τίς αὐτοῦ ἐπέκεινα〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈μεθ᾽ ὃν οὐκ ἔστιν ἐπέκεινα〉· τοῦτο δὲ τὸ 〈ἀπεξενωμένον〉 καὶ 〈μετέωρον ἔθνος καὶ ἀνέλπιστον〉 ἦν, ὡς λέγειν τὸν Ἀπόστολον· «ἦμέν ποτε ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ».⌝ καὶ αὐτὸς δὲ ὁ μετὰ χεῖρας προφήτης προϊὼν ἐν τοῖς ἑξῆς περὶ τῶν 〈ἀνελπίστων〉 θεσπίζει λέγων· «καὶ οἱ 〈ἀπηλπισμένοι〉 τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης»· 〈πρὸς ἔθνος〉 γοῦν 〈ἀνέλπιστον ἀποστέλλονται〉 καὶ 〈πρὸς ἔθνος καταπεπατημένον〉 ὑπὸ τοῦ διαβόλου καὶ πάσης τῆς δαιμονικῆς ἐνεργείας.

Εἶτα θάρσος τοῖς αὐτοῖς ἐντίθησι λέγων· 〈νῦν οἱ ποταμοὶ πάντες ὡς χώρα κατοικουμένη· κατοικηθήσεται ἡ χώρα αὐτῶν· νῦν〉 γὰρ ἐπὶ τῇ ὑμετέρᾳ πορείᾳ 〈οἱ ποταμοὶ τῆς γῆς κατοικηθήσονται καὶ πᾶσαι αἱ χῶραι αὐτῶν〉. ⌜αἰνίττεσθαι δὲ διὰ τούτων μοι δοκεῖ 〈ποταμοὺς〉 μὲν τὰ πλήθη τῶν τὸν θεὸν ἐπιγνωσομένων λαῶν, 〈χώρας〉 τε αὐτῶν τὰς ἐκκλησίας· ὡς γὰρ ἀνωτέρω ‹κύματι θαλάσσης καὶ ὕδασι τεταραγμένοις τὰ πλήθη τῶν ἀπίστων ἐθνῶν› παρέβαλεν, οὕτω νῦν 〈ποταμοῖς〉 γλυκέσι καὶ εὐσταθῶς κινουμένοις τοὺς Χριστοῦ λαοὺς ἀφομοιοῖ, 〈χώραν〉 αὐτῶν δηλώσας τὴν ἐκκλησίαν. πάλαι μὲν οὖν ἦσαν οὗτοι οἱ 〈ποταμοὶ〉 ἀοίκητοι καὶ ‹ἀλλότριοι θεοῦ›, ἥ τε 〈χώρα〉 αὐτῶν ἔρημος θεοσεβείας, νυνὶ δὲ διὰ τοῦ ὑμετέρου φησὶ κηρύγματος οἱ δηλωθέντες 〈ποταμοὶ〉 καὶ ἡ 〈χώρα〉 αὐτῶν εἰς 〈οἰκουμένην〉 ἔσται.

προξενήσει δὲ τοῦτο αὐτοῖς τὸ τοῦ Χριστοῦ 〈σημεῖον〉,⌝ ὅπερ οὕτω γνωσθήσεται ἢ καὶ φανερὸν ἔσται τοῖς πᾶσιν 〈ὡσανεὶ ἀπὸ ὄρους〉 ὑψηλοῦ 〈ἐπαρθείη σημεῖον ἢ ὡς φωνῆς σάλπιγγος〉 μεγαφωνούσης· ⌜τὸν αὐτὸν γὰρ τρόπον καὶ τὸ ὑμέτερον κήρυγμα ἔκδηλον καὶ ἐπίσημον καὶ 〈ἐξάκουστον〉 εἰς πάντας τοὺς ἀνθρώπους γενήσεται.⌝ Πῶς δὲ δυνήσονται οἱ 〈ποταμοὶ〉 καὶ ἡ προλεχθεῖσα 〈χώρα〉 αὐτῶν ἀταράχως 〈κατοικεῖσθαι〉 ἀναγκαίως διδάσκει λέγων· 〈διότι οὕτως εἶπε κύριός μοι Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει〉. ⌜ἡ δὲ προλεχθεῖσα 〈χώρα ἐμὴ〉 τοῦ κυρίου ἐστὶ 〈πόλις〉· διὸ 〈ἀσφάλεια ἔσται ἐν αὐτῇ〉 ὡς ἂν ἐμοῦ φυλάττοντος καὶ πάντοθεν αὐτὴν ἀσφαλιζομένου, ὥστε εἰκότως περὶ αὐτῆς λέγεσθαι· «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ», καί· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ».⌝ οὕτω δὲ καλεῖν ὁ λόγος εἴωθεν τὴν κατὰ θεὸν πολιτείαν, ἐν ᾗ 〈ἀσφάλειαν ἔσεσθαι〉 εἰπὼν προστίθησι καὶ 〈φῶς〉 ἔσεσθαι ἐν τῇ αὐτῇ 〈πόλει〉, οὐ τὸ τυχὸν ἀλλ᾽ ὁποῖον αὖτις παραβάλοι ἀκμαίῳ καὶ 〈μεσημβρινῷ〉 ἡλίου φέγγει. ⌜τοιούτου δὲ 〈φωτὸς〉 καὶ 〈ὡσπερεὶ καύματος μεσημβρινοῦ〉 γιγνομένου 〈ἐν τῇ ἐμῇ πόλει〉 οὐκ ἔσται φησὶ βλάβη οὐδὲ λύπη τοῖς ὑπὸ τοιούτῳ 〈φωτὶ〉 καταυγαζομένοις.⌝ διὰ τί ... συν τῷ ... τῷ το ... τῷ καὶ νεφέλ...

ἐν ἡ ... 〈ὡς ἐν ἡμέραις ἀμήτου〉 ἐπισκιάζουσα αὐτοῖς ἔσται. ⌜〈φῶς〉 μὲν οὖν αὐτός ἐστιν ὁ τοῦ θεοῦ λόγος ὁ τὴν ἐκκλησίαν αὐτοῦ διὰ παντὸς ‹φωτίζων›, 〈νεφέλη δρόσου〉 τὸ πνεῦμα τὸ ἅγιον τὸ τὴν ἄκραν θεολογίαν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῖς μὴ οἵοις τε αὐτὴν χωρεῖν ἐπισκιάζον ὡς κεκραμένον ἀποτελεῖσθαι τὸ πολὺ καὶ ἄκρατον τῆς περὶ τοῦ Χριστοῦ θεολογίας διὰ τὴν τοῦ ἁγίου πνεύματος ὡσπερεί τινος 〈νεφέλης〉 ὑποδρομήν.

Καὶ ταῦτα ἔσεσθαί φησι 〈πρὸ τοῦ θερισμοῦ〉, τοῦτον δηλῶν τὸν τρόπον τὰς ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ καρποφορίας δίκην σταχύων ἀνθούσας καὶ πληθυούσας, περὶ ὧν καὶ ἀνωτέρω ἐδήλου λέγων· «καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ» καὶ ὁ σωτὴρ ὁμοίως, δι᾽ ὧν ἔλεγεν· «ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς 〈θερισμὸν〉 ἤδη», καὶ αὖθις· «ὁ μὲν 〈θερισμὸς〉 πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ 〈θερισμοῦ〉 ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν 〈θερισμὸν〉 αὐτοῦ».

ἔσται τοίνυν τὸ μὲν 〈φῶς〉 τῆς θεότητος τοῦ λόγου ἄκρατον ὥσπερ ἀκμαῖον καὶ 〈μεσημβρινὸν ἐν τῇ〉 αὐτοῦ 〈πόλει〉· διὰ δὲ τὸ μὴ χωρεῖσθαι αὐτὸ ὑπ᾽ ἀνθρώπων μέση παρελθοῦσα ἡ 〈νεφέλη〉 τοῦ ἁγίου πνεύματος 〈δρόσου〉 ἔμπλεως, ἐπισκιάσει τὴν αὐτὴν 〈πόλιν〉, ἵν᾽ ὡς 〈ἐν ἡμέραις ἀμήτου〉 ταῖς 〈πρὸ τοῦ θερισμοῦ〉 καὶ τὸ 〈φῶς〉 ἐκλάμπῃ καὶ ἡ 〈νεφέλη〉 ἐπισκιάζῃ αὐτήν.⌝ καὶ ταῦτα μὲν πρὸ τῆς συντελείας καὶ 〈πρὸ τοῦ θερισμοῦ〉 περὶ τὴν 〈πόλιν〉 ἔσται τοῦ θεοῦ, μετὰ δὲ τὸν 〈θερισμὸν〉 καὶ τὴν συντέλειαν τοῦ παρόντος βίου καὶ αὐτῆς τῆς ἀκράτου θεότητος τοῦ λόγου μεθέξουσιν οἱ καταξιωθησόμενοι ἐκείνου τοῦ τέλους, ὅτε ἐπιστάσης τῆς συντελείας ἄλλῃ εἰκόνι παραβληθήσεται ἡ τῆς ἐκκλησίας τοῦ θεοῦ καρποφορία, δι᾽ ἧς εἰκόνος τὴν γενομένην διάκρισιν τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ συναγομένων παρίστησιν. ⌜ὥσπερ γάρ φησιν ἐν ταῖς ἀμπέλοις, ἐπειδὰν 〈ὄμφακες〉 ὦσιν οἱ 〈βότρυες〉, ἐπιστὰς ὁ γεωργὸς τὰ περιττὰ καὶ ἄχρηστα τῶν 〈κλημάτων ἐκκόπτει〉 οὐ μόνον, ἀλλὰ καὶ τὰ ἀτελεσφόρητα καὶ ὡσπερεὶ νεκριμαῖα τῶν 〈βοτρύων〉· καὶ ταῦτα γὰρ ὡς οὐκ ἀναγκαῖα οὐδ᾽ ἀγαθὴν ἔχοντα ἐλπίδα πρὸς καρποῦ τελείωσιν, περιαιρεῖ ἐπιστήμῃ γεωργικῇ, ἵνα μὴ λυμήνηται τοῖς ἐρρωμένοις 〈βότρυσι〉 τὰ περιττὰ καὶ ἄχρηστα.

διὸ ταῦτα μὲν 〈ἀφαιρεῖ〉 καὶ παραδίδωσιν εἰς βρῶσιν 〈τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς〉, τὰ δὲ τὸν ἐντελῆ διασῴζοντα καρπὸν διὰ πάσης ἐπιμελείας φυλάττει.

οὕτω κατὰ τὸν καιρὸν τοῦ 〈θερισμοῦ〉 γενήσεσθαί φησι· τῶν γὰρ τῆς ἀμπέλου περιττῶν 〈κλημάτων〉 καὶ τῶν ἀχρήστων ἐν αὐτῇ 〈βοτρύων περιαιρουμένων καὶ ἀποκοπτομένων〉, εἰς βοράν τε ἐκδιδομένων ταῖς κολαστικαῖς δυνάμεσιν, οἱ ἀγαθοὶ 〈βότρυες〉 καὶ αἱ καρποφόροι ψυχαὶ τῆς παρὰ τῷ θεῷ τεύξονται ἀγαθῆς ἐλπίδος.⌝ ⌞ἐν τούτοις αὐτὸς ὁ σωτὴρ ἑαυτὸν εἰπὼν εἶναι ‹τὴν ἄμπελον›, τοὺς μαθητὰς ‹τὰ 〈κλήματα〉› ὠνόμασε· 〈βότρυας〉 δὲ τῶν 〈κλημάτων〉 ἀκόλουθόν ἐστιν νοεῖν τοὺς ὑπὸ τοῖς ἀποστόλοις μαθητευομένους, ὧν τὰ ὥσπερ νεκριμαῖα 〈βοτρύδια〉 τὰ ἄχρηστα καὶ ζωτικῆς δυνάμεως ἐστερημένα κατὰ τὸν καιρὸν τῆς κρίσεως ἀποβληθήσεσθαι διδάσκει καὶ τὰ 〈κλήματα〉 δὲ ὡσαύτως τὰ μηδένα 〈βότρυν〉 φέροντα, οἷος ἦν ὁ προδότης Ἰούδας ὁμοίως τοῖς ἀχρήστοις 〈βότρυσιν ἀποκοπήσεσθαι〉.⌟ ἀντὶ δὲ τοῦ· 〈καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ〉 καὶ τὰ ἑξῆς, ὁ Σύμμαχος· 〈καὶ ἀποκοπήσεταί〉 φησι 〈τὰ εὐτελῆ αὐτῆς〉, ὁ δὲ Ἀκύλας· 〈καὶ ἐκκόψει τὰ ἐκβράσματα αὐτῆς, ἐν τοῖς δρεπάνοις καὶ καταλείψει τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ συναχθήσεται ἐπ᾽ αὐτοὺς τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ᾽ αὐτὰ ἥξει〉, ⌜αἱ ἀντικείμεναι καὶ κολαστικαὶ δηλαδὴ δυνάμεις.⌝ Ἀλλὰ τούτων μὲν τὸ τέλος τοιοῦτον, ἑξῆς δὲ τῶν καρποφόρων 〈κλημάτων〉 καὶ τῶν ἐρρωμένων 〈βοτρύων〉 μνήμην ποιούμενος ἐπιφέρει· 〈καὶ ἀνενεχθήσεται δῶρα κυρίῳ σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου〉. ⌜εἴη δ᾽ ἂν οὗτος ὁ ‹τὴν στενὴν καὶ 〈τεθλιμμένην〉› ὁδεύων ‹τὴν ἀπάγουσαν εἰς τὴν ζωήν›.

ὁ δ᾽ αὐτὸς καὶ 〈ἐκτετιλμένος〉 ὑπάρχει, ὡς ἂν τῆς κοινῆς τῶν ἀνθρώπων ζωῆς ἠλλοτριωμένος καὶ μέγας ἐστὶ παρὰ τῷ θεῷ καὶ πολύς. διὸ λέλεκται· 〈καὶ ἀπὸ λαοῦ μεγάλου〉.⌝ ταῦτα δὲ τὰ 〈δῶρα ἀνενεχθήσεται τῷ κυρίῳ σαβαὼθ ἀπὸ τοῦ νῦν〉 φησι 〈καὶ εἰς τὸν αἰῶνα χρόνον〉· ⌜καὶ γὰρ ἐν τῷ παρόντι βίῳ καὶ ἐν τῷ μέλλοντι δὲ αἰῶνι τὰ λογικὰ 〈δῶρα〉 καὶ τὰς ἀναίμους τῷ θεῷ θυσίας ἀναπέμπων οὐ διαλιμπάνει ὁ δηλωθεὶς 〈λαός〉.⌝ αὐτὸς δὲ οὗτός ἐστιν ὁ λαὸς τὸ ἀνωτέρω εἰρημένον 〈ἔθνος καταπεπατημένον καὶ ἐλπίζον〉, διὰ μὲν τὴν ὑπομονὴν 〈ἐλπίζον〉, περὶ ἧς εἴρηται· «ἡ δὲ ὑπομονὴ 〈δοκιμήν, ἡ δὲ δοκιμὴ〉 〈ἐλπίδα〉· ἡ δὲ 〈ἐλπὶς〉 οὐ καταισχύνει», διὰ δὲ τοὺς διώξαντας αὐτὸν καὶ πολλάκις καταπατήσαντας 〈καταπεπατημένον〉. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· 〈ἔθνος ὑπομένον καὶ συμπεπατημένον〉. ὁρᾷς ὅπως τὸν 〈λαὸν〉 τὸν 〈τετιλμένον ὑπομένοντα〉 ὠνόμασεν. καὶ ἐπιλέγει· ὅ 〈ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ〉· τίνος δὲ 〈αὐτοῦ〉 ἢ τοῦ θεοῦ; ⌜τὸ γὰρ 〈ἔθνος〉 τοῦτο 〈ἐν μέρει ποταμοῦ τῆς〉 τοῦ θεοῦ 〈χώρας〉 ἐτύγχανεν, ἅτε ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ἐμπολιτευόμενον, ὡς λέγειν· «ἐκ 〈μέρους〉 γινώσκομεν καὶ ἐκ 〈μέρους〉 προφητεύομεν»· οὐδὲ γὰρ τὸν πάντα 〈ποταμὸν〉 ἐχώρει, λέγω δὲ τὸν τοῦ θεοῦ λόγον, ἡ δηλωθεῖσα 〈χώρα〉.

διὸ 〈ἐν μέρει ποταμοῦ τῆς χώρας〉 τοῦ θεοῦ λέγεται γεγονέναι τὸ δηλωθὲν 〈ἔθνος〉.⌝ κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς 〈οὗ διήρπασαν ποταμοὶ τὴν γῆν〉 εἴρηται· τούτου γὰρ τοῦ 〈ἔθνους〉 τοῦ θεοῦ οἱ πολέμιοι καὶ διῶκται ἦσάν ποτε 〈διαρπάσαντες τὴν γῆν〉, ὅτε αὐτοὺς ἤλαυνον 〈ἐκθλίβοντες καὶ καταπατοῦντες〉 οἱ τῆς τοῦ θεοῦ πόλεως ἐπίβουλοι, περὶ ὧν εἴρηται· «ἦλθον οἱ 〈ποταμοί〉, ἔπνευσαν οἱ ἄνεμοι», καὶ πάλιν· «χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον». ἀλλὰ γὰρ τούτων ἁπάντων ἐλευθερωθεὶς ὁ πάλαι 〈τεθλιμμένος καὶ τετιλμένος λαὸς〉 καὶ τὸ 〈ἔθνος〉 τὸ 〈καταπεπατημένον〉 μέν, 〈ἐλπίζον〉 δὲ ἐπὶ τὸν θεόν, 〈δῶρα τῷ κυρίῳ σαβαὼθ ἀνοίσει〉. ποῦ δὲ 〈ἀνοίσειν〉 λέγεται ἢ 〈εἰς τὸν τόπον, οὗ τὸ ὄνομα κυρίου σαβαώθ, ἐν ὄρει Σιών〉· καταξιωθεὶς γὰρ ‹τῆς ἐπουρανίου πόλεως› ὁ τοσαῦτα πεπονθὼς λαὸς τὰς πνευματικὰς ἀνοίσει θυσίας ὑπ᾽ ἀρχιερεῖ τῷ υἱῷ τοῦ θεοῦ 〈εἰς τὸν τόπον, οὗ τὸ ὄνομα τοῦ κυρίου σαβαώθ, εἰς ὄρος Σιών〉, περὶ οὗ φησιν ὁ Ἀπόστολος· «προσεληλύθαμεν 〈Σιὼν ὄρει〉 καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ». τοῦτο τέλος τῆς κατὰ Δαμασκοῦ προφητείας, ἀρξάμενον μὲν ἀπὸ τῶν δηλωθέντων χρόνων, καταλῆξαν δὲ ‹ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος› καὶ τὸ τρισμακάριον τέλος τῶν τῆς θεοσεβείας ἀθλητῶν. ⌞Προσήκει δὲ τὸν νοῦν ἐπιστῆσαι, ὅπως εἴρηται· 〈ὅρασις Αἰγύπτου〉.