Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Η όραση κατά της Αιγύπτου και η κοινωνία των εθνών (Ησ. 18-20)

Αλληγορικές και ιστορικές προφητείες για την Αίγυπτο, η κατάλυση των ειδώλων, η ίδρυση χριστιανικού θυσιαστηρίου και η ισότιμη πνευματική κοινωνία των εθνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 7 από 25

οὐ γὰρ ὡς ἐπὶ τῆς Βαβυλῶνος ἐλέγετο· «ὅρασις κατὰ Βαβυλῶνος», οὐδ᾽ ὡς ἐπὶ τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ· «ὅρασις, ἣν εἶδεν Ἠσαΐας υἱὸς Ἀμώς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλήμ», οὐδ᾽ ὡς ‹ἐπὶ τῆς Δαμασκοῦ› καὶ ‹τῆς Μωαβίτιδος›, οὕτως καὶ ἐπὶ τῆς 〈Αἰγύπτου〉· οὐ γὰρ εἴρηται «ὅρασις κατὰ τῆς Αἰγύπτου», ἀλλ᾽ 〈ὅρασις Αἰγύπτου〉, ἤτοι ὡς αὐτῆς Αἰγύπτου μελλούσης ὁρᾶν καὶ θεωρεῖν ὀφθαλμοῖς διορατικῶς τὰ θεσπιζόμενα· ἢ ὡς τοῦ προφήτου τὴν ὅρασιν τεθεαμένου τὴν τὰ κάλλιστα τοῖς Αἰγυπτίοις προαναφωνήσασαν. τί γὰρ κάλλιον, τί δὲ μακαριώτερον ὑπάρχειν ἤμελλεν Αἰγυπτίοις τοῦ τὸν κύριον τῆς αὐτοῦ παρουσίας καταξιοῦν αὐτοὺς καὶ τὴν αὐτοῦ γνῶσιν αὐτοῖς παρέξειν καὶ ποιήσειν, ὅσα ἄλλα ἐμφέρεται τοῖς Αἰγυπτίοις;⌟ ⌜Τοῦτο πεπληρῶσθαι εἴποι ἄν τις ὡς πρὸς ἱστορίαν, ὅτε αὐτὸς ὁ κύριος, ὁ «ἐν ἀρχῇ πρὸς τὸν θεόν», θεὸς «λόγος» οὐκ ἀσωμάτως οὐδ᾽ ἀφανῶς ἐπεδήμει τῇ τῶν Αἰγυπτίων χώρᾳ, ἀλλὰ μετὰ τῆς ὀνομαζομένης 〈κούφης νεφέλης〉 τοῦ σώματος, οὗ ἀνείληφεν ‹ἐξ ἁγίου πνεύματος› καὶ τῆς ἁγίας παρθένου κατεσκευασμένου. εἰ μὲν γὰρ μὴ προσέκειτο τό· 〈ἐπὶ νεφέλης κούφης καθήμενον〉 αὐτὸν ἀφίξεσθαι, κἂν ἐδύνατό τις λέγειν, ὅτι ἀσωμάτῳ καὶ θεϊκῇ δυνάμει πανταχοῦ παρὼν ὁ θεὸς λόγος, ἅτε δὴ ‹πάντα πληρῶν›· «ἐν τῷ κόσμῳ γὰρ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο».

καὶ τῇ Αἰγύπτῳ τὴν αὐτοῦ παρεῖχε παρουσίαν διὰ τοῦ τὴν ἐπισκοπὴν αὐτοῦ καὶ τὴν πρόνοιαν καὶ μέχρις αὐτῶν ἐκτείνειν, ἀλλ᾽ οὐ μᾶλλον εἴποι τις αὐτὸν ἐν Αἰγύπτῳ ἐν ἑτέρῳ μέρει τοῦ παντὸς κατὰ τοῦτον ὑπάρχειν τὸν τρόπον.⌟ ⌜νῦν δ᾽ ἀφωρισμένως 〈εἰς Αἴγυπτον〉 αὐτὸν 〈ἥξειν〉 ὁ λόγος 〈ἐπὶ νεφέλης〉 ὀχούμενον 〈κούφης〉 εἰπών, ἰδιάζουσάν τινα καὶ σωματικὴν ἔσεσθαι τὴν παρουσίαν αὐτοῦ δηλοῖ. ὃ δὴ εἴποι ἂν ὁ ταύτῃ συνιστάμενος τῇ ἐκδοχῇ τέλους ἠξιῶσθαι ἐπὶ τῆς εἰς ἀνθρώπους παρόδου τοῦ ἐκ τῆς ἁγίας παρθένου γεννηθέντος θεοῦ, ὃν «Ἐμμανουὴλ» καλεῖ ἡ προφητεία. ὡς γὰρ 〈νεφέλη〉 οὐκ ἄλλοθεν ἔχει τὴν σύστασιν ἢ ἐξ ἀέρος καὶ ἀναθυμιάσεως τῆς γῆς, οὕτω τὸ σῶμα ὃ ἀνείληφεν ‹ἐξ ἁγίου πνεύματος› καὶ τῆς γεώδους οὐσίας ὑποστὰν εἰκότως 〈νεφέλῃ〉 παρεβλήθη 〈κούφῃ, ᾗ ἐγκαθήμενος〉 ὁ Χριστὸς τοῦ θεοῦ ἐπεδήμει ‹τῇ Αἰγύπτῳ› κατὰ τὴν νηπίαν ἡλικίαν. ἀπήρκει γὰρ καὶ τοῦτο Αἰγυπτίοις ἀρρήτῳ δυνάμει μέγιστα ὠφελουμένοις ἐκ τῆς τοῦ σωτῆρος ἐπιβάσεως.⌝ ⌞κατὰ δὲ βαθύτερον νοῦν τῆς τοῦ κυρίου παρουσίας ἐξαιρέτως ἐδεῖτο ἡ Αἴγυπτος, ἐπειδὴ πάντων ἀνθρώπων δεισιδαιμονεστάτων γεγόνασιν, ὡς μὴ μόνον εἱμαρμένῃ καὶ τοῖς κατ᾽ οὐρανὸν ἄστροις τὴν τοῦ παντὸς ἀνατιθέναι αἰτίαν, ἐκπεσεῖν δὲ καὶ μέχρι τῆς τῶν ἀλόγων ζῴων καὶ θηρίων ἀτιθάσων πτηνῶν τε καὶ ἑρπετῶν θεοποιΐας.

οὕτω δὲ ἀδέσποτον καὶ ἀπρονόητον ἡγοῦντο τὸ πᾶν, ὡς καὶ τὸν βασιλέα αὐτῶν γυμνῇ τῇ κεφαλῇ λέγειν· «Οὐκ οἶδα τὸν κύριον», καί· «Τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ»;⌟ 〈καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς〉· τὰ μὲν οὖν 〈χειροποίητα〉 εἴη ἂν τὰ ἀγάλματα καὶ τὰ ἄψυχα ξόανα· ἀλλὰ τὰ μὲν ἄψυχα ξόανα 〈σεισθήσεσθαί〉 φησι, τὴν δὲ 〈καρδίαν〉, δηλαδὴ τοὺς δαίμονας 〈ἡττηθήσεσθαι〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς 〈τακήσεσθαι〉 ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει. συνετελεῖτο δὲ ταῦτα ἐξ αὐτῶν ἐκείνων τῶν χρόνων, καθ᾽ οὓς ἐκκλησίαι θεοῦ τὴν πᾶσαν Αἴγυπτον ἐκόσμουν τῆς δαιμονικῆς ἐνεργείας ἠρέμα καὶ κατὰ μικρὸν σβεννυμένης. ⌞ταῦτα δὲ αὐτοῖς ἔργοις τέλους ἐτύγχανε καθ᾽ ὃν χρόνον ἐκκλησίαι μὲν θεοῦ καθ᾽ ὅλης ἵδρυντο τῆς Αἰγύπτου, ἐπεδήμει δὲ αὐτὸς ὁ κύριος τοῖς Αἰγυπτίοις ἐπισκοπῶν τὰς ἐκκλησίας αὐτοῦ κατὰ τό· «ὅπου δύο ἢ τρεῖς σηνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν». οὕτω γοῦν αἱ μὲν ἐκκλησίαι τῇ αὐτοῦ διέλαμπον χάριτι, ἡ δὲ τῶν αὐτόθι δαιμόνων καθῃρεῖτο πλάνη.⌟ 〈Καὶ ἐπαναστήσονται Αἰγύπτιοι ἐπ᾽ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω〉.

ἀντὶ δὲ τοῦ· 〈καὶ ἐπαναστήσονται〉, ὁ Ἀκύλας· 〈καὶ στασιάσω〉 φησὶν 〈Αἰγυπτίους ἐν Αἰγυπτίοις〉, ὁ δὲ Σύμμαχος· 〈καὶ συμβαλῶ Αἰγυπτίους Αἰγυπτίοις〉, ὁ δὲ Θεοδοτίων· 〈καὶ συνταράξω Αἰγυπτίους ἐν Αἰγυπτίοις〉. ⌜καὶ ταῦτα δὲ ἐπληροῦτο μετὰ τὸ εὐαγγελικὸν κήρυγμα τὸ εἰς πᾶσαν διαδοθὲν τὴν Αἴγυπτον, ἐφ᾽ ᾧ τὰ μὲν ἄψυχα ξόανα τῆς ἐξ αἰῶνος ἀκινήτου στάσεως αὐτῶν ἐσαλεύετο, ὡς μηκέτι ἱδρῦσθαι καὶ βεβαίαν ἔχειν αὐτὰ στάσιν διὰ τὸν ἐγγενόμενον αὐτοῖς σάλον, οἱ δ᾽ ἐν αὐτοῖς ἐμφωλεύοντες δαίμονες πονηροί, τὸ μηδὲν ὄντες διηλέγχοντο ἐπὶ τούτοις. ὥσπερ γὰρ ἡ ἐμφύλιος στάσις καθ᾽ ὅλης διηγείρετο τῆς Αἰγύπτου, διισταμένων ἀπ᾽ ἀλλήλων καὶ τεμνομένων καὶ μεριζομένων κατ᾽ οἴκους καὶ κατὰ πόλεις τῶν τὴν χώραν οἰκούντων, τῷ τοὺς μὲν αὐτῶν προστρέχειν τῷ εὐαγγελικῷ κηρύγματι ἀναχωροῦντας τῆς δαιμονικῆς καὶ Αἰγυπτιακῆς πλάνης, τοὺς δὲ ἐναπομένοντας ἐν αὐτῇ πόλεμον ἄσπονδον κατὰ τούτων ἐγείρειν· οὕτως οὖν 〈ἐπανίσταντο Αἰγύπτιοι ἐπ᾽ Αἰγυπτίους〉,⌝ ‹〈ἐπολέμει τε ἄνθρωπος τὸν πλησίον αὐτοῦ καὶ ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ〉, ἀλλὰ καὶ 〈πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομὸν〉 ἐστασίαζον. ⌜〈νομοὶ〉 δὲ καλοῦνται παρ᾽ Αἰγυπτίοις εἰσέτι νῦν αἱ παρ᾽ αὐτοῖς χῶραι, αἳ καὶ αὐταὶ διίστανται πρὸς ἀλλήλας τῆς αὐτῆς ἕνεκεν ὑποθέσεως.

ἐχωρίζετο δὲ τῆς κατὰ θεὸν πολιτείας ὁ τῶν ἀθέων βίος, 〈καὶ νομὸς〉 ἐπηγείρετο 〈νομῷ〉, τοῦ εὐαγγελικοῦ νόμου τὰ τῶν Αἰγυπτίων ἀνατρέποντος νόμιμα, ὡς αὖ πάλιν τοῦ τῆς εἰδωλολατρίας νόμου πολεμοῦντος τὸν σωτήριον λόγον. ταῦτα δὲ πάντα ἐγίγνετο, τὴν ἐπὶ κακῷ συμφωνίαν τῶν Αἰγυπτίων καὶ τὴν ὁμόνοιαν αὐτῶν τὴν περὶ τὴν πολύθεον πλάνην καὶ συγχέοντος τοῦ ἐπιδημήσαντος αὐτοῖς κυρίου.⌝ ⌞διὸ εἴρηται κατὰ τὸν Ἀκύλαν· 〈καὶ στασιάσω Αἰγυπτίους Αἰγυπτίοις〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈〈καὶ〉 συμβαλῶ Αἰγυπτίους Αἰγυπτίοις〉. συγγενῆ δὲ τούτοις καὶ ἀδελφά, μᾶλλον δὲ τὰ αὐτὰ ἑτέροις ῥήμασιν αὐτὸς ὁ κύριος ἡμῶν ἐν Εὐαγγελίοις ἐδίδασκε λέγων· «Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν» καὶ τὰ ἑξῆς.⌟ ⌜τούτων δὲ γιγνομένων 〈ταραχθήσεσθαί〉 φησιν ὁ λόγος 〈τὸ πνεῦμα τῶν Αἰγυπτίων〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ ῥαγήσεται πνεῦμα Αἰγύπτου ἐν αὐτῇ〉, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈καὶ σχισθήσεται τὸ πνεῦμα Αἰγύπτου ἐν αὐτῇ〉, ὁ δὲ Ἀκύλας· 〈καὶ πλαδαρωθήσεται πνεῦμα Αἰγύπτου ἐν ἐγκάτῳ αὐτῆς〉.

τούτου δὲ 〈ῥηγνυμένου〉 καὶ 〈ταραττομένου〉 ἐπὶ τῇ τῆς ἐκκλησίας προκοπῇ τῶν τε Αἰγυπτίων 〈βουλὰς〉 πονηρὰς ἐπινοούντων, ἐγώ φησιν αὐτὸς ὁ κύριος 〈τὴν βουλὴν αὐτῶν διασκεδάσω〉.⌝ οἱ δὲ ἀποροῦντες ὅτι καὶ πράξουσι κατὰ τὸ παλαιὸν αὐτοῖς ἔθος ἐπὶ τοὺς νομιζομένους αὐτοῖς 〈θεοὺς〉 τραπήσονται χρησμοὺς καὶ μαντείας ληψόμενοι περὶ τῶν θορυβούντων αὐτοὺς πραγμάτων. διὸ λέλεκται· 〈καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς, φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους〉, ⌜μηκέτι δὲ μηδενὸς τούτων συνήθως αὐτοῖς φαινομένου εἰς ἐσχάτην ἐμπεσοῦνται ἀπορίαν.⌝ Ταῦτα μὲν οὖν πείσονται οἱ τὰς κατὰ μέρος χώρας οἰκοῦντες, ἀθρόως δὲ πᾶσαν αὐτὴν 〈τὴν Αἴγυπτον παραδοθήσεσθαι〉 ὁ λόγος φησὶν 〈εἰς χεῖρας κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὺς κυριεύσειν αὐτῶν〉. ⌜ἔνθα δηλοῦσθαι τὸν χρόνον ἡγοῦμαι τῆς τῶν θεσπιζομένων ἐκβάσεως· μεταβολὴν γὰρ ἔσεσθαι τῆς βασιλείας τῶν Αἰγυπτίων σημαίνει, κατὰ τοὺς χρόνους τῆς τοῦ κυρίου εἰς τὴν Αἴγυπτον ἀφίξεως. καὶ τίς οὐκ ἂν ἐκπλαγείη συμβάλλων τοὺς χρόνους τοὺς τοῦ σωτηρίου λόγου κηρύγματος καὶ τῆς ἐν τῷ αὐτῷ καταλύσεως τοῦ κατ᾽ Αἴγυπτον βασιλείου, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο μηκέτ᾽ αὐτῶν τοὺς πρότερον ἄρχοντας, λέγω δὲ τοὺς Πτολεμαίους κρατεῖν, Ῥωμαίους δ᾽ αὐτῶν κυρίους ἀποφανθῆναι.

ἀντὶ δὲ τοῦ· 〈καὶ βασιλεῖς σκληροί〉, ὁ μὲν Ἀκύλας· 〈καὶ βασιλεὺς κεκραταιωμένος ἐξουσιάσει αὐτῶν〉 εἴρηκεν, ὁ δὲ Σύμμαχος· 〈καὶ βασιλεὺς ἰσχυρὸς ἐξουσιάσει αὐτῶν〉, ὁ δὲ Θεοδοτίων· 〈καὶ βασιλεὺς ἰσχυρὸς κυριεύσει αὐτῶν〉. εἴποις δ᾽ ἂν τοῦτον εἶναι τὸν κατὰ τοὺς χρόνους τῆς γενέσεως τοῦ σωτῆρος ἡμῶν τῆς Ῥωμαίων μοναρχήσαντα βασιλείας. τότε γοῦν Αὔγουστος 〈κεκραταιωμένος〉 ἀληθῶς καὶ 〈ἰσχυρὸς βασιλεὺς〉 πρῶτος τὴν Αἴγυπτον ὑπέταξε Ῥωμαίοις, καθελὼν τὴν ἐκ μακροῦ κρατήσασαν διαδοχὴν τὴν τῶν παρ᾽ αὐτοῖς βασιλευσάντων Πτολεμαίων.⌝ καὶ οἱ μετὰ ταῦτα δὲ Ῥωμαίων αὐτοκράτορες 〈κεκραταιωμένοι〉 τῷ ὄντι καὶ 〈ἰσχυροὶ βασιλεῖς〉 ἢ καὶ 〈σκληροὶ〉 κατὰ τοὺς Ἑβδομήκοντα τὸ τῶν Αἰγυπτίων κατεδουλώσαντο ἔθνος, ὑφ᾽ ὧν ἀποστελλόμενοι κατὰ τοὺς χρόνους οἱ τῶν στρατιωτικῶν ἄρχοντες Αἰγύπτου 〈σκληρότερον〉 αὐτοῖς ἐκέχρηντο. διὸ περὶ αὐτῶν εἴρηται· 〈καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν〉, καὶ κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς 〈σκληροὶ κύριοι〉 οὗτοι, λέγω δὲ οἱ κατὰ μέρος ἄρχοντες, ὠνομάσθησαν.

Ἑξῆς τούτοις λέλεκται· 〈καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν〉, ⌜ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας· 〈καὶ ἀναποθήσεταί〉 φησιν 〈ὕδατα ἀπὸ θαλάσσης〉, ὁ δὲ Σύμμαχος· 〈καὶ ἀφανισθήσεται ὕδατα ἀπὸ τῆς θαλάσσης〉. τροπικῶς καὶ ὁ λόγος 〈θάλασσαν〉 ἐν τούτοις τὸ ταραχῶδες πλῆθος τῶν Αἰγυπτίων ᾐνίξατο.⌝ ⌞ὡς ξένον αὐτοῖς ξενίζεις ποτόν· μηκέτι γὰρ ὑφεστῶτος τοῦ 〈ποταμοῦ〉 μηδὲ ἑτέρου Αἰγυπτιακοῦ 〈ὕδατος〉, ἀλλὰ μηδὲ τοῦ θαλαττίου ἐπιτηδείου ὄντος πρὸς πόσιν νέον καὶ ξένον 〈ὕδωρ πίεσθαι〉 αὐτούς φησι. τοῦτο δὲ ἦν τὸ «ἐκ τῶν πηγῶν τοῦ σωτηρίου» παρὰ τοῦ κυρίου αὐτοῖς χορηγούμενον.⌟ ὥσπερ οὖν καὶ ἐν τοῖς μικρῷ πρόσθεν ἐδηλοῦτο ἐν τῷ· «Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς 〈θάλασσα〉 κυμαίνουσα, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς 〈ὕδωρ〉 ἠχήσει. ὡς 〈ὕδωρ〉 πολὺ ἔθνη πολλά», ἐν οἷς τὸ ταραχῶδες τῶν ἐθνῶν ὕδασι παρέβαλε καὶ ›〈θαλάττῃ〉 κυμαινούσῃ‹. τὸ δέ· 〈καὶ ὁ ποταμὸς ἐκλείψει〉 ⌜σημαντικὸν ἂν εἴη τοῦ μηκέτι τὴν βασιλείαν αὐτῶν ὑποστήσεσθαι.⌝ ὅτι δὲ ὁ φάσκων λόγος τὸν 〈ποταμὸν〉 τὸν τῶν Αἰγυπτίων 〈ἐκλείψειν〉 τὸ βασίλειον αὐτῶν ἐδήλου, παρεστήσαμεν ἤδη πρότερον ἐν τῇ προφητείᾳ τῇ περὶ τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσομένου. δι᾽ ἧς ἐλέγετο· «καὶ ἐπιβαλεῖ κύριος τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν 〈ποταμὸν〉 πνεύματι βιαίῳ καὶ πατάξει αὐτὸν εἰς ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν».

ὅμοια γὰρ ἦν κἀκεῖνα τοῖς μετὰ χεῖρας, δι᾽ ὧν εἴρηται· ὁ 〈δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος〉, καὶ διὰ τῶν ἔμπροσθεν δὲ ἐν οἷς ἐλέγετο· «ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον, οὗ οἱ 〈ποταμοὶ〉 διήρπασαν τὴν γῆν». οὐ περὶ σωματικῶν 〈ποταμῶν〉 ἦν ὁ λόγος, περὶ δὲ ὧν ἐν τοῖς Τόποις ἀποδεδώκαμεν· οὕτως κἀνταῦθα, εἰ λέγοι ἡ προφητεία 〈τὸν ποταμὸν ἐκλείψειν καὶ ξηρανθήσεσθαι〉 καὶ πάλιν μετὰ τὸν πρῶτον ἑτέρους 〈ποταμοὺς καὶ τὰς διώρυχας καὶ πᾶσαν συναγωγὴν ὕδατος ἐκλείψειν〉, αἰνίττεσθαί μοι δοκεῖ τῆς Αἰγυπτίων βασιλείας καὶ τῶν κατὰ μέρος πρότερον παρ᾽ αὐτοῖς ἀρχόντων τὴν κατάλυσιν. ἐπεὶ δὲ καὶ πολεμικαί τινες ἦσαν παρ᾽ αὐτοῖς δυνάμεις, καὶ τούτων τὰς συναγωγὰς αὐτοῖς καὶ βασιλεῦσι παυθήσεσθαι κατὰ τοὺς δηλουμένους χρόνους προφητεύει. ἀλλὰ γὰρ καθαιρεθείσης τῆς Αἰγύπτου βασιλείας τοὺς 〈ποταμοὺς〉 πραϋνθήσεσθαι καὶ ἠρεμήσειν θεσπίζει ἑξῆς ἐπιφέρων· «καὶ τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ 〈ποταμοὶ〉 αὐτῶν ὡς ἔλαιον πορεύσονται».

τούτοις ἑξῆς ἀφανισθήσεσθαί φησι πάντα τὰ πάλαι φύοντα, 〈κύκλῳ τοῦ ποταμοῦ κάλαμον〉, δηλαδὴ καὶ 〈πάπυρον καὶ τὸ ἄχι τὸ χλωρὸν〉 καὶ ἄλλα τινὰ τὰ ἐπ᾽ αὐτοῦ τοῦ 〈ποταμοῦ〉 βλαστῶντα, ὁποῖα πολλὰ κατὰ τῶν Αἰγυπτίων 〈ποταμὸν〉 ὁρᾶται. ⌜παντελῆ δὲ οἶμαι ξηρασίαν ὑδάτων διὰ τούτων σημαίνειν, ὡς μηδὲ ἴχνος νοτίδος ὑδάτων μήτ᾽ ἐν τῷ ποταμῷ φαίνεσθαι μήτ᾽ ἐν τῷ 〈ἕλει〉 μήτ᾽ ἀμφὶ τὸν ποταμὸν ἐκτὸς μήτ᾽ ἐν αὐτῷ μέσῳ μήτ᾽ ἐν 〈διώρυξι〉 μήτ᾽ ἐν στασίμοις ὕδασι· λεῖψιν δ᾽ ἀθρόως τούτων ἔσεσθαι ἁπάντων ὡς μηδαμοῦ τῆς Αἰγυπτίων γῆς ὕδατα ὑφεστάναι.⌝ εἰ μὲν οὖν ἐπὶ τούτοις καὶ ἀνθρώπων ἐπήγαγεν ἀφανισμὸν ἡ προφητεία, οὐδὲν ἐλείπετο ζητεῖν· ἀκόλουθον γὰρ ἦν τοῦ τοσούτου 〈ποταμοῦ〉 καὶ παντὸς 〈ὕδατος ἐκλιπόντος〉 πᾶν ζῷον ἀπόλλυσθαι τοῦ 〈ποταμοῦ〉 στερόμενον. νῦν δ᾽ ὅτε καὶ μετὰ τὴν τῶν ὑδάτων ἔκλειψιν πλήθους ἀνδρῶν γενησομένων ἐπὶ τῆς Αἰγύπτου μέμνηται, καὶ ὡς ἔσται θυσιαστήριον ἐν 〈Αἰγύπτῳ〉, καὶ ὡς θύσουσιν οἱ Αἰγύπτιοι 〈τῷ κυρίῳ, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον, ὃς σώσει αὐτούς, καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις〉.

τίς οὐκ ἂν εὐλόγως ζητήσειε, πῶς οὗτοι διαζήσονται τοῦ παντὸς ὕδατος ἐκλελοιπότος ὡς μηδὲ 〈χλωροῦ〉 μετέχειν τὴν χώραν; ⌜ἀλλ᾽ οὗτος ὁ λόγος καὶ τὸν οὐκ ἐθέλοντα βιάζεται ἐπὶ τροπικὴν μεταβαίνειν θεωρίαν, ὥστ᾽ ἐξ ἀνάγκης 〈ποταμοὺς〉 καὶ 〈ὕδατα〉 νοεῖν Αἰγύπτια ἤτοι τὰ πλήθη τῆς Αἰγυπτιακῆς δυνάμεως, ἢ τὴν βασιλείαν αὐτῶν τὴν πάλαι ποταμῶν δίκην πλημμυροῦσαν, ἢ καθ᾽ ἑτέραν ἐκδοχὴν τὴν παρὰ τοῖς Αἰγυπτίοις τὸ παλαιὸν ἀκμάζουσαν φιλοσοφίαν, περὶ ἧς λέλεκται· «καὶ ἐπαιδεύθη Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων»· πολλὴ γάρ τις ἦν αὕτη, καὶ μέγας ἦν ὁ παρ᾽ αὐτοῖς ῥέων 〈ποταμός〉, ὁ τῆς παρ᾽ αὐτοῖς θαυμαζομένης σοφίας λόγος. τούτου τε ὑπῆρχε μέρη πολλὰ κατακερματιζομένου εἰς πολλὰς 〈διώρυγας〉 καὶ εἰς πολλοὺς 〈ποταμοὺς〉 τοὺς καθ᾽ ἕκαστον τῶν παρ᾽ αὐτοῖς μαθητῶν λόγους, ἐξ ὧν ἔφυον οὐκ ἄμπελοι οὐδὲ ἐλαῖαι οὐδέ τι τῶν ἐγκάρπων καὶ ἀναγκαίων δένδρων, ἀλλὰ 〈πάπυρος καὶ κάλαμος καὶ τὸ χλωρὸν ἄχι〉.

Ἀλλὰ γὰρ 〈ἐκλιπόντων〉 τῶν Αἰγυπτιακῶν 〈ὑδάτων〉 οἱ θηραταὶ τῶν ἰχθύων, δηλαδὴ τῶν ἀνθρωπίνων ψυχῶν, 〈πενθήσειν〉 λέγονται.⌝ ⌞νοήσεις δὲ τοὺς ἐν τῇ προφητείᾳ λεγομένους 〈ἁλιεῖς〉 καὶ 〈ἀμφιβολεῖς〉 ἐξ ἑτέρων ἁλιέων καὶ σαγηνευτῶν, λέγω δὴ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν, οἷς ἔλεγε τό· «Δεῦτε καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων». εἰ γὰρ οὗτοι διὰ τῆς αὐτῶν διδασκαλίας ἐθήρευον τὰς τῶν ἀνθρώπων ψυχὰς ἕλκοντες ἐπὶ σωτηρίαν, διὰ τί οὐκ ἂν εἴποις καὶ τοὺς Αἰγυπτίων λεγομένους 〈ἁλιεῖς〉 καὶ 〈ἀμφιβολεῖς〉⌟ ⌜τοὺς πάλαι διδασκάλους τῆς παρ᾽ αὐτοῖς φιλοσοφίας εἶναι, οἳ διὰ τῆς Αἰγυπτιακῆς γοητείας ἐπαγίδευον ὥσπερ 〈ἀγκίστροις〉 δελεάζοντες τοὺς ὑπ᾽ αὐτῶν ἁλισκομένους. 〈σαγήνας〉 δὲ αὐτῶν νοήσεις ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν παραβολῆς, δι᾽ ἧς εἴρηται· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν 〈σαγήνῃ〉 βληθείσῃ εἰς τὴν θάλασσαν καὶ συλλαβούσῃ ἀπὸ παντὸς γένους ἰχθύων». ὥσπερ οὖν ἐν τῇ παραβολῇ οἱ ἄνθρωποι 〈ἰχθύες〉 εἴρηνται καὶ 〈σαγήνη〉 ὁ περὶ τῆς βασιλείας τῶν οὐρανῶν εὐαγγελικὸς λόγος, οὕτως καὶ ἐνταῦθα ἡ πολύπλοκος δεινότης τοῦ τῶν Αἰγυπτίων λόγου εἴη ἂν ἡ 〈σαγήνη〉 καὶ τὰ 〈ἀμφίβληστρα〉 ὁμοίως.

οἱ δὲ σαγηνευόμενοι καὶ ἁλισκόμενοι πρὸς αὐτῶν 〈ἰχθύες〉 ἂν εἶεν οἱ ταῖς ἀπατηλαῖς σοφιστείαις εἰς πᾶν εἶδος ἀθέου δεισιδαιμονίας ὑποσυρόμενοι. 〈στενάξειν〉 δὴ οὖν καὶ 〈πενθήσειν〉 λέγονται οἱ 〈ἀμφιβολεῖς〉 τῆς Αἰγύπτου, μηκέτ᾽ ἔχοντες ἐργασίαν διὰ τὸν ἐπιδημήσαντα αὐτοῖς κύριον καὶ τὴν πᾶσαν αὐτῶν σοφίαν ἀπολέσαντα κατὰ τό· «ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω».⌝ ⌜Οὕτω νοήσεις καὶ 〈τοὺς ἐργαζομένους τὸ λίνον〉, οὐ τὸ στερρὸν καὶ ἀρραγὲς ἀλλὰ 〈τὸ σχιστόν〉, δηλαδὴ λόγον διερρωγότα καὶ διεσχισμένον, καὶ 〈τὴν βύσσον〉 δὲ ὡσαύτως, ἐπεὶ καὶ αὐτὰ τοῦ Αἰγυπτίων ποταμοῦ μετεῖχεν ἐξ αὐτοῦ ἀρδόμενα. διὸ καὶ τοὺς τούτων φησὶν ἐργαστὰς 〈στενάξειν〉 ὁ λόγος· ὅτε μηκέτ᾽ αὐτοῖς πρὸς περιβολὴν καὶ κόσμον τῆς παρ᾽ αὐτοῖς σοφίας τὰ διὰ τούτων ὑφάσματα ηὐπορεῖτο. διὰ 〈λίνου〉 γὰρ ὥσπερ καὶ 〈βύσσου〉 κόσμον καὶ περιβολὴν ἑαυτοῖς περιενόουν πιθανοῖς τισι καὶ ἀπατηλοῖς λόγοις τὸ παρ᾽ αὐτοῖς ψεῦδος καλύπτοντες.⌝ οὐ μόνους δὲ τούτους ⌜〈στενάξειν〉, ἀλλὰ καὶ πάντας φησὶ 〈τοὺς ποιοῦντας〉 οὐ τὸν ἐξ ἀμπέλου οἶνον ἀλλὰ τὸν Αἰγυπτιακὸν 〈ζῦθον〉, ὃς καὶ αὐτὸς νόθος ἦν καὶ τεθολωμένος, ᾧ ἐκέχρηντο ἀντὶ ποτοῦ πρὶν αὐτοῖς ἐπιδημῆσαι τὸν κύριον. οἱ Αἰγύπτιοι καὶ τούτου δὲ ἐκλιπόντος εἰκότως 〈στενάξειν〉 λέγονται καὶ τὰς ψυχὰς ἀλγήσειν οἱ τούτου ποιηταί.

ταῦτα μὲν οὖν πείσεσθαι τοὺς τῆς Αἰγύπτου σοφιστὰς ἀπειλεῖ, ζυθοποιούς τινας ὄντας καὶ 〈λίνου σχιστοῦ〉 καὶ 〈βύσσου〉 ἐργάτας, ἰχθύων τε θηρευτάς, τὸν ποταμὸν τὸν Αἰγυπτιακὸν περιέποντας καὶ τὸν τῆς Αἰγυπτιακῆς σοφίας λόγον.⌝ οὗ ἀποτρέπων ἕτερος προφήτης ἐβόα λέγων· «τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γειών»;

Τὰ δ᾽ ἑξῆς ἐπιλεγόμενα περὶ ἀφανῶν ἀρχόντων, οἳ μάλιστα ταῖς μεγίσταις καὶ διαφανέσι τῆς Αἰγύπτου πόλεσιν ἐφήδρευόν ποτε, λέγω δὲ τῇ 〈Τάνει〉 καὶ τῇ 〈Μέμφει〉, θεσπίζεται, δι᾽ ὧν εἴρηται τοῦτον τὸν τρόπον· 〈καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται〉, καὶ πάλιν· 〈ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ ἐπλάνησαν τὴν Αἴγυπτον〉. κατὰ δὲ τὸν Σύμμαχον· 〈ἐκοπώθησαν οἱ ἄρχοντες Τάνεως, ἐνάρκησαν οἱ ἄρχοντες Μέμφεως, οἱ πλανήσαντες τὴν Αἴγυπτον〉· ⌜ἐν ταύταις γὰρ μάλιστά φασι τὴν πᾶσαν μαγγανείαν τῆς δαιμονικῆς εἰδωλολατρίας συνεστάναι πρότερον, ἐνταῦθά τε τὸ βασίλειον ἔχειν τοὺς ἐν τοῖς Μωσέως χρόνοις βασιλεύοντας τῆς Αἰγύπτου. διὸ λέλεκται ›ἐν πεδίῳ 〈Τάνεως〉 τὰ σημεῖα› γεγονέναι τὰ ἐπὶ Μωσέως καὶ ἐπὶ τοῦ παρόντος. τοιγαροῦν ἐπιδημήσαντος τοῦ κυρίου τῇ Αἰγύπτῳ σὺν τῷ Αἰγυπτίῳ ποταμῷ καὶ τοὺς δηλωθέντας ἀρχοντικοὺς δαίμονάς τινας 〈μωρανθήσεσθαί〉 φησι, καίπερ σοφίαν ἐπαγγελομένους ὅτ᾽ οὐ παρῆν αὐτοῖς ὁ κύριος. ἀλλὰ γὰρ ἔλεγχον αὐτοῖς ἐπῆγεν ὡς οὐδεμιᾶς μετεῖχον σοφίας· 〈μωροὶ〉 δὲ ἦσαν ἀληθῶς ἐπὶ τῇ τοῦ κυρίου παρουσίᾳ.⌝ τούτοις δὲ αὐτοῖς τοῖς εἰρημένοις ἀρχοντικοῖς δαίμοσιν ὡσπερεὶ συμβούλοις ἐχρῶντο οἱ τῆς Αἰγύπτου βασιλεῖς μαντείαις καὶ χρησμοῖς καὶ ταῖς λοιπαῖς δαιμονικαῖς ἀπάταις ἀποπλανώμενοι.

διὸ λέλεκται· 〈καὶ ἐπλάνησαν τὴν Αἴγυπτον〉. εἶθ᾽ ὡς πρὸς αὐτοὺς ἐκείνους τοὺς Αἰγυπτίους δαίμονας ὁ λόγος ἀποτείνεται φάσκων· 〈πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς〉; ⌜μηκέτι γὰρ ὑπάρχοντος ὑμῖν βασιλέως, πῶς οἷοί τε ἔσεσθε ἐπὶ συνέσει σεμνύνεσθαι; πῶς δὲ 〈υἱοὺς βασιλέων〉 παλαιῶν ἑαυτοὺς εἶναί φατε Ὧρον καὶ Ἶσιν καὶ Ὄσιριν καὶ Τυφῶνα προβαλλόμενοι καὶ θεῶν καὶ ἡρώων καὶ νεκύων γένη φάσκοντες τὸν πάλαι χρόνον τῆς Αἰγύπτου κεκρατηκέναι, ὧν θεῶν καὶ 〈βασιλέων υἱοὺς〉 καὶ ἀπογόνους ἑαυτοὺς εἶναί φατε ὑμεῖς οἱ διὰ τῆς προφητείας δηλούμενοι 〈ἄρχοντες Τάνεως〉 καὶ 〈Μέμφεως〉; πῶς δ᾽ ἂν εἴητε θεοὶ ἢ ποίας μετάσχοιτε ἂν σοφίας, μὴ δεδυνημένοι προγνῶναι μηδὲ προαγορεῦσαι τὸν ὑμέτερον ἔλεγχον καὶ τὴν τῆς βασιλείας κατάλυσιν, τούτων ὧν ἐτυγχάνετε σύμβουλοι, οὓς καὶ ἐπετρίβετε παντοίαις πλάναις περιβάλλοντες;⌝ τούτοις αὐτοῖς ἑξῆς καὶ αὐτῇ τῇ Αἰγύπτῳ προσφωνεῖ λέγων· 〈ποῦ εἰσι νῦν οἱ σοφοί σου; ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαὼθ ἐπ᾽ Αἴγυπτον. ποῦ δὲ οἱ σοφοί σου〉 θεοί, οἱ διὰ μαντειῶν καὶ χρησμῶν τὰ μέλλοντα ἔσεσθαι προφωνεῖν ἐπαγγελλόμενοι; παρίτωσαν εἰς μέσον καὶ λεγέτωσαν· 〈τί βεβούλευται κύριος σαβαὼθ ἐπ᾽ Αἴγυπτον〉;

ἀλλ᾽ οὐκ εἰσὶν οἱ λέγοντες· οὐδὲ γὰρ δαιμόνων ἦν πονηρῶν τὸ γιγνώσκειν τὴν τοῦ θεοῦ βουλήν, ἀλλ᾽ οὐδ᾽ ὅλως ὑπάρχουσι δαίμονες. 〈ἐξέλιπον〉 γὰρ 〈οἱ ἄρχοντες Τάνεως καὶ Μέμφεως〉 οἱ πάλαι 〈ὑψωθέντες〉 καὶ τὴν 〈Αἴγυπτον〉 κατὰ συγχώρησιν τοῦ κυρίου 〈πλανήσαντες〉· οὐ γὰρ ἀνίσχυον τῆς καθ᾽ ὅλου προνοίας ἐφορώσης τὸ πᾶν καὶ κατὰ μέρος ἐπισκοπούσης 〈πλανᾶν τὴν Αἴγυπτον〉 οἱ προλεχθέντες, εἰ μὴ αὐτὸς ὁ 〈κύριος〉 τοῦτ᾽ αὐτοῖς πρᾶξαι συνεχώρει 〈πνεῦμα πλανήσεως κεράσας〉 αὐτοῖς, διὸ 〈μεθυόντων〉 δίκην τοὺς Αἰγυπτίους 〈ἐπλάνων〉. τοσαύτη τε ἦν ἐξ αὐτῶν ἐγγινομένη τοῖς Αἰγυπτίοις μέθη, ὡς κατ᾽ αὐτὸ ἐοικέναι αὐτοὺς ἀνδρὶ 〈μεθύοντι ἅμα καὶ ἐμοῦντι〉 ἀπὸ τοῦ πλήθους τῆς ὑπερβαλλούσης μέθης. ⌜τεκμαίρεσθαι δέ ἐστι ταύτης τῆς μέθης τὴν ὑπερβολὴν ἀπὸ τοῦ μηδὲ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις εἰδωλολατρῆσαι αὐτούς, ἐκπεσεῖν δὲ καὶ μέχρι τῆς τῶν ἀλόγων ζῴων ἂν εἰδωλοποιήσεως. διὸ λέλεκται· 〈ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα〉,⌝ ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈ὡς πλανᾶται ὁ μεθύων ἐν τῷ ἐμεῖν αὐτόν〉.

ἔστι δὲ καὶ ἄλλως νοῆσαι τὸν κατὰ τὸ αὐτὸ 〈μεθύοντα καὶ ἐμοῦντα〉· τὸ γὰρ 〈ἅμα〉 συνάψαι ἑκάτερα, ὥστε καὶ 〈ἐμεῖν〉 καὶ πίνειν καὶ πίνοντα 〈μεθύειν〉 καὶ πάλιν 〈ἐμεῖν〉 καὶ αὖθις 〈ἐμοῦντα〉 διψῆν. ⌜τοιαύτῃ τινὶ μέθῃ τὰς τῶν Αἰγυπτίων 〈ἀπεπλάνησαν〉 ψυχὰς οἱ δηλωθέντες 〈ἄρχοντες Τάνεως καὶ Μέμφεως〉, οἷς αὐτὸς ὁ 〈κύριος πνεῦμα πλανήσεως ἐκέρασε〉· δαίμονες γὰρ ὄντες πονηροὶ καὶ δυνάμεις ἀντικείμεναι, ἐναντία τῷ θεῷ ἐφρόνουν καὶ θεομαχεῖν ἐπειρῶντο. διὸ παρεδόθησαν πλάνῃ τοῦ θεοῦ κρίναντος ἐπαξίως τῆς πονηρίας αὐτῶν πλάνῃ παραδοῦναι αὐτούς. οἱ δὲ τὴν σφῶν κακίαν ἐπὶ τοὺς Αἰγυπτίους ὥσπερ τινὰ ἰὸν θανατηφόρον ἐξέχεαν, 〈καὶ ἐπλάνησαν τὴν Αἴγυπτον, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα〉· ἀλλὰ καὶ τούτων αὐτῶν χάριν ἐπεδήμει ὁ κύριος τῇ Αἰγύπτῳ, ἵνα αὐτοὺς τῆς πλάνης ἀνανῆψαι ποιήσας μακρὰν αὐτῶν ἀποσκεδάσῃ τοὺς πλάνους.⌝ διὸ ἐπιλέγει· 〈καὶ οὐκέτι ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος〉· ⌜ἄπρακτα γὰρ αὐτοῖς ἔσται καὶ ἀνενέργητα τὰ πάλαι παρ᾽ αὐτοῖς συντελούμενα, ὡς μηδὲν ἔργον ἐν αὐτοῖς μήτ᾽ 〈ἀρχὴν〉 ἔχειν, μήτε 〈τέλος〉 τοῦ κυρίου καὶ τοῦτο ὡς ἀγαθοῦ ἐργασαμένου. πάλαι μὲν γὰρ ἐν τῇ παρ᾽ Αἰγυπτίοις τῆς πολυθέου πλάνης ἔργα 〈ἀρχὴν〉 ἔχοντα ἦν καὶ 〈τέλος〉 καί τινα νομιζομένην ἀκολουθίαν.

κατὰ δὲ τοὺς δηλουμένους χρόνους τῆς τοῦ κυρίου εἰς αὐτοὺς παρουσίας 〈οὐκέτ᾽ ἔσεσθαί〉 φησιν 〈ἔργον〉 παρ᾽ αὐτοῖς τοιοῦτον πλῆρες καὶ ὁλόκληρον καὶ τέλειον· ἀλλ᾽ εἰ καὶ εὑρεθείη ποτέ, ἀκέφαλον ἔσται καὶ ἄναρχον, ἀτελές τε καὶ ἀσυμπέραστον. ὃ δὴ καὶ ἔστιν ἔργῳ παραλαβεῖν, ἐπεὶ μὴ ἐκλέλοιπεν αὐτῶν παντελῶς ἡ εἰδωλολατρία. τοιαύτη δέ ἐστιν ὡς μήτε 〈κεφαλὴν〉 ἔχειν μήτε λόγον 〈εἰς τέλος〉 ἱκανούμενον.⌝ ⌜Κατὰ τοὺς ἀποδοθέντας χρόνους τῆς ἀφίξεως τοῦ κυρίου τῆς εἰς Αἴγυπτον οὐκέτ᾽ ἔσεσθαι φρόνημα τοῖς 〈Αἰγυπτίοις〉 ἀνδρικόν, 〈γυναικῶν〉 δὲ δίκην 〈ἐν τρόμῳ καὶ ἐν φόβῳ〉 διάξειν αὐτοὺς τὸν βίον διὰ τὴν ἐπαναστᾶσαν αὐτοῖς 〈χεῖρα〉 τοῦ θεοῦ θεσπίζει. 〈χεὶρ δὲ κυρίου〉 τίς ἂν νοηθείη ἑτέρα οὖσα παρὰ τὴν λεγομένην δεξιὰν αὐτοῦ, ἀλλ᾽ ἢ ἡ Ῥωμαϊκὴ δύναμις ἡ καθυποτάξασα τοὺς Αἰγυπτίους καὶ ὑποχειρίους ποιησαμένη διὰ τὴν τοῦ κυρίου παρουσίαν; οὕτω γάρ ποτε καὶ ὁ διάβολος πρὸς τὸν θεὸν ἀναγέγραπται εἰρηκὼς περὶ τοῦ Ἰώβ· «ἀλλὰ ἀπόστειλον τὴν 〈χεῖρά〉 σου καὶ ἅψαι πάντων, ὧν ἔχει· εἰ μὴν εἰς πρόσωπόν σου εὐλογήσει σε». ἡ τοίνυν διακονησαμένη τῷ βουλήματι τοῦ θεοῦ εἰς τὸ χειρώσασθαι τὴν Αἰγυπτίων ἀρχὴν δύναμις αὐτὴ δὲ ἦν, ἣ τοῦ Ῥωμαϊκοῦ στρατοῦ 〈χεὶρ〉 ὠνόμασται.

ὅπως δὲ 〈γυναικῶν〉 δίκην μετὰ 〈φόβου〉 καὶ ἀγωνίας Ῥωμαίοις δουλεύουσιν 〈Αἰγύπτιοι〉, οὐδὲν δεῖ λέγειν.⌝ ἀλλὰ καὶ ἡ 〈χώρα τῶν Ἰουδαίων〉 γέγονε τοῖς τὴν παρουσίαν τοῦ κυρίου παραδεδεγμένοις 〈Αἰγυπτίοις εἰς φόβητρον〉· ⌜〈χώραν〉 δὲ 〈Ἰουδαίων〉 οὐκ ἂν ἁμάρτοις τὴν θείαν εἰπὼν γραφήν, ἣν δι᾽ ὑπερβολὴν εὐλαβείας καὶ πίστεως οἱ τὸν κύριον ἐπεγνωκότες «μετὰ φόβου καὶ τρόμου» καὶ εὐλαβείας προσίενται, οὐκέθ᾽ ὡς τὸ πρὶν βλασφημοῦντες αὐτήν, ἀλλὰ τιμῶντες καὶ σέβοντες διὰ τὸν ἐν αὐτῇ κηρυττόμενον κύριον. διὸ πᾶς ὁ ὀνομάζων αὐτὴν αὐτοῖς 〈φόβον〉 θεοῦ ἐμποιεῖ αὐτοῖς· «ἀρχὴ δὲ σοφίας 〈φόβος〉 κυρίου».⌝ Κατὰ δὲ τὸν αὐτὸν χρόνον, καθ᾽ ὃν ταῦτ᾽ ἔσεσθαι προφητεύεται, 〈πέντε πόλεις ἐν Αἰγύπτῳ〉 συστήσεσθαί φησιν ὁ λόγος, οὐ τῇ Αἰγυπτίων 〈γλώττῃ〉 ἀλλὰ τῇ 〈Χανανίτιδι〉 χρωμένας ⌜〈καὶ ὀμνυούσας〉, οὐ τοὺς πατρῴους θεούς, οὓς ἐνόμιζον πάλαι πρότερον, ἀλλ᾽ 〈ἐν τῷ ὀνόματι κυρίου σαβαὼθ〉 τοῦ παρὰ Ἰουδαίοις γνωριζομένου θεοῦ. οὗτος δὲ ἦν ὁ «ἐπὶ νεφέλης κούφης» ἐπιδημήσας αὐτοῖς.⌝ θαυμάσαι δέ ἐστιν ἐπακούοντα Αἰγυπτίων καλούντων τῇ Ἑβραϊκῇ φωνῇ, ἣν αὐτοὶ Αἰγύπτιοι 〈Χανανῖτιν γλῶτταν〉 ὠνόμαζον· ἐπειδὰν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ Ἑβραϊκῶν φωνῶν μνημονεύωσιν, οἷον τοῦ ‹ἁληλουϊὰ› καὶ τοῦ ‹ἀμὴν› καὶ τοῦ ‹σαβαὼθ› καὶ τῶν ἄλλων τῶν ἐν τῇ θείᾳ φερομένων γραφῇ.

ὡς δὲ καὶ τὸν κύριον ἐπόμνυνται ὅρκιον αὐτοῦ ποιούμενοι τοὔνομα καὶ τῶν πατρῴων θεῶν τὸν παρὰ Ἰουδαίοις μόνοις γνωριζόμενον 〈κύριον σαβαὼθ〉 προτιμῶντες, οὐδὲν δεῖ λέγειν τῆς ἀληθείας αὐτῆς τὴν προφητικὴν ἐπισφραγιζομένης φωνήν. ⌜εἰ δὲ 〈πέντε〉 λέγονται 〈πόλεις〉 αἱ θεσπιζόμεναι, ἀλλ᾽ οὐ χρὴ ἀγνοεῖν, ὡς αἱ 〈πέντε μία〉 τυγχάνουσι. διὸ καὶ ἓν ὄνομα κατὰ πασῶν ἐπιλέγεται τὸ 〈Ἀσεδέκ〉, ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν 〈ἡλίου〉· τίνα οὖν εἴποις ἂν ταύτην εἶναι ἢ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν, κατὰ μὲν τοὺς Ἑβδομήκοντα καλουμένην 〈Ἀσεδέκ〉, ὃ δὴ σημαίνει 〈δικαιοσύνης〉, κατὰ δὲ τὸν Σύμμαχον 〈ἡλίου〉, περὶ οὗ λέλεκται· «τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος 〈δικαιοσύνης〉, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ», κατὰ δὲ τὸ ἀκριβὲς τῆς Ἑβραϊκῆς λέξεως ἡ 〈Ἀρεόπολις〉 λέλεκται.

ὅπερ οὕτως ἂν ἑρμηνευθείη· 〈πόλις τῆς γῆς κληθήσεται ἡ μία πόλις〉· αὕτη γὰρ μόνη καθ᾽ ὅλης τῆς γῆς ἵδρυται τῷ θεῷ 〈πόλις〉, ὡς εἰρῆσθαι περὶ αὐτῆς· «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ 〈πόλις〉 τοῦ θεοῦ». 〈πέντε〉 δὲ 〈πόλεις〉 τοῦ θεοῦ ἐν τῇ ἐκκλησίᾳ εἶεν ἂν αἱ διάφοροι πολιτεῖαι εἰς 〈πέντε〉 τάγματα διῃρημέναι· εἰ γοῦν τις ἀριθμήσειε τὸ πρῶτον τῶν προέδρων τάγμα καὶ τὸ δεύτερον τῶν πρεσβυτέρων τό τε τῶν διακόνων τρίτον καὶ τῶν ἐν Χριστῷ πεφωτισμένων τέταρτον καὶ ἐπὶ τούτοις τὸ τῶν ἐν εἰσαγωγῇ τυγχανόντων, εἴσεται ὡς 〈πέντε〉 τάγματα ταῦτα πολιτεύεται ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· διὸ 〈πέντε πόλεις〉 ὑπὸ 〈μίαν〉 εἴρηνται 〈λαλοῦσαι τῇ γλώσσῃ τῇ〉 πάλαι νομιζομένῃ παρ᾽ Αἰγυπτίοις 〈Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου σαβαώθ〉.⌝ τὸ δὲ θαῦμα τοῦ λόγου ἴδοι ἄν τις ἐπιστήσας, ὅπως Αἰγύπτιοι οἱ πάλαι δεισιδαιμονέστατοι καὶ Ἰουδαίων μὲν ὄντες ἐκ τοῦ παντὸς μισηταί, τὸν δὲ θεὸν τὸν παρ᾽ αὐτοῖς βλασφημεῖν εἰωθότες, οὗτοι ταῖς Ἰουδαϊκαῖς χρώμενοι γραφαῖς τοῦ παρὰ Ἰουδαίοις χρηματίζοντος 〈κυρίου σαβαὼθ〉 τὸν φόβον ἀνειλήφασιν, ὡς τὸ ὄνομα αὐτοῦ ὅρκον ἑαυτοῖς τίθεσθαι. 〈ἡλίου〉 δὲ καὶ φωτὸς 〈πόλιν〉 εἰκότως τὴν ἐκκλησίαν ὠνόμασε διὰ τὸν Χριστὸν τοῦ θεοῦ ‹φῶς ὄντα τὸ φωτίζον› «πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον».

διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈πόλις ἡλίου κληθήσεται ἡ μία πόλις〉. ⌜Προφητεύσας ὁ λόγος περὶ πόλεως θεοῦ ἐν Αἰγύπτῳ συστησομένης καὶ τῶν ἐν τῇ πόλει διαφόρων ταγμάτων, ἀκολούθως 〈θυσιαστηρίου〉 ἐν τῇ πόλει τοῦ θεοῦ γενησομένου μνημονεύει καὶ τοῦτο ἔσεσθαι παραδόξως· τῶν γὰρ πάλαι παρ᾽ Αἰγυπτίοις νομιζομένων θεῶν ἀπολωλότων καὶ ‹τοῦ ποταμοῦ αὐτῶν ἐκλελοιπότος› καὶ ‹τῶν ἀρχόντων Τάνεως καὶ Μέμφεως ἀπομωρανθέντων›, τῶν τε προκαταλεχθέντων ἁπάντων ἐπὶ πέρας ἀχθέντων τῷ παρὰ Ἰουδαίοις νομιζομένῳ κυρίῳ 〈θυσιαστήριόν〉 φησι συστήσεσθαι. ὃ δὴ καὶ ἡ τῶν πραγμάτων ἔκβασις ὀφθαλμοῖς ἡμῖν αὐτοῖς δείκνυσιν, ὡς μηκέτ᾽ εἰς μέλλοντα καιρὸν προσδοκᾶν τοῦ λόγου τὸ ἀποτέλεσμα.

ὡς δὲ «μία πίστις» καὶ «ἓν βάπτισμα» καὶ μία ἐκκλησία εἴρηται, οὕτω καὶ 〈θυσιαστήριον〉 ἓν τὰ καθ᾽ ὅλης τῆς Αἰγύπτου εἰρημένα ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ θυσιαστήρια τυγχάνει, καὶ μία δὲ 〈στήλη〉 εὐαγγελικὴ γραφὴ σὺν τῷ θυσιαστηρίῳ ἐν τῇ δηλωθείσῃ πόλει συνέστη, διορίζουσα τοὺς ἀπίστους τῶν Αἰγυπτίων καὶ ἀφορίζουσα αὐτοὺς τῶν πιστῶν.⌝ διὸ εἴρηται· 〈καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς〉· ⌜ἡ μὲν οὖν ἀνωτέρω ‹φόβητρον τοῖς Αἰγυπτίοις ἔσεσθαι› λεγομένη «χώρα τῶν Ἰουδαίων» τὴν Ἰουδαϊκὴν ᾐνίττετο γραφὴν καὶ τὸν τῆς παλαιᾶς διαθήκης λόγον, ἡ δὲ τῷ Χριστοῦ 〈θυσιαστηρίῳ〉 συνεζευγμένη 〈στήλη〉 τὸ τῆς καινῆς διαθήκης εἴη ἂν εὐαγγέλιον, διορίζον τοὺς εἰς τὸν Χριστὸν πιστεύσαντας τῶν Αἰγυπτίων ἀπὸ τῶν ἀπίστων.⌝ Πρὸς τούτοις 〈ἔσται〉 φησὶν 〈εἰς σημεῖον εἰς τὸν αἰῶνα κύριος ἐν χώρᾳ Αἰγύπτου〉. ⌜διὸ τῷ 〈σημείῳ〉 τούτῳ κατασφραγίζεσθαι μεμαθηκότες οἱ τὸν κύριον παραδεδεγμένοι Αἰγύπτιοι φυλακτηρίῳ τούτῳ κέχρηνται, ὥστε ἐν ταῖς θλίψεσιν αὐτῷ 〈σημείῳ〉 βοηθῷ χρωμένους ἀναβοᾶν καὶ ἐπικαλεῖσθαι 〈τὸν κύριον διὰ τοὺς θλίβοντας αὐτούς〉· τίνες δ᾽ ἦσαν οὗτοι, ἀλλ᾽ ἢ οἱ ἐναπομείναντες ἐν τῇ ἀπιστίᾳ Αἰγύπτιοι, περὶ ὧν κατ᾽ ἀρχὰς ἐλέγετο τῆς προφητείας· «καὶ ἐπαναστήσονται Αἰγύπτιοι ἐπ᾽ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν».⌝ τούτων δὲ 〈θλιβόντων〉 καὶ διωκόντων τοὺς τῷ θεῷ προσφεύγοντας οἱ μὲν θλιβόμενοι βοήσουσι 〈πρὸς κύριον〉, ὁ δὲ τὸν Χριστὸν αὐτοῦ παραχρῆμα παρίστησιν αὐτοῖς 〈σωτῆρα〉, διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· 〈καὶ ἀποστελεῖ αὐτοῖς σωτῆρα καὶ ὑπερμαχήσει αὐτῶν〉, λευκότατα Ἰησοῦν τὸν 〈σωτῆρα〉 ἡμῶν· τοῦτο γὰρ ἑρμηνεύει τοὔνομα θεσπίζοντος τοῦ λόγου.

ἀντὶ δὲ τοῦ· 〈καὶ σώσει αὐτούς, κρίνων σώσει αὐτούς〉, ὁ Σύμμαχος 〈καὶ ὑπερμαχήσει αὐτῶν καὶ ἐξελεῖται αὐτοὺς〉 εἴρηκε. τίς δὲ αὐτοὺς 〈ἐξελεῖται〉 ἢ ὁ ἀποστελλόμενος βοηθῆσαι τοῖς δι᾽ αὐτὸν θλιβομένοις 〈σωτήρ; κρίνων δὲ σώσει αὐτούς〉, εἰ εὕροι ἀξίους σωτηρίας ἀοράτῳ χειρὶ καὶ διακρίσει 〈τοὺς θλίβοντας〉 μετερχόμενος.

Τούτῳ γοῦν μάλιστα τῷ τρόπῳ 〈γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ〉, δῆλον δ᾽ ὅτι ἐν τῷ τῆς θλίψεως αὐτῶν καιρῷ. εἶτ᾽ εὐχάριστοι εἶναι μεμαθηκότες ἀποδώσουσιν αὐτῷ τὰς 〈θυσίας〉, ἅτε δὴ ἐσχηκότες παρ᾽ ἑαυτοῖς 〈θυσιαστήριον〉 καὶ ἱερᾶσθαι τῷ θεῷ κατηξιωμένοι. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈καὶ προσοίσουσι θυσίαν καὶ προσφοράν〉. ἔνθα δὴ ἐπιστῆσαι τὸν νοῦν ἀναγκαῖον ὡς καινοῦ νόμου καὶ καινῆς διαθήκης εἰσαγωγὴν ὁ λόγος παρίστησι· τοῦ γὰρ Μωσέως νόμου διαγορεύσαντος μὴ ἐκτὸς τῆς Ἰερουσαλὴμ ἑστάναι 〈θυσιαστήριον〉 μηδ᾽ ἑτέρας φυλῆς ἢ μόνης τῆς Λευιτικῆς ἱερᾶσθαι τῷ θεῷ, ἡ προφητεία ἐν Αἰγύπτῳ ἵστησι τῷ θεῷ 〈θυσιαστήριον〉 καὶ ἱερεῖς τὸ γένος Αἰγυπτίους τῷ τῶν προφητῶν κυρίῳ 〈θυσίας καὶ προσφορὰς〉 ἀνοίσειν θεσπίζει. φησὶ δέ που ὁ θεῖος Ἀπόστολος· «μετατιθεμένης δὲ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίγνεται». τούτοις ἑξῆς ἐπιφέρει· 〈καὶ εὔξονται〉, δῆλον δ᾽ ὅτι οἱ Αἰγύπτιοι, 〈εὐχὴν τῷ κυρίῳ καὶ ἀποδώσουσιν〉· ἐπαγγελλόμενοι γὰρ ἐν ταῖς 〈εὐχαῖς〉 καὶ τὰς πρεπούσας τῷ θεῷ ἐπαγγελίας οὐ παραβήσονται, διὸ μέχρι θανάτου τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ὑπομένουσιν.

Εἶτ᾽ ἐπιλέγεται· 〈καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς κύριον〉· ⌜«ἐπεὶ γὰρ ὃν ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται», εἰκότως καὶ 〈τοὺς Αἰγυπτίους πατάσσει〉 ἀγαπῶν, ἐπειδὰν ἐν χρείᾳ γένωνται παιδείας καὶ ἐπιστροφῆς ἀλλ᾽ οὐκ εἰς μακρόν· μηδὲν δὲ ὑπερθέμενος 〈ἰᾶται αὐτοὺς ἰάσει〉.⌝ Κατὰ δὲ τὴν αὐτὴν 〈ἡμέραν〉, τοῦτ᾽ ἔστι κατὰ τὸν δηλούμενον χρόνον, 〈ἔσται〉 φησὶν 〈ὁδὸς Αἰγυπτίοις πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. ⌜Ἀσσυρίους〉 δ᾽ ἐνταῦθα οἶμαι καλεῖν τὴν γραφὴν τοὺς νῦν καλουμένους Σύρους· καὶ τὸ παλαιὸν δὲ οἱ τὴν Συρίαν καὶ τὴν Μεσοποταμίαν οἰκοῦντες 〈Ἀσσύριοι〉 ἐχρημάτιζον. ἐχθροὶ δὲ ἦσαν οἱ Αἰγύπτιοι καὶ Ἀσσύριοι καὶ πολέμιοι διετέλουν ὄντες ἐκ τοῦ παντός, νῦν δ᾽ ὁ παρὼν λόγος κοινωνίαν αὐτοῖς καὶ ἐπιμιξίαν θεσπίζει, ὅπερ οὐδ᾽ ἄλλοτε γέγονε πώποτε· πρὸ γὰρ τῆς Ῥωμαίων ἀρχῆς ἰδιάζοντας εἶχον βασιλέας οἵ τε Αἰγύπτιοι καὶ οἱ Ἀσσύριοι. καὶ Αἰγύπτιοι μὲν τοὺς Πτολεμαίους, Σύροι δὲ τοὺς ἀπὸ Ἀντιόχου καὶ Δημητρίου· ὧν μέση κειμένη ἡ Ἰουδαία ἰδίως καὶ αὐτὴ ὑπὸ οἰκείοις ἄρχουσιν ἐκυβερνᾶτο. μεμεσολαβημένον δὲ τὸ Ἰουδαίων ἔθνος, ποτὲ μὲν ὑπὸ Σύρων ἐπολεμεῖτο, ποτὲ δὲ ὑπὸ τῶν Πτολεμαίων.

ἀλλὰ καὶ Αἰγυπτίοις ἐτύγχανον οἱ Σύροι πολέμιοι, Αἰγύπτιοί τε τοῖς Σύροις διεμάχοντο ὡς ἄμικτα εἶναι αὐτοῖς καὶ ἀδιάβατα τὰ τῆς πρὸς ἀλλήλους πορείας. τοιαῦτα μὲν οὖν ἐτύγχανον τὰ παλαιά, μετὰ δὲ τὴν ἄφιξιν τοῦ κυρίου τὴν εἰς Αἴγυπτον εἰρήνην βαθυτάτην, κοινωνίαν τε καὶ ἐπιμιξίαν ὁ παρὼν λόγος αὐτοῖς εὐαγγελίζεται⌝ λέγων· 〈ἔσται ὁδὸς Αἰγυπτίοις πρὸς Ἀσσυρίους, καὶ ἐλεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. καὶ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Αἰγυπτίοις καὶ ἐν τοῖς Ἀσσυρίοις εὐλογημένος〉. ⌜ὁμοῦ δὴ οὖν συνάγει τοὺς πάλαι ἐχθροὺς καὶ πολεμίους, λέγω δὲ Σύρους καὶ Αἰγυπτίους καὶ τὸν Ἰσραήλ, μιᾶς τε εὐλογίας τῆς παρὰ τοῦ θεοῦ τεύξεσθαι αὐτούς φησιν· ὡς μηκέτι μέγα φρονεῖν τὸν Ἰσραὴλ μηδὲ κατεπαίρεσθαι τῶν ἄλλων, ὡς μόνον ὄντα 〈εὐλογημένον〉⌝ καὶ ὡς μόνον ὑπάρχοντα λαὸν τοῦ θεοῦ. πλὴν ἀλλὰ καὶ οὕτως ἔχοντας δουλεύσειν τοῖς Ἀσσυρίοις, λέγω δὴ τοῖς Σύροις, τοὺς Αἰγυπτίους ἡ προφητεία διδάσκει. ⌜τίς οὖν ὀφθαλμοῖς θεωρῶν στρατόπεδα Ῥωμαϊκὰ Σύρων ἀνδρῶν κατὰ κεφαλῆς τῶν Αἰγυπτίων ἐγκαθήμενα, Αἰγυπτίους τε τούτοις δουλεύοντας, οὐκ ἂν ἐκπλαγείη τὴν τῆς προφητείας ἔκβασιν;

τίς δ᾽ οὐ θαυμάσεται ὁρῶν Αἰγυπτίους ἀδεῶς ἐπὶ τὴν Σύρων διαβαίνοντας χώραν, Σύρους τε ἀκωλύτως ἐπιβαίνοντας τοῖς Αἰγυπτίοις, δυνάμει τε ἀρχοντικῆς ἐξουσίας καταδουλουμένους αὐτούς; τὸ δὲ πάντων παραδοξότατον τοῦτ᾽ ἦν ἄρα τὸ κατὰ τὸν αὐτὸν χρόνον καὶ παρὰ Σύροις καὶ παρὰ Αἰγυπτίοις καὶ ἐν τῇ γῇ τοῦ Ἰσραὴλ λαοὺς ἔσεσθαι τῷ θεῷ καὶ τούτους 〈εὐλογημένους〉, ὡς μηδὲν διαφέρειν μηκέτι τὸν Ἰσραὴλ τοῦ Αἰγυπτίου μηδὲ τοῦ Σύρου μηδὲν διαλλάττειν παρὰ θεῷ κρείττω τὸν Σύρον τοῦ Ἰσραὴλ μηδὲ τοῦ Αἰγυπτίου μηδ᾽ αὖ πάλιν τὸν Αἰγύπτιον ἐλαττοῦσθαι παρὰ τῷ θεῷ τοῦ Ἰσραὴλ ἢ τοῦ Σύρου.⌝ τοσαύτης μεθέξειν ἀγαθῶν κοινωνίας τοὺς πάλαι ἀλλήλων ἐχθροὺς καὶ πολεμίους ἐπὶ τῇ τοῦ κυρίου παρουσίᾳ φησίν. ὁ μὲν οὖν λαὸς τοῦ κυρίου ὁ ἐπ᾽ αὐτῆς Αἰγύπτου συνεστώς, ὡσαύτως καὶ ὁ ἐπὶ τῆς Σύρων χώρας ἄντικρυς ὁρᾶται διὰ τῆς τῶν ἐκκλησιῶν πολυπληθείας, ὁ δὲ ἐκ τοῦ Ἰσραηλιτικοῦ γένους λαὸς κατὰ τοὺς χρόνους τοῦ εὐαγγελικοῦ κηρύγματος ἤκμαζε, καθ᾽ οὓς οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν καὶ οἱ ἀπόστολοι καὶ πάντες οἱ εὐαγγελισταί, οἵ τε ἐκ περιτομῆς τὸν Χριστὸν τοῦ θεοῦ ἐπεγνωκότες ὁμοίως τοῖς Αἰγυπτίοις καὶ τοῖς Σύροις ἐθεοσέβουν, διὸ μιᾶς καὶ τῆς αὐτῆς εὐλογίας παρὰ τοῦ θεοῦ κοινῇ πάντες ἠξιοῦντο.

διὸ λέλεκται· 〈Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ἰσραήλ〉, κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· 〈Εὐλογημένος ὁ λαός μου Αἴγυπτος καὶ Ἀσσούρ〉, ὡς ἂν μή τις τοὺς ἐν Αἰγύπτῳ Ἰουδαίους δηλοῦσθαι νομίσειεν, ἀλλ᾽ αὐτοὺς Αἰγυπτίους καὶ αὐτοὺς Σύρους. ⌜ἐὰν δὲ λέγηται· 〈Ἰσραὴλ τρίτος ἐν τοῖς Αἰγυπτίοις καὶ ἐν τοῖς Ἀσσυρίοις〉 ἔσεσθαι 〈εὐλογημένος ἐν τῇ γῇ, ἣν εὐλόγησεν κύριος σαβαώθ〉, μὴ ἑτέραν εἶναι νομίζωμεν τὴν γῆν τῆς ἐκκλησίας τοῦ θεοῦ. 〈Ἰσραὴλ〉 δὲ νοεῖσθαι δύναται καὶ πᾶς ὁ χορὸς τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους προεξεληλυθότων τοῦ βίου. διὸ λέλεκται· 〈καὶ ἡ κληρονομία μου Ἰσραήλ〉· «ὅτε γὰρ διεμέριζεν ὁ ὕψιστος ἔθνη, ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». ἀλλὰ τότε μὲν μόνος Ἰσραήλ, νῦν δὲ καὶ Αἰγύπτιοι 〈λαὸς〉 αὐτοῦ εἴρηνται καὶ 〈λαὸς εὐλογημένος〉 καὶ Ἀσσύριοι ὁμοίως.

τὸ δέ· 〈ἐν τῇ γῇ, ἣν εὐλόγησε κύριος σαβαώθ〉, ἔχοι ἂν τὴν ἀναφορὰν καὶ ἐπὶ τὴν ἐπουράνιον, περὶ ἧς φησιν ὁ σωτήρ· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν 〈γῆν〉»,⌝ ⌞ἔνθα καὶ ‹ἡ ἐπουράνιός ἐστιν Ἰερουσαλὴμ καὶ τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον τοῦ θεοῦ›.⌟ ⌜Δόξει τὰ προκείμενα ἐναντία εἶναι τοῖς ἀρτίως εἰρημένοις, δι᾽ ὧν ἔσεσθαι Αἰγυπτίων καὶ Ἀσσυρίων ἐπιμιξίαν εἰρηνικὴν ὁ λόγος ἐδήλου, νῦν δὲ 〈τὸν βασιλέα τῶν Ἀσσυρίων〉 αἰχμαλώτους λήψεσθαί φησι τῶν Αἰγυπτίων τοὺς 〈νεανίσκους〉 καὶ τοὺς 〈πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους〉. εὑρεθείη δ᾽ ἂν λύσις τῆς ἀπορίας, εἰ ἐπιστήσαιμεν τῷ τρόπῳ τοῦ προφητικοῦ πνεύματος. ὡς γὰρ τῇ Αἰγύπτῳ προσέσχε, συνεῖδε μὲν καὶ τὰ παραυτίκα τοῖς Αἰγυπτίοις μέλλοντα ἔσεσθαι κατὰ τὸν τοῦ προφήτου χρόνον, ἀπέβλεψε δὲ καὶ ἐπὶ τὰ μακροῖς ὕστερον χρόνοις ἀποβησόμενα χρηστὰ περὶ τὴν τῶν Αἰγυπτίων χώραν. εἶτα πρῶτα τὰ χρηστὰ θεσπίσας διὰ τῶν ἔμπροσθεν, ἐπὶ τὰ παραχρῆμα γενησόμενα μεταβαίνει. λυπηρὰ δὲ τοῖς Αἰγυπτίοις ταῦτα ἦν· ἃ καὶ οὐκ εἰς μακρὸν ἐπληροῦτο κατ᾽ αὐτοὺς ἐκείνους, καθ᾽ οὓς ὁ προφήτης ἐγνωρίζετο χρόνους.

ἀναγκαίως δὲ τὸ θεῖον πνεῦμα τοῖς περὶ τῆς τοῦ κυρίου εἰς τὴν Αἴγυπτον ἀφίξεως καὶ περὶ τῶν ἐν ταύτῃ γενησομένων τοῖς Αἰγυπτίοις ἀγαθῶν θεσπίσαντα παραχρῆμα μέλλοντα τέλους τυγχάνειν συνῆψεν, ἵν᾽ ἀπὸ τῆς τῶν παρόντων ἐκβάσεως καὶ τὰ μακροῖς ὕστερον χρόνοις μέλλοντα γίγνεσθαι πιστευθείη τοῖς τότε τηνικαῦτα τῶν προφητικῶν λόγων ἐπακούουσιν.

οὐκ ἦν οὖν ἐναντία τὰ προκείμενα τοῖς διὰ τῶν ἔμπροσθεν πεπροφητευομένοις· τὰ μὲν γὰρ εἰς τοὺς ἐπελευσομένους χρόνους ἀνέπεμπε, τὰ δὲ περὶ τῶν ἔγγιστα γενησομένων ἀνεφώνει.⌝ κατὰ γὰρ τοὺς τοῦ προφήτου Ἠσαΐου χρόνους τοῦ τῶν Ἀσσυρίων βασιλέως ὑπάρχοντος, ὅστις ἐπιβὰς τῷ Παλαιστίνων ἔθνει τὴν 〈Ἄζωτον〉 εἷλε μεγίστην οὖσαν τότε καὶ διαφανεστάτην τῶν τῇδε πόλεων, ἧς ἁλούσης προστάττεται ὁ προφήτης ἑνὶ πρόξενον χρώμενος ἐνδύματι δι᾽ ἀκρότητα φιλοσοφίας, καὶ τοῦτο οὐκ ἐξ ἐρέας, ἀλλ᾽ ἐκ τριχῶν αἰγείων ὑφασμένον τοῦτ᾽ αὐτὸ ἀποθέσθαι, ὡς παντελῶς καταστῆναι 〈γυμνὸν〉 διὰ τὸ μὴ δεύτερον ἔχειν ἐπὶ τοῦ χρωτὸς περίβλημα, καὶ 〈τὰ σανδάλια〉 δέ, ἢ 〈ὑποδήματα〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, περιελεῖν, ⌜ταῦτα δὲ πράξαντος τὰ ὅμοια πείσεσθαι τῷ τοῦ προφήτου σχήματι τοὺς Αἰγυπτίους πολεμηθέντας ὑπὸ Ἀσσυρίων φησὶν ὁ θεός· 〈γυμνοὺς〉 γὰρ 〈καὶ ἀνυποδέτους ἀπαχθήσεσθαι〉, οὐ μόνους ἀλλὰ καὶ τοὺς ἐπικουρήσειν αὐτοῖς καὶ συμμαχήσειν ἐλπισθέντας 〈Αἰθίοπας〉· τῷ γὰρ πλήθει τῶν Αἰθιόπων καὶ τῇ τούτων χειρὶ μεγάλα κατ᾽ ἐκεῖνο καιροῦ δυναμένων θαρσοῦντες οἱ Αἰγύπτιοι, καταφρονητικῶς εἶχον τῶν Ἀσσυρίων. ἀλλ᾽ ὁ θεὸς τὸ μέλλον προφαίνει λέγων· 〈Ὃν τρόπον πεπόρευται ὁ παῖς μου Ἠσαΐας γυμνὸς καὶ ἀνυπόδετος⌝ τρία ἔτη, ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις〉.

Ὅρα αὐτοὺς πολεμουμένους ὑπὸ τῶν Ἀσσυρίων 〈γυμνούς〉 τε 〈καὶ ἀνυποδέτους ἀπαγομένους〉 κατὰ τὴν εἰκόνα, ἣν δι᾽ αὐτοὺς ὁ προφήτης ὑπέμεινε. διὸ ἐπιλέγει ἑξῆς· 〈οὕτως γυμνοὺς καὶ ἀνυποδέτους καὶ ἀνακεκαλυμμένους τὴν αἰσχύνην ἀπάξει αἰχμαλώτους ὁ βασιλεὺς τῶν Ἀσσυρίων τοὺς Αἰγυπτίους καὶ τοὺς Αἰθίοπας〉. ἁλόντων δὲ τῶν Αἰθιόπων 〈καταισχυνθήσονται οἱ Αἰγύπτιοι〉 ⌜ἐρυθριῶντες, ἐφ᾽ οἷς ἐθάρσουν καὶ 〈ἐπεποίθεισαν〉, ὡς καταγιγνώσκειν καὶ μέμφεσθαι αὐτοὺς ἑαυτοῖς⌝ 〈τοὺς κατοικοῦντας ἐν τῇ νήσῳ ταύτῃ〉, δῆλον δ᾽ ὅτι ἐν τῇ Αἰγυπτίων χώρᾳ. 〈νῆσον〉 δὲ αὐτὴν ὠνόμασε διὰ τὸ πανταχόθεν περιρρεῖσθαι καὶ κυκλοῦσθαι ὑπὸ τοῦ ἐν αὐτῇ ποταμοῦ. ἐροῦσι δέ φησι καταγινώσκοντες ἑαυτῶν καὶ μεταμελόμενοι, ὅτι δὴ ἐπ᾽ ἀνθρώπους, ἀλλ᾽ οὐκ ἐπὶ τὸν τῶν ὅλων θεὸν τὰς ἑαυτῶν ἀνήρτησαν ἐλπίδας. 〈καὶ πῶς〉 αὐτοὶ δυνησόμεθα 〈σωθῆναι〉, ὁπότε ταῦτα πεπόνθασιν οἱ προσδοκήσαντες ἡμῖν ἔσεσθαι βοηθοί. ⌜θαυμάσαι δέ ἐστιν τὸν προφητικὸν βίον, ὃν ὁ μὲν Ἀπόστολος παρέστησεν εἰπών· «περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι». ἡ δὲ παροῦσα γραφὴ τὸν Ἠσαΐαν ἑνὶ ἐνδύματι σάκκῳ κεχρημένον εἰσάγει, πενθοῦντα δηλαδὴ καὶ ἀποκλαόμενον τοὺς διὰ τὰς οἰκείας ἀσεβείας μακρὰν ἀποπίπτοντας τοῦ θεοῦ.