Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Προφητείες κατά της ερήμου, της Ιδουμαίας, της Ιερουσαλήμ και της Τύρου (Ησ. 21-23)

Το όραμα της τελικής πτώσης της Βαβυλώνας, προειδοποιήσεις για την Ιδουμαία και την Αραβία, ο θρήνος για την πολιορκία της Ιερουσαλήμ και η ερήμωση της Τύρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 8 από 25

τὸ δὲ κελευσθέντα 〈γυμνὸν〉 βαδίσαι καὶ μὴ μελλῆσαι, πρᾶξαι δὲ τοῦτο παραχρῆμα ἐπ᾽ ὀφθαλμοῖς τῶν παρόντων αὐτῷ, μεγίστης ὑπακοῆς καὶ προθυμίας τῆς πρὸς τὸν θεὸν γένοιτ᾽ ἂν δεῖγμα, παραστήματός τε καὶ φρονήματος ἐπῃρμένου, πᾶσαν τὴν παρὰ ἀνθρώποις δόξαν ἐν οὐδενὶ τιθεμένου.⌝ Ζητῶν τὰ προκείμενα σῶσαι πρὸς λέξιν ἀφορμὰς οἶμαι λαμβάνειν ἀπὸ τῶν ἐμπεριεχομένων ἐν αὐτοῖς λόγων, ἐν οἷς εἴρηται· «Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη»· ἄντικρυς γὰρ ταῦτα περὶ Βαβυλῶνος εἴρηται. καὶ προϊὼν αὖθις ὁ λόγος φησίν· 〈ἐπ᾽ ἐμὲ οἱ Ἐλαμῖται, καὶ πρέσβεις τῶν Περσῶν ἐπ᾽ ἐμὲ ἔρχονται〉, ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· 〈ἀνάστηθι Ἐλάμ, πολιορκεῖτε Μῆδοι〉. καὶ ἡ Ἑβραϊκὴ δὲ φωνὴ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ 〈Μήδων〉 ἐν τούτοις ἐμνημόνευσαν· οὗτοι δέ εἰσιν οἱ τὴν Βαβυλωνίων καθελόντες ἀρχήν, ὡς ἐδήλου διὰ τῶν ἔμπροσθεν ἡ περὶ Βαβυλῶνος προφητεία, δι᾽ ἧς ἐλέγετο· «ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους». ⌞Πέρσαι γοῦν Μήδους οὐκ εἰς μακρὰν διαδεξάμενοι τὰ λείψανα τῆς Βαβυλῶνος καθεῖλον· εἰκότως γοῦν περὶ Βαβυλῶνος τὰ προκείμενα εἰρῆσθαι ἡγοῦμαι. τί δὲ βούλεται ὁ λόγος φάσκων· 〈τὸ ὅραμα τῆς ἐρήμου〉; ἐντεῦθεν ἤδη Βαβυλῶνα 〈ἔρημον〉 ὀνομάζει διὰ τὰ θεσπισθέντα περὶ τῆς ἐρημίας αὐτῆς.⌟ 〈τὸ ὅραμα〉 τοίνυν 〈τῆς ἐρήμου θαλάσσης〉 τὴν Βαβυλῶνος ἐρημωθεῖσαν 〈θάλασσαν〉 σημαίνει.

εἰ δέ τις ἔροιτο, τί βούλεται ἐνταῦθα κείμενος ἀκαίρως ὁ περὶ Βαβυλῶνος λόγος ἅπαξ διὰ τῶν ἔμπροσθεν τῆς περὶ Βαβυλῶνος προφητείας πεπληρωμένως ἀποδοθείσης, ἐροῦμεν ὅτι ἐπειδὴ «ὁ τῶν Ἀσσυρίων βασιλεὺς τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ τὴν αἰχμαλωσίαν Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους» ‹ἀπάξειν› ἐλέγετο ἀρτίως, ἀναγκαίως ὁ λόγος ὁποῖα καὶ αὐτοῖς ὅσον οὐδέπω συμβήσεται τοῖς Ἀσσυρίοις σημαίνει· ὥσπερ γὰρ Αἰγυπτίους ὁ θεὸς μετήρχετο δικαίᾳ κρίσει διὰ τῆς ἐφόδου τῶν Ἀσσυρίων, οὕτως καὶ τοὺς Ἀσσυρίους Μήδοις παραδιδοὺς καθῄρει τῆς μεγαλαυχίας καὶ Μήδους αὖθις ὑπέταττε Πέρσαις καὶ αὖ πάλιν τούτους δι᾽ ἑτέρων ἐσωφρόνιζεν· οὕτω δὴ σῴζοιτ᾽ ἂν ὁ εἱρμὸς τῶν προκειμένων.

μετά γε μὴν τὴν προγραφὴν 〈τὸ ὅραμα〉 τῆς ἐρημωθείσης 〈θαλάσσης〉 περιέχουσαν ἐπάγει ὁ λόγος· 〈Ὡς καταιγὶς δι᾽ ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι〉. ⌜ἐκ προσώπου τῆς Βαβυλῶνος αὐτῆς οἶμαι ταῦτα λέγεσθαι, ὡσπερεὶ ἀκοὴν παραδεξαμένης τῶν μελλόντων ἐπιέναι αὐτῇ κακῶν, εὐχομένης τε παρελθεῖν τὴν ἀκοὴν καὶ μὴ γενέσθαι τὰ προσδοκώμενα.⌝ διό φησι· 〈φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι, ὥσπερ καταιγὶς δι᾽ ἐρήμου διέλθοι〉· γένοιτο γὰρ αὐτό φησι διελθεῖν καὶ ἀντιπαρελθεῖν 〈καταιγίδι ἐξ ἐρήμου ἐρχομένῃ〉 ἐοικός· εἰ γὰρ καὶ αὐτὴ μόνη τοῦ 〈ὁράματος〉 ἡ ἀκοὴ γνωσθεῖσά μοι σκληρά τέ τις καὶ ἐπίφοβος τυγχάνει, ποταπὴ ἄρα ἔσται αὐτή, εἰ ἐπέλθοι δίκην 〈καταιγίδος ἐξ ἐρήμου ἐρχομένης〉, ἀλλὰ 〈διέλθοι〉 γε αὐτὴ καὶ παραδράμοι μηδὲ ἐπελθοῦσα κατ᾽ ἐμοῦ στηριχθείη. μανθάνω γὰρ ὅτι ὁ 〈ἀθετῶν ἀθετεῖ καὶ ὁ ἀνομῶν ἀνομεῖ〉, καὶ ἐπ᾽ ὀνόματος δὲ ἤκουσα παρὰ τῶν ἀπαγγειλάντων μοι, ὡς ἄρα 〈οἱ Ἐλαμῖται〉 καὶ οἱ Μῆδοι 〈ἐπ᾽ ἐμὲ ἔρχονται〉 πρόδρομοι ὄντες οὗτοι 〈Περσῶν〉· διὸ οὐκ ἄν τις ἁμάρτοι εἰπὼν 〈πρέσβεις〉 εἶναι 〈Περσῶν〉.

τί οὖν πράξαιμι τῆς τούτων 〈καταιγίδος〉 ἐπιβαίνειν μοι μελλούσης, ⌜ἀλλὰ ὡς ἔοικε 〈νῦν στενάξω〉, ὅπερ πρότερον οὐκ ἔπραττον, ὑπερήφανος οὖσα καὶ κατεπαιρομένη τῶν λοιπῶν ἐθνῶν ὡς ἑτέροις ἐμποιεῖν στεναγμούς. 〈νῦν〉 δὲ αὐτὴ ἐγὼ ἡ Βαβυλὼν καὶ ὁ ἐν ἐμοὶ λαὸς 〈στενάξω καὶ παρακαλέσω ἐμαυτὴν〉 διὰ τοῦ στεναγμοῦ.

Ἐπειδὴ καθήψατό μου ἡ περὶ τῶν λεχθέντων ἀγγελία, ἧς ἕνεκα 〈ἐπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως〉 πάλαι κατεσφιγμένη καὶ νεανιευομένη, ὀδύνη τε καὶ πόνοι κατέσχον με ὡς μηδὲν διαφέρειν ἐμὲ τὴν Βαβυλῶνα τὴν πάλαι ἑτέροις οὖσαν φοβερὰν γυναικὸς 〈τικτούσης〉. ταῦτα δέ μοι συμβέβηκεν, ἐπειδήπερ ὁμολογῶ 〈ἠδικηκέναι〉, ὅτε μηδενὸς 〈ἤκουον〉 τῶν παραινούντων μοι καὶ ὅτε σπουδὴν ἐποιούμην 〈μηδὲν〉 ὀρθὸν 〈βλέπειν〉. διό φησι, νῦν ἐξομολογουμένη φημί· 〈ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. πλανᾶται ἡ καρδία μου, καὶ ἡ ἀνομία μου βαπτίζει με,⌝ ἡ καρδία μου ἐφέστηκεν εἰς φόβον〉. ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἐποίησεν· 〈ἐπλανήθη ἡ ψυχή μου, ἡ καρδία μου ἐταράχθη, ἐθορύβησέ με τὸ ἀτάραχον τῆς εὐδοκίας μου, ἐποίησέ με εἰς ἔκστασιν〉. ⌜Ταῦτα μὲν οὖν οἶμαι λελέχθαι τῷ προφήτῃ προσωποποιοῦντι τὴν Βαβυλῶνα καὶ ὡς ἐξ αὐτῆς ἢ καὶ τοῦ ἐν αὐτῇ κατοικοῦντος ἔθνους τὰ εἰρημένα προενηνεγμένα. τὸ προφητικὸν πνεῦμα πρὸς τοὺς Μήδους καὶ τοὺς Ἐλαμίτας καὶ πρὸς τοὺς πρέσβεις τῶν Περσῶν ἀποτείνεται, διεγεῖρον καὶ παρορμῶν αὐτοὺς ἐπὶ τὸν κατὰ τῶν Βαβυλωνίων πόλεμον. διὸ ὡς πρὸς αὐτούς φησιν· 〈ἑτοίμασον τὴν τράπεζαν· φάγετε,⌝ πίετε· ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς〉.

ταῦτα δὲ λέγω φησὶν ἐγὼ ὁ προφήτης τῷ πνεύματι τῷ προφητικῷ κινούμενος, ἐπειδήπερ 〈ὅτι οὕτως εἶπε κύριος πρός με Βαδίσας στῆσον σεαυτῷ σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀπάγγειλον〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὃ 〈ἂν ἴδῃ ἀπαγγειλάτω〉, δηλονότι ὁ 〈σκοπός〉.

Εἶτά φησιν ἐστάθη ὁ 〈σκοπὸς〉 κατὰ τὸ πρόσταγμα κυρίου 〈καὶ εἶδεν ἀναβάτας ἱππεῖς δύο〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈καὶ εἶδεν ἅρμα ζεῦγος ἵππων〉. τοῦτο μὲν οὖν πρῶτον ἐθεάσατο, μετὰ δὲ τὴν τῶν 〈ἵππων συνωρίδα〉 ἄλλους 〈δύο ἱππεῖς〉 ὁρᾷ, τὸν μὲν 〈ὄνῳ〉 ὀχούμενον, τὸν δὲ 〈καμήλῳ〉. ⌜σημεῖα δὲ καὶ σύμβολα ἦν ταῦτα τῆς τῶν πολεμίων παρατάξεως, ὧν οἱ μὲν ἐφ᾽ 〈ἁρμάτων〉 ὀχούμενοι ἐπῄεσαν, οἱ δὲ ἐπὶ νωτοφόρων τὰ δέοντα πρὸς τὰς χρείας ἐπαγομένων.⌝ ταῦτα μὲν οὖν 〈εἶδεν ὁ σκοπός〉, ὃν ἐκέλευσεν ὁ θεὸς τῷ προφήτῃ· 〈ἀκρόασαί〉 φησιν 〈ἀκρόασιν πολλὴν καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν〉. προστάττει δὴ τὰ ὦτα ἑαυτοῦ παρασχεῖν εἰς τὸ ἀκοῦσαι τοῦ μέλλοντος ῥηθήσεσθαι λόγου 〈καὶ καλέσαι Οὐρίαν εἰς τὴν σκοπιάν〉. ⌜ἀντὶ δὲ τοῦ 〈Οὐρίαν〉 ὁ μὲν Ἀκύλας 〈λέοντα〉, ὁ δὲ Σύμμαχος 〈λέαιναν〉, ὁ δὲ Θεοδοτίων 〈Ἀριὴλ〉 ἐξέδωκεν. οὐδεὶς δὲ τούτων 〈Οὐρίαν〉 ὠνόμασεν, ἐπεὶ μηδὲ ἡ Ἑβραϊκὴ φωνὴ ἐμνημόνευσε τοῦ 〈Οὐρία〉.⌝ ὅτε μὲν γὰρ διὰ τῶν ἔμπροσθεν ‹〈Οὐρίου τοῦ ἱερέως› μνήμην ἐποιεῖτο, ἄλλοις στοιχείοις ἐσημειοῦτο τὸν ἄνδρα, νῦν δ᾽ ἄλλῃ φωνῇ καὶ ἑτέροις στοιχείοις ἡ Ἑβραϊκὴ λέξις τὸν 〈λέοντα〉 σημαίνει ἢ τὴν 〈λέαιναν〉 κατὰ τὸν Σύμμαχον.

προστάττει τοίνυν ὁ κύριος τῷ προφήτῃ 〈ἀκροάσασθαι ἀκρόασιν πολλὴν〉 ⌜τὴν ῥηθήσεσθαι μέλλουσαν ἔπειτα ἢ τὴν 〈λέαιναν〉 ἢ τὸν 〈Ἀριὴλ καλέσαι〉, ὅπως καὶ αὐτὸς ἐλθὼν ὑπὸ τοῦ 〈σκοποῦ〉 θεαθείη τοῦ προφήτου ἅμα τῷ 〈σκοπῷ〉 θεωμένου. ὃ δὴ σημαίνει λέγων ἑξῆς·⌝ 〈Ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα〉· ⌜εἱστήκει τοίνυν καὶ ὁ προφήτης ἅμα τῷ 〈σκοπῷ〉 καραδοκῶν τὴν μέλλουσαν ὀφθήσεσθαι αὐτοῖς ὄψιν τοῦ 〈λέοντος〉 ἢ τῆς 〈λεαίνης〉 ἢ τοῦ 〈Ἀριήλ〉. διακαρτερήσας δὲ τὸν 〈πάντα〉 τῆς 〈ἡμέρας〉 καὶ τὸν τῆς 〈νυκτὸς〉 χρόνον ἐπιλέγει· 〈καὶ ἰδοὺ αὐτὸς ἔρχεται〉. τίς δὲ οὗτος ἢ ὁ 〈Ἀριὴλ〉 ἐπιβεβηκὼς 〈συνωρίδι〉; διό φησι· 〈καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἐπιβάτης συνωρίδος〉. τίς δὲ οὗτος ἄρα ἦν ἢ τιμωρός τις ἄγγελος, δι᾽ οὗ τὰ τῆς πολιορκίας τῆς Βαβυλῶνος ἤμελλε πληροῦσθαι; τάχα που 〈Ἀριὴλ〉 ὀνομαζόμενος ἢ αὐτὸς ὢν ἐκεῖνος ὁ «ὡς λέων ὠρυόμενος καὶ περιπατῶν ζητεῖ τίνα καταπίῃ». καὶ δὴ θεασάμενος αὐτὸν ὁ προφήτης, συνεῖδεν ὡς τιμωρητικὸς ὢν ἄγγελος τὴν τῆς Βαβυλῶνος ἀπώλειαν ἐργάσεται.

διὸ ἐπιβοᾷ λέγων· 〈Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη εἰς τὴν γῆν〉· ὡς γὰρ ταῦτα πρᾶξαι κεκελευσμένου τοῦ 〈Ἀριήλ〉, ταύτην ἠφίει τὴν φωνὴν ὁ προφήτης.⌝ δύο τοίνυν διὰ τούτων 〈σκοποὶ〉 παρίστανται καὶ δύο θεωρούμεναι ὄψεις· ὁ μὲν γὰρ πρῶτος 〈σκοπὸς〉 ἑώρα 〈ἀναβάτας ἱππεῖς δύο καὶ ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου〉, ὁ δὲ δεύτερος αὐτὸς ὢν ὁ προφήτης οὐκέτι 〈ἀναβάτας καμήλων〉 οὐδὲ 〈ὄνων〉, ἀλλ᾽ 〈ἐπιβάτην συνωρίδος〉 ἑώρα, τὸν 〈λέοντα〉 ἢ τὸν 〈Ἀριήλ〉, ἐφ᾽ ᾧ τὴν πτῶσιν τῆς Βαβυλῶνος καὶ τὴν συντριβὴν τῶν νομιζομένων αὐτῆς θεῶν ἐδήλου. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα τῶν θεῶν αὐτῆς συνετρίβη〉. ὁ μὲν οὖν πρῶτος 〈σκοπὸς〉 ὑποδεέστερος ὢν τοῦ προφήτου τὸ πλῆθος ἑώρα τῶν μελλόντων ἐπιέναι τῇ Βαβυλῶνι πολεμίων ἀνδρῶν, ὁ δὲ δεύτερος αὐτὸς ὢν ὁ προφήτης τὴν ἀπορρητοτέραν ὄψιν ἐθεώρει ἀγγελικὴν ὡς οἶμαι οὖσαν, δι᾽ ἧς τὰ τῆς πτώσεως Βαβυλῶνος ἐνηργεῖτο. εἰκότως οὖν ἐπείπερ ἤμελλε τὸ πνεῦμα τὸ προφητικὸν ἀναβοᾶν καὶ λέγειν· 〈Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ χειροποίητα αὐτῆς συνετρίβη〉, προλαβὼν εἶπεν ὁ κύριος τῷ προφήτῃ 〈ἀκρόασαι ἀκρόασιν πολλήν〉, ταύτην αὐτὴν δηλονότι τὴν περὶ τῆς Βαβυλῶνος καὶ τῶν 〈ἀγαλμάτων〉 αὐτῆς λεχθεῖσαν.

οἶμαι δὲ διὰ τούτων σημαίνεσθαι τῆς Ἀσσυρίων βασιλείας τὴν παντελῆ καθαίρεσιν θεοῦ κρίσει γενομένην· οὐκ ἂν δὲ ἐφάνη, ὅτι μωρὸς οὗτος ἄγγελος, εἰ μὴ βέβλητο ὑπὸ τοῦ προφήτου κατὰ πρόσταξιν τοῦ θεοῦ.

Τούτων δὲ οὕτω πραχθέντων ὁ προφήτης λοιπὸν ἐκφαίνει ταῦτα, 〈ἅπερ ἤκουσέ〉 τε καὶ εἶδε 〈τοῖς καταλελειμμένοις καὶ ὀδυνωμένοις〉 ἐν τῷ λαῷ. βραχεῖς δέ τινες ἦσαν οὗτοι οἱ τὰ κατὰ τοῦ λαοῦ ἀποδυρόμενοι μόνοι περιλειφθέντες ἀπὸ τῆς τῶν πολλῶν πλάνης, οἷς ὁ προφήτης προσφωνεῖ λέγων· 〈ἀκούσατε ἃ ἤκουσα〉 παρὰ 〈κυρίου σαβαώθ· ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ὑμῖν〉· ⌜ἃ γὰρ ἐμοὶ ἀπεκάλυψε, ταῦτα καὶ 〈ὑμῖν〉 ἐξέφηνεν ὡς δι᾽ ἑρμηνέως ἐμοῦ.⌝ τοῦτο τέλος τῆς περὶ Αἰγύπτου προφητείας, μεθ᾽ ἣν ὁ λόγος μεταβαίνει ἐφ᾽ ἑτέραν ὑπόθεσιν.

Οὐκ ἀργῶς οὐδὲ τὴν περὶ τούτων προφητείαν πεποίηται ὁ λόγος, ἀλλ᾽ ἐπειδὴ καὶ οὗτοι πολέμιοι τοῦ Ἰσραὴλ ἦσαν συνεχῶς αὐτοῖς ἐπιτιθέμενοι, μαρτυρεῖ τούτοις ἡ ἱστορία καὶ ὁ λέγων Ψαλμός· «ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ Ἁγαρηνοί, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ». ὁρᾷς ὅπως πρὸ πάντων τῶν πολεμίων τοῦ λαοῦ τοὺς Ἰδουμαίους τίθησιν· ἔθνος δὲ τοῦτ᾽ ἦν μέγιστον ἀμφὶ τοῖς Πέτραν τῆς Ἀραβίας ἐκ τοῦ Ἠσαῦ τὴν διαδοχὴν κατάγον. Ἠσαῦ δὲ ἀδελφὸς ἦν τοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραήλ, ἐξ οὗ πάντες Ἰουδαῖοι. ἀδελφῶν οὖν ὑπῆρχον τέκνα οἵ τε Ἰδουμαῖοι καὶ Ἰουδαῖοι· Ἐδὼμ γὰρ ἐκαλεῖτο Ἠσαῦ, διὸ καὶ οἱ ἐξ αὐτοῦ Ἰδουμαῖοι. ἐπεὶ τοίνυν συνεχῶς ἐπανίσταντο οἱ Ἰδουμαῖοι τῷ Ἰσραήλ, εἰκότως καὶ τὸ περὶ τούτων ὅραμα θεωρεῖ ὁ προφήτης προλέγων τὰ καὶ αὐτοῖς συμβησόμενα. ⌜ἔοικε δὲ τοῖς ἑαυτοῦ γνωρίμοις ὁ θεὸς προσφωνεῖν λέγων· 〈Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηείρ〉· τοὺς γὰρ φεύγοντας 〈παρὰ τοῦ Σηεὶρ〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς 〈πρὸς ἐμὲ καλεῖ〉 φησι. 〈Σηεὶρ〉 δὲ ἐκαλεῖτο τὸ ἐν τῇ Ἀραβίᾳ ὄρος τοῦ Ἠσαῦ, ἐν ᾧ συνειστήκει αὐτοῦ τὰ βασίλεια· γνωρίζεται δὲ τοῖς ἐπιχωρίοις εἰσέτι καὶ νῦν οὕτω καλούμενον. τοῖς οὖν ἀγωνιῶσι τὸν ἀπὸ τῶν Ἰδουμαίων φόβον φάσκει· 〈πρὸς ἐμὲ〉 σπεύδοντες ἥκετε, καὶ παρ᾽ ἐμοὶ γενόμενοι 〈φυλάσσετε〉 τὰς ἑαυτῶν 〈ἐπάλξεις〉.

Κἀγὼ δὲ 〈φυλάξω〉 ὑμᾶς δι᾽ ἡμέρας καὶ 〈διὰ νυκτὸς〉 καὶ 〈παρ᾽ ἐμοὶ〉 γένεσθε. εἴ τις οὖν ἐν ὑμῖν βοηθείας δεῖται, παρ᾽ ἐμοῦ 〈ζητείτω〉 τὴν βοήθειαν, καὶ εἴ τις τῆς αὐτοῦ πεφρόντικε σωτηρίας, 〈παρ᾽ ἐμοὶ οἰκείτω〉. ταῦτα οὖν εἰρῆσθαί μοι δοκεῖ πρὸς τοὺς ἐπτοημένους τὸν φόβον τῶν Ἰδουμαίων, οὓς πρὸς ἑαυτὸν ἀνακαλεῖται ὁ θεὸς ἐπαγγελλόμενος τὴν παρ᾽ αὐτοῦ βοήθειαν, εἰ παραμένοιεν αὐτῷ.⌝ Τὰ δ᾽ ἑξῆς ὁ προφήτης ἑτέρας ὑποθέσεως ἐπιλαβόμενος φάσκει ληφθεὶς ὑπὸ τοῦ ἁγίου πνεύματος, διὸ καὶ 〈λῆμμα〉 ἐκάλει τὸν λόγον. ὅπερ 〈λῆμμα〉 οὐκέτι περὶ τῶν Ἰδουμαίων μόνων ἦν, ἀλλὰ καὶ περὶ τῶν λοιπῶν τῶν τὴν Ἀραβίαν οἰκούντων, ἐχθρῶν καὶ αὐτῶν καὶ πολεμίων ὄντων τοῦ Ἰσραήλ, πρὸς οὕς φησιν· εἰ δὴ πάντοτε θρασυνόμενοι ᾧ οὗτοι κατεπαίρεσθαι εἰώθατε τοῦ ἐμοῦ λαοῦ, νῦν γοῦν μαθόντες τὰ ὅσον οὔπω ὑμᾶς μετελευσόμενα παύσασθε τῆς ἀπονοίας. ⌜ἤδη γὰρ ἐπιστάντων τῶν κατακοπτόντων ὑμᾶς πολεμίων, οἱ μὲν πλεῖστοι τῶν ἐν ὑμῖν ἀπολοῦνται, εἷς δέ που καὶ δεύτερος, ἢ καὶ σφόδρα τινὲς βραχεῖς εἰ περισωθεῖεν φυγῇ τὴν σωτηρίαν ποριζόμενοι, τούτοις αὐτοῖς ἐγὼ παρακελεύομαι ὡσανεὶ φεύγουσι καὶ ἐκ τῆς φυγῆς παρειμένοις ἤδη καὶ ἐκλελυμμένοις 〈ἄρτον〉 καὶ 〈ὕδωρ〉 παρασκευάζειν, μηκέτι γοῦν πόλιν οἰκεῖν ἔχοντες, οὗτοι 〈ἐν δρυμῷ〉 καὶ ἐν ἐρήμοις τόποις καταλαβούσης αὐτοὺς 〈ἑσπέρας κοιμηθήσονται〉.

ἀλλ᾽ ἵνα μὴ λιμῷ διαφθαρεῖεν, κεκμηκόσιν αὐτοῖς καὶ διψῶσιν ἀπὸ καμάτου προσφέρειν 〈ἄρτον〉 καὶ ποτὸν παρακελεύομαι. ταῦτα δὲ πρὸς ὑμᾶς φημι τοὺς τὴν 〈Θεμὰν〉 οὕτω καλουμένην χώραν οἰκοῦντας, οὓς πρέπει δεξιῶς ἀποδέχεσθαι καὶ φιλανθρωπεύεσθαι τοὺς φυγάδας, οἳ μηδὲ πόλιν ἔτι κατοικεῖν δυνάμενοι 〈ἐν ὁδοῖς〉 καὶ δρυμοῖς αὐλισθήσονται. διὸ μὴ παρίδητε οἰκτρῶς οὕτως λιμῷ διαφθειρομένους τοὺς διασωθέντας ἐκ τῆς τῶν πολεμίων 〈μαχαίρας〉, οἳ μόγις ἐκ τοσούτου 〈πλήθους〉 δεδύνηνται διαφυγεῖν τῶν λοιπῶν ἀπολωλότων ἢ καὶ ἀποπλανηθέντων ἐν ἑτέροις ἀπῳκισμένοις τόποις.⌝ Ταῦτα δὲ ἐκφήνας προσέταξεν ὁ θεὸς οὐκ εἰς μακρὸν ἀποβησόμενα· οὐδὲ γὰρ ὅλος 〈ἐνιαυτὸς〉 παρελεύσεται, μεθ᾽ ὃν ἡ πάλαι ἐπηρμένη καὶ τοῖς πᾶσιν ἐπίσημος καὶ διαφανὴς 〈τῶν υἱῶν Κηδὰρ〉 πόλις ἀφανισθήσεται, ἥ τε συνεστῶσα αὐτῶν νεολαία στρατιωτική τις οὖσα καὶ τοξοτῶν 〈ἰσχυρῶν〉 ἔμπλεως 〈ἐκλείψει〉, ὡς εἰς ὀλίγον ἀριθμὸν ἀνδρῶν περιστῆναι αὐτούς.

ταῦτα γὰρ ὥρισται καὶ κέκριται παρὰ τοῦ 〈θεοῦ Ἰσραήλ〉, ὡς ἂν μάθοιεν οἱ δηλωθέντες μὴ καταφρονητικῶς ἐπεμβαίνειν τῷ αὐτοῦ λαῷ καὶ τέλος τῆς προφητείας τὸ εἰς ὀλίγους περιστῆναι τοὺς εἰρημένους. ⌜‹Ἐπειδὴ μή› «ἐστι προσωποληψία παρὰ τῷ θεῷ», τούτου χάριν ἐν τοῖς κατὰ τῶν ἀλλοφύλων ἐλέγχοις μέσος ἐμβέβληται καὶ ὁ περὶ τῆς Σιὼν λόγος· δι᾽ οὗ καὶ τοὺς τῆς Ἰερουσαλὴμ οἰκήτορας ὥσπερ ἐν ἀλλοφύλοις κατατάττων ὁ θεός, καὶ τὴν κατ᾽ αὐτῶν προφέρει ψῆφον.⌝ εἴρηται δὲ καὶ ἐν τῷ Ἀμὼς ἐκ προσώπου τοῦ θεοῦ πρὸς τὸν Ἰουδαίων λαόν· «οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοί; λέγει κύριος. οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου; ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς». ⌜τό γε μὴν προκείμενον 〈ῥῆμα τῆς φάραγγος Σιὼν〉 οὐ περὶ αὐτῆς τῆς 〈Σιών〉, ἀλλὰ περὶ τῆς παρακειμένης αὐτῇ 〈φάραγγος〉 εἴρηται. διόπερ ἑξῆς προϊὼν ὁ λόγος φησί· 〈καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου〉. οἶμαι δὲ διὰ τούτων τὸν θεὸν τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ καὶ τὴν ἐσχάτην αὐτῶν ἀπόπτωσιν σημῆναι βουλόμενον ἐν τῷ τάγματι τῶν ἀλλοφύλων αὐτοὺς κατατάξαι μέσους παραληφθέντας τῆς τῶν ἀλλοφύλων γραφῆς, ἀλλὰ καὶ τὴν πτῶσιν τῆς Ἰερουσαλὴμ ἡγοῦμαι δηλοῦσθαι διὰ τοῦ 〈φάραγγα Σιὼν〉 ὀνομάζειν.

καὶ ἄλλως δὲ μέμφεται ὁ θεὸς τοῦ Ἰουδαίων ἔθνους τοὺς ἀποπεσόντας τοῦ ὕψους τοῦ θεοσεβοῦς πολιτεύματος, ὥσπερ δὲ ἐν κοιλάσι καὶ ἐν φάραγξι τοῦ τῆς κακίας βυθοῦ καταπεπτωκότας. Σιὼν μὲν γὰρ ‹ὄρος› ἐστὶν ‹ὑψηλόν›, ἐφ᾽ ᾧ ὁ νεὼς τοῦ θεοῦ ᾠκοδόμητο· διὸ λέλεκται· «ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών», καί· «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ». καὶ ὁ λόγος δὲ ὁ εὐαγγελικὸς διὰ τοῦ Σιὼν ὄρους σημαίνεσθαι διὰ τῶν ἔμπροσθεν ἀπεδείκνυτο. οἱ δὲ ταύτης ἐκπεσόντες τῆς ἐλπίδος ἐν 〈φάραγγι〉 προσπαρακειμένῃ τῇ Σιὼν πεπτώκασι· πάσῃ γὰρ ἀρετῇ κακία παράκειται, εἰς ἣν ἐκπίπτει ὁ τῆς ἀρετῆς ἐξολισθαίνων. οὕτω γοῦν καὶ οἱ τῆς πίστεως ἐξαμαρτάνοντες εἰς ἀπιστίαν περιτρέπονται. ὁ τοίνυν ἐκ περιτομῆς λαὸς τοῦ εὐαγγελικοῦ ὕψους ἐκπεσὼν καὶ ‹τῆς ἐπουρανίου Σιὼν› ἀπαλλοτριωθεὶς εἰς τὸν τῆς ἀπιστίας περιετράπη κρημνόν· διὸ καὶ ἐν ἀλλοφύλοις ἐλογίσθη παρὰ τῷ θεῷ.

ὅθεν ἡ προφητεία τὴν ἐσχάτην αὐτῶν ἀποβολὴν αἰνιττομένη 〈τὸ ῥῆμα τῆς φάραγγος Σιὼν〉 ἀνέγραψεν.⌝ εἶτ᾽ ἐπειδὴ ‹εἰκῆ φυσιοῦνται› ἐν βυθῷ κακίας ὑπάρχοντες, φησὶ πρὸς αὐτούς· 〈Τί ἐγένετό σοι, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια〉; ⌜Θεωρῶν δὲ τῷ πνεύματι ὁ προφήτης τὰς κατὰ τοῦ σωτῆρος βοὰς αὐτῶν καὶ τὰς ἀθέους κατ᾽ αὐτοῦ δυσφημίας, δι᾽ ἃς ἀπεβλήθησαν, ἐπιφέρει· 〈ἐνεπλήσθη ἡ πόλις βοώντων〉,⌝ καὶ ἐπεὶ «ἔστιν ἁμαρτία πρὸς θάνατον», καθ᾽ ἣν «ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται», τὸν τῆς ψυχῆς αὐτῶν θάνατον σημαίνων ἐπιλέγει· 〈οἱ τραυματίαι σου οὐ τραυματίαι ῥομφαίας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου〉. καὶ ἐπιφέρει· 〈πάντες οἱ ἄρχοντές σου πεφεύγασιν ἢ ἀνεστατώθησαν〉 κατὰ τὸν Σύμμαχον, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈μετεκινήθησαν〉. ⌜διὸ οὐκέτι κατὰ τὸ παλαιὸν παρ᾽ αὐτοῖς οὐ βασιλεὺς οὐχ ἡγούμενοι οὐκ ἀρχιερεῖς οὐ προφῆται, ἀλλ᾽ οὐδὲ Φαρισαῖοι οὐδὲ Σαδδουκαῖοι οὐδ᾽ ὅσοι τὸ παλαιὸν ταῖς παρ᾽ αὐτοῖς ἀρχαῖς τετίμηντο·⌝ πάντες γὰρ 〈μετεκινήθησαν〉, οἱ δ᾽ εἰσέτι καὶ νῦν 〈ἁλόντες〉 ὑπὸ τούτων ψυχῶν πολιορκητοῦ 〈πικρῶς δεδεμένοι εἰσίν〉, ἐπειδὴ «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται».

διὸ λέλεκται· 〈καὶ οἱ ἁλόντες πικρῶς δεδεμένοι εἰσί〉. ⌜Ταῦτα συνιδὼν ὁ προφήτης τῷ πνεύματι καὶ τὴν ἐκ τοσούτου ὕψους ἐπὶ τὴν ἐσχάτην κακίαν ὥσπερ τινὰ φάραγγα πτῶσιν τοῦ Ἰουδαίων λαοῦ ἀπολοφύρεται λέγων· 〈διὰ τοῦτο εἶπα Ἄφετέ με πικρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου〉,⌝ ἢ κατὰ τὸν Σύμμαχον· 〈μὴ παραμυθεῖσθέ με ἐπὶ τῇ ταλαιπωρίᾳ τῆς θυγατρὸς τοῦ λαοῦ μου〉· ⌜οἶδα γάρ φησιν ἀκριβῶς καὶ τῷ πνεύματι προορῶ, ὡς διὰ τὰ προλεχθέντα πάντα καὶ ἡ πόλις ἡ τῷ θεῷ ἀνακειμένη 〈ἁλώσεται〉, καὶ πάντες οἱ ἐν αὐτῇ εἰς χεῖρας ἐχθρῶν παραδοθήσονται. διόπερ ἐντεῦθεν ἤδη ἀποδύρομαι καὶ ὥσπερ ἐπὶ γνησίοις ἐμαυτοῦ σπλάγχνοις ἀποκλάομαι.⌝ καὶ γὰρ πρὸς τοῖς προλεχθεῖσιν· 〈ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ κυρίου σαβαὼθ〉 ἐπῆλθε τῇ 〈φάραγγι Σιών〉. ⌜καὶ ταῦτα δὲ οἶμαι λέγεσθαι περὶ τῶν κατὰ τὸ αὐτὸ συνελθόντων ἐν τῇ κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῇ,⌝ περὶ ὧν ἐπιφέρει· 〈πλανῶνται ἐπὶ τὰ ὄρη ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν〉 τὸν λαὸν ἅμα τοῖς ἄρχουσι σημαίνων. εἶτ᾽ ἐπάγει τὴν κατ᾽ αὐτῶν ἀπειλὴν φάσκων· 〈οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας, ἀναβάται ἵππων καὶ συναγωγὴ παρατάξεως〉. ⌜δηλοῖ δὲ δυνάμεις ἀντικειμένας καὶ ἀφανεῖς, ἐχθροὺς καὶ πολεμίους, οἷς ὑπὸ τοῦ θεοῦ παρεδόθησαν.

ἐπεὶ δὲ οἱ 〈Ἐλαμῖται〉 ἑρμηνεύονται παραβλέποντες διὰ τὸ παρορᾶν τὴν σωτηρίαν τῶν ἀπολλυμένων καὶ μηδενὸς φείδεσθαι, εἰκὸς οὕτω κεκλῆσθαι τὰ πολιορκήσαντα αὐτοὺς στρατιωτικά, ἃ δὴ μεθ᾽ 〈ἵππων〉 καὶ μετὰ πλείστης δυνάμεως παραταξάμενα τῇ προλεχθείσῃ 〈φάραγγι Σιὼν〉 εἰς ἔσχατον ἐρημίας αὐτὴν ἤγαγον.⌝ Διὸ ἐπιλέγεται ἑξῆς· 〈καὶ αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας τοῦ Ἰούδα〉 καὶ εἰσελεύσονται, ⌜οὐχὶ νῦν οὐδὲ κατὰ τὸν παρόντα καιρόν, ἀλλὰ 〈τῇ ἡμέρᾳ ἐκείνῃ〉, λέγω δὲ ἐν τῷ προφητευομένῳ καιρῷ,⌝ 〈εἰς τοὺς οἴκους τῆς πόλεως〉, ὅτε καὶ πολιορκοῦντες πάντα τόπον καὶ πᾶσαν γωνίαν τῆς πόλεως περιεργαζόμενοι 〈ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυίδ〉. ⌜ταῦτα δὲ ἦν τὰ ἀπόρρητα τῆς βασιλείας σύμβολα ἢ καὶ τὰ ἐν τῷ ἁγιάσματι ἀποκείμενα· ἃ οὐδενὶ ἐξῆν εἰ μὴ ‹μόνῳ τῷ ἀρχιερεῖ› ἐποπτεύειν, ἃ δὴ καὶ αὐτὰ τοῖς πολεμίοις παραδοθήσεσθαί φησιν.⌝ ἀντὶ δὲ τοῦ· 〈καὶ ἴδοσαν ὅτι πλείους εἰσίν〉, ὁ Σύμμαχος· 〈καὶ τὰ ῥήγματά〉 φησιν 〈οἴκου Δαυὶδ ὄψεσθε ὅτι ἐπληθύνθη〉. ⌜ἐπὶ τούτοις μέμφεται τοὺς 〈ἐν τῇ φάραγγι Σιών〉, ὡς 〈ἀποστρέψασι τὰ ὕδατα τῆς ἀρχαίας κολυμβήθρας〉 τὰ ὄντα ἐν τῇ πόλει, ἕτερον δὲ 〈ἑαυτοῖς ὕδωρ〉 ἐπινοήσασι 〈μεταξὺ τῶν δύο τειχῶν.

ὕδωρ〉 δὲ ἦν 〈παλαιᾶς κολυμβήθρας〉 ἐν τῇ πόλει ὁ τῆς 〈παλαιᾶς〉 καὶ θεοπνεύστου γραφῆς λόγος, ὃν ἀποστραφέντες ἀλλότριον 〈ὕδωρ ἑαυτοῖς〉 ἐπενόησαν ‹τὰς παραδόσεις τῶν πρεσβυτέρων›, «διδάσκοντες διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων». ἐφ᾽ ᾧ καὶ μέμφεται αὐτοὺς ὁ σωτὴρ ἀπελέγχων αὐτῶν τὴν παρανομίαν, ἐν οἷς φησι· «καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν,⌝ ὑποκριταί». τοῦτο δὲ καὶ αὐτὸ ὁ Ἰερεμίας ᾐνίττετο φάσκων· «ἐμὲ ἐγκατέλιπον, πηγὴν 〈ὕδατος〉 ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν». ⌜οὕτως οὖν 〈ἀπέστρεψαν τὸ ὕδωρ τῆς παλαιᾶς κολυμβήθρας〉 τὸ ἐν τῇ πόλει καὶ ἐπενόησαν 〈ἑαυτοῖς〉 ξένον 〈ὕδωρ μεταξὺ τῶν δύο τειχῶν〉, λέγω δὲ τῆς 〈παλαιᾶς〉 καὶ καινῆς διαθήκης. 〈δύο〉 γὰρ ταῦτα 〈τείχη〉 τῆς τοῦ θεοῦ πόλεως, δηλαδὴ τῆς κατὰ θεὸν πολιτείας τυγχάνει, ὧν μέσον ἀλλότριον καὶ ξένον 〈ὕδωρ ἑαυτοῖς〉 οἱ κατηγορούμενοι ἐπενόησαν ‹τὰς τῶν πρεσβυτέρων παραδόσεις›, ἐφ᾽ αἷς καὶ μέγα φρονοῦσιν οἱ παρ᾽ αὐτοῖς καλούμενοι δευτερωταί.

καὶ ἄλλο δέ τι χείριστον τετολμήκασιν οἱ δηλούμενοι· 〈τοὺς〉 γὰρ 〈οἴκους〉 τοὺς τῆς πόλεως 〈καθελόντες〉 τοῖς τούτων λίθοις συνεχρήσαντο εἰς οἰκοδομὴν ἰδίου ἑαυτῶν 〈τείχους〉. ⌜ἴδοις δ᾽ ἂν αὐτοὺς εἰσέτι καὶ νῦν τοῦτο πράττοντας, ἐπειδὰν τὰ ῥήματα τῆς θείας γραφῆς ἀπολαμβάνοντες τὰς οἰκείας περιτειχίζουσι μυθολογίας, ὥσπερ τινὰ φραγμὸν καὶ ἀσφάλειαν καὶ 〈τεῖχος〉 τοῖς ἰδίοις περιβάλλοντες μύθοις. ὥσπερ γὰρ ξένον ποτὸν ἑαυτοῖς ἐπενόησαν, οὕτως καὶ 〈τεῖχος〉 ἴδιον περιέβαλον, λίθοις χρησάμενοι ταῖς τῶν θείων γραφῶν λέξεσι.⌝ καὶ ταῦτά φησιν ἐπράξατε 〈μὴ ἀναβλέψαντες〉 πρὸς τὸν θεὸν 〈τὸν ἀπ᾽ ἀρχῆς ποιήσαντα αὐτὴν καὶ τὸν πλάσαντα αὐτήν〉, ⌜λέγω δὲ τὴν 〈παλαιὰν〉 τῶν θεοπνεύστων γραφῶν 〈κολυμβήθραν〉 τὴν ἀπὸ πηγῶν τοῦ θείου πνεύματος προχεομένην.⌝ καὶ ὁ Σύμμαχος δὲ τὰ κατὰ τὸν τόπον τοῦτον ἡρμήνευσε τὸν τρόπον· 〈καὶ ὑδρεύσασθε τὸ ὕδωρ τῆς κολυμβήθρας τῆς κατωτέρας καὶ τοὺς οἴκους Ἰερουσαλὴμ ἠριθμήσατε καὶ καθείλετε τοὺς οἴκους ὀχυρῶσαι τὸ τεῖχος. καὶ σύστημα ἐποιήσατε ἀνὰ μέσον τῶν τειχῶν καὶ τῆς κολυμβήθρας τῆς ἀρχαίας καὶ οὐκ ἀπεβλέψατε εἰς τὸν ποιήσαντα αὐτὴν καὶ τὸν πλάσαν〈τα〉 αὐτὴν ἐκ μακροῦ οὐκ εἴδετε〉. καὶ ὁ Θεοδοτίων δὲ οὕτως ἡρμήνευσε· 〈καὶ συνηγάγετε τὸ ὕδωρ τῆς κολυμβήθρας τῆς κάτω καὶ τοὺς οἴκους Ἰερουσαλὴμ ἠριθμήσατε καὶ κατεσπάσατε τοὺς οἴκους εἰς ὀχυρώματα τοῦ τείχους.

καὶ ὕδρευμα ἐποιήσατε ἀνὰ μέσον τῶν δύο τειχῶν τῷ ὕδατι τῆς κολυμβήθρας τῆς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ποιήσαντα αὐτὴν καὶ τὸν πλάσαντα αὐτὴν πόρρωθεν οὐκ ἐνεβλέψατε〉.

Τούτοις ἑξῆς εἴρηται· 〈καὶ ἐκάλεσε κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα σφάζοντες μόσχους καὶ θύοντες πρόβατα ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν〉. ⌜ὁ μὲν οὖν θεὸς ὡς ἐπὶ μεγάλοις τολμήμασι ‹μὴ βουλόμενος› «τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ», θρηνεῖν αὐτοὺς καὶ ἀποκλάεσθαι τὴν ἑαυτῶν ἀπώλειαν παρεκελεύετο, οἱ δ᾽ ἐν τοιούτοις κακοῖς ἐξεταζόμενοι, ὡς ἂν ἀπεγνωκότες ἑαυτῶν τὴν σωτηρίαν εἰς ἀπόνοιαν ἐξώκειλαν, μέθῃ καὶ τρυφῇ ἑαυτοὺς ἐκδόντες ὡς οὐ διαδεξομένης αὐτοὺς θεοῦ κρίσεως μετὰ τὴν τοῦ θνητοῦ βίου τελευτήν.⌝ ἐντεῦθεν ὁ θεῖος Ἀπόστολος τῇ τούτων αὐτῶν συγχρησάμενος φωνῇ γράφει λέγων· «εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν».

Ἀλλὰ ταῦτά φησι πάντα οὐκ ἔλαθε 〈τὰ ὦτα κυρίου σαβαώθ〉. ⌜διὸ ὥσπερ δεσμῷ θεοῦ καταδεθείσης αὐτῶν τῆς ἁμαρτίας ἀπόφασις ἐξενήνεκται κατ᾽ αὐτῶν φήσασα· 〈καὶ οὐκ ἀφεθήσεται αὕτη ἡ ἁμαρτία ὑμῖν, ἕως ἂν ἀποθάνητε〉.⌝ ὅρα δὴ τὸ μέγεθος τῆς κατὰ τὴν ἀπόφασιν ἀπειλῆς καὶ ἐπίστησον ὡς οὐδαμοῦ διέβαλεν ἐν τούτοις τὸν λαὸν ἐπὶ εἰδωλολατρίᾳ, ἀλλ᾽ ‹ὅτι εἰς δώματα ἀνέβησαν μάταια› καὶ ὅτι βοῶν ἐπλήρωσαν τὴν 〈πόλιν〉 καὶ 〈ὕδωρ ἑαυτοῖς〉 ξένον ἐπενόησαν ‹τὴν παλαιὰν κολυμβήθραν ἀποστραφέντες› καὶ πρὸς τούτοις, ὅτι ‹τεῖχος› ἑαυτοῖς συνεστήσαντο ‹τοὺς οἴκους τῆς πόλεως καθελόντες› καὶ ταῦτα πράττοντες ἀναισθήτως εἶχον τῆς ἑαυτῶν ἀπωλείας· ἀλλ᾽ οὐχὶ καὶ ὁ προφήτης οὕτω διέκειτο ἀποθρηνῶν δὲ αὐτοὺς ἔλεγεν· «Ἄφετέ με πικρῶς κλαύσομαι»· τὸ δ᾽ αἴτιον τοῦ πικροῦ κλαυθμοῦ τοῦτ᾽ ἦν ἄρα τὸ ἐπὶ τέλει κατ᾽ αὐτῶν ὁρισθὲν καὶ ἡ ἐκ θεοῦ ἐξενεχθεῖσα ἀπόφασις ἡ φήσασα· 〈καὶ οὐκ ἀφεθήσεται ἡ ἁμαρτία αὕτη ὑμῖν, ἕως ἂν ἀποθάνητε〉.

Ἐπειδὴ 〈Σομνᾶς〉 καὶ 〈Ἐλιακεὶμ〉 οἱ διὰ τῆς μετὰ χεῖρας λέξεως δηλούμενοι σύγχρονοι γεγόνασιν Ἑζεκίᾳ τῷ βασιλεῖ, ὡς μαρτυρεῖ ἡ τῆς ἱστορίας γραφή, ἀλλὰ καὶ αὐτὸς ὁ μετὰ χεῖρας προφήτης διδάσκων διὰ τῶν ἑξῆς ἐπιφερομένων ὡς ἐπιστάντος τοῦ Ἀσσυρίου τῇ πόλει καὶ ‹πρὸ τοῦ ὑδραγωγοῦ τῆς κολυμβήθρας τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναφέως ἑστῶτος ἐξῆλθον πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεύς›, ἀκόλουθόν ἐστι τὰ προκείμενα ἐφαρμόσαι τῇ ἱστορίᾳ. ⌜ἔλεγε τοίνυν ὁ Ἑβραῖος ἀρχιερέα γεγονέναι τὸν 〈Σομνᾶν〉 τρυφητήν τινα καὶ τὸν βίον ἄσεμνον ἄνδρα· ὡς καὶ προδοῦναι τὸν λαὸν καὶ αὐτομολῆσαι πρὸς Σεναχηρεὶμ τὸν τῶν Ἀσσυρίων βασιλέα, πρὸς ὃν κελεύεται βαδίζειν ὁ προφήτης 〈εἰς τὸ παστοφόριον〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈πρὸς τὸν σκηνοποιοῦντα〉, ἢ κατὰ τὸν Ἀκύλαν· 〈πρὸς τὸν σκηνοῦντα〉· οὕτως γὰρ ἡρμήνευσαν οὗτοι 〈τὸ παστοφόριον〉, εἰπεῖν τε αὐτῷ· Μάτην, ὦ οὗτος, καὶ περιττῶς ἐνθάδε σαυτῷ πρὸς τῇ 〈πέτρᾳ τῇ ὑψηλῇ ἐλατόμησας μνημεῖον〉, κολάψας ἐν αὐτῷ γράμμασι τὰ τῆς σαυτοῦ μνήμης σύμβολα οὐκ εἰδώς, ὅτι ὅρος ἐξενήνεκται κατὰ σοῦ παρὰ 〈κυρίου σαβαώθ〉, κελεύων καθαιρεθέντα σε τῆς τιμῆς, ἧς ἐπὶ τοῦ παρόντος μετέχεις, καὶ γυμνωθέντα τῆς περικειμένης σοι 〈στολῆς, τοῦ στεφάνου〉 καὶ τῆς ἄλλης δόξης, πορρωτάτω τῆς ἐνταυθοῖ γῆς, ἐπὶ ξένης τινὸς καὶ μακρὰν ἀπῳκισμένης 〈χώρας ἀποθανεῖν〉.

περιττῶς ἄρα ἐφιλοκάλεις τὸν πολὺν ἐκεῖνον συνάγων πλοῦτον καὶ 〈τὰ ἅρματα〉 καὶ τὸν λοιπὸν τῦφον, ὃν εἰσέτι καὶ νῦν περιβέβλησαι.⌝ πάντα γὰρ ταῦτα ἔσται 〈εἰς καταπάτημα〉, ἐπειδὰν καθαιρεθείης καὶ ἀπόβλητος γένοιο τῆς ἀρχιερωσύνης, ἧς ἀνάξιος ἀπεφάνθης, κριτὴς δὲ ὢν δίκαιος ὁ θεὸς καὶ κατ᾽ ἀξίαν ἑκάστῳ νέμων τὸ πρέπον. ⌜σοὶ μὲν ταῦτα ἐποίσει, τὸν δὲ ἕτερόν σου τὸν 〈Ἐλιακεὶμ παῖδα〉 καὶ 〈δοῦλον〉 ἀγαθὸν ἑαυτοῦ εἶναι δοκιμάσας, 〈τὴν σὴν ἐνδύσει στολὴν καὶ τῷ στεφάνῳ〉 τῆς ἀρχιερωσύνης τιμήσει ἐγχειρίσας αὐτῷ, ἣν τέως ἐπὶ τοῦ παρόντος σὺ πεπίστευσαι οἰκονομίαν· ἄξιος γὰρ ὁ ἀνὴρ τούτων. ἐπειδὴ καὶ προαχθεὶς ὑπὸ τοῦ θεοῦ, οὐκ ἔσται σοι ὅμοιος ὑπερήφανός τις καὶ ἀλαζών. χώραν δὲ πατρὸς ἐφέξει πρὸς πάντας τοὺς μέλλοντας ὑπ᾽ αὐτοῦ διοικεῖσθαι· διόπερ ὡς ἠπίῳ καὶ πράῳ 〈τὴν δόξαν Δαυὶδ〉 τοῦ βασιλέως τοῦ πραοτάτου καὶ δικαιοτάτου 〈δώσει〉, ὥστε 〈ἄρχειν〉 τοῦ λαοῦ μετὰ πολλῆς ἐξουσίας, ὡς 〈μηδένα ἀντιλέξειν〉 τοῖς ὑπ᾽ αὐτοῦ πραττομένοις. ἔσται δὲ ἐρριζωμένος καὶ ἐστηλωμένος καὶ βεβαίως ἱδρυμένος ἐπὶ τὴν αὐτοῦ λειτουργίαν, ὡς πάντα τὸν ἐν τῷ λαῷ 〈ἔνδοξον〉 μὴ ἀγωνιᾶν μηδ᾽ ὑφορᾶσθαι φθόνον ἢ βασκανίαν ἐξ αὐτοῦ γενησομένην ποτέ, 〈πεποιθέναι〉 δὲ 〈ἐπ᾽ αὐτῷ〉 ὡς ἐπὶ πατρί.

πάντες γοῦν ἀθρόως 〈ἀπὸ μικροῦ ἕως μεγάλου〉 ἔσονται ἀνηρτημένοι αὐτῷ, θαρροῦντες αὐτοῦ τῇ περὶ πάντας κηδεμονίᾳ.⌝ καὶ ταῦτα μὲν ἔσται περὶ τοῦτον, τὰ δὲ προλεχθέντα γενήσεται τῷ 〈Σομνᾷ· κινηθήσεται〉 γὰρ καὶ μετασταθήσεται αὐτὸς οὗτος ὁ νῦν 〈ἐστηριγμένος ἐν τόπῳ πιστῷ〉, ⌜ἐπεὶ μὴ ὀρθῶς μηδὲ πιστῶς διῴκησεν ἣν 〈ἐπιστεύθη〉 οἰκονομίαν, διὸ μεταχθήσεται 〈καὶ ἀφαιρεθήσεται〉 τῆς τιμῆς, 〈καὶ πεσεῖται ἡ δόξα〉 ἀπ᾽ αὐτοῦ· καὶ ταῦτα περὶ αὐτὸν ἔσται, κρίναντος αὐτὸν ταῦτα παθεῖν τοῦ θεοῦ.

σωφρονίζει δὲ διὰ τούτων καὶ ἡμᾶς ὁ λόγος παιδεύων, μὴ χαυνοῦσθαι ἐν ταῖς εὐπραγίαις μηδ᾽ ἐπαίρεσθαι ἐν ταῖς ἀρχαῖς, ὡς καὶ τῆς κρίσεως ἀμνημονεῖν τοῦ θεοῦ.⌝ εἶτ᾽ ἀκολούθως τῇ πρὸ ταύτης προφητείᾳ τῇ περὶ ‹τῆς φάραγγος Σιὼν› ⌜συνάψειέ τις τὰ προκείμενα καὶ τὸν καιρὸν τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν ἀνοίσει καὶ αὐτά· τὸν μὲν ἐκπίπτοντα τῆς ἱερωσύνης 〈Σομνᾶν〉 εἰκόνα λέγων εἶναι τῶν κατὰ τὸν Μωσέως νόμον σωματικῶς ἱερωμένων παρὰ Ἰουδαίοις, οὓς μετὰ τὸ πάθος τὸ σωτήριον πείσεσθαι τὰ προφητευόμενα παυομένους τῆς ἱερωσύνης θεσπίζει, τὸν δὲ 〈Ἐλιακεὶμ〉 θεοῦ ἀνάστασιν ἑρμηνευόμενον σύμβολον εἶναι τῆς νέας καὶ καινῆς ἱερωσύνης, ἣν ἡ τοῦ σωτῆρος ἡμῶν ἀνάστασις ἐν τῇ αὐτοῦ ἐκκλησίᾳ καθ᾽ ὅλης τῆς οἰκουμένης συνεστήσατο.⌝ Εἰ μὲν περὶ πραγμάτων πάλαι παρεληλυθότων καὶ τοῖς ἔργοις ἐκ μακροῦ τετελεσμένων μόνων διελάμβανον αἱ περὶ τῶν ἀλλοφύλων προφητεῖαι, περιττὸν ἦν αὐτὰς πολυπραγμονεῖν μηδὲν πρὸς ἡμᾶς περιεχούσας, νῦν δὲ πρὸς τῷ λέγειν τὰ μέλλοντα συμβήσεσθαι τοῖς εἰρημένοις ἔθνεσι καθ᾽ ἑκάστην προφητείαν ἰδιάζων φέρεται λόγος θεοσεβείᾳ προσήκων. ὃ δὴ καὶ θαυμάσαι ἐστίν, ὅπως ἐφ᾽ ἑκάστου ἔθνους ἀφωρισμένως ἰδιάζοντά τινα θεσπίζεται καὶ ἐν τούτοις αὐτοῖς τὰ συντείνοντα εἰς τὸν θεοσεβῆ λόγον πάλιν ἰδίως ἐμφέρεται.

αὐτίκα γοῦν ἡ μὲν περὶ Βαβυλῶνος ὅρασις δόγμα καθολικὸν ἀνεκίνει τὸ περὶ τῆς προσδοκωμένης ‹τοῦ θεοῦ δικαιοκρισίας› καὶ ὡς εἰς ἔσχατον ἐρημίας ἡ Βαβυλὼν ἥξει καθαιρεθείσης ὑπὸ Μήδων τῆς τῶν Ἀσσυρίων ἀρχῆς· οὐ μὴν ὅτι ἔσται θυσιαστήριον ἐν Βαβυλῶνι οὐδ᾽ ὅτι θεοσεβεῖς οἱ ἐν αὐτῇ γενήσονται εἴρηται. ἡ δ᾽ ‹ὅρασις Αἰγύπτου› οὐκ αὐτῆς ἐρημίας, ἀλλὰ τῆς παρ᾽ αὐτοῖς εἰδωλολατρίας ἐδήλου, πλῆθός τε θεοσεβείας ἔσεσθαί φησι καὶ γνώσεως θεοῦ παρ᾽ αὐτοῖς Αἰγυπτίοις. οὕτω καὶ ‹τῇ Μωὰβ› ἰδιάζοντά τινα προειπὼν τῶν παρ᾽ αὐτοῖς βωμῶν ἀφανισμὸν ἐπάγει, ἐκκλησίας τε θεοῦ σύστασιν καὶ Χριστοῦ θρόνον ἱδρυθήσεσθαι παρ᾽ αὐτοῖς θεσπίζει. ὡσαύτως καὶ ἐν τοῖς ‹περὶ Δαμασκοῦ› πλεῖστα ὅσα ἐπενήνεκται περὶ ἐπιστροφῆς τῶν πάλαι τὸν θεὸν μὴ εἰδότων ὅσα τε ἄλλα διειλήφαμεν τὰ κατὰ τοὺς τόπους διερευνώμενοι καὶ ἐπὶ τοῦ παρόντος. τοιγαροῦν τὰ ‹περὶ Τύρου› λεγόμενα ἔχει μέν τινα ἰδιάζοντα περὶ τῶν ἐπελεύσεσθαι αὐτῇ μελλόντων, καὶ πάλαι πεπλήρωται κατὰ τοὺς τῶν Ἀσσυρίων χρόνους, ὑφ᾽ ὧν πολιορκηθεῖσα πέπονθε τὰ ἐμφερόμενα τῇ προφητείᾳ.

ὁ δ᾽ ἐπὶ τέλει τῆς ὑποθέσεως λόγος φάσκων· «καὶ ἔσται ἡ ἐμπορία αὐτῆς καὶ ὁ μισθὸς ἅγιος τῷ κυρίῳ· οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου» τὸ κεφάλαιον τῆς προφητείας συντεῖνον εἰς ὑπόθεσιν θεοσεβείας παρίστησι. ⌜〈τὸ ῥῆμα〉 τοίνυν τὸ περὶ 〈Τύρου〉 ἐν τοῖς πρώτοις σημαίνει τὴν ἐπελθοῦσαν τῇ πόλει πολιορκίαν, καθ᾽ ὃν χρόνον ἐπιστὰς ὁ Ἀσσύριος μετὰ τῶν ἄλλων ἐθνῶν καὶ αὐτὴν εἷλε καὶ τὴν Σιδῶνα, ὡς καὶ ἐν ταῖς ἔξωθεν ἐμφέρεται ἱστορίαις.⌝ εὕρομεν γοῦν παρὰ τοῖς τὰ Ἀσσύρια γραφῇ παραδεδωκόσιν ὡς ἐπελθὼν ὁ τῶν Βαβυλωνίων βασιλεὺς αὐτὸς ἐκεῖνος ὁ τὰ Ἱεροσόλυμα πορθήσας οὐ μόνην τὴν Παλαιστίνην, ἀλλὰ καὶ τὴν Ἀραβίαν καὶ τὴν Δαμασκὸν καὶ πᾶν τὸ Φοινίκων γένος ἐχειρώσατο. κρίνας γὰρ ὁ θεὸς τὸν χρηματίζοντα αὐτοῦ λαόν, λέγω δὲ τὸν Ἰσραήλ, πικροτέρας ἐπιστρεφείας πεῖραν λαβεῖν διὰ τῆς τῶν Ἀσσυρίων ἐπιθέσεως, οὐδὲ τὰ λοιπὰ παρῆλθεν ἔθνη ἀνεκδίκητα ὅσα ἦν ἐπαναστάντα τῷ Ἰσραὴλ κατὰ τὸν τῆς ἁλώσεως αὐτῶν χρόνον. τίνα δὲ ἦν ταῦτα «τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἁγαρηνοί, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ, ἀλλόφυλοι μετὰ τῶν κατοικούντων 〈Τύρον〉»; ὁρᾷς πῶς καὶ Τυρίων ἐμνήσθη ὡς καὶ αὐτῶν ἐπιθεμένων κατὰ τὸν τῆς πολιορκίας τοῦ λαοῦ χρόνον.

εἰκότως οὖν ἡ προφητεία καὶ τὰ τῇ Τύρῳ ἐπελευσόμενα σημαίνει καὶ τὸν χρόνον δὲ τῆς ἐρημώσεως Τύρου τοσοῦτον ἔσεσθαί φησιν, ὅσος γέγονε καὶ ὁ τῆς ἐρημίας τῆς Ἰερουσαλήμ. λέγει γοῦν· «καὶ καταλειφθήσεται Τύρος ἑβδομήκοντα ἔτη ὡς χρόνος βασιλέως καὶ ὡς χρόνος ἀνθρώπου ἑνός». ⌜ἐν τῷ καιρῷ τοίνυν ἐκείνῳ, καθ᾽ ὃν τὴν τοσαύτην ὑπέμεινεν ἐρημίαν ἡ Τυρίων πόλις, εἰκὸς ἦν αὐτοὺς μηκέτι μηδὲ τῇ συνήθει κεχρῆσθαι ἐμπορίᾳ ναυτικοὺς ὄντας καὶ πάντα πραγματείαις ταῖς διὰ θαλάσσης σχολάζοντας.⌝ διὸ λέλεκται· 〈Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται〉.

διὰ τί δὲ 〈Καρχηδόνος〉 ἐν τούτοις μνήμην ἡ προφητεία πεποίηται, ἀλλ᾽ ἐπειδήπερ ἦν τις Τυρίοις καὶ Καρχηδονίοις παλαιᾶς οἰκειότητος σχέσις, τῶν τὴν Ἀφρικὴν οἰκούντων ὑποδεξαμένους ποτὲ τοὺς Τυρίους οἱ καὶ πρῶτοι κτῖσται τῆς 〈Καρχηδόνος〉 γεγόνασιν. ⌜ἀφανισθείσης τοίνυν τῆς Τύρου οὐκέτ᾽ ἦσαν οἱ τὰς ἐμπορίας ἐξ αὐτῆς κομίζοντες ἐπὶ 〈Καρχηδόνα〉 οὐδὲ οἱ ἀπὸ τῆς 〈Καρχηδόνος〉 εἰωθότες διαπλεῖν ἐπὶ τὴν Τύρον.⌝ διὸ εἴρηται· 〈Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιέων, ἢ ἐκ γῆς Χεττιεὶμ〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. ⌜λέγεται δὲ ἡ Κύπρος οὕτω δηλοῦσθαι καὶ Κίτιον εἶναι πόλιν ἐν αὐτῇ, δι᾽ ἧς παρέπλεον οἱ ἀπὸ τῆς Τύρου ναυτιλλόμενοι.⌝ τὸ δ᾽ αἴτιον τοῦ μηκέτι τὰς συνήθεις ἐμπορίας τῶν Τυρίων γίγνεσθαι ἑξῆς παρίστησι λέγων· 〈ἦκται αἰχμάλωτος〉, δῆλον δ᾽ ὅτι ἡ Τύρος.

Ἀντὶ δὲ τοῦ· 〈τίνι ὅμοιοι γεγόνασιν〉; ὁ μὲν Ἀκύλας 〈σιωπήσατε〉, ὁ δὲ Σύμμαχος 〈σιγήσατε οἱ κατοικοῦντες τὴν νῆσον〉 εἰρήκασιν. ἦν γάρ τις καιρός, ἐν ᾧ ἐμεγαλαύχουν φρυαττόμενοι καὶ ἐπαιρόμενοι καὶ λόγοις ἀλαζονικοῖς χρώμενοι, ἀλλὰ 〈σιωπᾶν〉 αὐτοὺς ταπεινωθέντας ὁ λόγος παρακελεύεται. οἱ δ᾽ αὐτοὶ ἦσάν ποτε 〈μεταβόλοι Φοινίκης〉, πλοῦτον πολὺν σωρεύοντες 〈ὡς ἀμήτῳ〉 παραβάλλεσθαι αὐτῶν τὸ πλῆθος τῆς πραγματείας, ⌜νῦν δὲ πάντων ἀθρόως ἀφῃρημένους καὶ τῶν νομιζομένων αὐτοῖς ἀγαθῶν στερηθέντας, αἰσχύνην καταχέεσθαι προσήκει μὴ μόνους, ἀλλὰ καὶ τοὺς ἐκ γειτόνων αὐτοῖς οἰκοῦντας Σιδωνίους, μονονουχὶ καὶ 〈τῆς θαλάσσης〉 αὐτῆς φωνὴν ἀφιείσης καὶ ἀποθρηνούσης αὐτοὺς διὰ τὸ μηκέτ᾽ ἔχειν οὓς 〈θρέψειε νεανίσκους καὶ παρθένους〉. ὅτι τὸ παλαιὸν ὥσπερ θαλάσσης ὄντες γεννήματα ὑπ᾽ αὐτῆς ἐτρέφοντο, ὅτε ἤνθει 〈τὰ〉 Τυρίων πράγματα, νῦν δ᾽ ὅτε μηκέτι ἐστίν, εἰκότως ἀποκλάεται αὐτοὺς ἡ 〈θάλασσα καὶ ἡ ἰσχὺς〉 αὐτῶν ἀποθρηνεῖ ὡς ἐπὶ τέκνοις ἀπολωλόσιν ὀλοφυρομένη. ἀλλὰ καὶ ἡ Αἴγυπτος ἐκ γειτόνων φησὶ παρακειμένη ἐν ὀδύνῃ καταστήσεται φροντίζουσα καὶ ἀγωνιῶσα περὶ ἑαυτῆς, μή πη τὰ ὅμοια πάθοι τῇ Τύρῳ. ὧν οὕτω γενομένων, εἰ δύνασθέ φησιν οἱ μετὰ τοὺς ἀπολωλότας ὑπολειφθέντες ἐν τῇ Τύρῳ, διάβητε φεύγοντες ἐπὶ τοὺς ὑμετέρους ἀποίκους τοὺς τὴν 〈Καρχηδόνα〉 οἰκοῦντας.

κἀκεῖσε ἀπομείναντες ἀποκλαύσασθε τὴν ἑαυτῶν πατρίδα καταμεμφόμενοι μὴ ἑτέρους ἐφ᾽ οἷς πεπόνθατε, ἀλλὰ τὴν ὑμῶν αὐτῶν ὑπερηφανίαν καὶ 〈τὴν ὕβριν〉, ᾗ πάντας ἀνθρώπους περιβάλλειν ἐπειρᾶσθε.

Τὰ δὲ συμβεβηκότα ὑμῖν, ὦ Τύριοι, μὴ εἱμαρμένης ἐπιγράφετε ἀνάγκῃ, ἀλλὰ ζητήσατε παρ᾽ ἑαυτοῖς, 〈τίς ταῦτα ἐβουλεύσατο〉, τίς ἔκρινε ταῦτα παθεῖν τὴν ὑμετέραν πατρίδα· ζητοῦντες γὰρ εὑρήσετε θεοῦ δικαίᾳ κρίσει ταῦτα αὐτῇ συμβεβηκέναι· 〈κύριος〉 γὰρ 〈σαβαὼθ〉 ὁ παρὰ μόνοις Ἑβραίοις θεολογούμενος τοῦτον ἐξήνεγκε τὸν ὅρον,⌝ οὐ μόνης τῆς Τύρου 〈τὴν ὕβριν〉 καὶ τὴν ὑπερηφανίαν ταπεινῶν, ἀλλὰ καὶ τῶν λοιπῶν ἀθέων καὶ ἀσεβῶν ἐθνῶν. διὸ καὶ ‹τῇ Βαβυλῶνι› τὰ ὅμοια διὰ τῶν ἔμπροσθεν ἠπείλει καὶ ‹τῇ Μωὰβ› καὶ ‹τῇ Δαμασκῷ› καὶ τοῖς λοιποῖς τοῖς προωνομασμένοις· «θεὸς» γάρ «ἐστιν ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινοῖς δὲ διδοὺς χάριν». ⌜Μηκέτι τοίνυν ἐπαίρου, ὦ αὕτη μεγαλαυχουμένη ἐπὶ τῷ ἐκ θαλάσσης ποριζομένῳ σοι πλούτῳ, ταπεινωθεῖσα δὲ περὶ τὴν σεαυτῆς ἀσχολοῦ 〈γῆν〉 γεωπονοῦσα καὶ ἐκ τῶν ἀπὸ γῆς καρπῶν τρεφομένη· πέπαυται γάρ σοι τὰ ἀπὸ θαλάττης κέρδη. καὶ γὰρ τούτων ἀπολαύουσα οὐκ ἔφερες σαυτῆς τὴν εὐδαιμονίαν, ἀλλ᾽ ἐξύβριζες 〈παροξύνουσα βασιλεῖς〉 πάντας τοὺς πλησιοχώρους.

πλὴν οὐκέτι σοι πράττειν ταῦτ᾽ ἐξέσται οὔτε καθ᾽ ἑτέρων οὔτε κατὰ τῆς πλησίον σου Σιδῶνος, ἣν καὶ αὐτὴν ἀδικεῖν ἐπεχείρεις.⌝ Ἀλλὰ 〈καὶ εἰ ἀπέλθοις εἰς Κίτιον〉, τὴν ἀνωτέρω λεχθεῖσαν Κυπρίων πόλιν, ὡς πρὸς γνώριμον καὶ ἐκ παλαιοῦ συνήθη καὶ φίλην, 〈οὐδ᾽ ἐκεῖ〉 ἀνάπαυσις 〈ἔσται σοι〉 τοῦ πανταχόθεν ἐλαύνοντος καὶ ἀποκλείοντός σε. εἰ δὲ 〈καὶ εἰς τὴν Χαλδαίων γῆν〉 αὐτομολῆσαι θελήσειας, ἴσθι ὅτι καὶ ἡ τούτων βασιλικὴ πόλις ἡ Βαβυλὼν ἔρημος ἔσται διὰ τοὺς οἰκήσαντας αὐτὴν ἀσεβεῖς καὶ ὑπερηφάνους ἄνδρας, ὅθεν καὶ ὁ 〈τοῖχος αὐτῆς πέπτωκεν〉, ⌜λέγω δὲ ἡ δύναμις ἡ βασιλική, δι᾽ ἧς τὸ παλαιὸν ὠχύρωτο.⌝ Ποίαν τοίνυν ἄλλην καταφυγὴν ἕξεις ἢ ὁπόθεν ἐλπίδα σωτηρίας σεαυτῇ ποριεῖς; διὸ θρηνεῖν εὔλογον τοὺς ἀποίκους τοὺς ὑμετέρους, λέγω δὲ τοὺς Καρχηδονίους, σὲ τὴν 〈Τύρου ὀχύρωμα〉 αὐτῶν ποτε γενομένην, ⌜τὰ δὲ προφητευόμενα κατὰ τῆς Τύρον πάντα ἐν ὀλίγοις ἔτεσιν συντελεσθήσεται, ἐν ὅσοις καὶ ἡ τῷ θεῷ ἀφιερωμένη πόλις Ἰερουσαλὴμ κατέστη ἔρημος. ἔκρινε γὰρ ὁ θεὸς 〈ἀνθρώπου ἑνὸς〉 ζωῆς 〈χρόνον〉, λέγω δὲ 〈ἑβδομήκοντα ἔτη〉, ἀνορίσαι τῇ μελλούσῃ διαλήψεσθαι ἐρημίᾳ τὴν Τύρον ἢ καὶ 〈βασιλέως ἑνὸς〉 πολυετοῦς 〈ἀρχήν.〉⌝ ⌜Ἐν δὲ τούτοις τοῖς 〈ἑβδομήκοντα ἔτεσιν〉 ᾠδὴν καὶ ᾆσμα περὶ τῆς σῆς ἐρημίας ᾄσουσι πάντες ἄνθρωποι οἱ πάλαι σε ἀκριβῶς εἰδότες ὡς ἐπὶ γυναικὶ ἐκπεσούσῃ τῆς ἰδίας τιμῆς.

καὶ σὺ δὲ αὐτὴ περίελθε τὸν χρόνον τῆς σῆς ἐρημίας 〈ῥεμβομένη〉 καὶ τόπον ἐκ τόπου μεθισταμένη καὶ εἰς τὰ λοιπὰ ἔθνη ἐκπορνεύουσα, ἅτε δὴ 〈ἐπιλελησμένη〉 ἐκ τοῦ θεοῦ. εἰ δὲ δύνασαι 〈λαβοῦσα〉 τὴν σεαυτῆς 〈κιθάραν〉 μηκέτι πορνικῶς, ἀλλ᾽ ἐπιστημονικῶς χρήσασθαι τῷ σεαυτῷ ὀργάνῳ 〈πολλὰ κιθάρισον καὶ πολλὰ ᾆσον〉 δι᾽ εὐχῶν καὶ ἱκετηρίων τῶν πρὸς τὸν θεόν. οὕτω γὰρ ἔσται 〈σοῦ〉 ποτε 〈μνεία〉 παρὰ τῷ θεῷ, εἰ τοῖς μέλεσι τοῦ σώματος καὶ τοῖς αἰσθητηρίοις αὐτοῖς εὖ ἡρμοσμένοις 〈κιθάρας〉 δίκην ἐπιστημόνως χρήσαιο σωφρόνως βιοῦσα καὶ θεῷ ἀρεσκόντως 〈ᾄδουσα〉· οὕτω γάρ 〈σου μνεία γενήσεται〉 καταξιώσαντός σε τῆς ἑαυτοῦ μνήμης τοῦ θεοῦ.⌝ ⌜αὐτίκα γοῦν συμπερανθέντος τοῦ προλελεγμένου χρόνου 〈ἐπισκοπῆς〉 τῆς παρ᾽ αὐτοῦ τεύξῃ καὶ αὖθις 〈ἀποκατασταθήσῃ εἰς τὸ ἀρχαῖον〉, ὥστε πάλιν συστῆναι ἐν 〈σοὶ ἐμπόριον〉 καὶ τοὺς ἁπανταχόθεν συρρεῖν ἐπὶ σὲ σπεύδοντας καὶ τὰς ἑαυτῶν πραγματείας ἐπὶ σοὶ κομίζοντας.⌝ Ταῦτα καὶ τὰ ἐχόμενα τῆς αὐτῆς διανοίας περὶ τῆς καταλαβούσης τὴν Τύρον ἐρημίας, περί τε τῆς ἀνανεώσεως αὐτῆς, ἥτις εἰσέτι καὶ νῦν συνέστηκε, διελθὼν ὁ λόγος ἐπιφέρει· 〈καὶ ἔσται ἡ ἐμπορία αὐτῆς καὶ ὁ μισθὸς ἅγιος τῷ κυρίῳ〉. τὸ δ᾽ ἀκριβὲς ἐξετάζων τῆς ἀναγνώσεως ἐπέστησα τῇ τοῦ Ἀκύλου ἑρμηνείᾳ φησάσῃ· 〈καὶ ἔσται ἐμπόριον αὐτῆς καὶ μίσθωμα ἡγιασμένον τῷ κυρίῳ〉.

οὕτω δὲ ἀκριβῶς ἡ Ἑβραϊκὴ φωνὴ δίχα τῶν ἄρθρων 〈ἐμπόριον〉 καὶ 〈μίσθωμα〉 περιέχει, οὐ κατὰ τοὺς Ἑβδομήκοντα ἡ 〈ἐμπορία〉 καὶ ὁ 〈μισθός〉, δι᾽ οὗ δοκεῖ σημαίνεσθαι 〈πᾶσα ἡ ἐμπορία〉 καὶ 〈πᾶς ὁ μισθός〉, ἀλλὰ κατὰ τὸν Ἀκύλαν 〈ἐμπόριον αὐτῆς καὶ μίσθωμα ἡγιασμένον τῷ κυρίῳ〉· οὐ γὰρ 〈πᾶν τὸ ἐμπόριον αὐτῆς〉 οὐδὲ 〈πᾶν τὸ μίσθωμα αὐτῆς〉, ἀλλὰ μέρος τι τοῦ 〈ἐμπορίου〉 καὶ μέρος τι τοῦ 〈μισθοῦ ἔσται ἡγιασμένον τῷ κυρίῳ〉. ⌜ὃ δὴ καὶ πληροῦται καθ᾽ ἡμᾶς αὐτούς· τῆς γὰρ ἐκκλησίας τοῦ θεοῦ ἱδρυμένης ἐν τῇ Τυρίων πόλει, ὥσπερ οὖν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι πολλὰ τῶν ἐν αὐτῇ μισθωμάτων, τῶν τε ἐκ πραγματείας ποριζομένων ἁγιάζεται τῷ κυρίῳ προσφερόμενα τῇ ἐκκλησίᾳ αὐτοῦ· ἅπερ οἱ κομίζοντες προσφέρουσι σὺν εὐλαβείᾳ,⌝ οὐχ ἑαυτοῖς οὐδ᾽ ἵνα αὐτοὶ χρήσωνται τοῖς τῷ θεῷ προσφερομένοις δώροις, 〈ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου〉, ⌜δηλαδὴ τοῖς παρέδροις τοῦ θυσιαστηρίου· «οὕτω γὰρ ὁ κύριος διετάξατο τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν», καί· «οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται». τούτοις οὖν αὐτοῖς ὡς ἂν ἱερεῦσι τοῦ θεοῦ 〈τοῖς κατοικοῦσιν ἔναντι κυρίου〉 τὰς ἀπαρχὰς προσφέροντες οἱ δηλωθέντες ἔργῳ πληροῦσι τὴν φάσκουσαν προφητείαν· 〈καὶ ἔσται ἐμπόριον αὐτῆς καὶ μίσθωμα αὐτῆς⌝ ἡγιασμένον τῷ κυρίῳ καὶ οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου〉.

μετέχει δὲ θαύματος ὁ λόγος, εἰ Τύριοι οἱ εἰδωλολάτραι καὶ πάντοτε τοῦ Ἰσραὴλ ἐχθροὶ ἤμελλον δῶρα καὶ ἀπαρχὰς τῆς 〈ἐμπορίας〉 αὐτῶν τῷ θεῷ τοῦ Ἰσραὴλ προσφέρειν, μεῖζον δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα τυγχάνει ἔργοις αὐτοῖς καθ᾽ ὑμᾶς πληρούμενον. τούτοις ἑξῆς εἴρηται· 〈πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς πλησμονὴν μνημόσυνον ἔναντι κυρίου〉. ἃ δὴ καὶ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· 〈τοῖς γὰρ κατοικοῦσιν ἐνώπιον κυρίου ἔσται ἡ ἐμπορία αὐτῆς φαγεῖν εἰς πλησμονὴν καὶ περιβαλέσθαι εἰς τὸ παλαιῶσαι〉, οἷς ἀκολούθως καὶ τὴν παρὰ τοῖς Ἑβδομήκοντα διάνοιαν ἐφαρμόσομεν· 〈τοῖς γὰρ κατοικοῦσιν ἔναντι κυρίου ἔσται τὰ ἀπὸ τῆς ἐμπορίας αὐτῆς ὥστε φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν καὶ εἰς μνημόσυνον ἔναντι κυρίου〉. εἰ μὲν οὖν εἴη προσκείμενον κατὰ τοὺς Ἑβδομήκοντα τό· 〈πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν〉, ἄλλως ἂν ἀποδοθείη ὁ λόγος, ἐπεὶ δ᾽ οὔτε ἡ Ἑβραϊκὴ ἀνάγνωσις οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τὸ 〈πᾶσα ἡ ἐμπορία αὐτῆς〉 εἰρήκασι, μέρος δέ τι τῆς 〈ἐμπορίας〉 αὐτῆς καὶ τοῦ 〈μισθοῦ τοῖς κατοικοῦσιν ἔναντι κυρίου〉 ὑπὸ τῶν πιστῶν τῶν τὴν Τύρον οἰκούντων προσφέρεσθαι δεδηλώκασιν. ἔργῳ δείκνυται τὸ συμπέρασμα τοῦ θεσπίσματος πεπληρωμένον κατὰ ἀποδοθέντα λόγον.

τίς δὲ τούτοις ἐντυγχάνων οὐκ ἀποθαυμάσει τὴν πρὸ τοσούτων χρόνων γενομένην πρόρρησιν, ἣ τοὺς εἰδωλολάτρας καὶ ἐκτόπως περὶ τὴν πολύθεον πλάνην ἐπτοημένους, Ἰουδαίων τε ὄντας ἐχθροὺς καὶ πολεμίους πάντοτε εἰς τοσοῦτον ἥξειν μεταβολῆς φησιν, ὡς τὸν παρὰ Ἰουδαίοις τιμώμενον θεὸν γνώσεσθαι καὶ δῶρα αὐτῷ προσάξειν, ἃ δὴ καὶ ταῦτα διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χάριτος ἔργοις ἀποτελεσθέντα δείκνυται. ἐν τούτοις περιγραφὴν ἔχουσιν αἱ περὶ τῶν ἀλλοφύλων ἐθνῶν προφητεῖαι, τὰ δ᾽ ἑξῆς ἑτέρας ἅπτεται ὑποθέσεως.