Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Η καθολική κρίση, η συντέλεια και η ανάσταση των νεκρών (Ησ. 24-27)

Εσχατολογικές προφητείες για την παγκόσμια κρίση, τη φθορά της γης, την κατάργηση του θανάτου, το πνευματικό συμπόσιο των εθνών και την εξολόθρευση του δράκοντος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 9 από 25

Ἀρχόμενος ὁ προφήτης τὰ «κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλὴμ» ἑώρα προϊὼν δὲ μετὰ πολλὰ τὰ μεταξὺ λελεγμένα τὰ ‹περὶ τῶν ἀλλοφύλων›, διεξῆλθεν εἶτα μερικὴν μνήμην ποιησάμενος τῶν κατηριθμημένων ἐθνῶν, ἀκολούθως διὰ τῶν προκειμένων καθολικὴν ἐκτίθεται προφητείαν περὶ πάσης θεσπίζων τῆς οἰκουμένης· ⌜ἐπειδὴ γὰρ «τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς». εἰκότως ὡς ἂν εἰ πάντων ἀνθρώπων κηδόμενος διαστέλλεται τῇ οἰκουμένῃ τὰ περὶ τῆς μελλούσης ἅπαντας ἀνθρώπους διαλήψεσθαι τοῦ θεοῦ κρίσεως, «ἐν ἡμέρᾳ ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων».⌝ ὅτι δὲ τὰ προκείμενα καθολικὴν ποιεῖται διδασκαλίαν γνῴης ἂν ἐπιτηρήσας, ὡς οὔτε τῆς Ἰουδαίας οὔτε τῆς Σαμαρείας, ἀλλ᾽ οὐδὲ Τύρου ἢ Δαμασκοῦ ἢ Βαβυλῶνος ἢ ἄλλου τινὸς ἔθνους, σαφῶς δὲ ὁ λόγος περὶ τῆς συντελείας τοῦ βίου καὶ τῆς μετὰ ταῦτα ἐπιστησομένης κρίσεως διαλαμβάνει, ὡς ἂν πάντες ἄνθρωποι διδαχθεῖεν τὰ τοὺς ἀσεβεῖς διαδεξόμενα μετὰ τὸν ἐνεστῶτα βίον καὶ τὰ τοῖς θεοσεβέσιν ἐν ἀγαθοῖς τεταμιευμένα. ἀρχὴν δὲ ποιεῖται ἀπὸ τῶν σκυθρωποτέρων, ἵν᾽ ἐπὶ τὰ χρηστότερα καταλήξῃ.

διό φησιν· 〈Ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτήν〉· κρινομένων γὰρ τῶν ἐπὶ τῆς γῆς καὶ μετατιθεμένων εἰς ἕτερά τινα τοῦ σύμπαντος κόσμου χωρία, ἀκόλουθον ἦν τὸ πάλαι τῶν ἀνθρώπων οἰκητήριον ἔρημον καταλειφθῆναι διὰ τὸ μηκέτ᾽ ὑπάρχειν τοὺς ἐνοικοῦντας ἐν αὐτῷ.

καὶ 〈τὸ πρόσωπον〉 δὲ τῆς γῆς φησι, τοῦτ᾽ ἔστι τὴν ἐπιφάνειαν αὐτῆς, 〈ἀνακαλύψει〉, ὅπως οἱ ἐν αὐτῇ κεκαλυμμένοι εἰς φῶς προέλθοιεν ⌜σημαίνοντος τοῦ λόγου τὸν τῆς τῶν νεκρῶν ἀναστάσεως τρόπον.⌝ 〈〈καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ〉,〉 ⌞ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα 〈διασκορπίσει〉, ἄλλον ἀλλαχοῦ κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου πράξεων· «πολλαὶ» γὰρ «μοναὶ παρὰ τῷ πατρί», μέγας τε καὶ πολὺς ὁ τοῦ θεοῦ κόσμος, ὡς δύνασθαι πάσας ὑποδέχεσθαι καὶ τὰς ἐξ αἰῶνος ἐν τῇ γῇ πεπολιτευμένας ψυχάς, τῶν μὲν ἀσεβῶν τὸν ᾅδην καὶ τὰ ὑπὸ γῆν οἰκητήρια, σκοτείους τε καὶ ἀοράτους μυχοὺς κληρωσαμένων κατὰ τό· «εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται», τῶν δὲ εὐσεβῶν ‹ἁρπαγησομένων› «ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίῳ» ‹γενησομένων›.⌟ ⌜ἐπειδὰν δὲ 〈ἀνακαλυφθῇ〉 τὰ ἐγκεκρυμμένα ἐν τῇ γῇ σώματα, ‹παραστήσονται› οἱ κρινόμενοι ‹πρὸ τοῦ βήματος› τοῦ μεγάλου κριτοῦ ἐξ ἴσου ‹πάντες›, ὡς μηδὲν διαφέρειν τοὺς ἐν τῷ θνητῷ βίῳ ποτὲ δόξαντας πλεῖόν τι ἐσχηκέναι ἤτοι ἐπ᾽ ἀξιώματι ἢ γένει ἢ πλούτῳ τῶν ὑποδεεστέρων· «πάντες γὰρ» ἐξ ἴσου τότε «παραστήσονται τῷ βήματι τοῦ Χριστοῦ». ὁμοίως 〈ἱερεὺς〉 καὶ τῷ 〈ἱερεῖ〉 παραπλησίως ὁ 〈λαός〉,⌝ ⌞καὶ οἱ ὅμοιοι πάντες· ‹ἐπεὶ μή› «ἐστι προσωποληψία παρὰ τῷ θεῷ».

διὸ εἴρηται καὶ παρὰ τῷ Ἰώβ· «μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ».⌟ καὶ πάλιν ὁμοίως ὁ 〈δοῦλος〉 καὶ ὁ δεσπότης καὶ ἡ ποτὲ δὲ 〈θεράπαινα〉 τῇ νομισθείσῃ ἑαυτῆς 〈κυρίᾳ〉 ἐξ ἴσου στήσεται. ἀλλὰ καὶ ὁ διὰ πλείονα περιουσίαν 〈πωλῶν〉 καὶ 〈ἀγοράζων〉, ὅ τε διὰ πλοῦτον 〈δανείζων〉 τοῖς δεομένοις ὅμοιος ἔσται τῷ διὰ πενίαν 〈δανιζομένῳ〉 καὶ δι᾽ ἔνδειαν ὠνουμένῳ.

Ἑξῆς τοῖς εἰρημένοις συνῆπται τό· 〈φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα〉· ⌜φωνῆς γὰρ ἀποφαντικῆς θεοῦ διὰ τοῦ προφήτου προενεχθείσης ταῦτα ἔσται τοῖς τὴν χείρονα λῆξιν εἰληχόσιν, οὓς διὰ τὸ γεῶδες φρόνημα 〈γῆν〉 ὀνομάζει. ὥσπερ γάρ ποτε ἐλέχθη τῷ Ἀδάμ· «〈γῆ〉 εἶ καὶ εἰς 〈γῆν〉 ἀπελεύσῃ», οὕτω καὶ τοῖς κατὰ τὸν καιρὸν τῆς τοῦ θεοῦ κρίσεως φιληδόνοις καὶ φιλοσωμάτοις καὶ διὰ τοῦτο γηΐνοις καὶ σαρκίνοις εὑρεθησομένοις ἡ διαφθορᾶς ἠπείληται τιμωρία.⌝ διαλήψονται δ᾽ αὐτοὺς καὶ ἄλλαι τινὲς ὥσπερ δήμιοι δίκας εἰσπραττόμενοι, ὧν τετολμήκασιν ἑαυτοὺς μὲν 〈φθορᾷ〉 παραδόντες, τὴν δ᾽ εἰκόνα τοῦ θεοῦ τὴν ἐν αὐτοῖς καθυβρίσαντες. τίνες δ᾽ οὗτοι ἢ πάντως τιμωροὶ καὶ κολαστικοί τινες δαίμονες, οἳ 〈προνομὴν〉 ποιήσονται διαρπάζοντες αὐτῶν τὰς ψυχάς, ὅτε καὶ 〈πενθήσουσιν〉 ἑαυτὰς αἱ πένθους ἄξια διαπραξάμεναι.

διὸ καὶ εἴρηται· 〈ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη〉. ⌜τίς δ᾽ ἔστιν ἡ 〈πενθοῦσα γῆ καὶ φθαρεῖσα οἰκουμένη〉, διασαφεῖ ἐπιφέρων· 〈ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς〉· μάλιστα γὰρ τούτους ἡ ὀργὴ τοῦ θεοῦ μετελεύσεται, ἐπεὶ «ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν».⌝ Ἀντὶ δὲ τοῦ· ἡ 〈δὲ γῆ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν〉, ὁ Σύμμαχος· ἡ 〈δὲ γῆ〉 φησιν 〈ἐφονοκτονήθη ὑπὸ τῶν κατοικούντων αὐτήν〉· οὗτοι γὰρ οἱ προλεχθέντες 〈ὑψηλοὶ τῆς γῆς ἐφονοκτόνησαν〉 αὐτὴν φονῶντες καὶ αἱμάτων αὐτὴν πληρώσαντες. ταῦτα δὲ πέπονθεν ἡ 〈γῆ διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὸ πρόσταγμα, διεσκέδασαν διαθήκην αἰώνιον〉· ⌜πάντες γὰρ ἄνθρωποι οἱ ἐξ αἰῶνος τὴν οἰκουμένην οἰκήσαντες, ‹Ἕλληνες ὁμοῦ καὶ βάρβαροι›, τὸν φυσικὸν 〈νόμον〉 παρειληφότες καὶ τὰ 〈προστάγματα〉 τοῦ θεοῦ ταῖς αὐτῶν ψυχαῖς ἔχοντες ‹γεγραμμένα›, τήν τε 〈διαθήκην〉 τὴν ἐξ 〈αἰῶνος〉 ἐν ταῖς κοιναῖς ἐννοίαις ὑποδεδεγμένοι, καὶ ἔπειτα ἑαυτοὺς τοῖς παρὰ φύσιν ἁμαρτήμασιν ἐκδεδωκότες, ‹παραβάται› τοῦ φυσικοῦ γεγόνασι 〈νόμου〉.

διὸ δὴ εὐλόγως παραστήσονται τῷ θείῳ δικαστηρίῳ κριθησόμενοι καὶ λόγον ὑφέξοντες τῆς ἑαυτῶν παραβάσεως.⌝ Καὶ 〈διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν〉. ⌜ὥσπερ δὲ ἐν ἀρχῇ τῆς κοσμοποιΐας μήπω ἁμαρτίας ὑποστάσης ‹εὐλόγησεν ὁ θεὸς τὸν ἄνθρωπον›, οὕτως ‹ἐπὶ συντελείᾳ τοῦ αἰῶνος› 〈ἀρά〉 φησιν 〈ἔδεται τὴν γῆν〉,⌝ κατὰ δὲ τὸν Σύμμαχον· 〈διὰ ταύτην τὴν ἀρὰν ἐπένθησεν ἡ γῆ· διὰ〉 γὰρ 〈τὴν ἀρὰν〉 τὴν τοῖς ἀνθρώποις ἐπελθοῦσαν ὥσπερ μήτηρ αὐτῶν ποτε γενομένη ἡ γεννήσασα καὶ ἀναθρεψαμένη αὐτοὺς 〈γῆ〉 πένθος ἐπ᾽ αὐτοῖς ἀναλήψεται. καὶ πάλιν ἀντὶ τοῦ· 〈διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ〉, ὁ Σύμμαχος 〈διὰ τοῦτο ἐκτρυχωθήσονται εἴρηκεν. πάντων δὲ τῶν ἐπὶ 〈γῆς〉 ταῦτα πεισομένων 〈ὀλίγοι〉 τινὲς 〈καταλειφθήσονται〉 οἱ «τὴν εἰκόνα τοῦ ἐπουρανίου» ἐν ταῖς ἑαυτῶν ψυχαῖς διασώσαντες.

Ἀντὶ δὲ τοῦ· 〈πενθήσει οἶνος〉, ὁ Ἀκύλας 〈ἐπένθησεν ὀπωρισμὸς〉 ἐξέδωκε σημαίνων διὰ τοῦ παραδείγματος τῆς ὀπώρας τὸ πρόσκαιρον τοῦ τῶν σωμάτων ὡραϊσμοῦ καὶ τὸ βραχὺ καὶ εὐδιάφορον τῆς τῶν ἀνθρώπων τρυφῆς. ⌜τότε δὲ καὶ 〈πάντας στενάξειν〉 φησὶ τοὺς ἐν τῷ παρόντι βίῳ ‹τὴν πλατεῖαν καὶ εὐρύχωρον› ὡδευκότας, ‹οἰνοφλυγίαις τε καὶ ἀσωτίαις› τὴν ἑαυτῶν κατατρίψαντας ζωήν· οἱ καὶ μηκέτ᾽ ἔχοντες τὴν τῶν ἡδονῶν ἀπόλαυσιν, ἀλλὰ καὶ ἐλεγχόμενοι ἐφ᾽ αἷς ἔπραξαν αἰσχραῖς καὶ ‹ἀθεμίτοις› πράξεσιν αἰσχύνην καταχεοῦνται.⌝ διὸ λέλεκταί που· «πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστήσονται, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον». ἀλλὰ καὶ ὁ νῦν ἡδὺς 〈οἶνος〉 καὶ τὸ καλούμενον 〈σίκερα〉, ὅπερ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς 〈μέθυσμα〉 ὠνόμασται, κατ᾽ ἐκεῖνο καιροῦ 〈πικρὸν〉 αὐτοῖς ἔσται. τότε δὲ καὶ 〈πᾶσα πόλις κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν〉· ⌜οὐκέτι γὰρ ἔσονται πολιτεῖαι ὁποῖαι νῦν, ἐν αἷς οἱ ἀσεβεῖς τὰ ἑαυτῶν πράττουσι καταθύμια.

πολλάκις δὲ ὁ λόγος 〈οἴνου〉 μνημονεύσας τὴν τῶν ἀνθρώπων τρυφὴν ᾐνίξατο ἢ τὸ τῆς κακίας 〈μέθυσμα〉 καὶ τὸν τῆς ψυχῆς κάρον παρατρέποντα τὴν διάνοιαν τῶν ὀρθῶν καὶ κατὰ φύσιν λογισμῶν· οὗ 〈μεθύσματος〉 ὥσπερ διανήψαντες οἱ τότε κολαζόμενοι φωνὰς ἀφήσουσι καὶ βοὰς πενθικάς.⌝ διὸ ἐπιλέγεται· 〈ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐφροσύνη〉.

Ἀλλὰ γὰρ μετὰ τὰ προλεχθέντα ἐπιλέγει ἡ προφητεία· 〈ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν〉, σαφῶς διδάσκουσα περὶ τῆς καθολικῆς κρίσεως εἰρῆσθαι τὰ λελεγμένα. οἷς ἐπιφέρει· 〈ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς〉, ⌜ὡς μηδένα περιλειφθῆναι τῶν ἀσεβῶν, ἀλλὰ καὶ μέχρις ἑνὸς τὴν κρίσιν τοῦ θεοῦ μετελθεῖν.⌝ ἀντὶ δὲ τοῦ· 〈καὶ ἐὰν παύσηται ὁ τρύγητος, οὗτοι φωνῇ βοήσονται〉, διαστολῇ χρησάμενος ὁ Σύμμαχος δύο κατὰ τὸ αὐτὸ παρέστησε διανοίας εἰπών· 〈ὡς ἐπιφυλλίδες, ἐὰν συντελεσθῇ τρύγητος〉. εἶτα μέχρι τούτου στήσας τὴν διάνοιαν ἐξ ἑτέρας ἀρχῆς ἐπιφέρει λέγων· 〈οὗτοι ἐπαροῦσι φωνὴν αὐτῶν〉. τὸ μὲν οὖν πρῶτον τῇ τῶν προτέρων ἀποδέδοται διανοίᾳ· ⌜ὡς γὰρ οἱ τὸν τῆς 〈ἐλαίας〉 καρπὸν ἀναλεγόμενοι καλάμοις εἰώθασι διακρούειν καὶ καταπάλλειν μέχρι καὶ μιᾶς εἴ που περιλειφθείη, καὶ ὡς μετὰ τὸν 〈τρύγητον〉 ἐπανιόντες τινὲς ἀναλέγονται ῥῶγάς τινας βραχεῖς ἢ βότρυς τοὺς περιλειφθέντας, τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀσεβεῖς ἀναλέξονται μέχρις ἑνὸς ὡς μηδένα διαφυγεῖν τὴν τοῦ θεοῦ κρίσιν.⌝ ἀλλ᾽ ἐκεῖνοι μὲν ταῦτα πείσονται, 〈οὗτοι δ᾽ ἐπαροῦσι φωνὴν αὐτῶν〉· ⌜τίνες δ᾽ 〈οὗτοι〉 ἀλλ᾽ ἢ οἱ τοῦ κρείττονος τάγματος;

εἶεν δ᾽ ἂν 〈οὗτοι〉 οἱ τῆς παρὰ τῷ θεῷ μακαριότητος ἠξιωμένοι.⌝ διὸ ἐπιλέγει ἑξῆς ὁ Σύμμαχος· 〈οὗτοι δὲ ἐπαροῦσι φωνὴν αὐτῶν, ἀγαλλιάσονται ἐν τῷ ἐνδοξασθῆναι κύριον〉, κατὰ δὲ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν οἱ μὲν τῇ κολάσει παραδοθησόμενοι 〈τρύγητον〉 ἔσχατον παθόντες καὶ μέχρις ἑνὸς ἀναλεχθέντες 〈φωνὰς〉 ἀποδώσουσι 〈βοῶντες〉 ἐν τῷ κολάζεσθαι, ⌜οἱ δὲ τῆς μερίδος γενόμενοι τοῦ θεοῦ 〈εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου〉. τότε γὰρ αὐτὸς ὁ κύριος ἐλεύσεται «ἐν τῇ 〈δόξῃ〉 τοῦ πατρὸς αὐτοῦ», «μετὰ δυνάμεως καὶ 〈δόξης〉 πολλῆς». ἐπὶ ταύτῃ τοίνυν τῇ 〈δόξῃ〉 τοῦ ἑαυτῶν 〈κυρίου εὐφρανθήσονται〉 οἱ πάλαι εἰς αὐτὸν ἠλπικότες. ἀντὶ δὲ τοῦ· 〈ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης, ἤχησαν ὕδατα θαλάσσης〉 ὁ Θεοδοτίων ἡρμήνευσε σημαίνων τὸ μέγεθος τῆς βοῆς, ᾗ χρήσονται οἱ δοξάζοντες τὸν ἑαυτῶν κύριον· ἤχῳ γὰρ 〈θαλάσσης〉 παραβληθήσεται αὐτῶν ἡ 〈φωνή〉.⌝ Καὶ ἡ 〈δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται〉 ⌜ταῖς ἐκκλησίαις, δηλαδὴ ταῖς πάλαι μεταξὺ τῶν ἀπίστων ἐθνῶν, ὥσπερ ἐν μέσῳ θαλάσσης ἀπειλημμέναις, ἐφ᾽ ἃς ἡ 〈δόξα κυρίου〉 ἐπιλάμψεται τότε.⌝ ἐπὶ τούτοις ὁ λόγος ἀνυμνεῖ καὶ ἀναφημεῖ τὸν θεὸν τὸν τὴν 〈δόξαν〉 ἑαυτοῦ ταῖς 〈νήσοις〉 δωρησάμενον.

διό φησι· 〈Κύριε ὁ θεὸς Ἰσραήλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν Ἐλπὶς τῷ εὐσεβεῖ〉. ⌜κατὰ δὲ τὸν Σύμμαχον καὶ τὸν Θεοδοτίωνα· 〈ἀπὸ τῶν πτερύγων τῆς γῆς ψαλμοὺς ἠκούσαμεν〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈μελῳδίας〉· οἱ γὰρ τῆς μερίδος τοῦ θεοῦ τὴν δικαίαν αὐτοῦ κρίσιν ἀποθαυμάζοντες 〈εὐφραίνονται ἅμα τῇ δόξῃ τοῦ κυρίου〉 καὶ 〈εὐφραινόμενοι〉 ὕμνους αὐτῷ καὶ ψαλμῳδίας εὐχαριστηρίους ἀναπέμπουσιν.⌝ ὃ δὴ καὶ ἀποθαυμάζει ὁ προφήτης, εἰ 〈ἀπὸ τῶν περάτων τῆς γῆς〉 καὶ 〈αἱ νῆσοι〉 αἱ τῆς δόξης κυρίου καταξιωθεῖσαι ὕμνους αὐτῷ καὶ 〈ψαλμοὺς〉 ᾄδουσι. σφόδρα ἀκολούθως μνημονευσάντων 〈νήσων〉, λέγω δὲ τῶν ἐκκλησιῶν καὶ τῶν ἐν αὐταῖς ἐπιτελουμένων, κατὰ καιρὸν ἐμνημόνευσεν εἰπών· 〈ψαλμοὺς ἠκούσαμεν〉. εἰ δὲ λέγοιτο· 〈τέρατα ἠκούσαμεν〉 ὡς ἐπὶ παραδόξοις τερασίοις τοῦτό φησι· τὸ γὰρ ἀλλόφυλα καὶ ἀλλογενῆ καὶ βάρβαρα ἔθνη τὰ διήκοντα 〈μέχρι τῶν περάτων τῆς γῆς ψαλμοὺς〉 ᾄδειν καὶ τὸν τῶν προφητῶν θεὸν ὑμνεῖν τοὺς πατρῴους θεοὺς ἀποστραφέντα, μέγα τι ἦν καὶ τεράστιον θαῦμα. ⌜εἶτ᾽ ἐπιλέγει· 〈Ἐλπὶς τῷ εὐσεβεῖ〉· ἐπειδὴ γὰρ διῆλθε τὰ τοῖς ἀσεβέσιν ἠπειλημένα, εἶθ᾽ ἑξῆς περὶ τῆς μερίδος τοῦ θεοῦ ἐπήγαγεν, ὡς 〈εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου〉 καὶ ἡ 〈δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται〉.

ὡς δὴ ‹τὴν δικαιοκρισίαν τοῦ θεοῦ› παραστήσας ἀκολούθως ἐπήγαγε τό· 〈Ἐλπὶς τῷ εὐσεβεῖ〉· παντὶ γὰρ δικαίῳ καὶ 〈εὐσεβεῖ〉 ἀνδρὶ 〈ἐλπὶς〉 ἀγαθὴ σωτηρίας ἀπόκειται,⌝ κἂν ἀλλόφυλος εἶναι δοκῇ κἂν ἀλλότριος τοῦ σπέρματος Ἀβραάμ. ἐπὶ τούτοις κατὰ τὸν Σύμμαχον εἴρηται· 〈καὶ εἶπε· τὸ μυστήριόν μου ἐμοί, τὸ μυστήριόν μου ἐμοί〉· τῶν γὰρ προφητῶν δοξασάντων τὸν θεὸν ἐπὶ τῷ λεχθέντι παραδόξῳ καὶ τῆς τῶν 〈εὐσεβῶν ἐλπίδος〉 μνημονευσάντων, μὴ εἰρηκότων δέ, τίνα καὶ ὁποῖα ἦν τὰ ἐλπιζόμενα, ποθούντων δὲ μαθεῖν καὶ γνῶναι, «ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», σιωπᾶν αὐτοὺς ὁ θεὸς παρακελεύεται λέγων· 〈τὸ μυστήριόν μου ἐμοί, τὸ μυστήριόν μου ἐμοί〉· οὐ γὰρ νῦν φησι καιρὸς ἐκφαίνειν· «ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασα τοῖς ἀγαπῶσί με». ταῦτα δὲ ὁ προφήτης ἁγίῳ πνεύματι συνιδὼν ἀποκλάεται τοὺς ἀσεβεῖς διὰ τὸ συνορᾶν αὐτῶν τὴν ἀπώλειαν, καὶ ὥσπερ ἐδόξασε τὸν θεὸν ἐπὶ τῇ τῶν 〈εὐσεβῶν ἐλπίδι〉, οὕτω τοὺς ἀπολλυμένους δι᾽ ὑπερβολὴν φιλανθρωπίας ἀποθρηνεῖ ἐπιφέρων ἑξῆς· 〈Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες καὶ ἀθεσίαν ἀθετούντων τὸν νόμον〉. ἀντὶ δὲ τοῦ· 〈Οὐαὶ τοῖς ἀθετοῦσι〉, ⌜κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται· 〈ὠΐ μοι ἀθετοῦντες ἠθέτησαν〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈οἴμοι ἀθετοῦντες ἠθέτησαν〉.

ὁρᾷς ὅπως συνέπασχον τοῖς ἀπολλυμένοις καὶ ὑπερήλγουν αὐτῶν οἱ τοῦ θεοῦ ἄνθρωποι διὰ φιλανθρωπίαν, ὡς εἰς ἑαυτοὺς ἀναστρέφειν τὸν ταλανισμὸν καὶ λέγειν· 〈ὠΐ μοι〉, ἐφ᾽ οἷς 〈ἠθέτησαν〉 οἱ παραβάται.⌝ Εἶθ᾽ ἑξῆς ἐπάγει τὴν κατ᾽ αὐτῶν ἀπειλὴν φάσκων· 〈φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ᾽ ὑμᾶς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς· καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος〉. καὶ ἐπιλέγει· 〈ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνοίχθησαν〉 ⌜τὴν ἐπισκοπὴν τοῦ θεοῦ καὶ τὴν ἐποπτικὴν αὐτοῦ θεωρητικὴν τῶν ὅλων δύναμιν αἰνιττόμενος, ἐφορῶσαν τὰ πάντα ὥσπερ διὰ 〈θυρίδων τοῦ οὐρανοῦ〉, αἳ δοκοῦσι μὲν κεκλεῖσθαι, ἐπειδὰν ἁμαρτάνοντας τοὺς ἐπὶ γῆς παρέρχηται ὁ θεὸς μὴ ἐπεξιὼν τοῖς πλημμελοῦσι· τότε γὰρ ὥσπερ ἀποστραφεὶς οὐδὲ ὁρῶντι τοὺς ἁμαρτάνοντας ἔοικεν. ἐπειδὰν δὲ κρίνῃ ἐπεξελθεῖν τοῖς ἡμαρτηκόσιν, ὥσπερ ἀναπετάννυνται 〈τοῦ οὐρανοῦ αἱ θυρίδες〉.⌝ εἰκὸς δὲ 〈θυρίδας〉 λέγεσθαι 〈οὐρανοῦ〉 τὰς οὐρανίους πύλας, περὶ ὧν εἴρηται· «ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». τότε μὲν οὖν 〈ἀνοιγήσονται〉 πᾶσαι ἐπὶ τῆς τοῦ κυρίου βασιλείας 〈πύλαι〉, ὅπως δι᾽ αὐτῶν εἰσέρχωνται οἱ βασιλευόμενοι, νυνὶ δὲ 〈ἀνοιχθεισῶν τῶν θυρίδων τοῦ οὐρανοῦ〉, τί γίνεται; 〈σεισθήσεταί〉 φησι 〈τὰ θεμέλια τῆς γῆς.

καὶ ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ〉. ⌜καὶ ταῦτα πάντα πείσεται ἡ γῆ τῶν ποτε κατοικησάντων αὐτὴν οὕτως δηλουμένων· τοιαῦτα δέ φησι πείσεσθαι αὐτοὺς ὡς ἐοικέναι μεθύουσι καὶ κραπαιλῶσιν ἐκ τῆς τῶν κακῶν ὑπερβολῆς.⌝ ἔσται δὲ πρὸς τοῖς εἰρημένοις ἡ δηλωθεῖσα γῆ, δῆλον δ᾽ ὅτι ἡ τῶν ἀσεβῶν ψυχὴ 〈ὡς ὀπωροφυλάκιον〉. τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐρημίαν ἐδήλου, ἐν οἷς ἐλέγετο· «Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἰερουσαλὴμ 〈ὡς ὀπωροφυλάκιον〉 ἔσται». ταῦτα δὲ συμβήσεται τῇ γῇ, λέγω δὲ τοῖς πάλαι τὴν γῆν οἰκήσασιν, ἐπειδήπερ 〈κατίσχυσεν ἐπ᾽ αὐτῆς ἡ ἀνομία〉.

διὸ ἐπὶ τέλει τοῦ λόγου φησί· 〈καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι〉· ⌜ἅπαξ μὲν γὰρ 〈πεσοῦσα〉 κατὰ τὴν τοῦ θνητοῦ βίου τελευτὴν ἡ γῆ ἤτοι σὰρξ γεώδης ἢ φιλοσώματος ψυχὴ ἢ οἱ πάλαι τὴν γῆν οἰκήσαντες τῆς καθολικῆς ἀναστάσεως τεύξονται ‹εἰς τὸ παραστῆναι› «τῷ βήματι τοῦ Χριστοῦ» ‹καὶ κομίσασθαι ἕκαστον› «τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτ᾽ ἀγαθὸν εἴτε κακόν», ἐπειδὰν δὲ κριθέντες ἐκπέσωσι πάσης ἀγαθῆς ἐλπίδος καὶ ταῖς ἠπειλημέναις κολάσεσι παραδοθῶσι τὸ τηνικαῦτα τοῦ θεοῦ ἐκπεσόντες 〈οὐκέτ᾽ ἀναστῆναι δυνήσονται〉.⌝ Ἀλλὰ γὰρ πληρώσασα ἡ προφητεία τὸν λόγον τὸν περὶ τῶν οἰκητόρων τῆς γῆς ἑξῆς μεταβαίνει ἐπὶ τὸν 〈οὐρανὸν〉 καὶ τὰ οὐράνια λέγων· 〈τῇ〉 δὲ 〈ἡμέρᾳ ἐκείνῃ〉, ⌜λέγω δὲ κατὰ τὸν δηλούμενον τῆς τοῦ θεοῦ κρίσεως καιρόν,⌝ 〈ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα〉, ⌜ἐν οἷς τὴν συντέλειαν αἰνίττεται τοῦ παντός, ἐν ᾗ «ὁ 〈οὐρανὸς〉 καὶ ἡ γῆ παρελεύσεται».⌝ τότε γὰρ διὰ τὴν σωτήριον διδασκαλίαν «ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. ὅτε καὶ φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς».

ταῦτα δὴ πάντα αἰνιττόμενος ὁ προφητικὸς λόγος διδάσκει λέγων· 〈καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα. ⌜κόσμον〉 δὲ 〈οὐρανοῦ〉 εἴωθε Μωσῆς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας ἀποκαλεῖν,⌝ ὡς ὅταν λέγῃ· «ἔπεχε μὴ ἀναβλέψας εἰς τὸν 〈οὐρανὸν〉 καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα 〈τὸν κόσμον τοῦ οὐρανοῦ〉 πλανηθεὶς προσκυνήσῃς αὐτοῖς». διὸ καὶ ἡ παροῦσα προφητεία προϊοῦσα, τίς ποτ᾽ ἦν ὁ 〈κόσμος τοῦ οὐρανοῦ〉 παρίστησιν, ἐν οἷς φησι· 〈καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος〉. ἀνθ᾽ οὗ ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· 〈καὶ ἐντραπήσεται ἡ σελήνη καὶ αἰσχυνθήσεται ὁ ἥλιος〉, ὁ δὲ Ἀκύλας· 〈καὶ καταισχυνθήσεται ἡ σελήνη καὶ αἰσχυνθήσεται ὁ ἥλιος〉, ὁμοίως καὶ ὁ Θεοδοτίων· 〈ἐντραπήσεταί〉 φησιν ἡ 〈σελήνη καὶ αἰσχυνθήσεται ὁ ἥλιος〉. ὁρᾷς ὅτι 〈ἐπάγει ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα〉 τὴν συντέλειαν τῶν φαινομένων ποιούμενος. ἐὰν δὲ λέγῃ· 〈ἐπάξει ὁ θεὸς τὴν χεῖρα ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ〉, εἶτα ἐπιφέρῃ· 〈καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς· καὶ συνάξει εἰς συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα〉, ⌜δοκεῖ μοι ‹τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου› σημαίνειν διὰ 〈τῶν βασιλέων〉 τῆς γῆς〉.

οὕτω γοῦν καὶ τῷ Δανιὴλ ὁ χρηματίζων αὐτῷ Γαβριὴλ ἐδήλου λέγων· «καὶ ἐξῆλθεν εἰς συνάντησίν μου ἄρχων βασιλείας Περσῶν καὶ ἄρχων βασιλείας Ἑλλήνων καὶ ἄρχων βασιλείας Μήδων». τοὺς τοιούτους ἀοράτους ἄρχοντας τῶν ἐθνῶν 〈βασιλεῖς〉 ἐνταῦθα προσειπὼν ὁ λόγος συναχθήσεσθαι αὐτούς φησιν ὑπὸ τῆς χειρὸς τοῦ θεοῦ καὶ ἐμβληθήσεσθαι 〈εἰς δεσμωτήριον καὶ ἀποκλεισθήσεσθαι εἰς ὀχύρωμα〉.⌝ διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈κατὰ τῶν βασιλέων τῶν ἐπὶ τῆς γῆς· καὶ ἀθροισθήσονται ἀθροισμὸν δεσμίου εἰς λάκκον καὶ συγκλεισθήσονται εἰς συγκλεισμόν〉. ⌜ἀκόλουθον γὰρ ἦν τῆς βασιλείας τοῦ Χριστοῦ μελλούσης τότε τοῦ νέου αἰῶνος ἐπικρατεῖν «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας» εἰς τὸν προσήκοντα αὐτοῖς καταβληθῆναι ‹〈λάκκον〉›, ὃν αὐτοὶ ‹ἑαυτοῖς ὤρυξαν›· «〈λάκκον〉» γὰρ πᾶς ἀσεβὴς «ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο».⌝ ἀλλὰ καὶ 〈συγκλεισθήσονται〉 οἱ δηλωθέντες ἐν τινὶ πρέποντι αὐτοῖς 〈δεσμωτηρίῳ〉, ἵνα μὴ παρένοχλοι ἐν τοῖς ὑπὸ θεοῦ βασιλευομένοις, ἔσονταί τε ἐν τούτῳ εἰς ὅσον κρινεῖ ἐν αὐτοῖς τοῖς αὐτόθι δεσμοῖς ἐνέχεσθαι ὁ τῶν ὅλων κριτής.

διὸ κατὰ τοὺς Ἑβδομήκοντα λέλεκται· 〈διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ μετὰ πολλὰς ἡμέρας ἐπισκεφθήσονται〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈καὶ ἀπὸ πλήθους ἡμερῶν ἐπισκεφθήσονται〉, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈διὰ πολλῶν ἡμερῶν ἐπισκεφθήσονται〉. ὑπὸ τίνος δ᾽ οὐκ εἴρηται· οὐ γὰρ πρόσκειται ὑπὸ τοῦ θεοῦ, ὡς ἀπόρρητος δὲ ὁ περὶ τούτου σεσιώπηται λόγος. εἶτα καὶ αὐτὸς ὁ 〈ἥλιος αἰσχυνθήσεται〉 ὁρῶν τοὺς πάλαι ὑπ᾽ αὐτῷ φωτιζομένους ἐλέγχῳ τῆς κρίσεως καὶ τιμωρίᾳ ὑποβληθέντας, ὡσαύτως δὲ καὶ ἡ 〈σελήνη ἐντραπήσεται〉, ὡς μηδὲν εἰς κατόρθωσιν τῶν ἐπὶ γῆς ἠσεβηκότων συμβαλλομένη. ὡσεὶ καὶ οἰκονόμοι τινὲς ἐπιταχθέντες ἐφορᾶν καὶ διέπειν οἰκοδεσπότου οἶκον τοὺς ὑπ᾽ αὐτῶν μακρῷ χρόνῳ γενησομένους ἐπιστάντος τοῦ δεσπότου ἴδοιεν κολαζομένους καὶ διαφόροις τιμωρίαις ὑποβαλλομένους, τὸν αὐτὸν τρόπον καὶ οἱ τῷ μακρῷ αἰῶνι τῇ τοῦ θεοῦ βουλῇ ἐξυπηρετησάμενοι ἥλιος καὶ σελήνη τῶν ὑπὸ τὰς αὐτῶν αὐγὰς ἠσεβηκότων ποτὲ ὑπεχόντων δίκας 〈διατραπήσεσθαι〉 καὶ 〈αἰσχυνθήσεσθαι〉 λέγονται κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς.

κατὰ γὰρ τοὺς Ἑβδομήκοντα οὐδεμία ἐν τούτοις μνήμη οὐχ 〈ἡλίου〉 οὐδὲ 〈σελήνης〉 γεγένηται, σφόδρα δὲ κεκαλυμμένως εἴρηται τό· 〈καὶ τακήσεται ἡ πλίνθος καὶ πεσεῖται τὸ τεῖχος〉, ἀποκρυψάντων ὡς εἰκὸς τῶν ἑρμηνευσάντων τὸν λόγον διὰ τὸ Ἕλλησιν ἐκδιδόναι τὴν γραφὴν καὶ διὰ τὸ ἀπεμφαῖνον τῆς λέξεως. τούτοις ἅπασιν ἐπιφέρεται· 〈ὅτι βασιλεύσει κύριος ἐν Σιὼν καὶ ἐν Ἰερουσαλὴμ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται〉· ⌜ἔδει γὰρ ἡμᾶς ἐν τῷ περὶ συντελείας λόγῳ καὶ τὰ περὶ τῆς κηρυττομένης τοῦ σωτῆρος ἡμῶν ἐπουρανίου βασιλείας μαθεῖν, ἥτις ἔσται μετὰ τὴν καθαίρεσιν τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν. Σιὼν δὲ καὶ Ἰερουσαλὴμ πολλάκις εἶναι ‹ἐπουρανίους› ἀπὸ τῆς ἀποστολικῆς μαρτυρίας παρεστήσαμεν· ἔνθα ἡ τοῦ Χριστοῦ βασιλεία στήσεται,⌝ ὅτε 〈καὶ ἐνώπιον τῶν πρεσβυτέρων αὐτοῦ δοξασθήσεται〉· οὓς γὰρ κατὰ τὸν παρόντα βίον ἐτίμησεν ἀξιώμασιν ἐκκλησιαστικοῖς 〈πρεσβυτέρους〉 ἀναδείξας, τούτους αὐτοὺς καταξιώσει τῆς αὐτοῦ θεότητος· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈καὶ ἄντικρυς τῶν πρεσβυτέρων αὐτοῦ δόξα〉.

Πληρώσας ὁ λόγος τὴν περὶ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως προφητείαν, ἧς τὸ τέλος τὴν Χριστοῦ βασιλείαν καὶ ‹τὴν δόξαν τῶν πρεσβυτέρων αὐτοῦ› περιεῖχεν, ἀποθαυμαστικῶς ἀναφωνεῖ λέγων· 〈Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν〉. ⌜νοήσομεν δὲ ὅπως ἦν 〈ἀρχαία ἡ βουλὴ〉 αὕτη ἐπιστήσαντες τῇ φωνῇ τοῦ σωτῆρος τῇ λεγούσῃ τοῖς εἰς τὰ δεξιὰ στησομένοις αὐτοῦ· «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου».⌝ ⌞καὶ ὁ Ἀπόστολος δὲ ἐντεῦθεν ὁρμώμενος ἔγραφε· «καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν ἐν αὐτῷ».⌟ ⌜〈ἀρχαία〉 τοίνυν ἦν αὕτη ἡ 〈βουλή〉, καὶ ταῦτα τ᾽ ἦν τὰ 〈θαυμαστὰ〉 ἀληθῶς 〈πράγματα〉 τὰ προωρισμένα μὲν «πρὸ καταβολῆς κόσμου, ἐπὶ συντελείᾳ» δὲ «τῶν αἰώνων» πληρωθησόμενα,⌝ ἐπειδὰν «θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ» καὶ «ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν». τὸ τηνικαῦτα πάσης κακίας ἐκποδὼν ἀρθείσης καὶ ‹τοῦ ἐσχάτου ἐχθροῦ τοῦ θανάτου καταργηθέντος›, ‹ὁ μὲν θεὸς ἔσται› «πάντα ἐν πᾶσιν».

ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν τοῦ νέου αἰῶνος βασιλεύων «ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται», ὅτε καὶ ‹πάντες οἱ ἅγιοι αὐτοῦ› «ἐν ζωῇ βασιλεύσουσι» τῷ ἑαυτῶν σωτῆρι ‹συμβασιλεύοντες›. αὕτη ἦν ἡ 〈ἀρχαία βουλή〉, καὶ ταῦτα τὰ 〈θαυμαστὰ πράγματα〉, ἐφ᾽ οἷς ἀποθαυμάζων ὁ προφήτης δοξάζει τὸν θεόν. εἶτ᾽ ἐπευχόμενος ταῦτα γενέσθαι ἐπιλέγει· 〈γένοιτο〉, ⌜σπεύδων ὥσπερ καὶ ἐπιθυμῶν ᾗ τάχος ἐπιστῆναι τὸ τῶν ἀγαθῶν τέλος. 〈ἀρχαία〉 μὲν ἦν ἡ 〈βουλὴ〉 αὕτη διὰ τὴν πρόγνωσιν καὶ τὸν προορισμὸν τοῦ θεοῦ, 〈ἀληθινὴ〉 δὲ διὰ τὴν τοῦ τέλους ἔκβασιν.⌝ ἀλλ᾽ ὑπὲρ μὲν τῶν καταξιωθησομένων τῆς μακαριότητος ἐπηύξατο εἰπών· 〈γένοιτο〉, περὶ δὲ τῶν παρεληλυθότων ἐν τῷ θνητῷ βίῳ ἐπιλέγει· 〈ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ〉. ⌜καὶ ἐπὶ τούτοις οὖν φησι· 〈δοξάσω σε〉, ὅτι τῶν 〈ἀσεβῶν〉 περιεῖλες τὰς 〈πόλεις〉 ἀφανίσας αὐτῶν τὰς ἀθέους πολιτείας καὶ τὰ ἀσεβῆ οἰκοδομήματα. οἵ γε μὴν διασωθέντες ἐξ αὐτῶν ἐκείνων 〈εὐλογήσουσί σε〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈δοξάσουσί σε〉. εἰσὶ δ᾽ οὗτοι 〈λαὸς〉 ὁ διὰ σὲ πτωχεύσας κατὰ τὸν πρότερον αἰῶνα καὶ 〈πόλεις〉 τῶν πάλαι 〈ἀδικουμένων ἀνθρώπων〉, οὓς 〈ἠδίκουν〉 οἱ διῶκται τῆς θεοσεβείας.

οὗτοι 〈εὐλογήσουσί σε〉 ἐν τῇ ἐκκλησίᾳ σου ἐν διαφόροις πολιτεύμασιν ἐξετασθέντες καὶ δικαίως 〈εὐλογήσουσιν〉,⌝ ἐπειδήπερ 〈ἐγένου πάσῃ πόλει ταπεινῇ βοηθὸς καὶ τοῖς ἀθυμήσασι δι᾽ ἔνδειαν σκέπη〉. ⌜καὶ ὅτε γὰρ ἦσαν 〈ταπεινοὶ〉 καὶ ἐν ἀθυμίᾳ καὶ 〈ἐνδείᾳ〉 πάσης τρυφῆς μεταξὺ τῶν φαύλων ἀναστρεφόμενοι, σὺ αὐτῶν ἦσθα 〈βοηθὸς〉 καὶ 〈σκέπη〉, ἀλλὰ καὶ 〈διψώντων〉 κατ᾽ ἐκεῖνο καιροῦ, ὡς λέγειν· «ἐδίψησέ σοι ἡ ψυχή μου», καί· «ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα». σὺ πάλιν ἦσθα πηγὴ δροσίζων αὐτοὺς καὶ ποτίζων τῇ τοῦ ἁγίου πνεύματος ἐπιρροῇ καὶ σὺ τῆς ὀλιγοψυχίας αὐτοὺς ἀνεκτῷ ἐνισχύων αὐτοὺς τῇ δυνάμει τοῦ μονογενοῦς σου λόγου.

Ἵνα δὲ μὴ περὶ αὐτῶν ταῦτα λέγεσθαι ὑπολάβωσιν Ἰουδαίων παῖδες ἀναγκαίως τὴν εἰς πάντα τὰ ἔθνη χυθεῖσαν τοῦ Χριστοῦ χάριν, ἐπιφέρει λέγων· 〈καὶ ποιήσει κύριος σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο〉. τί δὲ 〈ποιήσει〉, κατὰ μὲν τοὺς λοιποὺς ἑρμηνευτὰς 〈ποτὸν〉 ἑξῆς εἴρηται, κατὰ δὲ τοὺς Ἑβδομήκοντα· 〈πίονταί〉 φησιν 〈εὐφροσύνην, πίονται οἶνον〉· συμπόσιον τοίνυν οὐ τῷ Ἰσραὴλ οὐδὲ τῷ Ἰουδαίων λαῷ, πᾶσι δὲ τοῖς ἔθνεσι παρασκευάσειν τὸν κύριον ἐν τούτοις θεσπίζει. οὐκ ἐν κοιλώμασι γῆς οὐδ᾽ ἐν φάραγξιν οὐδ᾽ ἐν πεδιάσιν, ἀλλ᾽ οὐδ᾽ ἐν πολλοῖς ὄρεσιν οὐδ᾽ ὡς ἔτυχεν ἐπί τινος ἑνὸς 〈ὄρους〉, ἀλλ᾽ ἐν ἐκείνῳ, ὅπερ δεικνὺς ἔλεγεν· 〈ἐπὶ τὸ ὄρος τοῦτο〉. ποῖον δὲ ἦν 〈τοῦτο〉 ἢ περὶ οὗ μικρῷ πρόσθεν ἔλεγεν· «ὅτι βασιλεύσει κύριος ἐν τῷ 〈ὄρει〉 Σιὼν καὶ ἐν Ἰερουσαλὴμ καὶ ἐνώπιον τῶν πρεσβυτέρων αὐτοῦ δοξασθήσεται»· ἐν γὰρ τῷ 〈ὄρει〉 τῆς αὐτοῦ βασιλείας, ἐν ᾧ καὶ τὴν 〈δόξαν〉 ἑαυτοῦ τοῖς αὐτοῦ ‹πρεσβυτέροις› παρέξει, ἐκεῖ τὸ συμπόσιον καὶ τοῖς ἔθνεσι παρασκευάσας τὸ τῆς ἀθανασίας αὐτοῖς 〈ποτὸν〉 δωρήσεται.⌝ διὸ λέλεκται· 〈ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον〉. ⌜παρίστησι δὲ τὸ ὄρος ὁ Ἀπόστολος εἰπών· «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς».

ἐνταῦθα τοίνυν γενόμενοι οὐχ ὁ Ἰσραήλ, ἀλλ᾽ οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν καταξιούμενοι τῶν ἐπαγγελιῶν 〈πίονται εὐφροσύνην καὶ πίονται τὸν〉 ἐκ ‹τῆς ἀληθινῆς ἀμπέλου› 〈οἶνον〉,⌝ ⌞περὶ οὗ ὁ σωτὴρ ἔλεγεν· «οὐ μὴ πίω αὐτὸ ἕως ἂν πίω αὐτὸ καινὸν μεθ᾽ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν».⌟ 〈καὶ χρίσονται μύρον〉 οὐκέτι «τὸν ἀρραβῶνα τοῦ ἁγίου πνεύματος» ληψόμενοι, ἀλλ᾽ αὐτοῦ ‹τοῦ πληρώματος τῆς θεότητος› τοῦ υἱοῦ τοῦ θεοῦ μεθέξοντες, καὶ οὐκέτι ‹ἐκ μέρους γινώσκοντες καὶ ἐκ μέρους προφητεύοντες›, ἀλλ᾽ ἐκ τοῦ τελείου ‹μέτοχοι τοῦ Χριστοῦ γενησόμενοι›, ὡς καὶ αὐτοὺς ἀποφανθῆναι ‹χρηστοὺς› καὶ ‹θεοῦ υἱοὺς καὶ κληρονόμους θεοῦ καὶ συγκληρονόμους Χριστοῦ›. ⌜τούτων δ᾽ εἰκόνας ἡμῖν καὶ σύμβολα ἐν τοῖς μυστηρίοις τῆς καινῆς διαθήκης διὰ τοῦ μυστικοῦ χρίσματος καὶ τοῦ σωτηρίου αἵματος ὁ εὐαγγελικὸς παρέδωκε λόγος, ἵν᾽ ἐν τούτοις δοκιμασθέντες καὶ τῶν κρειττόνων μεταλάβοιμεν.⌝ 〈ταῦτα〉 αὐτὰ τὰ εἰρημένα 〈παράδος〉 φησὶ 〈τοῖς ἔθνεσιν〉· ὁ γὰρ Ἰσραὴλ οὐκ ἄξιος τούτων. ⌜ὥσπερ δέ τις παραθήκην ἐν μυστηρίῳ παραδίδωσιν, οὕτω φησὶ τὸν περὶ τῶν λεχθέντων μυστικὸν λόγον· 〈παράδος πᾶσι τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη〉.⌝ διόπερ εἰκότως ἐδόξαζεν ὁ προφήτης ἐκπληττόμενος τὴν τοῦ θεοῦ χάριν, ἐν οἷς ἔφασκεν· «ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν».

τούτοις ἑξῆς, ὅπως τὰ ἔθνη τὰ ἐξ αἰῶνος ἄθεα καὶ ἀνέλπιστα διὰ τὸ εἰδώλοις καὶ δαίμοσι προσανέχειν τεύξεται τούτων, διασαφεῖ λέγων· 〈κατέπιεν ὁ θάνατος ἰσχύσας〉. ⌜ἀλλ᾽ ὅμως ὁ φιλάνθρωπος τῶν ὅλων σωτὴρ ῥυσάμενος τοῦ 〈θανάτου〉 τὰς τῶν ἀνθρώπων ψυχάς, τῆς τε πολυθέου καὶ δαιμονικῆς πλάνης ἐλευθερώσας 〈ἀφεῖλε πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου·⌝ καὶ τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς· ⌜ὄνειδος〉 δὲ ἦν 〈τοῦ λαοῦ〉 τοῦ ἐξ ἐθνῶν ἡ κρατήσασα αὐτῶν εἰδωλολατρία· ὅπερ 〈ὄνειδος ἀφεῖλεν〉 ὁ θεὸς καὶ τὸ ἐπὶ τούτῳ 〈δάκρυον〉 τῶν διὰ φιλανθρωπίαν τὴν τῶν τοσούτων ψυχῶν ἀποκλαομένων ἀπώλειαν.⌝ ταῦτα μὲν οὖν κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν· κατὰ δὲ τοὺς λοιποὺς ἑτέραν παρίστησι διάνοιαν ὁ λόγος, ἣν ὁ Σύμμαχος σαφέστερον ἐξέδωκε τοῦτον εἰπὼν τὸν τρόπον· 〈καὶ καταποντιεῖ ἐν τῷ ὄρει τούτῳ πρόσωπον τοῦ ἐξουσιαστοῦ τοῦ ἐξουσιάζοντος πάντων τῶν ἐθνῶν, καὶ ἡ χρίσις ἡ κεχρισμένη κατὰ πάντων τῶν ἐθνῶν καταποθῆναι ποιήσει τὸν θάνατον εἰς τέλος. καὶ ἐξαλείψει κύριος ὁ θεὸς ἀπὸ προσώπου πᾶν δάκρυον καὶ τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ περιελεῖ ἀπὸ πάσης τῆς γῆς, ὅτι κύριος ἐλάλησεν〉.

ἰσοδυναμεῖ δὲ τούτοις καὶ τὰ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, ὧν ὁ νοῦς τοιοῦτος εἶναί μοι δοκεῖ· κατὰ τὸν δηλωθέντα χρόνον ἐπειδὰν ἐν τῷ ἀποδοθέντι 〈ὄρει πᾶσι τοῖς ἔθνεσι〉 τὸ συμπόσιον ποιήσας ὁ κύριος καταξιώσῃ μετασχεῖν τοῦ 〈οἴνου〉 καὶ τοῦ 〈μύρου〉 καὶ τῶν ἀρρήτων αὐτοῦ μυστηρίων τὸ τηνικαῦτα 〈καταποθῆναι ποιήσει〉 καὶ ἀφανὲς γενέσθαι 〈τὸ πρόσωπον τοῦ ἐξουσιαστοῦ τοῦ ἐξουσιάσαντος πάντων τῶν ἐθνῶν〉, τοῦτ᾽ ἔστι τοῦ 〈θανάτου〉, οὕτως δὲ αὐτὸ 〈καταποντιεῖ〉 ὁ ἐν τῷ προλεχθέντι 〈ὄρει〉 βασιλεύων κύριος, ὡς μηκέτι φαίνεσθαί που αὐτόν, λέγω δὲ τὸν 〈θάνατον〉, ὃν ἐνταῦθα μὲν ἡ προφητεία 〈ἐξουσιαστὴν〉 ὠνόμασεν, ὁ δ᾽ Ἀπόστολος οὐκ ὤκνησε καὶ βασιλέα προσειπεῖν φήσας· «ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως», ἐπεὶ τοίνυν «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». εἰκότως ἐνταῦθά φησιν ὁ λόγος ἀπολεῖσθαι 〈τὸ πρόσωπον τοῦ ἐξουσιαστοῦ〉. ἀντὶ δὲ τοῦ· 〈τὸ πρόσωπον τοῦ ἐξουσιαστοῦ, τὸ πρόσωπον τῆς σκοτίας〉 ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἐκδεδώκασι. τίς δ᾽ ἦν ἡ 〈σκοτία〉, ἢ ὁ ἀφεγγὴς καὶ σκότου πλήρης τοῦ θανάτου χῶρος; ⌜τότε τοίνυν, ὅτε τῷ υἱῷ τοῦ θεοῦ ‹ἅγιοι συμβασιλεύσουσιν›, αὐτὸς ὁ 〈θάνατος〉 ὁ πάλαι 〈καταπίνων〉 τοὺς πάντας 〈καταποθήσεται〉.

αἴτιον δὲ τούτου ἔσται ἡ 〈χρῖσις ἡ κεχρισμένη εἰς πάντα τὰ ἔθνη· χρισθέντες〉 γὰρ τῷ χρίσματι οὐκέτ᾽ ὑποχείριοι γενήσονται θανάτῳ, ἀθανασίας δὲ καὶ ζωῆς αἰωνίου μετασχόντες τὸν θάνατον ἀνενέργητον καὶ ὥσπερ νεκρὸν καταστήσουσι.⌝ διὸ λέλεκται· ἡ 〈χρῖσις ἡ κεχρισμένη κατὰ πάντων τῶν ἐθνῶν καταποθῆναι ποιήσει τὸν θάνατον εἰς τέλος〉. καὶ δὴ τοῦ 〈θανάτου〉 ἐκποδὼν γενομένου 〈ἐξαλείψειν κύριος ὁ θεὸς〉 λέγεται 〈πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου καὶ τὸν ὄνειδον τοῦ λαοῦ αὐτοῦ περιελεῖν· ⌜ὄνειδος〉 γὰρ ἦν οὐ μικρὸν ‹τοῖς κατ᾽ εἰκόνα θεοῦ πεποιημένοις ἀνθρώποις› τὸ ἐκπεσεῖν τῆς αἰωνίου ζωῆς καὶ 〈θανάτῳ〉 ὑποβληθῆναι. ἀλλ᾽ ἀρθήσεται τὸ 〈ὄνειδος〉 ‹τοῦ μὲν 〈θανάτου〉 καταργηθέντος› καὶ τοῦ σκότους ἀφανισθέντος, τῆς δὲ τοῦ Χριστοῦ βασιλείας ἐν αἰωνίῳ ζωῇ διαλαμπούσης ἀπολαύσουσιν οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν μὲν προτέρων ἠλευθερωμένοι κακῶν. τῶν δ᾽ ἐπαγγελιῶν τοῦ θεοῦ καταξιωθησόμενοι.⌝ ⌜〈Καταποθέντος τοῦ θανάτου〉 κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν οἱ τοῦ νέου αἰῶνος υἱοὶ 〈τῇ ἡμέρᾳ ἐκείνῃ〉 εὐχαριστήριον ᾄσουσιν ᾠδήν, ὁρῶντες ἐν δόξῃ τὸν ἑαυτῶν σωτῆρα, 〈καὶ ἐροῦσιν Ἰδοὺ ὁ θεὸς ἡμῶν, ἐφ᾽ ᾧ ἠλπίζομεν〉· πάλαι μὲν γὰρ αὐτὸν ἐν ἐλπίσιν εἴχομεν πιστεύοντες ταῖς θείαις περὶ αὐτοῦ διδασκαλίαις, νυνὶ δὲ καὶ ὀφθαλμοῖς ὁρῶμεν αὐτόν, διὸ ὑπεμείναμεν πάλαι τὰ ἐπιόντα ἡμῖν λυπηρά.

καὶ οἱ μὲν ταῦτα 〈ἐροῦσιν〉, ὁ δὲ 〈ἀνάπαυσιν〉 αὐτοῖς 〈δώσει〉 ἐν τῷ προλεχθέντι τῆς βασιλείας αὐτοῦ 〈ὄρει〉.⌝ καὶ οὗτοι μὲν τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσουσιν, ἡ δὲ 〈Μωαβῖτις〉, κατὰ δὲ τὴν Ἑβραϊκὴν φωνὴν 〈Μωάβ〉, τιμωρίαν ὑφέξει τῆς ἑαυτοῦ ἀθεότητος· 〈καταπατηθήσεται〉 γὰρ τρόπον 〈ἅλωνος ἐν ἁμάξαις〉, ὥστ᾽ ἀσθενῆσαι καὶ ἐξατονῆσαι 〈τὰς χεῖρας αὐτοῦ〉 ἀπὸ ἐκλύσεως. διό φησιν ὁ Ἀκύλας· 〈καὶ ἀλοηθήσεται ἡ Μωὰβ ὑποκάτω αὐτοῦ ὡς ἀλοᾶται ἄχυρα〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ ἀλοήσομέν〉 φησι 〈τὴν Μωὰβ ὡς ἀλοητὸν ἀχύρου εἰς πηλόν〉. τίνες δέ εἰσιν οἱ 〈καταπατοῦντες〉 αὐτὸν καὶ 〈ἀλοῶντες〉 ἑξῆς παρίστησιν ἐπιφέρων· «καὶ 〈πατήσουσιν〉 αὐτὸν πόδες πραέων καὶ ταπεινῶν βήματα πενήτων». ⌜οἶμαι δ᾽ ἐνταῦθα 〈Μωὰβ〉 λέγεσθαι τὸν πονηρὸν δαίμονα καὶ τὴν ἀντικειμένην δύναμιν τὴν πάλαι παρὰ τοῖς Μωαβίταις ὡς θεὸν τιμωμένην, ἥτις ἐπειδὴ μέγα ἐφρόνει κατεπαιρομένη τοῦ θεοῦ Ἰσραήλ. καὶ τὸ ὑφ᾽ ἑαυτὴν ἔθνος ἐπιτρίβουσα, ὡς καὶ ἐπ᾽ αὐτοῦ Μωσέως τοιαῦτα τολμῆσαι, ὡς ἐκπορνεῦσαι τὸν λαὸν καὶ ‹τελεσθῆναι τῷ Βεελφεγώρ›· τοῦτο δ᾽ ἦν τὸ τῶν Μωαβιτῶν εἴδωλον· τούτου χάριν τὰ προκείμενα περὶ αὐτῆς ὡς περὶ δεινῆς τινος καὶ θεομάχου δυνάμεως προφητεύεται.⌝ καὶ ἐν τῇ ὁράσει δὲ τῇ περὶ τῆς Μωὰβ περὶ τοῦ αὐτοῦ δαίμονος πρὸς αὐτὴν ἐλέγετο τὴν Μωάβ· «ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο καταπατῶν ἐπὶ τῆς γῆς».

ἐπειδὴ οὖν φοβερός τις ἐνομίζετο τῷ Ἰουδαίων λαῷ ὁ πονηρὸς οὗτος δαίμων, τὸ διαδεξόμενον αὐτὸν κατὰ τὸν καιρὸν τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως τέλος ἡ παροῦσα προφητεία διδάσκει ἐν τῷ λέγειν· 〈καὶ καταπατηθήσεται ὁ Μωάβ, καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ· ὃν τρόπον γὰρ αὐτός〉 φησιν 〈ἐταπείνωσεν〉 ἑτέρους 〈τοῦ ἀπολέσαι〉, οὕτως 〈καὶ αὐτὸς〉 τὰ ὅμοια πείσεται. ὁ δὲ ⌜Σύμμαχος· 〈καὶ ἀλοήσομέν〉 φησι 〈τὴν Μωὰβ ὑποκάτω αὐτῆς ὡς ἀλοητὸν ἀχύρου εἰς πηλόν· καὶ ἐξαπλώσει τὰς χεῖρας αὐτοῦ〉 ἀλοώμενος καὶ καταπατούμενος 〈καθὼς ἀναπλώσῃ ὁ λουόμενος εἰς τὸ κολυμβῆσαι, καὶ ταπεινωθήσεται ὑπερηφανία αὐτοῦ σὺν τοῖς καταρράγμασι τῶν χειρῶν αὐτοῦ· καὶ τὸ ὀχύρωμα τοῦ ὕψους τῶν τοίχων σου κύψει καὶ κολληθήσεται εἰς γῆν. τεῖχος〉 δὲ καὶ 〈ὀχύρωμα〉 αὐτοῦ αἱ δυνάμεις ἦσαν αὐτοῦ, αἷς ὠχύρωτο, ἃς καὶ αὐτὰς καθαιρεθήσεσθαί φησιν ὁ λόγος, δι᾽ ἑνὸς δὲ τοῦ πάλαι τῶν Μωαβιτῶν κρατήσαντος πονηροῦ δαίμονος καὶ τὰ τοῖς λοιποῖς τοῖς δὴ νομισθεῖσι θεοῖς συμβήσομαι διδάσκει ἐξ ἑνὸς παραδείγματος ἡμῖν καταλείπων νοεῖν καὶ τὰ ταῖς λοιπαῖς ἀντικειμέναις δυνάμεσιν ἐπελευσόμενα.

Ἔδει γὰρ ἡμᾶς προμαθόντας, ὁποῖον ἔσται τοῦ θανάτου τὸ τέλος κατὰ τὸν τῆς κρίσεως καιρὸν καὶ τῶν λοιπῶν ἀντικειμένων δυνάμεων, μὴ ἀγνοῆσαι τὴν ἀπώλειαν, ⌜μεθ᾽ ἣν τοῦ σωτῆρος ἡμῶν τὴν αὐτοῦ βασιλείαν ἀπειληφότος ἐν τῷ ἐπουρανίῳ ὄρει οἱ τῶν ἐπαγγελιῶν ἄξιοι 〈ᾄσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ〉 τὸ ἐπουράνιον 〈ᾆσμα〉 ‹ἐν τῇ ἐπουρανίῳ γενόμενοι Ἰερουσαλήμ›, ἣν ἐπὶ τοῦ παρόντος 〈Ἰουδαίαν〉 ὠνόμασεν ὁ λόγος, ἀκολούθως τῇ χώρᾳ τῆς ἐπιγείου Ἰερουσαλήμ· οὕτως γὰρ ὁμοῦ καὶ τοῖς ἀκροωμένοις τοῦ τῶν Ἰουδαίων λαοῦ παισὶ θυμηδίαν τινὰ καὶ προτροπὴν εἰς τὴν τῶν προκειμένων ἐλπίδα παρεῖχεν. ὁμοῦ καὶ τὴν ἀληθινὴν παρίστη Ἰουδαίαν ‹τῆς ἐπουρανίου Ἰερουσαλὴμ› τὴν χώραν καὶ τὸ μέγα πλάτος ὧδέ πη σημαίνων, ἵν᾽ ὁ μὲν τόπος νοῆται Ἰουδαία, τὸ δ᾽ ἐν αὐτῇ θεοσεβὲς πολίτευμα τῶν θείων καὶ εὐαγγελικῶν πνευμάτων ‹ἡ τοῦ θεοῦ πόλις›· ἔνθα γενόμενοι 〈τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα〉 τὸ ἐπιλεγόμενον.⌝ ποῖον δὲ 〈ᾆσμα ᾄσονται〉 οἱ διὰ τῆς προφητείας δηλούμενοι, ἐντεῦθεν ἤδη τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου παραδίδωσιν ἐξ αὐτῶν ἐκείνων προσώπου θεσπίζον καὶ λέγον· 〈Ἰδοὺ πόλις ὀχυρὰ τὸ σωτήριον ἡμῶν〉· ⌜οὐ γὰρ ἦν ἡ κάτω ἐπὶ γῆς 〈πόλις ὀχυρὰ〉 πολλάκις ὑπὸ πολεμίων ἁλοῦσα, αὕτη δὲ ἀληθῶς 〈ὀχυρὰ〉 τοῦ θεοῦ τυγχάνει 〈πόλις〉, καὶ τοῦτ᾽ ἔστι 〈τὸ σωτήριον ἡμῶν〉.

κατὰ δὲ τὸν Σύμμαχον ἐροῦσιν οἱ 〈ᾄδοντες〉 τὸ 〈ᾆσμα· Πόλιν ἰσχυρὰν ἔχομεν〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈πόλις κράτους ἡμῖν σωτήριον〉, ἡ δὲ Ἑβραϊκὴ λέξις ἀντὶ τοῦ 〈σωτηρίαν〉 καὶ ἀντὶ τοῦ 〈σωτήριον〉 τὸ ὄνομα Ἰησοῦ λευκῶς οὕτως περιέχει, αὐτοῖς γράμμασιν οἷς ὁ σωτὴρ ἡμῶν Ἑβραϊκῶς γράφεται· αὐτὸς οὖν ἔσται ὁ σωτὴρ ἡμῶν ἡ τῶν μακαρίων πόλις, αὐτὸς καὶ 〈τεῖχος〉 αὐτῶν 〈καὶ περίτειχος〉.⌝ Καὶ πάντα αὐτοῖς αὐτὸς ἔσται, ⌜νοουμένης δὲ ‹Ἰερουσαλὴμ ἐπουρανίου› ἀκόλουθόν ἐστι νοεῖν καὶ 〈πύλας〉 αὐτῆς τὰς διαφόρους τῶν αὐτόθι μονῶν εἰσόδους, ἃς 〈ἀνοιγῆναι〉 βούλεται οὐκ Ἰουδαίοις ἀλλ᾽ οὐδὲ τῷ Ἰσραὴλ οὐδὲ τοῖς τυχοῦσιν ἁπλῶς, μόνοις δὲ τοῖς 〈φυλάττουσι δικαιοσύνην〉 καὶ 〈ἀλήθειαν〉 καὶ 〈εἰρήνην.⌝ διὸ ἐπιλέγει· 〈ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων ἀλήθειαν, ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην〉. τούτων δὲ τῶν 〈πυλῶν〉 ἐφιέμενος θεοφιλής τις ἀνὴρ ἔλεγεν· «〈ἀνοίξατέ〉 μοι 〈πύλας〉 δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ». ἄξιον δέ φησιν 〈ἀνοῖξαι〉 τὰς 〈πύλας〉 τοῖς προλεχθεῖσιν, ἐπειδήπερ 〈ἐπὶ σοὶ ἤλπισαν, κύριε ὁ θεός, ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάφους〉. ὅμοια δ᾽ ἂν εἴη ταῦτα τοῖς ἔμπροσθεν εἰρημένοις ἐν τῷ· «ὅτι ἔθηκας 〈πόλεις〉 εἰς χῶμα, 〈πόλεις ὀχυρὰς〉 τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια».

καὶ νῦν οὖν ‹τὴν δικαιοκρισίαν τοῦ θεοῦ› παριστὰς τὴν αὐτὴν ἐπαναλαμβάνει διάνοιαν δοξάζων αὐτὸν καὶ λέγων· ὁ 〈θεὸς ὁ μέγας ὁ αἰώνιος, ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς〉, ἀλλ᾽ ἐκείνους μὲν ἐκ τοῦ ὕψους κατέβαλες 〈ταπεινώσας〉 καὶ τὰς 〈πόλεις〉 αὐτῶν καθεῖλες συντέλειαν τοῦ θνητοῦ βίου ποιούμενος ἢ τὰς ἀθέους αὐτῶν καὶ ἀσεβεῖς πολιτείας ἀφανεῖς ποιήσας, τοὺς δὲ σοὺς πράους ἄνδρας, οὓς ἐμακάριζες φήσας· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν». τούτους 〈ταπεινοὺς〉 ὄντας πρότερον νῦν κατὰ τὸν τῆς δικαιοκρισίας σου καιρὸν ἀνύψωσας 〈καταπατεῖν〉 αὐτοὺς ποιήσας τὰς τῶν πάλαι ὑπερηφάνων κεφαλάς. εἶτ᾽ 〈εὐθεῖα ἡ ὁδὸς τῶν εὐσεβῶν ἐγενήθη〉· ⌜μηκέτι γὰρ μηδενὸς ὄντος ἐμποδὼν ἀκώλυτος καὶ ἀπαραπόδιστος καὶ 〈εὐθεῖα ἡ ὁδὸς〉 αὐτοῖς 〈γέγονε〉· τούτοις δ᾽ αἴτιον ‹ἡ δικαιοκρισία τοῦ θεοῦ›.⌝ διὸ ἐπιλέγει· ἡ 〈γὰρ ὁδὸς τοῦ κυρίου κρίσις〉.

Διελθὼν ὁ προφήτης, ὁποῖον τέλος τοὺς ἀσεβεῖς διαλήψεται, καὶ τοὺς δικαίους, ὁποῖαι περιμένουσιν ἐλπίδες, ὁποία τε ἔσται ἡ βασιλεία τοῦ Χριστοῦ καὶ ὡς μόνοις τοῖς ἀξίοις αἱ ‹πύλαι› τῆς ἐν οὐρανοῖς τοῦ θεοῦ πόλεως ‹ἀνοιχθήσονται›, ὁποῖόν τε «ᾄσονται ᾆσμα» οἱ τῶν ἐπαγγελιῶν ἀπολαύσαντες, ἀκολούθως τούτοις τὰς προκειμένας ἀναπέμπει πρὸς τὸν θεὸν φωνὰς ἐκ προσώπου ἑαυτοῦ καὶ τῶν αὐτῷ παραπλησίων φάσκων· 〈ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ, ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν〉· ὡς γὰρ παρὼν τοῖς ἀποτελέσμασι τῶν λόγων καὶ ὡς αὐτὰ θεωρῶν τὰ πράγματα ψυχῆς πεφωτισμένοις ὀφθαλμοῖς ἄνω πρὸς τὸν θεὸν ἀποβλέπει καὶ τὸν τοσούτων χορηγὸν ἀγαθῶν ἀνυμνεῖ εὐχὴν ἀναπέμπων καὶ λέγων τὰ προκείμενα. ⌞ἄξια γὰρ τῆς ἐλπίδος τὰ παρὰ σοὶ τεθησαυρισμένα καὶ ταῦτα λέγω πρὸς σέ, τὴν ἐπιθυμίαν τῆς ψυχῆς μου·⌟ ⌜σὺ γὰρ εἶ κύριε ἡ ἐμὴ ἐπιθυμία καὶ ὁ θεῖος ἔρως τῆς ἐμῆς ψυχῆς. διὸ ἡ 〈ψυχή〉 μου 〈ἐπεθύμησέ〉 σε καὶ αὕτη γὰρ ἡ μνήμη τοῦ 〈ὀνόματός〉 σου ἐξίστησιν ἡμῶν τὴν ψυχὴν καὶ διεγείρει ἐπὶ τὸν σὸν πόθον. διὸ οὔτε καθεύδειν οἷοί τ᾽ ἐσμὲν τοὺς τῆς 〈νυκτὸς〉 καιρούς, ἀλλὰ καὶ τούτους ἐγρηγορότες τῷ 〈πνεύματι〉, σὲ τὴν ἐπιθυμίαν ἡμῶν κατὰ νοῦν ἔχομεν.

οὕτως οὖν ‹καὶ αἱ νύκτες ἡμῖν ὡς ἡμέραι πεφωτισμέναι› τυγχάνουσιν· ἐπειδήπερ 〈τὰ προστάγματά σου〉 καὶ οἱ λόγοι σου ἡμῖν τοῖς 〈ἐπὶ τῆς γῆς〉 ἔτι τὰς διατριβὰς ποιουμένοις καὶ διὰ 〈νυκτὸς〉 καὶ δι᾽ ἡμέρας ἀντὶ 〈φωτὸς〉 ἐδόθησαν. ταῦθ᾽ ὑπερβαλλούσῃ διαθέσει πρὸς τὸν θεὸν ἀναφωνήσας ὁ προφήτης μεταβαίνει ἐφ᾽ ἡμᾶς παραινῶν τὴν αὐτὴν αὐτῷ βαδίζειν ὁδόν.⌝ διό φησι· 〈δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς〉. ⌜Ἀντὶ δὲ τοῦ· 〈πέπαυται γὰρ ὁ ἀσεβής〉, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων 〈ἠλεήθη ἀσεβὴς〉 ἡρμήνευσαν, ὁ δὲ Σύμμαχος· 〈ἐδωρήθη ἀσεβής〉. προτρέπει δὲ ὁ λόγος τοὺς ἐν ἀσεβείαις ἐξετασθέντας πρότερον σπεύδειν ἐπὶ μετάνοιαν·⌝ ἐπειδὴ γὰρ θεοῦ κρίσις πάντας ἀνθρώπους περιμένει. τούτου χάριν πάντες ἄνθρωποι 〈δικαιοσύνην μάθετε〉 ⌜θαρροῦντες, ὅτι καὶ τοὺς προληφθέντας ἐν ἀσεβείαις μετανοήσαντας φιλάνθρωπος ὢν ὁ θεὸς ἐλεήσει.

εἰ δὲ μὴ πεισθείη τις τῷ κηρύγματι μηδὲ 〈μάθοι δικαιοσύνην〉 μηδὲ ἐργάσοιτο 〈ἀλήθειαν, ἀρθήσεται〉 ἐκ ζώντων καὶ οὐκ ὄψεται 〈τὴν δόξαν κυρίου〉.⌝ Ταῦτα παραινετικῶς πρὸς ἡμᾶς εἰπὼν πάλιν ἄνω βλέπει καὶ τὴν θεότητα τοῦ σωτῆρος εἰς ὕψος ἠρμένην θεασάμενος ἀναβοᾷ· 〈κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν〉· ⌜ταπεινοὶ γὰρ ὄντες οἱ ἀσεβεῖς καὶ μακρὰν ἀφεστηκότες τῆς γνώσεως τῆς θεότητος αὐτοῦ ἐν σκότῳ τῆς αὐτῶν ἀγνοίας ἐκαλινδοῦντο, ἀλλὰ τῆς καθόλου κρίσεως ἐπιστάσης θεασάμενοι τὸν 〈ὑψηλὸν βραχίονα〉 οἱ πάλαι αὐτὸν ὡς μὴ ὄντα βλασφημοῦντες παύσονται τῆς ἀπονοίας αἰσχύνην καταχεάμενοι.⌝ ὁρῶντες δὲ τοὺς μακαρίους τοὺς ἐν οὐρανοῖς ζωῆς ἀπολαύοντας ζηλώσουσι, μάλιστα δὲ καθάψεται ὁ 〈ζῆλος〉 τοῦ 〈λαοῦ〉 τοῦ κατὰ τὸν ἐνεστῶτα βίον μὴ βουληθέντος παραδέξασθαι τὴν τοῦ θεοῦ παιδείαν.

διὸ 〈ζῆλος λήψεται λαὸν ἀπαίδευτον〉, ⌜αἰνίττεται δὲ τοὺς ἐκ περιτομῆς μὴ παραδεδεγμένους τὴν τοῦ θεοῦ διὰ Χριστοῦ χάριν.⌝ εἶθ᾽ ἑξῆς ἐπιλέγει· 〈καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται〉, ⌜ὡς ἂν ἀποφάσει ὑποβληθησομένους τῇ λεγούσῃ· «πορεύεσθε εἰς τὸ 〈πῦρ〉 τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ».⌝ Καὶ ταῦτα δὲ περὶ τούτων εἰπὼν πάλιν πρὸς τὸν θεὸν ἐπιστραφεὶς ἱκετηρίαν ἀναπέμπει λέγων· 〈κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν〉· ⌜καλὰ μὲν γὰρ καὶ τὰ ἄλλα παρὰ σοῦ πάντα· τὸ δὲ μέγιστον δῶρον ἡ παρὰ σοῦ καὶ ἡ πρὸς σεαυτὸν 〈εἰρήνη〉 τυγχάνει, ἵν᾽ ἀστασίαστοι ὦμεν πρὸς σὲ καὶ εἰρηνεύουσα πρὸς σὲ διὰ παντὸς φυλάττοιτο ἡμῶν ἡ ψυχή. τοῦτο δ᾽ ἂν γένοιτο, εἰ καταξιώσειας κτῆμα σαυτοῦ ἴδιον ποιήσασθαι ἡμᾶς· ἐπεὶ δὲ ἡμεῖς 〈οὐκ ἄλλον〉 τινὰ 〈οἴδαμεν〉 ἢ σὲ καὶ μόνῳ 〈τῷ ὀνόματί σου〉 τεθαρσήκαμεν.

ὅτε τοίνυν οὐδένα ἕτερον κεκτήμεθα ἐν τῷ βίῳ ἢ σέ, εἰκότως ἀντιβολοῦμεν καταξιωθῆναι τῆς σῆς γενέσθαι μερίδος καὶ τοῦ σοῦ κλήρου.⌝ ⌜Ἡμεῖς μὲν οὖν φασιν σοῦ ἐσμεν, κύριε, καὶ σὺ τὸ ἡμέτερον ὑπάρχεις κτῆμα,⌝ ⌜οἱ δὲ ‹ταῖς πρὸς θάνατον ἁμαρτίαις› ἑαυτοὺς ἐκδόντες καὶ διὰ τοῦτο 〈νεκροὶ〉 τὰς ψυχὰς γενόμενοι· «ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται», τὴν ἐπηγγελμένην τοῖς ἁγίοις αἰώνιον ζωὴν οὐκ ὄψονται, 〈οὐδ᾽ ἰατροί〉 ποθεν ἐπιστάντες κατὰ τὸν τῆς κρίσεως καιρὸν δυνήσονται αὐτοῖς ἐπικουρῆσαι τὰ πρὸς σωτηρίαν, οὐδ᾽ 〈ἀναστῆσαι〉 αὐτῶν τὴν πτῶσιν. οὓς γὰρ σὺ ὁ μέγας καὶ φοβερὸς καὶ δίκαιος κριτὴς παρέδωκας ἀπωλείᾳ, τίς 〈ἰατρῶν〉 διασώσασθαι δυνήσεται; ἀντὶ δὲ τοῦ· 〈καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν〉, ὁ μὲν Σύμμαχος 〈πᾶσαν τὴν μνήμην αὐτῶν〉, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων 〈πᾶν τὸ μνημόσυνον αὐτῶν〉 ἡρμήνευσαν· ἔδει γὰρ αὐτῶν 〈πᾶσαν μνήμην〉 κακίας 〈ἀρθῆναι〉 κατὰ τὸν δηλούμενον τῆς κρίσεως καιρόν.

εἰ δὲ λέγοιτο· 〈πᾶν ἄρσεν αὐτῶν〉, πολλὴν εἰσάγει φιλανθρωπίαν ὁ λόγος· ὡς αὐτῶν μὲν τῶν ἡμαρτηκότων μὴ μελλόντων ἀφανίζεσθαι μηδ᾽ εἰς τὸ παντελὲς 〈ἀπόλλυσθαι〉, τῶν δὲ γεννημάτων αὐτῶν οὕτω δηλουμένων, ὧν ἡ ψυχὴ αὐτῶν γεγέννηκεν λογισμῶν πονηρῶν· τούτων γὰρ ἀφανισμὸν γενήσεσθαί φησι.⌝ Πάλιν δ᾽ ἀντὶ τοῦ· 〈πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς〉, ⌜τὰ μὲν 〈κακὰ〉 οὔτε παρὰ τοῖς Λοιποῖς ἑρμηνευταῖς οὔτ᾽ ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει εὕρομεν· κατὰ δὲ πάντας τοὺς ἑρμηνευτὰς 〈προσέθηκας τῷ ἔθνει ἐν ᾧ ἐδοξάσθης〉 εἴρηται. συμφώνως δὲ πάντων τοῦτον ἑρμηνευσάντων τὸν τρόπον ἕπεται νοεῖν ἡμᾶς, ὅ τι 〈προσέθηκε〉 τῷ ἔθνει· ὅπερ νοήσομεν ἀπὸ τοῦ σωτηρίου λόγου τοῦ φήσαντος· «παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται».

τοῖς μὲν οὖν ἀγαθὰ κεκτημένοις 〈προσέθηκε〉 τὰ παρ᾽ ἑαυτῷ τεταμιευμένα· «ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη», τοῖς δὲ 〈κακὰ〉 θησαυρίσασιν ἑαυτοῖς πάλιν 〈προσθήσει〉 τὰ κατάλληλα τοῖς ἔργοις αὐτῶν.⌝ τούτοις ἑξῆς ἐπιφέρει· 〈ἐμάκρυνας πάντα τὰ πέρατα τῆς γῆς〉· τοὺς γὰρ ἑαυτοὺς μακρὰν τοῦ θεοῦ καταστήσαντας καὶ αὐτὸς ὁμοίως 〈μακρύνει〉 αὐτούς, διόπερ ἵνα μὴ ταὐτὸν τοῖς ἀσεβέσι πάθωσιν οἱ τοῦ θεοῦ οἰκεῖοι, ἀναγκαίως διὰ τῆς εὐχῆς ἔλεγον· 〈κύριε ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς〉. ⌜Ἐπειδὴ τὸν περὶ τῆς καθόλου κρίσεως τόπον θεωρεῖ ὁ προφήτης ὡσανεὶ παρὼν τῇ κρίσει καὶ ‹τῷ βήματι τοῦ θεοῦ παρεστώς›, ἐφ᾽ οἷς ὁρᾷ, ποτὲ μὲν ἐξομολογεῖται, ποτὲ δ᾽ ἱκετεύει, ποτὲ δὲ εὐχαριστεῖ, ποτὲ δὲ τὰς ἀποδοθησομένας ὑπὸ τοῦ θεοῦ ἀμοιβὰς τοῖς ἀξίοις διεξέρχεται, ποτὲ δὲ τὰς κατ᾽ αὐτῶν καταλέγει τιμωρίας. πάντα δὲ ταῦτα διὰ τῆς αὐτοῦ γραφῆς καὶ ἡμῖν παραδίδωσιν, ὡς ἂν παιδευοίμεθα διδασκόμενοι πάνθ᾽ ὅσα καὶ αὐτὸς ἐκ τῆς τοῦ θείου πνεύματος ἐπιλάμψεως ἔγνω.

καὶ νῦν οὖν φησιν ἦν ὅτε καιρὸς ἦν, ὅτε ὦ κύριε ‹τὴν στενὴν καὶ τὴν τεθλιμμένην› ὁδεύοντες ὑπὲρ τῆς εὐσεβείας ἠγωνιζόμεθα· πλὴν καὶ 〈ἐν〉 ἐκείνῃ τῇ 〈θλίψει〉 οὐκ ἦμέν σου ἀμνήμονες, ὑπ᾽ αὐτῆς δὲ τῆς σῆς μνήμης δυναμούμενοι καρτερῶς ὑπεμένομεν, ὥστε λέγειν· «〈θλιβόμενοι〉 ἀλλ᾽ οὐ στενοχωρούμενοι, διωκόμενοι ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾽ οὐκ ἀπολλύμενοι»· δι᾽ αὐτῆς γοῦν τῆς 〈θλίψεως〉 παιδευόμεθα, εἰδότες ὅτι «ὃν ἀγαπᾷ κύριος παιδεύει».⌝ πᾶσα δὲ 〈θλῖψις μικρά〉 τις ἡμῖν ἐλογίζετο διὰ τὸν πρὸς σὲ πόθον, ὡς λέγειν· «οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς». ⌜Διὸ πάντα πόνον ὑπομένοντες ἐοικότες ἦμεν 〈ὠδινούσῃ〉 γυναικὶ καὶ βοὰς ἀφιείσῃ περὶ αὐτὸ τὸ μέλλειν τὸ κατὰ γαστρὸς κυόμενον εἰς φῶς προάγειν· 〈οὕτω〉 γὰρ καὶ ἡμεῖς 〈ἐγενήθημεν τῷ σῷ ἀγαπητῷ〉· τὸν γὰρ μονογενῆ σου λόγον ἔνδον ἔχοντες ἐν τῇ ἑαυτῶν ψυχῇ καὶ τὸν ἐκ σοῦ κατασπαρέντα ἡμῖν 〈φόβον〉 τῆς σῆς εὐσεβείας πάντας πόνους γενναίως ἐφέρομεν καὶ τὰς ἐπαγομένας ἡμῖν θλίψεις ἀγωνιῶντες μή πη ἐξαμβλώσωμεν τὸν ἐν ἡμῖν κυούμενον 〈ἀγαπητόν σου〉 καὶ τὸν ἐξ αὐτοῦ κατασπαρέντα ἡμῖν ἔνθεον 〈φόβον〉. καὶ δὴ καρτερήσαντες οὐκ ἐσφάλημεν τῆς ἐλπίδος, ἀλλ᾽ 〈ἐτέκομεν πνεῦμα σωτηρίας〉· τέλος γὰρ τῆς κυήσεως 〈τοῦ ἀγαπητοῦ σου〉 καὶ τοῦ 〈φόβου〉 αὐτοῦ ἡ 〈σωτηρία〉 ἦν τοῦ ἡμετέρου 〈πνεύματος〉.

ὅπερ ἀπογεννήσαντες φανερὸν κατεστήσαμεν 〈πᾶσι τοῖς ἐπὶ τῆς γῆς κατοικοῦσιν〉 ἀνθρώποις, ὡς ἂν καὶ αὐτοὶ μαθόντες ὠφεληθεῖεν διὰ τοῦ ζηλῶσαι κυῆσαι αὐτοὺς 〈ἀπὸ τοῦ φόβου σου〉 καὶ 〈ἀποτεκεῖν〉 τὸ αὐτὸ 〈πνεῦμα〉· οἱ γὰρ μὴ τοῦτον λαβόντες τὸν 〈φόβον〉 μηδὲ 〈τεκόντες τὸ πνεῦμα τῆς σωτηρίας〉, ἄλλως δὲ ἄγονοι καὶ ἄκαρποι γενόμενοι ἐκπεσοῦνται τῆς παρὰ σοῦ ἐλπίδος οἱ δέ γε τῆς σῆς μερίδος ὄντες, οἱ διὰ σὲ πᾶσαν 〈θλῖψιν〉 ὑπομείναντες, εἰ καὶ ‹μέχρις θανάτου ἀγωνίσαιντο› πρὸς τὴν ἁμαρτίαν, οὐδαμῶς τῆς παρὰ σοὶ ζωῆς ἀποπεσοῦνται.⌝ ⌜〈Ἀναστήσονται γὰρ οἱ νεκροί〉, ἢ κατὰ τὸν Σύμμαχον καὶ τὸν Θεοδοτίωνα· 〈ζήσονται οἱ νεκροί σου〉, ἢ κατὰ τὸν Ἀκύλαν· 〈ζήσονται οἱ τεθνεῶτές σου. νεκροὶ〉 δὲ αὐτοῦ τίνες ἂν εἶεν ἢ οἱ ἅγιοι αὐτοῦ μάρτυρες, ἕτεροι ὄντες παρὰ τοὺς ἄνω λεχθέντας 〈νεκρούς〉, περὶ ὧν εἴρητο· «οἱ δὲ 〈νεκροὶ〉 ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν». ἀλλ᾽ ἐκεῖνοι μὲν ἦσαν 〈νεκροὶ〉 τὰ ‹πρὸς θάνατον ἡμαρτηκότες›, οἱ δὲ 〈νεκροὶ〉 τοῦ κυρίου οἱ δι᾽ αὐτὸν πᾶσαν θλῖψιν ἕως θανάτου ὑπομείναντες⌝ 〈ἀναστήσονται〉 καὶ μετὰ τὴν 〈ἐν τοῖς μνημείοις〉 ταφήν. ⌜ἀντὶ δὲ τοῦ· 〈ἐγερθήσονται, ἐξυπνισθήσονται〉 οἱ λοιποὶ ἡρμήνευσαν ὡς κοιμηθέντων αὐτῶν, οὐχὶ δὲ τεθνεώτων· διὸ τῶν ἁγίων ὁ θάνατος κοίμησις ὀνομάζεται, ἀκολούθως δὲ τῇ κοιμήσει ἡ ἀνάστασις ἐξυπνισμὸς ἂν λεχθείη.

διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς 〈ἐξυπνισθήσεσθαι οἱ ἐν τοῖς μνημείοις〉 κατὰ τὸ πρῶτον εἴρηνται· κατὰ δὲ τὸ δεύτερον 〈ἀγαλλιάσονται〉 〈κατὰ τὸν Σύμμαχον〉, ἢ 〈αἰνέσουσι〉 κατὰ τὸν Ἀκύλαν, ἢ 〈ἀλαλάξουσι〉 κατὰ τὸν Θεοδοτίωνα.⌝ αἰτία δὲ τῆς ἀναστάσεως αὐτοῖς ἔσται ἡ 〈παρὰ σοῦ δρόσος〉· ὥσπερ γὰρ 〈δρόσος〉 ⌜ἡ ἐπὶ γῆς κατιοῦσα ἠρέμα καὶ πράως ἐκτρέφει καὶ αὔξειν ποιεῖ τὰ ἐναποκείμενα αὐτῇ σπέρματα, τὸν αὐτὸν τρόπον ἡ 〈παρὰ σοῦ δρόσος ἴαμα〉 καὶ ζωὴν καὶ σωτηρίαν παρέξει τοῖς σοῖς 〈νεκροῖς〉, ὧν τὰ σώματα κατὰ τὸν καιρὸν ἐπὶ τῆς γῆς ἐσπάρη. οὐκ ἂν δὲ ἁμάρτοις αὐτὸν εἶναι λέγων 〈δρόσον〉 τὸν μονογενῆ τοῦ θεοῦ λόγον, ὃς ἐπιστάξας τὰς ἑαυτοῦ ζωοποιοὺς σταγόνας τοῖς αὐτοῦ νεκροῖς, ὁμοῦ καὶ ἴασιν ἁμαρτημάτων, εἴ πού τι αὐτοῖς κατ᾽ ἄνθρωπον πεπλημμέλητο, παρέξει ὁμοῦ καὶ ἀνάστασιν καὶ σωτηρίαν καὶ ζωὴν αἰώνιον αὐτοῖς δωρήσεται, ἀλλ᾽ οὐ καὶ τὰ 〈τῶν ἀσεβῶν〉 τοιαῦτα·⌝ 〈πεσεῖται〉 γὰρ αὐτῶν ἡ 〈γῆ〉.

διὸ αὐτοῖς σώμασι καὶ αὐταῖς ψυχαῖς ὡς ἂν ἐκπεσόντες τοῦ θεοῦ παραδοθήσονται τῇ διαδεξομένῃ αὐτοὺς τιμωρίᾳ. ⌜Μετὰ τὴν διδασκαλίαν τῆς τῶν νεκρῶν ἀναστάσεως ὡς περιεστῶτας ἔμπροσθεν καὶ ἐπὶ τὸ αὐτὸ μετὰ τὴν ἀνάστασιν συνηγμένους τοὺς ἁγίους τοῦ θεοῦ θεασάμενον τὸ πνεῦμα τὸ προφητικόν, ἔπειτα ἐξ ἑτέρου μέρους τὴν ἐπιοῦσαν ὀργὴν τοῖς ἀσεβέσι κατανοῆσαν τῷ τάγματι τῶν ἁγίων προσφωνεῖ ἀποχωρεῖν πρὸς βραχὺ καὶ μακράν που 〈κρύπτεσθαι〉, ὡς μηδὲ θεωροὺς τῆς τῶν ἀσεβῶν γίγνεσθαι ἀπωλείας.⌝ διό φησι· 〈βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου· ⌜ταμιεῖα〉 δὲ τοῦ 〈λαοῦ〉 τοῦ θεοῦ ‹αἱ πολλαὶ παρὰ τῷ πατρὶ› τυγχάνουσι ‹μοναὶ› ἑκάστῳ τάγματι τῶν ἁγίων κατὰ δικαίαν τοῦ θεοῦ κρίσιν ἀφωρισμέναι.

εἰς ταῦτ᾽ οὖν τὰ σοὶ παρεσκευασμένα 〈ταμεῖα, σύ〉 φησιν, ὁ ἐμὸς 〈λαός, εἴσελθε〉 καὶ 〈ἀπόκλεισον τὴν θύραν σου〉, μηδὲ περιεργάζου τὰ πορρωτάτω τυγχάνοντα τῶν σῶν 〈ταμείων〉,⌝ ἀλλ᾽ 〈ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ κυρίου, ⌜παρελθούσης〉 δὲ αὐτῆς ἀναπετάσας λοιπὸν τὰς τῶν σαυτοῦ 〈ταμείων〉 πύλας μετὰ πολλῆς ἐξουσίας καὶ παρρησίας πρόϊθι τὸν νέον ἐποπτεύων αἰῶνα καὶ τὴν ἐπηγγελμένην σοι βασιλείαν τοῦ θεοῦ.⌝ Τούτοις ἑξῆς τί ἄρα ποιήσει ἡ 〈ὀργὴ〉 ἐπελθοῦσα τοῖς ἀσεβέσι διδάσκει λέγων· 〈καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς〉, ⌜ὡς μηδένα λαθεῖν τῶν πάλαι ἐν αὐτῇ τὰς ψυχὰς 〈ἀνῃρημένων〉 διὰ τῶν «πρὸς θάνατον» ἁμαρτημάτων· ἐπὶ τούτῳ γὰρ 〈τὴν ὀργὴν ἐπάξειν〉 εἴρηται ὁ θεός, 〈ὀργῆς〉 ἐνταῦθα ὀνομαζομένης τῶν ταῖς κολάσεσι διακονουμένων ‹ἀγγέλων›·⌝ ὡς γὰρ ἐπὶ τῶν Αἰγυπτίων ἐλέγετο· «ἀπέστειλεν ἐπ᾽ αὐτοὺς ὀργὴν καὶ θυμὸν καὶ θλῖψιν, ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν», οὕτως καὶ νῦν 〈ὀργὴ〉 τοῦ θεοῦ ὁρμήσασα κατὰ τῶν πάλαι τὴν γῆν 〈οἰκησάντων ἀνακαλύψει τὸ αἷμα〉 τὸ ἐπ᾽ αὐτῆς ἐκχυθὲν 〈καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους〉. ⌜δηλοῖ δὲ διὰ τούτων τὴν τῶν ἁγίων τοῦ θεοῦ ἀναίρεσιν καὶ τὰ τῶν μαρτύρων 〈αἵματα〉, περὶ ὧν καὶ Μωσῆς ἐν μεγάλῃ ᾠδῇ γράφων ἔλεγεν· «ὅτι τὸ 〈αἷμα〉 τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται, καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει».⌝ καὶ ἑκάστη δὲ ψυχὴ γεώδης καὶ φιλοσώματος τὰ 〈αἵματα〉, λέγω δὴ τὰ «πρὸς θάνατον» αὕτη πλημμεληθέντα, ἐξομολογουμένη 〈ἀνακαλύψει〉.

Τούτων δ᾽ ἐπιτελεσθέντων «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». διὸ ἐπὶ τέλει τῶν ὅλων καὶ μετὰ πάντας ἐπιφέρει ὁ λόγος φάσκων· 〈τῇ ἡμέρᾳ ἐκείνῃ〉, τοῦτ᾽ ἔστι κατ᾽ ἐκεῖνο τοῦ καιροῦ, 〈ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυράν〉. ἀντὶ δὲ τοῦ· 〈τὴν ἁγίαν〉, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ 〈τὴν σκληρὰν〉 ὠνόμασαν. ταύτην οὖν ὥσπερ ταμιευσάμενος ἐκ μακροῦ κατὰ μηδενὸς ἑτέρου ἐπαφεὶς αὐτὴν ἐπὶ τοῦτον μόνον 〈ἐπάξει〉, ᾧ καὶ ἐτηρεῖτο ἀναλόγως τῇ αὐτοῦ κακίᾳ. τίς δὲ ἦν οὗτος, ἀλλ᾽ ὁ ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ τοῦ θεοῦ τὸν πρῶτον σκελίσας ἄνθρωπον καὶ καταβαλὼν ἀπὸ τῆς παρὰ τῷ θεῷ στάσεως.

ἦν δ᾽ οὗτος ὁ 〈σκολιὸς〉 οὗτος 〈ὄφις〉 καὶ 〈δράκων〉 προσφυῶς ὠνομασμένος διὰ τὸ χαμαὶ σύρεσθαι καὶ ἕρπειν καὶ τοῖς ποσὶν ἐφεδρεύειν τῶν ἀνθρώπων εἴ που τινὰ ἐνδακὼν καὶ τὸν ἐν αὐτῷ θανατηφόρον ἰὸν ἐγχρίμψας τῆς ὀρθῆς καὶ πρὸς τὸν θεὸν ἀγούσης καταβάλοι πορείας. ⌞ἡ μὲν οὖν τοῦ θεοῦ ῥάβδος εὐθεῖά τις οὖσα καὶ παιδευτικὴ κατὰ τό· «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου», τοῖς ἰάσιμα ἡμαρτηκόσι τετήρηται εἰς παίδευσιν αὐτῶν καὶ βελτίωσιν καὶ ψυχῆς ὠφέλειαν προσαγομένη, ὁ δὲ μηδὲ ὀρθὸν μηδὲ εὐθὺ κεκτημένος ὅλος δὲ διόλου κάμπυλος καὶ σκολιός, χαμαί τε ἐπὶ τὸ στῆθος καὶ τὴν κοιλίαν ἕρπων, ἐφεδρεύων τε τοῖς πάντων ποσὶν ἐπὶ τὸ σκελίζειν καὶ καταβάλλειν αὐτοὺς μετὰ πάντας τοὺς ἀσεβεῖς,⌟ ⌜ὃς τῇ 〈σκληρᾷ〉 καὶ 〈μεγάλῃ〉 καὶ 〈ἰσχυρᾷ μαχαίρᾳ〉 παραδοθήσεται, ἣν αὐτῷ μόνῳ ὁ μέγας κριτὴς ἐταμιεύσατο.⌝ τίς δ᾽ ἦν αὕτη ἡ 〈μάχαιρα〉, ἣν 〈ἁγίαν〉 καὶ 〈μεγάλην〉 καὶ 〈ἰσχυρὰν〉 ὠνόμασαν οἱ Ἑβδομήκοντα, ἢ «ὁ ζῶν τοῦ θεοῦ λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν 〈μάχαιραν〉 δίστομον». ⌞〈μάχαιραν〉 ἐνταῦθα λέγει τὴν ἐνέργειαν τῆς δίκης, ἀλλὰ καὶ 〈ἁγίαν〉 καλεῖ, ὁμοῦ μὲν παραμυθούμενος τὸ φοβερὸν τῆς ἀπειλῆς, ὁμοῦ δὲ καὶ δεικνύς, ὡς οὐκ εἰς ἀπώλειαν καταστρέψουσιν οἱ τιμωρούμενοι, ἁγιωσύνης τε αἴτιον αὐτοῖς ἔσται μετανοοῦσιν.

καὶ γὰρ οὐκ ἀπολέσαι βούλεται θεὸς παιδεύων, ἀλλὰ καθάραι καὶ ἁγιάσαι ἐπιστρέψαντας.⌟ ὁ δὴ ὡς ἀντιπάλῳ ἑαυτοῦ καὶ ἐναντίῳ τῶν αὑτοῦ κατορθωμάτων τῷ τοσούτῳ 〈δράκοντι〉 ἐπελθὼν 〈ἀνελεῖν αὐτόν〉, ἐξ ὄντων τὴν ὑπόστασιν ἀφανίζων αὐτοῦ ὡς μηκέτ᾽ εἶναι μηδ᾽ ἐν τοῖς οὖσιν ἐξετάζεσθαι· διὸ οὐδὲ τῆς ὀργῆς τοῦ θεοῦ καταξιοῦται. παιδευτικὴ γάρ τις ἦν αὕτη καὶ ἐπιστρεπτική, καθὼς διδάσκει ὁ φήσας· «κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με», ὡς τοῦ μὲν θυμοῦ ἐλεγκτικὴν δύναμιν ἔχοντος, τῆς δὲ ὀργῆς παιδευτικήν, διὸ ἡ μὲν τοὺς ὑποδεέστερον ἡμαρτηκότας μετήρχετο ἐλέγχους ἐπάγουσα καὶ παιδεύουσα αὐτούς, ἐπεὶ δὲ ὁ 〈δράκων〉 οὔτ᾽ ἐλέγχων οὔτε παιδείας ἄξιος ἦν, ἀλλὰ παντελοῦς ἀφανισμοῦ. διὰ τοῦτο ἡ 〈μάχαιρα〉 τοῦ θεοῦ ἡ 〈ἁγία〉 καὶ ἡ 〈μεγάλη〉 καὶ ἡ 〈ἰσχυρὰ〉 πρῶτον μὲν αὐτῷ ἐπέρχεται, ὁ δὲ θεασάμενος αὐτὴν 〈φυγῇ〉 ἑαυτὸν ἐπιδώσει, ἅτε ἀνόητος καὶ ἄφρων καὶ μὴ οἷός τε λέγειν· «ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ 〈φύγω〉»;

πλὴν ἀλλὰ πειρώμενον αὐτὸν 〈φεύγειν〉 καταλαβοῦσα ἡ τοῦ θεοῦ 〈μάχαιρα ἡ ἁγία〉 καὶ ἡ 〈μεγάλη〉 καὶ 〈ἰσχυρὰ ἀνελεῖ τὸ σκολιὸν〉 αὐτοῦ καὶ πᾶσαν αὐτοῦ τὴν ὑπόστασιν ἐξ ὄντων ἀφαιρουμένη καὶ ὥσπερ ἐν οἰκείοις μυχοῖς 〈ἀποφεύγων〉 κατακρύπτεσθαι 〈ἐ〉πειρῶτο 〈ἐν τῇ〉 καλουμένῃ 〈θαλάσσῃ〉, περὶ ἧς εἴρηται· «αὕτη ἡ 〈θάλασσα〉 ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων» καί· «〈δράκων〉 οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ». καὶ ἐν τῷ Ἰὼβ δὲ χρηματίζων ὁ κύριος περὶ τούτου ἐδίδασκε λέγων· «ἄξεις δὲ 〈δράκοντα〉 ἐν ἀγκίστρῳ, περιθήσεις καὶ φορβεὰν περὶ ῥῖνα αὐτοῦ; ἢ δήσεις κρίκον ἐν μυκτῆρι αὐτοῦ»; οἷς ἐπιλέγει· «τοῦτ᾽ ἔστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ», καὶ πάλιν· «αὐτός ἐστί» φησι «βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν». ἐπιλύεται δὲ καὶ ἀμφιβολίαν ὁ λόγος ἐν τούτοις διδάσκων τούτου χάριν συγκεχωρῆσθαι αὐτῷ τὸ ζῆν ‹ἐπὶ τῷ καταπαίζεσθαι αὐτὸν ὑπὸ τῶν ἁγίων τοῦ θεοῦ› ἐγγυμναζομένων τῇ πρὸς αὐτὸν πάλῃ καὶ ποτὲ μὲν ‹〈ἄγκιστρα〉› αὐτῷ περιβαλλόντων, ποτὲ δὲ «φορβεὰν περὶ ῥῖνα αὐτοῦ» δεσμούντων, ἄλλοτε δὲ «〈κρίκον〉» αὐτῷ περιπειρόντων· διὸ καὶ εἴρηται· «πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ».

ἀλλ᾽ ἕως μετὰ τὸ πρὸς τὸν θῆρα τοῦτον ἀγῶνος τοῖς ἀθληταῖς τοῦ θεοῦ συνειστήκει, κἀκεῖνοι δοκιμὴν τῆς ἑαυτῶν παρεῖχον ἀρετῆς ἐν αὐτῷ καὶ δι᾽ αὐτοῦ γυμναζόμενοι, καὶ αὐτὸς ὁ ‹〈δράκων〉› διετέλει ‹καταπαιζόμενος›, ἐπεὶ δὲ λοιπὸν λέλυτο ὁ ἀγὼν καὶ ‹ἡ τοῦ θεοῦ δικαιοκρισία› τὰς ἀμοιβὰς παρεῖχεν τοῖς ἠγωνισμένοις ἐπὶ συντελείᾳ τοῦ παντός. μετὰ τὴν κατὰ τῶν ἀσεβῶν κρίσιν 〈ἐπάξει ὁ θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν〉. εἴρηται κατὰ δὲ τὸν Σύμμαχον· 〈κατὰ λευιαθὰν τοῦ ὄφεως τοῦ σκολιοῦ καὶ ἀποκτενεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ τῇ ἡμέρᾳ ἐκείνῃ〉, ὁ δὲ Ἀκύλας· 〈ἐπὶ λευιαθὰν ὄφιν ἐσκιρ〈ρ〉ωμένον ἢ ἐσπειρωμένον καὶ ἀποκτενεῖ σὺν τὸ κῆτος τὸ ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ〉, ὁ δὲ Θεοδοτίων· 〈ἐπὶ τὸν δράκοντά〉 φησιν 〈ὄφιν ἰσχυρὸν καὶ ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀποκτενεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ〉. ὁ αὐτὸς δὲ 〈ὄφις〉 καὶ ὁ δράκων λευιαθὰν〉 ὀνομάζεται ὡς ἂν κυρίου ὀνόματος ὑπάρχοντος αὐτῷ τούτου. ὁ αὐτὸς δ᾽ οὗτος ἦν «τὸ μέγα 〈κῆτος〉», ὅπερ ὁ κύριος ‹χειρώσασθαι› λέγεται κατὰ τό· «ὁ μέλλων τὸ μέγα 〈κῆτος〉 χειροῦσθαι»· κἀκεῖ γὰρ 〈λευιαθὰν〉 ὠνόμασται καὶ ἐν τῷ Ψαλμῷ δὲ τῷ φήσαντι· «〈δράκων〉 οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ», κατὰ τὴν Ἑβραϊκὴν φωνὴν 〈λευιαθὰν〉 ὠνόμασται.

ὁμοίως δὲ καὶ ἐν τῷ Ἰώβ· «ἄξεις 〈δράκοντα〉 ἐν ἀγκίστρῳ», πάλιν 〈λευιαθὰν〉 χρηματίζει· τοῦτον τὸν τρόπον πολυκέφαλον καὶ πολυώνυμον 〈δράκοντα〉 καὶ 〈ὄφιν〉 καὶ διάβολον καὶ σατανᾶν καὶ ‹μέγα 〈κῆτος〉› καὶ 〈λευιαθὰν〉 ὠνομασμένον, ἐν ἑτέροις δὲ καὶ ‹λέοντα› καὶ ‹βασιλίσκον›. 〈τῇ ἡμέρᾳ ἐκείνῃ〉, τοῦτ᾽ ἔστιν ἐν ἐκείνῳ τῷ τῆς συντελείας καιρῷ, ὁ τῶν ὅλων κριτὴς θεὸς 〈ἀνελεῖ〉 τῇ αὐτοῦ 〈μαχαίρᾳ〉, ἀλλ᾽ 〈ἐκείνῃ〉 μὲν 〈τῇ ἡμέρᾳ〉 τούτῳ αὐτῷ πληγὰς ἐπιθήσει· ἐπὶ δὲ τῆς πρώτης εἰς ἀνθρώπους αὐτοῦ παρουσίας ὁ Χριστὸς τοῦ θεοῦ οὐ κέχρηται αὐτῷ ὡς 〈μαχαίρᾳ〉, διὸ οὐδὲ 〈ἀνεῖλεν〉 αὐτόν, ἐπέβη δὲ αὐτῷ μόνον καὶ τὰς δυνάμεις αὐτοῦ κατεπάτησεν. διὸ λέλεκται εἰς αὐτοῦ πρόσωπον· «ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ 〈δράκοντα〉». καὶ νῦν μὲν αὐτὸν ‹καταπεπάτηκεν› καὶ εἰσέτι καὶ νῦν ‹καταπατεῖ› διδοὺς τοῖς αὐτοῦ μαθηταῖς «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ», κατὰ δὲ τὸν δηλούμενον τῆς συντελείας καιρὸν μετὰ πάντας τοὺς ἀσεβεῖς ἡ 〈μάχαιρα〉 τοῦ 〈θεοῦ φεύγοντα〉 αὐτὸν καταλαβοῦσα διαχειρίσεται καὶ 〈ἀνελεῖ〉 ἐξ ὄντων εἰς τὸ μηκέτ᾽ εἶναι. ἐνταῦθα καὶ ὁ περὶ τῆς καθολικῆς κρίσεως τοῦ θεοῦ λόγος περιγράφεται ἀρξάμενος ἀπὸ τοῦ· «Ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτήν».