Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Έλεγχοι κατά του Εφραίμ και της Ιερουσαλήμ και η πνευματική τύφλωση (Ησ. 28-29)

Προφητικός έλεγχος της αλαζονείας των ιουδαϊκών αρχόντων, ο Χριστός ως ακρογωνιαίος λίθος της Εκκλησίας, η πολιορκία της Αριήλ και το σφραγισμένο βιβλίο των Γραφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 10 από 25

οὗ τέλος εἰληφότος ἡ προφητεία ἐξ ἑτέρας ἀρχῆς ὑποθέσεως ἰδιαζούσης ἅπτεται. 〈Ἀμπελὼν καλὸς ἐπι〈θύμημα〉〉 περιγραφείσης τῆς προφητείας, δι᾽ ἧς τὰ περὶ τῆς καθολικῆς κρίσεως τοῦ θεοῦ διελαλεῖτο, ἑτέρας ὑποθέσεως ὁ προφήτης ἀρχὴν ποιεῖται, περιέχει δὲ ἀπειλὰς κατὰ τῆς Ἰερουσαλὴμ καὶ κατὰ τῶν οἰκητόρων αὐτῆς διὰ τὴν εἰς τὸν κύριον ἀπιστίαν αὐτῶν. εἶθ᾽ ἑξῆς τὸ ἀποστολικὸν κήρυγμα τὸ πάσῃ διαδοθὲν τῇ οἰκουμένῃ, εἶτα τῶν ἀμφὶ τὴν Μαγδαληνὴν γυναικῶν τῶν τὴν σωτήριον ἀνάστασιν τεθεαμένων μνημονεύει καὶ τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν τὴν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν δηλοῖ, εἶτα θεσπίζει περὶ τοῦ συνεδρίου τῶν Σαδδουκαίων καὶ τῶν Φαρισαίων καὶ ἀρχιερέων τῶν κατὰ τοῦ σωτῆρος συνεληλυθότων, περὶ ὧν ἑξῆς μακρὸν ἀποτείνει λόγον. τὴν δὲ καταρχὴν ἀπὸ τῆς Ἰερουσαλὴμ ποιεῖται λέγων· 〈ἀμπελὼν καλὸς ἐπιθύμημα〉. οὗτος δὲ ἦν αὐτὸς ἐκεῖνος, περὶ οὗ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγεν· «〈ἀμπελὼν〉 ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι». ὃν καὶ διασαφῶν τίς ποτε εἴη, ἑξῆς ἐπῆγε τό· «ὁ γὰρ 〈ἀμπελὼν〉 κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν». ἦν οὖν ποτε 〈καλὸς〉 οὗτος καὶ 〈ἐπιθύμημα〉 ἦν, ὅτε ἦν «μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ».

εἰ γοῦν ἀναδράμοι τις τῇ διανοίᾳ ἐπὶ τοὺς χρόνους, καθ᾽ οὓς ἔπραττε βασιλεύοντος †φέρε Δαυὶδ ἢ ἄλλου τινὸς τῶν μεμαρτυρημένων ἐπὶ δικαιοσύνῃ ὄψεται, ὅπως 〈καλὸς〉 ἦν ὡς καὶ 〈ἐπιθύμημα〉 αὐτὸν λέγεσθαι. κεκόσμητο γοῦν προφήταις καὶ πνευματικοῖς ἀνδράσιν, ἱερατικῷ τε ἀξιώματι καὶ ἀρχιερατικῇ τιμῇ καὶ ἔτι πρὸς τούτοις ἀγγέλων ἐπιφανείαις, αὐτῇ τε τοῦ κυρίου ἐπισκοπῇ.

Νυνὶ δὲ ὁ λόγος καὶ ταύτης 〈ἐξάρχειν〉 διδάσκει λέγουσαν αὐτὴν περὶ ἑαυτῆς τὴν ἐν τῷ ἀμπελῶνι 〈πόλιν· ἐγὼ πόλις ὀχυρά, πόλις πολιορκουμένη〉· καὶ γὰρ ἦν ὡς ἀληθῶς 〈ὀχυρά〉 ποτε 〈πόλις〉, ὅτε «φραγμὸν» περιεβέβλητο καὶ ‹κεχαράκωτο› ὡς πανταχόθεν αὐτὴν ἠσφαλίσθαι, οὕτω τε ἦν 〈ὀχυρά〉, ὡς μηδὲν καταβλάπτεσθαι 〈πολιορκουμένην〉, ἀλλὰ ποτὲ μὲν ἦν τοιαύτη, νυνὶ δὲ ἄκαρπος γενομένη καταλέλειπται, ὥστ᾽ εἰρῆσθαι περὶ αὐτῆς· «καθελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ σκαφῇ οὐδὲ μὴ τμηθῇ». τὸ δ᾽ αἴτιον διδάξει λέγων· «ὅτι ἔμεινα, ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας». καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ τῆς αὐτῆς ἕνεκεν αἰτίας λέγεται· 〈μάτην ποτιῶ αὐτήν〉· εἰς μάταιον γὰρ ἡ τοσαύτη ὑπῆρξε χορηγία τῇ προειρημένῃ 〈πόλει〉, διὸ 〈ἁλώσεται νυκτὸς〉 ὑπὸ τῶν 〈πολιορκούντων〉 αὐτήν· καταληφθεῖσα γὰρ ἐν σκότῳ διὰ τὸ ἑαυτὴν μακρύναι τοῦ φωτὸς εὐάλωτος γεγένηται τοῖς πολεμίοις, ὡς καὶ εἰς ἐσχάτην ἐλθεῖν πτῶσιν τῷ μηδὲ 〈τεῖχος〉 ἔχειν τὸ περιφράττον καὶ φυλάττον αὐτήν. καθῄρητο γὰρ ὑπὸ τοῦ φήσαντος· «καθελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα».

Ὅμως δ᾽ οὖν, εἰ καὶ ταῦτα πέπονθε, διαθέσει τῇ πρὸς αὐτοὺς ὁ προφήτης ἑξῆς ἐπάγει λέγων· 〈τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ〉; εἰ γὰρ καὶ ‹ἀντὶ σταφυλῆς ἀκάνθας ἤνεγκε› καὶ γέγονε ‹〈χέρσος〉›, ὡς μηδὲν πλέον ἔχειν 〈καλάμης〉, ὅμως δ᾽ οὖν ἠγάπα καὶ οὕτως ἔχουσαν αὐτὴν 〈φυλάττειν〉. κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· 〈τίς δώσει με χέρσον καὶ ἀφειμένον ἐν πολέμῳ〉; ἰσοδυναμεῖ δὲ καὶ παρ᾽ αὐτοῖς· ἐγὼ μὲν οὖν φησιν ἐβουλόμην φύλαξ εἶναι τοῦ προλεχθέντος 〈ἀγροῦ〉 ἢ τοῦ δηλωθέντος 〈ἀμπελῶνος〉 ἢ τῆς ποτε 〈ὀχυρᾶς πόλεως〉. ἡ δὲ 〈πολεμία〉 μοι γενομένη ἐποίησέ με 〈ἀθετῆσαι αὐτήν〉, καὶ τοσοῦτον ὡς καὶ πυρὶ παραδοῦναι αὐτὴν μετὰ τὴν πολιορκίαν.

Εἰκότως οὖν ἐπιλέγει ἡ προφητεία· 〈κατακέκαυμαι, βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ〉· τὸ γὰρ τῆς τοῦ θεοῦ κρίσεως πῦρ καὶ μὴ βουλομένους αὐτοὺς ἐξομολογήσασθαι καταναγκάσει, ἀλλ᾽ ἐκεῖνοι μὲν πολέμιοι τοῦ θεοῦ γενόμενοι τοιοῦτον ἔσχον τὸ τέλος, ἡμεῖς δὲ ἑτέρου τάγματος ὄντες ὡς ἂν σωφρονισθέντες, ἀφ᾽ ὧν ἐκεῖνοι πεπόνθασιν, 〈εἰρήνην ποιήσωμεν αὐτῷ〉. ταῦτα δὲ ὁ προφητικὸς λόγος τοῖς οἰκείοις καὶ τῆς αὐτοῦ μερίδος τυγχάνουσιν προσφωνεῖ συμβουλεύων καὶ παραινῶν· διόπερ 〈εἰρήνην ποιήσωμεν αὐτῷ〉 φησι, πάντες 〈οἱ ἐρχόμενοι〉. τίνες δέ εἰσιν οὗτοι, διὰ τῶν ἑξῆς παρίστησι φάσκων· 〈τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ〉, σαφῶς τὸν χορὸν τὸν ἀποστολικὸν αἰνιττόμενος. ἐγενήθησαν γοῦν οἱ ἀπόστολοι 〈τέκνα Ἰακώβ〉, ἅτε δὴ ἐκ τοῦ Ἰουδαίων ἔθνους προελθόντες καὶ ἐκ τοῦ «κατὰ σάρκα Ἰσραὴλ» 〈βεβλαστηκότες〉, καὶ 〈ἐξήνθησαν〉 βλαστὸν ἀγαθὸν καὶ ἄνθος εὐωδές, ὡς 〈τὴν οἰκουμένην〉 ἅπασαν τῆς αὐτῶν εὐωδίας ἀποπληρῶσαι· Τούτοις ἑξῆς εἴρηται· 〈μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται〉; ⌜ὁ δὲ νοῦς τοῦ λόγου οὕτως ἐστί· μή τι κακὸν ἀντὶ κακοῦ τοῖς ἔθνεσιν ἀπεδίδοσαν οἱ κηρύττοντες αὐτοῖς εἰρήνην;

οἱ μὲν γὰρ ἐδίωκον τύπτοντες αὐτοὺς καὶ πληγὰς ἐπιτιθέντες αὐτοῖς, οἱ δὲ τὰ κάλλιστα αὐτοῖς τὴν εἰρήνην εὐηγγελίζοντο.⌝ ⌞μήτι οὖν τὰ ἴσα ἔπασχον οἱ ἐξ ἐθνῶν ἀδικοῦντες τοὺς τῆς εἰρήνης κήρυκας; ἔτυπτον μὲν γάρ, ἀλλ᾽ οὐκ ἀντετύπτοντο, καὶ ἀνῄρουν, ἀλλ᾽ οὐκ ἀντανῃροῦντο· καὶ 〈μαχόμενοι〉 δὲ 〈καὶ ὀνειδίζοντες〉 ἐδίωκον αὐτοὺς καὶ 〈ἐξαπέστελλον〉, οἱ δὲ οὐκ ἀνεχώρουν τῆς εἰρήνης καὶ τοῦ τὰ ἀγαθὰ αὐτοῖς εὐαγγελίζεσθαι.⌟ διὸ ὥσπερ τοὺς ἀπίστους τῶν ἐθνῶν ἑξῆς ὁ λόγος φησίν· 〈οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ〉; ⌜ταῦτα γὰρ 〈ἐμελέτων〉 οἱ ἐξ ἐθνῶν ἄπιστοι κατὰ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν 〈πνεύματι σκληρῷ〉 κατεχόμενοι καὶ οὐδὲν ἕτερον διανοούμενοι, ἢ ὅπως 〈ἀνέλωσιν αὐτοὺς〉 τῷ ἐν αὐτοῖς 〈πνεύματι τοῦ θυμοῦ〉. ἀλλ᾽ ἐπειδὴ τοιαῦτα πάσχοντες οἱ ἐκ τοῦ 〈Ἰακὼβ βλαστήσαντες〉 καὶ ἐκ τοῦ 〈Ἰσραὴλ ἐξανθήσαντες〉 ἔφερον πάντα γενναίως διὰ τὸν Χριστόν. τούτου χάριν ἐπιλέγει· 〈ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωσι τὴν ἁμαρτίαν αὐτοῦ〉.

ταῦτα γάρ φησιν αἴτια γενήσεται τῆς ἀφέσεως τῶν 〈ἁμαρτιῶν Ἰακὼβ〉 καὶ διὰ ταῦτα ἐπ᾽ αὐτὸν ἥξει ἡ 〈εὐλογία ἀφαιρουμένης αὐτῷ τῆς ἁμαρτίας〉· εἰ γὰρ «σωθήσεται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης» κατὰ τὸν Ἀπόστολον, ἀκόλουθόν ἐστι καὶ τὸν 〈Ἰακὼβ τέκνα βλαστήσαντα〉 καὶ τὸν τοιοῦτον καρπὸν 〈ἐξανθήσαντα〉 διὰ τῆς τούτων ἀρετῆς κοινωνῆσαι τῇ αὐτῶν 〈εὐλογίᾳ〉. σημαίνει δὲ ὁ λόγος πολλοὺς διὰ τῆς ἀποστολικῆς χάριτος καὶ τῶν κατὰ σάρκα γειτνιώντων αὐτοῖς σωθήσεσθαι.⌝ μάλιστα δὲ ταῦτα ἔσεσθαί φησιν, ὅταν τὰ προλεχθέντα 〈τέκνα Ἰακὼβ〉 καὶ τὸ ἄνθος τὸ ἐξ 〈Ἰσραὴλ〉 περιδραμόντες τὴν 〈οἰκουμένην〉 καὶ πληρώσαντες αὐτὴν τῆς αὐτῶν θεοσεβοῦς διδασκαλίας τὴν ἐξ αἰῶνος κρατήσασαν τῶν ἐθνῶν πολυθέων πλάνην διὰ τῆς αὐτοῦ δυνάμεως ἀνατρέψωσιν ὡς 〈θεῖναι〉 μὲν 〈τοὺς λίθους πάντας τῶν〉 εἰδωλικῶν 〈βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν〉, ἀφανισθῆναι δὲ ποιῆσαι τὰ 〈δένδρα〉 καὶ τὰ 〈ἄλση〉 τὰ ἐν τοῖς ναοῖς, ἐρήμωσίν τε αὐτῶν καταστῆσαι τοσαύτην ὡς 〈δρυμῷ〉 παραβληθῆναι αὐτά.

Ταῦτα μὲν οὖν κατορθοῦσιν οἱ δηλωθέντες, τὸ δὲ πάλαι 〈κατοικούμενον ποίμνιον〉, ὁ λαὸς τοῦ Ἰσραήλ, 〈ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον〉· ⌜ἐπεὶ μὴ ἐβουλήθησαν ‹τὸν καλὸν ποιμένα› παραδέξασθαι, ‹τὸν θέντα τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων›, διόπερ ἡ χώρα τῆς ψυχῆς αὐτῶν 〈ἔσται πολὺν χρόνον εἰς βόσκημα〉, ὡς πληροῦσθαι εἰς αὐτοὺς τό· «ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν».⌝ 〈κἀκεῖ〉 φησιν 〈ἀναπαύσονται〉, ⌜δηλονότι ‹οἱ καταβόσκοντες καὶ λυμηνάμενοι αὐτήν›. εἰς τοσαύτην δὲ περιτραπήσεται ἐρημίαν, ὡς μηδὲν 〈χλωρὸν ἐν αὐτῇ〉 ὑπάρξαι. διὸ λέλεκται· 〈καὶ οὐκ ἔσται ἐν αὐτῇ χλωρόν〉·⌝ ⌜〈Γυναῖκας〉 ἀνακαλεῖται ὡς ἀνδρῶν μὴ εὑρισκομένων ἐν αὐτοῖς ἀξίων σωτηρίας. διὸ ταῖς 〈γυναιξὶ〉 παρακελεύεται ἥκειν καὶ σπεύδειν εἰς μαρτυρίαν 〈ἀπὸ θέας〉 τῶν παραδόξων καὶ θαυμαστῶν ἔργων, ὡς ἂν ἐλθοῦσαι 〈φωτίσαιεν〉 ‹τὸν ἐν σκότῳ καθήμενον λαὸν› καὶ τὴν 〈πόλιν〉 αὐτῶν τὴν 〈ἀφειμένην〉.⌝ ⌞διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· 〈γυναῖκες ἐρχόμεναι φωτίζουσιν αὐτήν〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈γυναῖκες ἐρχόμεναι καὶ δηλοῦσαι αὐτήν〉.

τίνα δὲ 〈αὐτὴν〉 ἢ τὴν ἀνωτέρω λεχθεῖσαν 〈πόλιν〉, περὶ ἧς εἴρητο· 〈πόλις γὰρ ὠχυρωμένη μόνη καλὴ ἀφεῖται καὶ ἐγκαταλέλειπται ὡς ἔρημος〉.⌟ ταῦτα δὲ ἐπληροῦτο πρὸς λέξιν καὶ πρὸς ἱστορίαν κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάστασιν. ⌞ἐν ᾧ κατὰ μὲν τὸν Ματθαῖον· «ἦσαν ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ Ἰακώβου καὶ Ἰώση μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου», κατὰ δὲ τὸν Λουκᾶν· «κατακολουθήσασαι δὲ γυναῖκές τινες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ» καὶ τὰ ἑξῆς.⌟ ἐπεὶ τοίνυν ὁ 〈λαὸς ὁ μὴ ἔχων σύνεσιν〉 καὶ κηρύγματι τῶν ἀποστόλων οὐκ ἐπείθετο, καίτοι τῶν ἐθνῶν παραδεχομένων τὸν λόγον, τούτου χάριν τὰς γυναῖκας τὸ θεῖον πνεῦμα καλεῖ ἐπὶ τὴν μαρτυρίαν τοῦ κηρυττομένου λόγου, ἐπειδὴ δὲ τυφλώττοντας αὐτοὺς ἑώρα. 〈διὰ τοῦτό〉 φησιν 〈οὐ μὴ οἰκτειρήσει ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσει〉. 〈Ἔσται δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ〉 φησί, τοῦτ᾽ ἔστιν ἐν τῷ καιρῷ τῷ δηλουμένῳ, 〈συμφράξει κύριος ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ〉. ἀντὶ δὲ τοῦ 〈συμφράξει〉 οἱ λοιποὶ ἑρμηνευταὶ πάντες 〈πατάξει〉 εἰρήκασι, δηλοῦντες 〈πατάξειν〉 τὸν κύριον τοὺς ἀπίστους ἐκείνους καὶ τὸν λαὸν τὸν ἀσύνετον.

εἶτα τόπον ἀφορίζει λέγων· 〈ἀπὸ τοῦ ῥείθρου τοῦ ποταμοῦ ἕως τοῦ χειμάρρου Αἰγύπτου〉 κατὰ τὸν Σύμμαχον, ᾧ ἰσοδυναμοῦσι καὶ οἱ λοιποί. ⌜οἶμαι δὲ διὰ τούτων σημαίνεσθαι τὸν ἐπελθόντα τοῖς Ἰουδαίοις πόλεμον κατὰ τὸ Παλαιστίνων ἔθνος μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν.⌝ αὐτῶν τῶν γοῦν μεθορίων τῆς Παλαιστίνης ἔοικεν ὁ λόγος μνημονεύων 〈ἀπὸ τοῦ ποταμοῦ〉 λέγων, τάχα που τοῦ Ἰορδάνου, 〈ἕως Ῥινοκορούρων〉· ⌜πόλις δέ ἐστιν αὕτη ἀμφὶ τοὺς ὅρους τοὺς μεταξὺ τῆς Αἰγύπτου καὶ τῆς Παλαιστίνης κειμένη.⌝ ⌞διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς 〈ἕως τοῦ χειμάρρου Αἰγύπτου〉 εἴρηται, αἰνιττομένου ὡς ἔφην τοῦ λόγου τὸν γενησόμενον κατὰ Ἰουδαίων πόλεμον ἐν τῷ Παλαιστίνων ἔθνει.⌟ τοῖς δὲ τοῦ λόγου κήρυξιν ἑξῆς προστάττει λέγων· 〈ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα ἕνα τοὺς υἱοὺς Ἰσραήλ〉· εἰ γὰρ καὶ μὴ ἀθρόως ὁ λαὸς βούλεται προσιέναι τῷ σωτῆρι κηρύγματι· 〈λαὸς γάρ ἐστιν οὐκ ἔχων σύνεσιν〉, ἀλλὰ κἂν βραχεῖς τινας ἐξ αὐτῶν 〈κατὰ ἕνα συναγάγετε τοὺς υἱοὺς Ἰσραήλ〉. ⌜ἀγαπητὸν γὰρ τὸ κἂν 〈ἕνα ἕνα〉 ἢ καὶ δεύτερον καί τινας εὐαριθμήτους ἐξ αὐτῶν καθ᾽ ἑκάστην πόλιν ἢ καθ᾽ ἕκαστον ἔθνος σῴζεσθαι.

τούτους μὲν οὖν 〈κατὰ ἕνα ἕνα συναγάγετε〉, τοῖς δὲ λοιποῖς ἔθνεσι 〈σάλπιγξ σαλπιεῖ μεγάλη〉 τοῦ λόγου βοῶντος εἰς ἐξάκουστον ἅπασιν ἀνθρώποις.⌝ διὸ εἴρηται· 〈καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπίσει ἐν τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι τοῦ λαοῦ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσι τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἰερουσαλήμ〉. ⌜σημαίνει διὰ μὲν τῶν Αἰγυπτίων τοὺς εἰδωλολάτρας, διὰ δὲ τῶν 〈Ἀσσυρίων〉 τοὺς πολεμίους τοῦ Ἰσραὴλ τοὺς πολιορκητὰς τῆς Ἰουδαίων χώρας γενομένους, οἷς τοῦ λόγου διὰ τῆς εὐαγγελικῆς 〈σάλπιγγος〉 τῆς ὡς ἀληθῶς 〈μεγάλης〉 κηρύξαντος, μεταβαλόντες οἱ ἐν τοῖς ἔθνεσιν εἰδωλολάτραι καὶ οἱ πάλαι ἐχθροὶ καὶ πολέμιοι τῆς τοῦ Ἰσραὴλ θεοσεβείας, ἥξουσι πρὸς τὸν θεὸν ἐπιστρέψαντες, ὡς τοὺς πάλαι ἀπολωλότας ἐν τῇ τῆς εἰδωλολατρίας πλάνῃ, μεταβληθέντας καὶ σπεύσαντας ἐλθεῖν ἐπὶ τὴν τοῦ θεοῦ λόγου γνῶσιν τῆς διὰ Χριστοῦ σωτηρίας τυχεῖν.⌝ Τὴν τῶν ἀθέων σύνοδον τῶν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπισυναχθέντων ὁρᾷ τῷ πνεύματι, 〈στέφανόν〉 τε 〈ὕβρεως〉 ἀποκαλέσας τὴν ἐπὶ κακῷ συμπλοκὴν αὐτῶν καὶ τὴν ἐπὶ κακῷ συμφωνίαν, ἐπιβοᾷ λέγων· 〈Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως〉. ⌜ᾐνίττετο δὲ τὸ συνέδριον τῶν Φαρισαίων καὶ ἀρχιερέων καὶ τῶν λοιπῶν ἀρχόντων τοῦ Ἰουδαίων λαοῦ, οὓς ἐκ διαφόρων ἀξιωμάτων συνελθόντας κατὰ τὸ αὐτὸ 〈στεφάνῳ〉 παραβάλλει, οὐ τιμῆς τινος οὐδὲ δόξης, ἀλλὰ 〈ὕβρεως〉 καὶ ἀτιμίας.

διό φησιν· 〈Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈τῷ στεφάνῳ τῆς ὑπερηφανίας〉. ὑπερήφανοί τινες ἦσαν ἀλαζόνες τε καὶ ἀπονενοημένοι, ἐν οἷς ὑπῆρχον καὶ 〈οἱ μισθωτοὶ Ἐφραίμ〉. ἐλέγετο δὲ Ἰούδας ὁ προδότης ἐκ φυλῆς Ἐφραὶμ γεγονέναι· 〈μισθωτὸν〉 δὲ αὐτὸν καλεῖ ὡς ἂν ἐξηγορασμένον χρήματι ἐπὶ τῷ προδοῦναι τὸν διδάσκαλον.⌝ αὐτὸς δὲ ἦν καὶ 〈τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης〉· ⌜μετασχὼν γὰρ τῆς 〈δόξης〉 τοῦ ἀποστολικοῦ χοροῦ διὰ τῆς ἐπὶ τὸ χεῖρον ῥοπῆς γέγονε 〈τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης. ἄνθος〉 δὲ καὶ βλαστὸς μικρῷ πρόσθεν ὠνομάζοντο οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, ἐν οἷς ἐλέγετο· «τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ». ἀλλ᾽ ἐκ τούτων ὁ προδότης 〈ἐκπεσὼν τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης〉 εἴρηται.⌝ οἱ δὲ προλεχθέντες ὁμοῦ πάντες συνήχθησαν 〈ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος〉· ⌜σημαίνει δὲ οὗτος ὁ λόγος τὸ σπέρμα τῶν τὴν ψυχὴν πεπαχυμμένων, περὶ ὧν ἐλέχθη· «ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου».

ἦσαν τοίνυν ὥσπερ τις 〈κορυφὴ ὄρους τοῦ παχέος〉 οἱ ἄρχοντες τοῦ πεπαχυμμένου λαοῦ, κεφαλὴ τυγχάνοντες αὐτῶν, οἷς συνήφθη 〈τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης〉, διὸ ταλανίζεται.⌝ ⌞ἀντὶ δὲ τοῦ· 〈ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος〉, ὁ μὲν Ἀκύλας 〈φάραγγος ῥυπαριῶν〉, ὁ δὲ Σύμμαχος 〈φάραγγος πιοτήτων〉, ὁ δὲ Θεοδοτίων 〈φάραγγος πιόνων〉 ἡρμήνευσαν· ἡ δὲ Ἑβραϊκὴ φωνὴ 〈γεθσημανὶ〉 περιέχει.

ὅπερ ἤκουσά τινος τῶν ἡμετέρων ἀγαπητῶν διασαφοῦντος καὶ λέγοντος τὸν τόπον τὸν ἐν τῷ Εὐαγγελίῳ «Γεθσημανὶ» ὠνομασμένον, ἔνθα ὁ προδότης μετὰ 〈τοῦ στεφάνου τῆς ὕβρεως〉 ἐπελθὼν τῷ σωτῆρι τὰ τῆς προδοσίας εἰργάσατο.⌟ Οἱ δὲ αὐτοὶ ἦσαν 〈μεθύοντες ἄνευ οἴνου〉, οἷς καὶ ἀπειλεῖ τὰ ἑξῆς λέγων· 〈ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς κυρίου ὡς χάλαζα φερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν τῇ γῇ ποιήσει ἀνάπαυμα ταῖς χερσὶ καὶ τοῖς ποσίν〉· ⌜οὕτως γὰρ 〈θυμὸς κυρίου〉 φησὶ κατὰ τούτων αὐτῶν ἐλεύσεται τῶν 〈μεθυόντων ἄνευ οἴνου ὡς χαλάζῃ〉 παραβάλλεσθαι κατὰ κεφαλῆς ἀνδρῶν 〈μὴ ἐχόντων σκέπην〉 καταρρασσούσῃ.⌝ ἀλλὰ καὶ τὸ 〈ὕδωρ πολὺ σῦρον〉, ὥστε ποιῆσαι ἑαυτῷ διέξοδον ἐπὶ τῆς γῆς, ⌜οὕτω πως τὸν θυμὸν τοῦ θεοῦ κατὰ τῶν δηλωθέντων ἐπενεχθήσεσθαί φησιν.⌝ Εἶθ᾽ ἑξῆς ἐπιλέγει· 〈καὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, ὁ μισθωτὸς Ἐφραίμ〉· ⌜πάλαι μὲν γὰρ ἦσαν 〈στέφανος ὕβρεως〉 εἰς τὸ ὑβρίζειν παρατεταγμένοι· διὸ καὶ 〈στέφανος ὑπερηφανίας〉 ἐλέγοντο· τέλος δὲ αὐτοὺς διαλήψεται τοιοῦτον, ὡς 〈καταπατηθῆναι〉 αὐτούς.

διὸ καὶ 〈κατεπατήθησαν〉 ὑπὸ τῆς ἐπελθούσης αὐτοῖς ὀργῆς τοῦ θεοῦ, ὑπό τε τῶν καταδουλωσαμένων αὐτοὺς πολεμίων· οἳ καὶ τὴν πόλιν αὐτῶν ἑαυτοῖς καταπάτημα πεποιήκασι τοὺς παλαιοὺς ἐξελάσαντες οἰκήτορας.⌝ Ταῦτα μὲν οὖν περὶ 〈τοῦ στεφάνου τῆς ὕβρεως〉, ἰδίως δὲ περὶ 〈τοῦ ἐκπεσόντος τῆς δόξης ἄνθους〉 ἑξῆς ἐπιλέγει· 〈καὶ ἔσται τὸ ἄνθος τῆς ἐλπίδος τῆς δόξης ἐπ᾽ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτὸ πρὶν εἰς τὴν χεῖρα λαβεῖν θελήσει αὐτὸ καταπιεῖν〉. ⌜τοιοῦτος δέ τις ἦν ὁ Ἰούδας, 〈ἄνθος〉 μὲν γεγονώς, ἀλλ᾽ 〈ἐκπεσὼν τῆς ἐλπίδος〉 τοῦ θεοῦ καὶ 〈τῆς δόξης〉. καὶ πάλαι μὲν τυγχάνων 〈ἐπάνω τοῦ ὄρους τοῦ ὑψηλοῦ〉, ἀλλ᾽ οὐχ ὁμοίως τοῖς 〈ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος〉· ἦν γὰρ καὶ αὐτὸς εἷς τῶν ἐπὶ 〈τοῦ ὄρους τοῦ ὑψηλοῦ〉, περὶ ὧν ὁ παρὼν προφήτης φησίν· «ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών», ἀλλὰ γέγονε τοιοῦτός τις, ὡς ὁμοιωθῆναι 〈προδρόμου σύκου〉 καρπῷ ἀτελεσφορήτῳ, ὡραίῳ μὲν καὶ καλῷ τῇ θέᾳ, ἀχρήστῳ δὲ ἄλλως διὰ τὸ ἀτελὲς τοῦ πρὸς τροφὴν ἐπιτηδείου καρποῦ.

διὸ 〈πρόδρομον〉 αὐτὸν γενόμενον τεθεαμένος ὁ τῶν καλῶν βάσκανος, προήρπασε σπεύσας, ὡς 〈ἐθελῆσαι αὐτὸν καταπιεῖν, πρὶν ἢ τῆς χειρὸς ἐπιλαβέσθαι〉· οὕτω γοῦν αὐτὸν καὶ 〈κατέπιεν〉 ἰσχύσας.⌝ Ἀλλὰ τὰ μὲν περὶ 〈τοῦ στεφάνου τῆς ὕβρεως〉, τά τε περὶ 〈τοῦ ἐκπεσόντος ἄνθους〉, τοιαῦτα 〈τῇ〉 δὲ 〈ἡμέρᾳ ἐκείνῃ〉 φησί, δηλαδὴ κατὰ τὸν αὐτὸν χρόνον, 〈ἔσται κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι τοῦ λαοῦ〉, ⌜δηλονότι 〈τοῖς περιλειφθεῖσιν〉 ἐκ τῆς τοῦ παντὸς λαοῦ ἀπωλείας· οὗτοι δ᾽ ἦσαν οἱ τοῦ σωτῆρος ἀπόστολοί τε καὶ μαθηταί, οἷς αὐτὸν ἔσεσθαι τὸν κύριον 〈στέφανον ἐλπίδος〉 ἐπαγγέλλεται.⌝ εἶτα ἐπειδὴ ‹ἐπὶ θρόνους καθίσεσθαι› εἴρηνται «κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ», γέγονεν αὐτοῖς αὐτὸς κύριος 〈καὶ εἰς πνεῦμα κρίσεως〉, πρὸς τούτοις δὲ καὶ 〈δύναμις〉 αὐτῶν αὐτὸς ἦν εἰς τὸ ὑποδέχεσθαι τοὺς 〈ἀπὸ πολέμου〉 μέλλοντας 〈ὑποστρέφειν〉 εἰς τὴν 〈πύλην〉 τῆς ἐκκλησίας.

Καὶ ταῦτα μὲν περὶ τῶν ἀποστόλων, αὖθις δὲ μεταβαλὼν ὁ λόγος ἐπὶ τοὺς τοῦ ἀριστεροῦ τάγματος ἐπιλέγει· 〈οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσί〉· τίνες δὲ 〈οὗτοι〉, διερμηνεύει 〈ἱερεὺς καὶ προφήτης〉 λέγων. ὁρᾷς τίνες ἦσαν ὁ 〈στέφανος τῆς ὕβρεως〉, δῆλον δ᾽ ὅτι οἱ ἐν τῷ προτέρῳ λόγῳ 〈ἱερεῖς〉 καὶ οἱ ὀνομαζόμενοι αὐτῶν 〈προφῆται〉 δέ τινες ὄντες διεκδικοῦντες γε μὴν ἑαυτοῖς ἀξιώματα προφητικά. πάντες 〈οὗτοί〉 φησιν 〈ἐπλανήθησαν ἀπὸ οἴνου〉 καὶ 〈διὰ τὸ σίκερα〉 ἀπὸ ‹χολῆς καὶ πικρίας καὶ θυμοῦ δρακόντων›. 〈〈ἐπλανήθησαν διὰ τὸ σίκερα〉,〉 ⌞ὅπερ οἱ λοιποὶ ἑρμηνευταὶ 〈μέθυσμα〉 ὠνόμασαν. ἵνα δὲ μήτις 〈οἶνον〉 ὑπολάβοι καὶ 〈μέθυσμα〉 τὸ προχείρως νοούμενον, προησφαλίσατο ἀνωτέρω εἰπών· «οἱ μεθύοντες ἄνευ οἴνου». οὐκοῦν ἕτερος ἦν οὗτος ὁ 〈οἶνος〉 καὶ ἄλλο τὸ καλούμενον 〈σίκερα〉 ἢ τὸ 〈μέθυσμα〉, δι᾽ οὗ τὰ τῆς πλάνης αὐτοῖς γέγονεν.⌟ εἶτα ἐπιλέγει· 〈τοῦτό ἐστι φάσμα· ⌜φάσμα〉 γὰρ ἦν ἀληθῶς καὶ φάντασμα τὸ πάντας αὐτοὺς ἀθρόως τὰ τοσαῦτα παθεῖν καὶ τὸ 〈βουλὴν〉 βουλεύσασθαι δεινὴν καὶ ἄθεον, ἣν καταλήψεται ἡ ἐκ τοῦ θεοῦ 〈ἀρά〉. Ἰούδας μὲν οὖν χρημάτων ἕνεκεν καὶ τῆς τούτων 〈πλεονεξίας〉 ‹προεδίδου› τὸν σωτῆρα, οἱ δὲ λοιποὶ μεταποιούμενοι τῆς ἐκ τοῦ λαοῦ 〈πλεονεξίας〉, καὶ μή πη ὁ Χριστοῦ λόγος καθέλοι αὐτούς, τῆς ἀρχῆς ὑφορώμενοι τὴν κατ᾽ αὐτοῦ συσκευὴν ἐτύρευσαν.

διὸ εἴρηται· 〈αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας〉⌝ ἐσκέψαντο. καλεῖ δὲ τὴν 〈βουλὴν〉 ἐπιβουλήν. ⌜Διαγράψας ὁ λόγος τὴν περὶ ‹τοῦ στεφάνου τῆς ὕβρεως› καὶ τῶν ἑξῆς ἐπενηνεγμένων προφητείαν, μεταβαίνει πάλιν ἐπὶ τὸ τάγμα τὸ ἀποστολικόν, οὗ ἐλέγετο εἶναι αὐτὸς ‹ὁ κύριος σαβαὼθ στέφανος ἐλπίδος› καὶ ‹κίδαρις δόξης›. διδάσκει δὲ τοῦτον αὐτόν, λέγω δὲ τὸν ἀποστολικὸν χορὸν παρασκευάζεσθαι καὶ ἑτοίμους γίγνεσθαι πρὸς θλίψεις μελλούσας αὐτοῖς ἐπάγεσθαι διὰ τὸν Χριστοῦ λόγον. διὸ ὥσπερ ἐπιφωνῶν αὐτοῖς λέγει· 〈τίνι ἀνηγγείλαμεν κακὰ καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν〉; ὡσεὶ σαφέστερον ἔλεγε· τίς ἄρα πρόθυμος παραδέξασθαι τὰ ἀπαγγελλόμενα 〈κακά· κακὰ〉 δὲ ὀνομάζει κοινότερον τὰς περιστάσεις καὶ τὰ νομιζόμενα λυπηρά, τοὺς πόνους δηλαδὴ καὶ τὰς θλίψεις τὰς ὑπὲρ εὐσεβείας.⌝ τίς οὖν ἄρα ἐστίν, ᾧ ταῦτα προσαγγέλλομεν; ἀκουέτω γὰρ οὗτος, ὡς οὐ μόνον 〈κακά〉, θλίψεις καὶ πόνους καὶ τὰ νομιζόμενα λυπηρὰ τούτῳ καταγγέλλομεν, ἀλλ᾽ ἐπὶ τούτοις καὶ ἀγαθὴν 〈ἀπαγγελίαν〉 τὴν περὶ τῶν ἀποδοθησομένων ἐπάθλων τοῖς εὖ διηγωνισμένοις.

ἀκούσατε ὑμεῖς, 〈οἱ ἀπογεγαλακτισμένοι ἀπὸ μαστοῦ〉· ⌜πρὸς ὑμᾶς γὰρ τοὺς ἀποστόλους ἐστὶν ὁ λόγος καὶ ταῦτα περὶ ὑμῶν ἀπαγγέλλομεν. ‹ὅτε› μὲν γὰρ ‹ἦτε νήπιοι› ὡς ἂν ὑπὸ μαζῶν τρεφόμενοι γάλακτι, οὐδὲν ἦν ὑμῖν ἐπικείμενον τοιοῦτο διὰ τὸ ἀτελὲς τῆς νοητῆς ὑμῶν ἡλικίας· τοιοῦτοι δὲ ἐτυγχάνετε, ὅθ᾽ «ὑπὸ παιδαγωγὸν» τὸν Μωσέως ‹νόμον› ἦτε γαλουχούμενοι ταῖς πρώταις εἰσαγωγαῖς τοῦ θεοσεβοῦς λόγου· νῦν δ᾽ ὅτε ‹προκόψαντες τῇ ἡλικίᾳ› τοῦ μὲν παιδαγωγοῦ ἀπηλλάγητε, τῷ δὲ τελείῳ διδασκάλῳ προσεληλύθατε, 〈ἀπογαλακτισθέντες ἀπὸ〉 τοῦ νομικοῦ 〈γάλακτος〉 καὶ 〈ἀποσπασθέντες〉 ὡς ἀπὸ μητρὸς τῆς Ἰουδαϊκῆς καὶ σωματικῆς λατρείας.⌝ Ὡς ἂν τελειοτέρας τροφῆς τῆς σωτηρίου καὶ εὐαγγελικῆς μεταλαμβάνοντες παρασκευάζεσθε εἰς 〈θλίψεις〉· ἀνάγκη γὰρ τοὺς ὑπὲρ εὐσεβείας ἀγωνιζομένους 〈θλῖψιν〉 προσδοκᾶν καὶ οὐ μίαν ταύτην, ἀλλὰ δὲ δευτέραν ἐπὶ τῇ πρώτῃ. ⌞λέγεται δὲ ταῦτα πρὸς τὸν χορὸν τὸν ἀποστολικὸν καὶ πρὸς πάντας τοὺς τῷ σωτηρίῳ εὐαγγελίῳ μαθητευομένους. οὐ δεῖ δὲ ἐπαυδᾶν ἐπὶ ταῖς θλίψεσιν οὔτε ἀπογινώσκειν ἑαυτῶν τὴν σωτηρίαν ὡς ἂν ἐν 〈θλίψει〉 πάντοτε γεγεννημένους.⌟ ⌜ὅσον γὰρ οὔπω παυσαμένης τῆς 〈θλίψεως〉 τὰ ἐπὶ ταύτῃ διαδέξεται ὑμᾶς βραβεῖα, νικητὰς ἀποφανθέντας καὶ ‹τῷ στεφάνῳ τῆς ἐλπίδος τῷ πλακέντι τῆς δόξης› ἀναδησομένους.

διόπερ 〈ἐλπίδα ἐπ᾽ ἐλπίδι〉 ἐπάγει, οὐ μετὰ μακρὸν διάστημα τῆς 〈θλίψεως〉· βραχὺ γάρ τι ἔσται μεταξύ. διό φησιν· 〈ἔτι μικρὸν ⌜ἔτι μικρόν〉· «ἡ γὰρ 〈θλῖψις〉 ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ 〈ἐλπίδα〉· ἡ δὲ 〈ἐλπὶς〉 οὐ καταισχύνει».⌝ ἔσται δὲ ὑμῖν τὰ τῆς 〈θλίψεως διὰ φαυλισμὸν χειλέων καὶ διὰ γλώσσης ἑτέρας〉· ⌜φαυλίζοντες γὰρ ὑμᾶς οἱ θλίβοντες καὶ χλευάζοντες λοιδοροῦντες καὶ βλασφημοῦντες διατελέσουσιν ἀλλοιοτέρᾳ 〈γλώσσῃ〉 χρώμενοι, ἧς δεῖ καταφρονεῖν διὰ τὴν 〈ἔτι μικρὸν〉 διαδεξομένην ὑμᾶς 〈ἐλπίδα〉.⌝ ταῦτα μὲν οὖν προσφωνητικῶς πρὸς τοὺς ἀποστόλους καὶ μαθητὰς καὶ εὐαγγελιστὰς τοῦ σωτῆρος ἡμῶν ἀναπεφώνηται, τὰ δ᾽ ἑξῆς προφητικῶς ὁ λόγος τὸν Ἰουδαίων λαὸν διδάσκει, ὅτι ταῦτα αὐτὰ τὰ περὶ τῆς 〈θλίψεως〉 καὶ τῆς ἐπὶ τῇ 〈θλίψει ἐλπίδος〉 μεμαθηκότες οἱ Χριστοῦ μαθηταὶ 〈λαλήσουσι〉 πείθοντες αὐτούς, ὡς ἐν τούτῳ οὔσης τῆς τεταμιευμένης παρὰ τῷ θεῷ ἀναπαύσεως, λέγω δὲ ἐν τῷ θλίβεσθαι καὶ ὑπὲρ εὐσεβείας πάντα ὑπομένειν.

Καὶ τὸ νομιζόμενον 〈τοῦτο τὸ ἀνάπαυμα καὶ τοῦτο τὸ σύντριμμα τῷ διψῶντι καὶ πεινῶντι〉 ‹τὴν θεοσέβειαν πρὸς ὠφελείας› γίγνεται. καὶ οἱ μὲν ταῦτα 〈λαλήσουσι τῷ λαῷ τούτῳ〉, ⌜δείκνυσι δὲ ὁ λόγος τοὺς ἐκ περιτομῆς ἀπίστους, οἱ δὲ 〈οὐ θελήσουσιν ἀκούειν〉.

διόπερ 〈ἔσται〉 φησὶν 〈αὐτοῖς τὸ λόγιον κυρίου〉 ἄλλῳ τρόπῳ 〈θλῖψις ἐπὶ θλῖψιν〉· οὐ γὰρ βουληθέντες διὰ Χριστὸν θλίβεσθαι, οὐδὲ ‹τὴν στενὴν ὁδὸν καὶ τὴν τεθλιμμένην› ὁδεῦσαι, τὴν ‹πλατεῖαν› δὲ καὶ ‹εὐρύχωρον› ἀπελθόντες, 〈πεσοῦνται εἰς τὰ ὀπίσω καὶ συντριβήσονται καὶ κινδυνεύσουσι καὶ ἁλώσονται〉·⌝ ⌞ταῦτα γὰρ πάντα διαδέξεται αὐτοὺς μὴ βουληθέντας τὸ προλεχθὲν 〈λόγιον τοῦ κυρίου〉 παραδέξασθαι, ἑαυτοῖς δὲ πτώσεως καὶ συντριβῆς γενομένοις αἰτίοις.⌟ Καὶ ἐπειδήπερ τοιαῦτα ἑαυτοῖς προεξένησαν μὴ πιστεύσαντες τῷ προλεχθέντι λόγῳ, διαστέλλεται αὐτοῖς τὰ ἑξῆς λέγων· 〈διὰ τοῦτο ἀκούσατε λόγον κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἰερουσαλήμ〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ἄνδρες χλευασταί, οἱ ἐξουσιάζοντες τοῦ λαοῦ τούτου οἱ ἐν Ἰερουσαλήμ〉· ⌜ὄντων γὰρ καὶ ἄλλων 〈χλευαστῶν ἀνδρῶν〉 τῶν παρ᾽ Ἕλλησι διασυρόντων τὸν Χριστοῦ λόγον, ἵνα μή τις ὑπολάβῃ περὶ ἑτέρων τὰ προκείμενα λέγεσθαι, ἀκριβῶς καὶ ἀναγκαίως προσέθηκεν τό· 〈οἱ ἐξουσιάζοντες τοῦ λαοῦ τούτου〉.⌝ ⌜καὶ ἐπειδήπερ καὶ ἐκτὸς τῆς Ἰερουσαλὴμ ἦσαν πλείους ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν προεστῶτες τοῦ λαοῦ, ἐπισημαίνεται ἀκριβῶς πρὸς ποίους 〈ἄρχοντας〉 καὶ 〈ἐξουσιάζοντας τοῦ λαοῦ〉 ταῦτα λέγοιτο.⌝ Οὗτοι δ᾽ ἦσαν ‹ὁ στέφανος τῆς ὕβρεως› ὁ ἀνωτέρω λελεγμένος, καὶ ταῦτα τοίνυν ἔτι πρὸς τοὺς αὐτοὺς λέγεται· ἐπειδὴ 〈εἴπατε〉 πρὸς ἑαυτούς· 〈Ἐποιησάμεθα διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας· εἴπατε γάρ· ἐποιησάμεθα τὸ ψεῦδος ἐλπίδα ἡμῶν καὶ ἐν ψεύδει σκεπασθησόμεθα〉· ⌞ἐπειδὴ τοίνυν ταῦτα διενοήθησαν καὶ ἀλλήλοις ὡμίλησαν οἱ προλεχθέντες 〈χλευασταὶ〉 τὸν μὲν Χριστοῦ λόγον χλευάσαντες καὶ διασύραντες, δι᾽ οὗ ἐδιδάσκοντο ὡς δέοι αὐτοὺς 〈θλῖψιν ἐπὶ θλίψει〉 προσδοκᾶν καὶ τὴν ἐπ᾽ αὐτῇ 〈ἐλπίδα ἐπ᾽ ἐλπίδι〉, ἑλόμενοι δὲ φιλίαν σπείσασθαι πρὸς τὸν 〈θάνατον〉 καὶ πρὸς τὸν 〈ᾅδην καταφυγήν〉.⌟ ⌜τοῦτο γὰρ πράξαντες προσεδόκησαν οὔτε 〈θλίψεως〉 πειραθήσεσθαι οὔτε λυπηρῷ τινι καὶ ἀηδεῖ περιπεσεῖσθαι· εἰ δὲ καὶ συμβαίη ὑμᾶς 〈καταιγίδα〉, ποθὲν ἐπικλύζουσαν ἐξ ἀντικειμένης δυνάμεως ἐπιέναι οὐκ ἐφ᾽ ὑμᾶς ἥξειν ὑπελάβετε διὰ τὸ φίλους εἶναι τῇ ἀντικειμένῃ δυνάμει καὶ αὐτῷ τῷ 〈θανάτῳ〉.⌝ Ἐπεὶ τοίνυν ταῦτα πρὸς ἑαυτοὺς 〈εἴπατε〉, τούτου χάριν ἀκούσατε, ἅπερ πρὸς ὑμᾶς εἰπεῖν ὁ τῶν ὅλων προσέταξε κύριος· ⌜ὑμεῖς μὲν οὐ παρεδέξασθε τὴν πρώτοις ὑμῖν καταγγελθεῖσαν χάριν, ἐγὼ δὲ τὸν ἐμαυτοῦ 〈λίθον〉 τὸν 〈πολυτελῆ〉 καὶ 〈τίμιον〉 ἐν ἄκρῳ γωνίας ἀναθεὶς ὑψηλὸν καὶ ἐπιφανῆ καὶ τοῖς πᾶσιν ἔκδηλον ποιήσω, ὅπως 〈πᾶς ὁ ἐπ᾽ αὐτὸν πιστεύων〉 μὴ ἐκπέσοι τῆς ἐλπίδος.⌝ ⌞κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτάς· ὁ 〈πιστεύων οὐ σπεύσει〉· μακροθυμήσει γὰρ ὁ 〈πιστεύων〉 περιμένων τοῦ λόγου τὴν ἐπαγγελίαν.

οὗτος δ᾽ ἂν εἴη ὁ 〈λίθος〉, ὁ αὐτός τε πέτρα περὶ ἧς ὁ σωτὴρ ἔλεγεν· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν».⌟ ⌞τοῦτον δὲ τὸν 〈λίθον〉 ἐπαγγέλλεται 〈θήσειν εἰς τὰ θεμέλια Σιών〉, ὃ δὴ καὶ ἔργῳ πεποίηκεν εἰπὼν καὶ ἐπιτελέσας τό· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν». 〈Σιὼν〉 γὰρ ὄρος τὸ εὐαγγελικὸν κήρυγμα καὶ τὴν ἐπὶ τούτῳ 〈τεθεμελιωμένην〉 ἐκκλησίαν πολλάκις ἐξειλήφαμεν. 〈πολυτελῆ〉 δὲ ὄντα τὸν 〈λίθον〉 τοῦτον καὶ 〈ἐκλεκτὸν〉 καὶ 〈τίμιον θήσειν εἰς τὰ θεμέλια〉 τῆς ἐκκλησίας ἐπαγγέλλεται. ἐντεῦθεν 〈γωνιαῖος〉 καὶ 〈ἀκρογωνιαῖος〉 κέκληται.

εἴη δ᾽ ἂν τὸ ἀνθρώπινον τοῦ σωτῆρος ἡμῶν οὕτως ὠνομασμένον σῶμα, ἐπεὶ καὶ κατὰ τὸν Δανιὴλ ‹〈λίθος〉 τμηθεὶς ἄνευ χειρῶν› ἑωρᾶτο· 〈λίθου〉 μὲν τοῦ ἀνθρωπίνου νοουμένου σώματος, ὄρους δὲ τῆς θεότητος τῆς κατὰ τὸν σωτῆρα.⌟ Ἐν τούτῳ δὲ τῷ 〈λίθῳ〉 φησὶ 〈θήσω κρίσιν εἰς ἐλπίδα〉· ⌜κρίνων γὰρ ὁ 〈λίθος〉 οὗτος ἀγαθὰς παρέξει τοῖς κρινομένοις ἐλπίδας, ἐπειδὴ συνῆπται αὐτῷ 〈ἐλεημοσύνη〉 μετὰ τοῦ δικαιοτάτου 〈σταθμοῦ〉 καὶ μέτρου· διὸ λέλεκται· ἡ 〈δὲ ἐλεημοσύνη μου εἰς σταθμούς〉.⌝ ταῦτα μὲν οὖν περὶ τοῦ 〈λίθου〉 εἴρηται, πρὸς δὲ τοὺς εἰρηκότας ἀνωτέρω· «ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα», ἐπιλέγει τὰ ἑξῆς φάσκων· 〈καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς, μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου〉· ⌜μὴ γὰρ ἑαυτούς φησιν ἀπατᾶτε φάσκοντες· ἐπεὶ 〈τῷ θανάτῳ〉 ἐφιλώθημεν, 〈οὐ μὴ ἐπέλθῃ ἐφ᾽ ἡμᾶς καταιγίς〉, οὐδὲ πειραθησόμεθά τινος λυπηροῦ.

ἀκούετε γὰρ ἐντεῦθεν ἤδη καὶ μανθάνατε, ὦ οὗτοι 〈οἱ πεποιθότες τῷ ψεύδει〉 καὶ εἰρηκότες· «ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα», ὅτι 〈καταιγὶς παρελθοῦσα οὐ παρελεύσεται ὑμᾶς〉, ἀλλὰ 〈ἀφελεῖ ὑμῶν τὴν πρὸς τὸν θάνατον συνθήκην, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ〉· σαθρῷ γὰρ πράγματι ἑαυτοὺς ἐπιστεύσατε 〈θανάτῳ〉 καὶ 〈ᾅδῃ〉 τὰς ὑμετέρας ἐλπίδας ἀναρτήσαντες.⌝ διόπερ 〈καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα〉.

Εἰ δὲ καὶ μέλλοι 〈παριέναι〉 καὶ ἀπιέναι, μακρὰν ἑλκύσει ὑμᾶς καὶ σὺν ἑαυτῇ 〈λήψεται〉. τοῦτο δὲ ὑμῖν οὐκ εἰς μακρὸν ἔσται, ἀλλὰ 〈πρωῒ πρωΐ〉, τοῦτ᾽ ἔστι διὰ τάχους ἥξειν ἐφ᾽ ὑμᾶς ἅμα τῷ ἄρξασθαι ἐφορᾶν ὑμᾶς τὴν ἐπισκοπὴν τοῦ θεοῦ. 〈δι᾽ ἡμέρας〉 δὲ καὶ 〈διὰ νυκτὸς ἐπελεύσεται〉 ὑμῖν, καὶ τοῦτ᾽ ἔσται τέλος τῆς ὑμετέρας 〈ἐλπίδος〉, ἣν ἑαυτοῖς ὑπεγράψατε 〈θανάτῳ〉 καὶ 〈ᾅδῃ〉 ἑαυτοὺς ἐκδεδωκότες.

Εἰ δὲ καὶ ἀηδῶς τὰ ὦτα τοῖς τοιούτοις παρέχετε λόγοις, ὅμως καὶ 〈στενοχωρούμενοι〉 τὰ περιμένοντα ὑμᾶς ἀκούετε καὶ μὴ λέγετε· 〈οὐ δυνάμεθα〉 ‹ὑπὲρ ἀληθείας› 〈μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ὑμᾶς συναχθῆναι〉· ⌜εἰ γὰρ ἐθέλοιτε καὶ ἐν τῇ μερίδι τοῦ θεοῦ συναχθήσεσθε καὶ οὐκ ἐξασθενήσετε ὑπὲρ εὐσεβείας ἀγωνιζόμενοι, ἐπειδὴ ἑκόντες τῷ 〈θανάτῳ〉 καὶ τῷ 〈ᾅδῃ〉 ἑαυτοὺς προσεκληρώσατε, γινώσκετε ὅτι ἤδη ὑμῖν ἐπελεύσεται αὐτὸς ὁ κύριος ἐπάγων καθ᾽ ὑμῶν ὀργὴν διὰ τὰ προλεχθέντα πάντα.⌝ Ἐπικείσεται δὲ ὑμῖν ἡ ὀργὴ τοῦ θεοῦ 〈ὥσπερ〉 ὑψηλότατόν τι καὶ βαρύτατον 〈ὄρος〉 κατὰ 〈ἀσεβῶν〉. ὁ Σύμμαχος 〈καθάπερ〉 φησὶν 〈ἐν τῷ ὄρει τῶν διακοπῶν οὕτω στήσεται κύριος〉, καὶ ἀντὶ τοῦ· 〈καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών〉, πάλιν ὁ αὐτὸς 〈ἐν τῇ κοιλάδι〉 φησὶ 〈τῇ ἐν Γαβαών〉. φέρεται δὲ ἡ ἱστορία ἐν τῇ βίβλῳ Ἰησοῦ τοῦ Ναυῆ τοῦ Μωσέως διαδόχου, ἔνθα πολεμῶν πρὸς τοὺς ἀλλοφύλους ὁ Ἰησοῦς προσηύξατο εἰπών· «Στήτω ὁ ἥλιος κατὰ 〈Γαβαὼν〉 καὶ ἡ σελήνη κατὰ 〈φάραγγα〉 Ἐλώμ», ὅτε «καὶ ἔστη ὁ ἥλιος κατὰ 〈Γαβαὼν〉 καὶ ἡ σελήνη κατὰ 〈φάραγγα〉 Ἐλώμ», ὅτε «καὶ ἔστη ὁ ἥλιος» χρόνου διαστήματος ὅλης ἡμέρας ἕως οὗ πάντες ἀπώλοντο οἱ ἀλλόφυλοι.

οὕτως οὖν 〈ὥσπερ ἐν τῷ ὄρει τῶν διακοπῶν, ἐν τῇ κοιλάδι τῆς Γαβαὼν〉 ἐπράχθη ποτὲ κατὰ τῶν 〈ἀσεβῶν〉, οὕτω καὶ νῦν ὁ 〈κύριος ἐπαναστήσεται〉 τοῖς ἐνταῦθα κατηγορουμένοις καὶ 〈μετὰ θυμοῦ τὰ ἔργα ποιήσει, ⌜πικρίας ἔργα〉 τοῖς δεηθεῖσιν ὥσπερ ἀντιδότου πικρᾶς διὰ τὴν ὑποκειμένην αὐτῶν τῇ ψυχῇ κακίαν.⌝ 〈χρήσεται〉 δὲ αὐτοῖς ὁ τοῦ κυρίου 〈θυμὸς〉 ὡς ἀλλοτρίοις, 〈καὶ ἡ πικρία αὐτοῦ〉 οὐ κατὰ τὴν αὐτοῦ γλυκύτητα καὶ χρηστότητα καὶ ἀγαθωσύνην, κατὰ δὲ τὴν ἐκείνοις κατάλληλον τιμωρίαν. ⌞〈πικρία〉 δὲ καὶ 〈ὀργὴ〉 καὶ 〈θυμὸς〉 καὶ τὰ τοιαῦτα λεγόμενα ἐπὶ θεοῦ οὐδὲν ἕτερον ἢ τὰς κατὰ τῶν ἀσεβῶν κολάσεις τὰς ἐκ τοῦ θείου δικαστηρίου ἐπελευσομένας εἴωθε σημαίνειν.⌟ Ἐπεὶ τοίνυν φησὶ τοιαῦτα ὑμᾶς περιμένει τοὺς μὴ βουλομένους παραδέξασθαι ‹τὸν τίμιον καὶ πολυτελῆ λίθον›, τούτου χάριν 〈μὴ εὐφρανθείητε〉 τὴν κακὴν εὐφροσύνην, ⌜〈μηδὲ ἰσχυσάτωσαν οἱ δεσμοὶ ὑμῶν〉, οἷς κατεδήσατε ἑαυτοὺς ‹διαθήκην μετὰ τοῦ θανάτου ποιησάμενοι καὶ μετὰ τοῦ ᾅδου συνθήκας›. ἀλλ᾽ εἴ τίς ἐστιν ὑμῖν σωτηρίας ἐλπίς, διαρρήξατε τοὺς πρὸς τὸν θάνατον 〈δεσμούς〉, ἀναχωρεῖτε δὲ καὶ τῆς νομιζομένης ὑμῖν εὐφροσύνης, τῆς τε προσκαίρου παύσασθε ἡδονῆς· τοῦτον γὰρ ὁποῖον ἔσται τὸ τέλος μεμαθήκατε.

ταῦτα δὲ μὴ νομίσητε λέγειν ἐμὲ τὸν προφήτην· ἃ γὰρ 〈ἤκουσα〉 ψυχῆς ἀκοῇ εἰρηκότος 〈κυρίου σαβαώθ〉, ταῦθ᾽ ὑμῖν μεταδέδωκα· ἐβουλήθη γὰρ ὑμᾶς μὴ ἀγνοεῖν τὰ παρ᾽ αὐτῷ κεκριμένα καὶ ὡρισμένα καὶ συντεταγμένα 〈πράγματα〉.⌝ εἰ γὰρ μηδέπω ἀνθρώποις ἐπελήλυθεν ἡ περιμένουσα αὐτοὺς κρίσις, ἀλλ᾽ ὥρισται ἤδη παρ᾽ αὐτῷ καὶ κέκριται, ταῦθ᾽ ἅπερ 〈ἀκούσας〉 ἐγὼ καὶ ὑμᾶς ἐμαρτυράμην.

Ἔτι δὲ ταῦτα ‹τῷ στεφάνῳ τῆς ὕβρεως› τῷ ἀποδοθέντι προσφωνεῖ ὁ λόγος παρακελευόμενος τοῖς ‹τὸν λίθον τὸν ἀκρογωνιαῖον καὶ ἐκλεκτὸν καὶ ἔντιμον› ‹ἀποδοκιμάσασιν› 〈ἐνωτίζεσθαι〉 πρῶτον, εἶτα 〈ἀκούειν〉 καὶ πειθαρχεῖν τοῖς λεγομένοις. διδάσκει δὲ αὐτούς, ὅτι τὰ τῆς τιμωρίας ἐπαξίως αὐτοὺς μετελεύσεται· «δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται». καὶ ὁ μὲν ἀσθενὴς καὶ μικρός, κἂν συγγνώμης τύχοι ἢ καὶ κατὰ δύναμιν τῆς αὐτοῦ σμικρότητος ὑπόσχοι ἂν τὴν κατάλληλον τιμωρίαν, ὁ δὲ τὰ μεγάλα δεδυνημένος κατὰ τὸν τοῦ δικαίου λόγον ‹δυνατῶς ἐτασθήσεται›.

διὸ καὶ αὐτοὺς ἄρχοντας τοῦ λαοῦ καὶ ἱερεῖς καὶ ἡγουμένους κατὰ τὸ μέγεθος τῆς ἐγχειρισθείσης αὐτοῖς ἀξίας ὑφέξειν τὴν τιμωρίαν. ⌜Εἶθ᾽ ὑποδείγματι κέχρηται φυσικῷ· ὡς γὰρ ἐπὶ τῆς κατὰ τὴν χώραν γεωργίας ἕτερος μέν ἐστιν ‹ὁ καιρὸς› τοῦ ἀροῦν τὴν χώραν καὶ ἕτερος τοῦ σπείρειν [καὶ σπείρειν] σπέρματα τῇ ὑποκειμένῃ κατάλληλα γῇ.⌝ ἐν μὲν γὰρ τῷδε τῷ ἀγρῷ 〈μελάνθιον〉 ἐνθήσει ποτέ, ἐν ἑτέρῳ δὲ 〈κύμινον〉, ἐν ἄλλῳ 〈πυρὸν〉 καὶ αὖθις ἐν ἑτέρῳ 〈κριθὴν καὶ κέγχρον〉, πάλιν ἐν ἄλλῳ καὶ ἐν ἑτέρῳ 〈ζειάν〉, εἶτα ἐπειδὰν τελεσφορήσῃ ὁ τούτων ἁπάντων καρπός, ἐν καιρῷ θερισμοῦ συναγαγὼν ἕκαστον ἰδίως καὶ ἀφωρισμένως 〈καθαίρει〉, οὕτω αὐτῷ τρόπῳ ἐπὶ τῇ πάντων καθάρσει χρώμενος· οὐ γὰρ 〈ἁμάξῃ〉 καὶ τοῖς ἐν αὐτῇ κατεσκευασμένοις ἐκ σιδήρου ‹πριστηροειδέσι τροχοῖς› ἐπὶ τοῦ 〈κυμίνου ἢ τοῦ μελανθίου〉 χρῆται ὡς ἐπὶ τοῦ σίτου καὶ τῆς 〈κριθῆς〉 καὶ τῆς 〈ζέας〉. καὶ αὖ πάλιν τὸν σῖτον οὐ 〈ῥάβδῳ〉 τύπτων 〈καθαίρει〉· οὐ γὰρ πέφυκεν οὕτω 〈καθαίρεσθαι〉 ὁμοίως τῷ 〈μελανθίῳ〉 καὶ τῷ 〈κυμίνῳ〉, ἀλλ᾽ ἐπὶ μὲν τῶν ἀσθενεστέρων σπερμάτων τὴν 〈ῥάβδον〉 παραλαμβάνει· 〈ῥάβδῳ〉 γὰρ τύπτων 〈καθαίρει τὸ κύμινον καὶ τὸ μελάνθιον〉.

ἐπὶ δὲ τοῦ σίτου καὶ τῆς 〈κριθῆς〉, τῶν τε τούτοις παραπλησίων τοὺς τῆς 〈ἁμάξης τροχοὺς〉 ἐπάγει σιδηροῦς ὄντας καὶ ὀξεῖς καὶ ἰσχυρῶς τέμνειν καὶ περικόπτειν τὰ περιττὰ τοῦ 〈πυροῦ〉 δυναμένους. ⌜κατὰ τὰ αὐτὰ γοῦν καὶ ὁ τῶν ψυχῶν γεωργὸς τοῦ θεοῦ λόγου, κατὰ μὲν τὸν ἐπιτήδειον καιρὸν τὰς τῶν ἀνθρώπων ψυχὰς νεοῦσθαι βούλεται διὰ λογικῆς διδασκαλίας ἀνασχιζούσης καὶ ἀνατεμνούσης τοὺς ἐν βάθει κρυπτομένους λογισμοὺς τῷ τοῦ λόγου ἀρότρῳ. διὸ προστάττει λέγων· «Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ᾽ ἀκάνθαις». ἐπειδὰν δὲ 〈ὁμαλισθῇ τὸ〉 ὡσπερεὶ 〈πρόσωπον〉 τῆς ψυχῆς πάσης κακίας περιαιρεθείσης τῆς πάλαι ἐν αὐτῇ ἀκανθῶν δίκην φυείσης τηνικαῦτα καταλλήλως τῇ τῶν ὑποδεχομένων τὸν σπόρον διαφορᾷ, καταβάλλεται τὰ σπέρματα, τοῖς μὲν ἀσθενέστερά τινα καὶ μικρὰ 〈μελανθίῳ καὶ κυμίνῳ〉 ἀναλογοῦντα, τοῖς δὲ σπουδαιότερα καὶ ἀναγκαῖα, 〈πυρῷ καὶ κριθῇ, κέγχρῳ τε καὶ ζέᾳ〉 παραβαλλόμενα διὰ τὴν καὶ ἐν αὐτοῖς τούτοις πολλὴν καὶ διάφορον δύναμιν· «διαιρέσεις γὰρ χαρισμάτων εἰσί, καὶ διαιρέσεις ἐνεργημάτων εἰσί, καὶ ᾧ μὲν διὰ τοῦ πνεύματος δίδοται» τάδε, ἑτέρῳ δὲ ἕτερα καὶ πάλιν ἑτέρῳ τὰ ἁρμόζοντα. ἐπειδὰν δὲ ‹ὁ τοῦ θερισμοῦ καιρὸς› ἐπιστῇ, ‹συντέλειαν δὲ εἶναι τοῦ κόσμου τὸν θερισμὸν› ὁ σωτὴρ ἐδίδαξεν· τότε κατ᾽ ἀξίαν ἕκαστος ὧν εἴληφε σπερμάτων ἀπαιτηθήσεται τὸν καρπόν.

καὶ οἱ μὲν μέτρια εἰληφότες μὴ καταλλήλως δὲ αὐτοῖς χρησάμενοι παιδείας καὶ κολάσεως μετριωτέρας πεῖραν λήψονται ὥσπερ 〈ῥάβδῳ〉 τυπτόμενοι, οἱ δὲ μειζόνων σπερμάτων καὶ τελειοτέρων χαρισμάτων ἠξιωμένοι μηδένα δὲ καρπὸν ἄξιον τῆς παρασχεθείσης αὐτοῖς δυνάμεως ἀποδεδωκότες, μείζοσι τοῖς τῆς κολάσεως πρηστῆρσι παραδοθήσονται.⌝ ὥσπερ οὖν καὶ ὑμεῖς, πρὸς οὓς ὁ λόγος, ἄρχοντες καὶ ἡγούμενοι καταστάντες τοῦ λαοῦ διδάσκαλοι ὄντες καὶ ἱερεῖς τοσαύτης τε παρὰ τοῦ θεοῦ δόξης καὶ τιμῆς τετυχηκότες γεγόνατε ‹στέφανος ὕβρεως› καὶ ‹μισθωτοὶ Ἐφραίμ› καὶ τοιαῦτα τετολμήκατε ὡς τὸν μὲν λαὸν διαστρέψαι, ‹τὸν δὲ ἔντιμον καὶ ἐκλεκτὸν καὶ ἀκρογωνιαῖον λίθον› ‹ἀποδοκιμάσαι›. διόπερ τοῖς μὲν ἐν ὑμῖν μετριωτέροις τὴν δύναμιν οὖσιν μετριώτερα καὶ τὰ τῆς κρίσεως ἀπαντήσεται, τοῖς δὲ μεγάλα καὶ πολλὰ δεδυνημένοις ἡ μείζων ἐπαχθήσεται τιμωρία.

τὸ δέ· 〈καὶ παιδεύσει αὐτὸν εἰς κρίμα θεὸς αὐτοῦ〉 〈κατὰ τὸν Σύμμαχον〉, ἢ κατὰ τοὺς Ἑβδομήκοντα· 〈καὶ παιδευθήσῃ κρίματι θεοῦ〉, διδάσκει ὅτι ἔκ τινος φυσικῆς διδασκαλίας ὥσπερ ἐκ θεοῦ παρασχεθείσης ἅπασιν ἀνθρώποις κατὰ φυσικοὺς λογισμοὺς ὀρθῷ κρίματι κέχρηται ὁ γεωργός, πρὸς τὸ μὴ ὁμοίως τῇ καθάρσει τῶν σπερμάτων προσιέναι, ἀλλὰ τάδε μὲν διὰ 〈ῥάβδου καθαίρειν〉, τὰ δὲ διὰ σκληρᾶς ἀγωγῆς, οἷς τὸν 〈τροχὸν〉 ἐπάξει τῆς 〈ἁμάξης〉· ταῦτα γὰρ οὐκ ἐκ μαθημάτων ἀνθρωπίνων, ἀλλ᾽ ἐκ παιδεύσεως θεοῦ συνῆκεν ὁ περὶ γεωργίαν ἠσχολημένος 〈τοῦ θεοῦ παιδεύσαντος〉 αὐτὸν καὶ διδάξαντος τούτῳ χρήσασθαι τῷ 〈κρίματι.

ἄρτος δὲ λεπτοκοπηθήσεται〉 κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ 〈μετὰ ἄρτου 〈βρωθήσεται〉〉 εἴρηται, ἀντὶ δὲ τοῦ· 〈〈βρωθήσεται〉, ὁ Ἀκύλας〉 〈λεπτοκοπηθήσεται〉, ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων 〈λεπτυνθήσεται〉 εἰρήκασιν, 〈ἀλλ᾽ οὐκ εἰς τέλος〉 φησὶν 〈ἀλοῶν ἀλοήσει αὐτόν, οὐδὲ ταράξει τροχὸς ἁμάξης αὐτοῦ, οὐδὲ ταῖς ὁπλαῖς αὐτοῦ λεπτυνεῖ αὐτόν〉· ὅταν γάρ φησι καὶ ὁ τῆς 〈ἁμάξης τροχὸς〉 περιέλθῃ τὸν σῖτον 〈λεπτύνων〉 τὴν περὶ αὐτὸν καλάμην καὶ 〈ἀλοῶν〉 αὐτοῖς 〈τροχοῖς, ταῖς〉 τε 〈ὁπλαῖς〉 τῶν βοῶν εἰς λεπτὸν ἄχυρον τὴν καλάμην, ἀλλ᾽ οὐχὶ καὶ τὸν σῖτον ἀφανίζει, δι᾽ οὗ παρίστησι τὴν οὐσίαν τῆς ψυχῆς μὴ ἐξαφανίζεσθαι μηδὲ πάμπαν ἀπόλλυσθαι ἐν ταῖς φερομέναις αὐτῇ κολάσεσιν, ὅπερ νοήσαντες οἷον εἰρήκασιν. 〈οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς〉· ⌜οὐ γὰρ οὕτω φησὶ τοῖς ἀσεβέσιν ἐπεξέρχομαι, ὡς καὶ τὴν οὐσίαν αὐτῶν ἀφανίσαι καὶ εἰς τὸ παντελὲς ἀπολέσαι αὐτῶν τὰς ψυχάς, ἐπεὶ μηδὲ κατὰ τὸ παράδειγμα 〈οἱ τροχοὶ τῆς ἁμάξης〉 ἐκ σιδήρου κατεσκευασμένοι τὸν σῖτον ἀφανίζουσι, πᾶσαν δὲ τὴν περὶ αὐτὸν περιαίρουσι καλάμην εἰς τὸ διασῶσαι καὶ καθαρὸν ἀπεργάσασθαι τὸν σῖτον.⌝ 〈ταῦτα〉 δέ φησι πάντα ὡσπερεὶ 〈τέρατα〉 ὄντα τοῖς μὴ νοοῦσι μὴ νομίζητε ἄνθρωπον εἰρηκέναι· ἀπόφασις γὰρ 〈ἀπὸ κυρίου σαβαὼθ〉 ἐξενήνεκται, πρὸς ἣν 〈βουλεύσασθε〉 ὑμεῖς οἱ ἀσεβεῖς, πρὸς οὓς ταῦτα εἴρηται.

καὶ εἰ οἷοί τέ ἐστε, ὑμῖν ἑαυτοῖς 〈ματαίαν παράκλησιν〉 καὶ παραμυθίαν εὑρεῖν ταύτης ἑαυτοῖς 〈ὑψώσατε〉. ⌜Τὴν διὰ τῶν μετὰ χεῖρας ταλανιζομένην 〈Ἀριὴλ〉 καὶ αὐτοὶ οἱ Ἰουδαίων παῖδες ὁμολογοῦσι τὴν Ἰερουσαλὴμ εἶναι· φασὶ δὲ ἰδίως τὸ θυσιαστήριον τὸ πρὸ τοῦ ναοῦ συνεστὸς 〈Ἀριὴλ〉 ὠνομάσθαι, καὶ τοῦτο δῆλον εἶναι ἀπὸ τοῦ Ἰεζεκιήλ, οὗ πρὸς τοῖς τελευταίοις ἐπὶ τῆς διαγραφῆς τῆς πόλεως οὕτως εἴρηται· «Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου ἐν πήχει πήχεως καὶ πήχεως καὶ παλαιστῆς· κόλπωμα βάθος ἐπὶ πῆχυν». καὶ ἑξῆς ἐπιφέρει· «καὶ τὸ Ἀριὴλ πήχεων τεσσάρων, καὶ ἀπὸ τοῦ Ἀριὴλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς. καὶ τὸ Ἀριὴλ πηχῶν δώδεκα μήκους πήχεις δώδεκα πλάτος, τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτοῦ». ἑρμηνεύεσθαι δέ φασι τὸ 〈Ἀριὴλ〉 λέων θεοῦ, ἐπειδὴ γὰρ τοῦ θεοῦ ἦν τὸ θυσιαστήριον, κατήσθιέ τε πάντα τὰ ἐν αὐτῷ προσφερόμενα ζῴων θύματα, τούτου χάριν ταύτην εἰληφέναι τὴν προσηγορίαν.⌝ ⌜τὸ δέ· 〈πόλις, ἣν ἐπολέμησε Δαυίδ〉, οὔ φασιν εἰρῆσθαι ἐν τῷ Ἑβραϊκῷ, ἀλλὰ κατὰ μὲν τὸν Ἀκύλαν· 〈πολίχνη παρεμβλήσεως Δαυίδ〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈πόλις παρεμβολῆς Δαυίδ〉· ἀλλόφυλον γὰρ οὖσαν αὐτὴν πρότερον ὁ Δαυὶδ ὑποχείριον ἐποιήσατο τοὺς ἀλλοφύλους ἐλάσας ἐξ αὐτῆς, ὥστε δύνασθαι ἡμᾶς καὶ τοῖς Ἑβδομήκοντα ἐφαρμόσαι τὴν διάνοιαν τὴν αὐτήν.

οὕτω γὰρ ἂν λέγοιτο· 〈πόλις ἣν ἐπολέμησε Δαυίδ〉, ὅτε ὑπ᾽ ἀλλοφύλοις ἦν, δύναται δὲ καὶ ἀντὶ τοῦ· 〈δι᾽ ἣν ἐπολέμησεν ἢ ὑπὲρ ἧς ἐπολέμησε Δαυὶδ〉 λέγεσθαι.⌝ περὶ τῆς οὖν Ἰερουσαλὴμ ὁ παρὼν ἀναφωνεῖ λόγος καὶ ἀκολούθως· μετὰ γὰρ τὰ προλελεγμένα περὶ τῶν ἀρχόντων τῶν ἐν αὐτῇ, δι᾽ ὧν ‹ὁ στέφανος τῆς ὕβρεως› αὐτῶν ἐδηλοῦτο, λοιπὸν καὶ περὶ αὐτῆς προφητεύεται, ὁποῖα ἔμελλε πείσεσθαι διὰ τὰς τῶν προλεχθέντων παρανομίας. φησὶν οὖν ὁ λόγος τοῖς ἐν αὐτῇ κατοικοῦσιν, ὡς ἔτι καιρός ἐστιν, ᾧ οὗτοι 〈συναγάγετε〉 ἑαυτοῖς 〈γενήματα〉 συγχωρήσεως ὑμῖν ἐνδοθείσης 〈ἐπὶ〉 ἕνα 〈ἐνιαυτόν〉, ἔστω δὲ καὶ ἐπὶ δεύτερον ἔτος· ⌜ὅσον γὰρ οὔπω στερηθήσεσθε λογικῆς τροφῆς. ὡς ἔτι οὖν καιρός ἐστι χρήσασθε τοῖς ἐνιαυτοῖς τούτοις πρὸς ὠφέλειαν τῶν ὑμετέρων ψυχῶν. καί μοι δοκεῖ διὰ τούτων αἰνίττεσθαι τὸν χρόνον τοῦ σωτηρίου κηρύγματος. καθ᾽ ὃν ἐπιδημήσας αὐτοῖς ὁ Χριστὸς τοῦ θεοῦ ‹ἐκήρυττεν› «ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως», τάχα δὲ καὶ δεύτερον αὐτοῖς 〈ἐνιαυτὸν〉 ἢ καὶ τρίτον ὡμιληκὼς φαίνεται.

αὐτὸν οὖν ἐκεῖνον, καθ᾽ ὃν παρεῖχεν αὐτοῖς τὰ περὶ τῆς τῶν οὐρανῶν βασιλείας μαθήματα σημαίνων φησί· 〈συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ᾽ ἐνιαυτόν, φάγεσθε〉.⌝ τὸ γάρ· 〈φάγεσθε γὰρ σὺν Μωὰβ〉 οὐδ᾽ ὅλως τῇ Ἑβραϊκῇ λέξει περιέχεται· διὸ οὐδὲ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται καὶ ἄλλως ἐκ τῆς συμφράσεως τῆς διανοίας περιττὸν δείκνυται. πλὴν ἄλλως ἔτι καιρός ἐστί φησι· 〈συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ᾽ ἐνιαυτόν, φάγεσθε〉.

Μετὰ γὰρ τὰ συμβησόμενα οὐκέθ᾽ ὑμῖν ἐπιτρέψει 〈συναγαγεῖν γενήματα〉 ὡς ἐπ᾽ ἀδείας καὶ εἰρήνης τρέφεσθαι· 〈ἐκθλίψω γὰρ Ἀριὴλ〉 δηλαδὴ τὴν Ἰερουσαλήμ. ἀντὶ δὲ τοῦ· 〈καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί〉, ὁ Σύμμαχος· 〈καὶ ἔσται〉 φησὶ 〈κατώδυνος καὶ ὀδυνωμένη καὶ ἔσται μοι ὡς ὁ Ἀριήλ〉, καὶ ὁ Ἀκύλας ὁμοίως· 〈καὶ ἔσται〉 φησὶ 〈λυπηρὰ καὶ λυπουμένη Ἀριήλ〉. ἀλλ᾽ ἐπειδήπερ ἐν τῇ προφητείᾳ τῇ περὶ τῆς Μωὰβ ἐλέγετό τις πόλις τῶν Μωαβιτῶν 〈Ἀριήλ〉, περὶ ἧς εἴρητο· «καὶ ἀρῶ τὸ σπέρμα 〈Μωὰβ〉 καὶ 〈Ἀριήλ〉», εἰκότως καὶ περὶ τῆς Ἰερουσαλήμ φησιν, ὅτι ἔσται μοι ὁμοία ἐκείνῃ τῇ τῶν ἀλλοφύλων 〈Ἀριήλ〉.

Εἶθ᾽ ἑξῆς ἐπιλέγεται· 〈καὶ κυκλώσω ὡς Δαυὶδ ἐπὶ σέ〉· ⌜ὥσπερ γάρ ποτε Δαυὶδ παρεμβολὴν περὶ σὲ τὴν Ἰερουσαλὴμ ἐκύκλωσεν, ὅτε ἀλλοφύλων οὖσαν πόλιν, οὕτως κἀγὼ ὁ ταῦτα λέγων κύριος νῦν σε 〈κυκλώσω.⌝ ὥσπερ〉 τότε ὁ Δαυίδ, 〈καὶ βαλῶ περὶ σὲ χάρακα〉· ⌜ἀλλοφύλων γὰρ καὶ νῦν οἰκητήριον γέγονας πληρωθεῖσα κακῶν ἀρχόντων⌝ καὶ ‹τοῦ στεφάνου τῆς ὕβρεως›. ⌜ἅπερ ἐπληροῦτο μετὰ τὰ τολμηθέντα τοῖς τὴν Ἰερουσαλὴμ οἰκοῦσι κατὰ τοῦ σωτῆρος ἡμῶν ἀκολούθως, οἷς καὶ αὐτὸς ὁ σωτὴρ ἀποκλαυσάμενός ποτε τὴν Ἰερουσαλὴμ ἀναγέγραπται εἰρηκώς· «Εἰ ἔγνως καὶ σύ γε τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν ἐπὶ σὲ οἱ ἐχθροί σου χάρακα καὶ κυκλώσουσί σε», «καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ».⌝ Οἷς ἐπιλέγει· 〈καὶ ἔσονταί〉 φησιν 〈ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἐν αὐτῇ ἀσεβῶν καὶ ὡς χνοῦς φερόμενος〉, καὶ ταῦτα πάντα ἔσται «ἐν στιγμῇ χρόνου», 〈καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα παρὰ κυρίου σαβαώθ〉· οὐ γὰρ ἐξ ἀνθρώπων φησίν, ἀλλ᾽ ἐξ αὐτοῦ τοῦ θεοῦ 〈ἔσται〉 κατ᾽ αὐτῶν ἡ 〈ἐπισκοπὴ μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα〉. ⌜δι᾽ ὧν ᾐνίξατο ὡς ἄρα καὶ ‹πυρίκαυστος γενήσεται ἡ πόλις› ἄνωθεν ἐκ θεοῦ 〈βροντῆς καὶ σεισμοῦ〉 καὶ 〈καταιγίδος〉 κατ᾽ αὐτῆς ἐνεχθείσης.⌝ ταῦτα δὲ περὶ τῆς Ἰερουσαλήμ.

Διελθὼν ὁ λόγος περὶ τῶν πολιορκησάντων αὐτὴν ἑξῆς θεσπίζει· 〈καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος καθ᾽ ὕπνους ὁ πλοῦτος τῶν ἐπὶ τὸ ὄρος Σιὼν στρατευσαμένων〉. ⌜δι᾽ ὧν ᾐνίξατο τὴν ἀπόλαυσιν τῆς ἐν τῷ βίῳ τούτῳ τρυφῆς τῶν Ῥωμαϊκῶν ἀρχόντων· οὗτοι γὰρ ἦσαν οἱ τὴν ἐσχάτην πολιορκίαν ἐπαγαγόντες τῇ Ἰερουσαλήμ. ἐχρῆν γὰρ ἡμᾶς καὶ περὶ αὐτῶν τι μαθεῖν καὶ ὁποῖον ἔσται καὶ τὸ αὐτῶν τέλος διδαχθῆναι. φησὶν οὖν τὸν 〈πλοῦτον〉 καὶ τὴν τρυφὴν αὐτῶν μέχρι τῆς ἐνεστώσης ζωῆς ὑπάρχουσαν ἐοικέναι τοῖς κατὰ τοὺς 〈ὕπνους〉 ὀνειρώττουσι καὶ μέχρι τοῦ δοκεῖν διακατέχειν ταῦτα ἅπερ νομίζουσι· τοιαύτην γὰρ εἶναι τὴν τοῦ παρόντος 〈πλούτου〉 φαντασίαν. μετὰ γὰρ τὸν ἐνεστῶτα βίον 〈μάταιον〉 αὐτοῖς εὑρεθήσεται 〈τὸ ἐνύπνιον〉 καὶ τὸ τέλος, ἧς ἐνόμιζον ἀπολαύειν τρυφῆς.⌝ Ἀντὶ τοῦ· 〈ἐκλύθητε καὶ ἔκστητε〉 καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· 〈ὑπερθαυμάσατε καὶ θαυμάσατε, ἀπατᾶσθε καὶ μεθύσθητε ἄνευ οἴνου, κινεῖσθε δίχα μεθύσματος· ἐκέρασε γὰρ καθ᾽ ὑμῶν κύριος πνεῦμα καρώσεως καὶ ἐκράτυνε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τοὺς προφήτας καὶ τοὺς ἄρχοντας ὑμῶν τοὺς ὁρῶντας ἐκάλυψεν〉.

συντελέσας ὁ λόγος τὴν περὶ ‹τοῦ στεφάνου τῆς ὕβρεως›, τήν τε περὶ τῆς πολιορκίας τῆς Ἰερουσαλὴμ προφητείαν τὰ προκείμενα, ⌜περὶ τῶν μετὰ ταῦτα προεστάναι δοκούντων τοῦ ἐκ περιτομῆς λαοῦ διεξέρχεται θεσπίζων, ὡς ἔσονται μὲν ἀπαγγέλλοντες τὰς προφητικὰς γραφάς, οὐ μὴν καὶ συνιέντες αὐτάς· μηδὲν γὰρ διαφέρειν τῶν κατεσφραγισμένων σφραγῖσιν, πρὸς τὸ μὴ δύνασθαί τινα τῶν ἐκ τοῦ Ἰουδαίων λαοῦ τὰ ἐγγεγραμμένα διαγινώσκειν· οὕτως αὐτοῖς ἀγνώστους ἔσεσθαι τοὺς προφητικοὺς λόγους, κἄν τε ἀπαγγέλλωσιν αὐτοὺς ἀπὸ στόματος, κἄν τε ἄπειροι ὦσιν αὐτῶν.⌝ μέλλων δὲ ταῦτα θεσπίζειν ἐκφωνεῖ πρὸς αὐτοὺς ὁ λόγος· εἰ καὶ τὰ μάλιστα ἔκλυσιν ὑμῖν παρέξει τὰ λεχθησόμενα καὶ ψυχῆς ἔκστασιν, ὅμως λεχθήσεται διόπερ 〈ἐκλύθητε καὶ ἔκστητε〉· εἰ βούλεσθε εἰ δὲ καὶ ἄλλως ἑαυτοὺς 〈ἀπατῶντες〉, διαστρέφοι τε τὸν νοῦν τῶν λεγομένων καὶ οὕτως 〈ἐξαπατήθητε〉 καὶ ἑαυτοὺς 〈ἐξαπατᾶτε〉, εἰ τοῦτο φίλον ὑμῖν. ἀντὶ δὲ τοῦ· 〈κραιπαλήσατε〉, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ 〈μεθύσθητε〉 εἰρήκασιν, 〈ἄνευ οἴνου καὶ κινεῖσθε δίχα μεθύσματος〉· ἔστι γὰρ καὶ ἐξ ἀπάτης μέθη χείρων τῆς δι᾽ 〈οἴνου〉, ὥστε εἰ χαίρετε ἑαυτοὺς 〈ἀπατῶντες〉 καὶ 〈μεθύοντες〉 ὡς ἕτερα ἀνθ᾽ ἑτέρων εἰς τὰ θεῖα λόγια θεωρεῖν καὶ παρερμηνεύειν αὐτὰ αὐτοί, ἂν εἰδείητε. 〈παρέδωκε〉 γὰρ ὑμᾶς αὐτὸς ὁ 〈κύριος πνεύματι κατανύξεως, ἢ καρώσεως〉 κατὰ 〈τὸν〉 Σύμμαχον.

εἶτ᾽ ἐπιλέγει· 〈〈καὶ καμμύσει〉 τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν〉. ⌜ἐπειδήπερ, ὅτε παρῆν αὐτοῖς ἐνανθρωπῶν ὁ κύριος, ‹ἀκοῇ ἀκούοντες αὐτοῦ, οὐ συνίεσαν καὶ βλέποντες αὐτὸν ὀφθαλμοῖς› τῇ ὁράσει τῆς ψυχῆς ‹οὐχ ἑώρων, ἀλλ᾽ 〈ἐκάμμυσαν τοὺς ὀφθαλμοὺς〉 τοῦ μὴ βλέπειν καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ ἀκούσεσθαι›.⌝ εἰ τοίνυν αὐτοὶ πρῶτοι 〈τοὺς ἑαυτῶν ἐκάμμυσαν ὀφθαλμούς〉, τούτου χάριν καὶ αὐτὸς αὐτοῖς ταῦτα ποιήσει ὁ 〈κύριος〉 καὶ 〈τοῖς προφήταις αὐτῶν〉 ἀντὶ τοῦ τοῖς διδασκάλοις καὶ 〈τοῖς ἄρχουσιν αὐτῶν〉, οἳ ἐπηγγέλλοντο 〈τὰ κρυπτὰ〉 θεωρεῖν καὶ τὸν ἀπόρρητον νοῦν ἐγκεκρυμμένον τοῖς ἱεροῖς γράμμασι μόνοι διορᾶν καὶ διερμηνεύειν. οὕτω δὲ ‹αὐτῶν τοὺς ὀφθαλμοὺς› ἐφέξει ‹τοῦ μὴ βλέπειν›, ὡς ἐοικέναι τοὺς λόγους καὶ τῶν μὲν ἄλλων θείων γραφῶν οὐ μήν, ἀλλὰ καὶ τῆς μετὰ χεῖρας 〈βίβλου〉 τῆς αὐτῆς τοῦ Ἠσαΐου προφητείας 〈κατεσφραγισμένῳ βιβλίῳ〉 καὶ μὴ ἐπιτρέποντι τὰ ἐγγεγραμμένα γινώσκειν, μήτε ἐμπείρῳ γραμμάτων μήτε ἀπείρῳ. ὁ μὲν γὰρ τῆς ἀναγνώσεως ἐπιστήμων διὰ τὸ 〈ἐσφραγίσθαι τὴν βίβλον〉 οὐ δυνήσεται τὰ ἐν αὐτῇ διαγνῶναι, ὁ δὲ διὰ τὸ πάντῃ ἄπειρος εἶναι ἀδυνάτως ἔχειν, εἰ καὶ μὴ 〈ἐσφράγιστο ἡ βίβλος〉. ⌜τοιοῦτον δὲ ἔσεσθαι τὸν προφητικὸν νοῦν οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις αὐτοῖς, πρὸς οὓς ταῦτα ἐθεσπίζετο.

πρόσσχες γὰρ ἐπιμελῶς ὅπως εἴρηται· 〈καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα· ὑμῖν〉 γάρ φησι τοῖς παροῦσι καὶ ὁρῶσι καὶ ἀκούουσιν. ὁ δὲ λόγος ἦν πρὸς Ἰουδαίους, οἷς τὸν νοῦν τῆς προφητείας ἄγνωστον ἔσεσθαί φησι, τίσι δὲ ἔσεσθαι γνωστὸν ὑποκαταβὰς διδάξει. δι᾽ ὧν ἐπιλέγει· «καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ 〈λόγους βιβλίου〉, καὶ ὀφθαλμοὶ τυφλῶν ὄψονται, καὶ ἀγαλλιάσονται».⌝ οὐκοῦν ὁ λόγος διὰ τῶν προκειμένων τοῦ Ἰουδαίων λαοῦ τοὺς νόμους μαθεῖν ... ἀκριβ... διὰ στόματος τὴν μνείαν ... φέροντας τῶν θείων ἀναγνωσμάτων καὶ τοὺς μὴ τοιούτους ἐν ἀγνοίᾳ ἔσεσθαι τῆς διανοίας τῶν προφητικῶν λογίων θεσπίζει.

Ταῦτα δὲ περὶ αὐτοὺς ἔσεσθαί φησιν ὁ θεὸς μετὰ τοῦ καὶ τὴν αἰτίαν ἐπιλέγειν. ἐπειδὴ γὰρ μέχρι 〈στόματος〉 καὶ 〈χειλέων τιμᾶν〉 τὸν θεὸν προσεποιοῦντο, ἡ δὲ διάνοια αὐτῶν παρελογίζετο τὴν ἐπαγγελίαν, 〈σέβειν〉 μὲν αὐτὸν προσποιουμένων, προτιμώντων δὲ τῶν αὐτοῦ λόγων 〈διδασκαλίας〉 τινὰς καὶ ‹παραδόσεις 〈ἀνθρώπων〉›, ἃς περιποιοῦσι δευτερώσεις ‹πρεσβυτέρων› τινῶν κατέχειν σεμνυνόμενοι. τούτου χάριν φησὶν ἀποκλεισθήσεσθαι αὐτοῖς ‹τὸν νοῦν τῆς τῶν θειῶν γραφῶν› καταλήψεως.

καὶ ὁ πᾶς δὲ αὐτῶν 〈λαὸς μετατεθήσεταί〉 φησι τῆς παρ᾽ ἐμοὶ τιμῆς, ὡς μηκέτι εἶναι αὐτοὺς ‹μερίδα κυρίου› μηδὲ ‹σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ›. ⌜καὶ ἐπειδήπερ σοφίαν ἀνθρώπων προβάλλονται τὴν ἐμὴν μὲν ἀποστρέφοντες σοφίαν καὶ τὸν ἐμὸν λόγον, ἑτέρας δέ τινας ‹παραδόσεις τῶν παρ᾽ αὐτοῖς πρεσβυτέρων›, ὥσπερ τινῶν 〈σοφῶν〉 κατέχοντες· τούτου χάριν τὰς μὲν ἐμὰς γραφὰς οὐ συνήσουσιν. 〈ἐγὼ〉 δὲ αὐτὸς 〈τῶν σοφῶν αὐτῶν τὴν σοφίαν ἀπολῶ καὶ τὴν σύνεσιν τῶν〉 ἐν αὐτοῖς 〈συνετῶν ἀθετήσω.⌝ ⌜Εἶτ᾽ ἐπειδήπερ θεοσεβεῖν ἐπαγγελλόμενοι τοῖς χείλεσιν, ἐν τῷ κρυπτῷ τὰ χείριστα διεπράττοντο, φαρμακείαις καὶ ἀκαθαρσίαις καὶ ἄλλαις μυρίαις ἀθεμίτοις πράξεσιν ἐμφυρόμενοι· πᾶσι τούτοις ἐνεχείρουν ὡς μὴ ἐφορῶντος τοῦ θεοῦ, εἰκότως αὐτοὺς ταλανίζει φάσκων ἑξῆς·⌝ 〈οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ κυρίου〉, ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· 〈οὐαὶ οἱ βαθεῖς ὥστε κρύψαι κύριον βουλήν, ὧν ἐγένετο ἐν σκότῳ τὰ ἔργα αὐτῶν, καὶ εἶπαν Τίς ὁρᾷ ἡμᾶς, τίς δὲ οἶδεν ἡμᾶς κατὰ τὴν ἐκστροφὴν ἡμῶν〉;

Εἶτ᾽ ἐπιλέγει· 〈οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε〉; ⌜εἰ γὰρ πάντες ἄνθρωποι 〈πηλῷ κεραμέως〉 ἐοίκαμεν διὰ τὸ πήλινον ἡμῶν σῶμα, πῶς οὐχ ἕπεται νοεῖν, ὅτι μὴ δυνατὸν λαθεῖν τὸν ποιητήν, ὁποίας ἐργασίας ὑπάρχει τὸ ὑπ᾽ αὐτοῦ πεποιημένον; ⌞τίς δὲ δύναται ἢ τίς τολμήσει φάναι, ὅτι μὴ ὁ θεὸς αὐτὸν 〈ἔπλασεν〉, εἰ δὲ οὐκ ἂν εἴποι ταῦτά ποτε περὶ τοῦ 〈κεραμέως〉 ὁ ὑποκείμενος αὐτῷ 〈πηλός〉, δῆλον ὡς μάταιοι πάντες οἱ ἔνδον ἐν τῇ ψυχῇ αὐτῶν 〈βουλὴν βαθεῖαν〉 διανοούμενοι καὶ τὸν θεὸν οἰόμενοι ἀγνοεῖν τὰ 〈ἐν σκότῳ〉 πραττόμενα αὐτοῖς 〈ἔργα〉.⌟ Πλὴν ἀλλὰ τούτων ἕνεκεν 〈ἔτι〉 φησὶ 〈μικρόν, καὶ ὁ Λίβανος〉 ἀλλόφυλος ἐθνῶν ἐν τῇ χώρᾳ τυγχάνων 〈μετατεθήσεται〉 ἐπὶ τὴν Ἰουδαίων χώραν· ἔνθα ἐστὶ τὸ ὄρος τὸ Καρμήλιον, ὅπερ Ἑβραϊκῇ φωνῇ 〈Χερμὲλ〉 ὠνόμασται. καὶ ἔσται τοῦ μὲν 〈Λιβάνου〉 ἐπὶ τὸ κρεῖττον μεταβολή, αὐτοῦ δὲ 〈τοῦ Καρμήλου〉 ὑστέρα τις ἔσται ἀλλοίωσις· 〈ὡς δρυμὸς〉 γὰρ 〈λογισθήσεται〉 ὁ πάλαι φυτῶν ἡμέρων καὶ καρπῶν ἀγαθῶν πλήρης. ἔσται γὰρ ὁ 〈Κάρμηλος〉 ὁ λεγόμενος 〈Χερμὲλ〉 ὅμοιος 〈δρυμῷ〉 ξύλων ἀκάρπων καὶ ἀγρίων. ὁ δὲ τῶν ἀλλοφύλων 〈Λίβανος〉 μετατεθεὶς γενήσεται, ὁποῖος ἦν τὸ παλαιὸν ὁ 〈Κάρμηλος〉.

διὰ τούτων δὲ ὁ λόγος αἰνίττεται ⌜〈Λίβανον〉 μὲν τὸν ἐξ ἐθνῶν λαόν, 〈Κάρμηλον〉 δὲ τὸ Ἰουδαίων ἔθνος, οἷόν τινα 〈δρυμὸν〉 ξύλων ἀγρίων καὶ ἀκάρπων⌝, ⌞τὸν δὲ πάλαι 〈δρυμῷ〉 ἐοικότα 〈Λίβανον〉 τὸν ἐξ ἐθνῶν λαὸν ὁποῖος ἦν ποτε ὁ Ἰουδαίων λαὸς πεπληρωμένος δένδρων ἀγαθῶν καὶ παντοίων φυτῶν τε καὶ καρπῶν.⌟ Τότε δέ, ἐπειδὰν ἡ μεταβολὴ αὕτη γένηται, 〈ἐν τῇ ἡμέρᾳ ἐκείνῃ〉, δηλαδὴ κατὰ τὸν αὐτὸν καιρόν, οἱ πάλαι 〈κωφοὶ ἀκούσονται λόγους τῆς βίβλου〉, ⌜ποίας ἢ ταύτης αὐτῆς τῆς μετὰ χεῖρας 〈βίβλου〉, περὶ ἧς ἀνωτέρω ἐλέγετο· «καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα ὡς οἱ 〈λόγοι〉 τοῦ 〈βιβλίου〉 τοῦ ἐσφραγισμένου». ἀλλὰ τῷ μέν ποτε 〈Καρμήλῳ〉 μεταβληθέντι δὲ 〈εἰς δρυμὸν〉 «ἔσονται οἱ 〈λόγοι〉 τοῦ 〈βιβλίου〉» τῆς προφητείας «ἐσφραγισμένοι», τοῖς δὲ πάλαι 〈τυφλοῖς〉 καὶ ἐν τῷ 〈δρυμῷ τοῦ Λιβάνου〉 λελογισμένοις, μεταβληθεῖσιν ἐπὶ τὸ ἥμερον καὶ καρποφόρον ἀκουστοὶ γενήσονται οἱ λόγοι τῶν θείων γραμμάτων.

καὶ 〈οἱ〉 πάλαι δὲ ὄντες 〈ἐν τῷ σκότῳ καὶ ἐν τῇ ὁμίχλῃ〉, ὡς μήτε βλέπειν μήτε συνιέναι μήτε νοεῖν διὰ τὸ τυφλοὺς ἔχειν τοὺς ὀφθαλμούς, οὗτοι παραδόξου μεταβολῆς ἀξιωθέντες θεωροὶ γενήσονται τῶν ἐναποκειμένων ἐν τοῖς θείοις γράμμασι μυστηρίων.⌝ διὸ λέλεκται· 〈ὀφθαλμοὶ τυφλῶν ὄψονται, καὶ ἀγαλλιάσονται〉 δὲ οἱ πάλαι πτωχεύοντες δι᾽ ἔνδειαν παντὸς 〈ἀγαθοῦ· πλησθήσονται〉 γὰρ 〈εὐφροσύνης〉 τῆς παρὰ τῷ κυρίῳ, καὶ οἷς οὐδεμία παρῆν ἐλπὶς σωτηρίας πρότερον. ⌜τίς γὰρ καὶ διενοήθη πώποτε τοὺς ἐκ πατέρων εἰδωλολάτρας ἀθέους ὄντας καὶ ἀσεβεῖς καὶ ἀλλοτρίους ὄντας τῆς γνώσεως τοῦ θεοῦ εἰς τοιαύτην ἥξειν ἐλπίδα; ὅμως δ᾽ οὖν 〈καὶ οἱ ἀπηλπισμένοι〉 φησὶ 〈τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης〉.⌝ ⌜Καὶ τούτων ἀπολαύσουσιν οὗτοι πάντες, ἐπειδὴ ὁ πάλαι κρατῶν καὶ αὐτῶν τυραννῶν 〈ἄνομός〉 τις καὶ ἀσεβὴς ἄρχων, λέγω δὲ αὐτὸς ὁ διάβολος, 〈ἐξέλιπε καὶ ἀπώλετό〉 γε μακρὰν διωχθείς, ὁ πάλαι καταδουλωσάμενος αὐτοὺς 〈ὑπερήφανος〉, ἀλλὰ καὶ οἱ ὑπὸ τούτῳ ἀσεβοῦντες ἐπὶ ἀδικίαις 〈ἐξωλοθρεύθησαν〉, δηλαδὴ οἱ πονηροὶ δαίμονες, 〈οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ〉.⌝ διὸ εἴρηταί που· «καὶ ἐμίσουν 〈ἐν πύλαις ἐλέγχοντα〉 καὶ λόγον ὅσιον ἐβδελύξαντο».

οἱ δὲ αὐτοὶ 〈ματαίως〉 ἦσαν 〈ἐκκλίνοντες τὸν δίκαιον〉· τὸν γὰρ 〈δίκαιον λόγον〉 καὶ τὸν 〈δίκαιον〉 τὸν Χριστὸν τοῦ θεοῦ 〈ἐκκλίνοντες〉 ἀπεσείοντο οὐδὲν ἔχοντες ἐγκαλεῖν, 〈ματαίως〉 δὲ καὶ ἀδίκως τοῦτο πράττοντες. ⌞τοὺς γὰρ προφήτας εἰς πρόσωπον αὐτοὺς 〈ἐλέγχοντας〉 καὶ τῶν ἁμαρτημάτων ἐπιστρέφοντας ἐπαγίδευον λαβὰς κατ᾽ αὐτῶν θηρώμενοι ὅπως αὐτοὺς ἀπολέσωσιν.

ἔθος τῇ γραφῇ πολλάκις τῷ μέλλοντι χρόνῳ ἀντὶ παρεληλυθότος κεχρῆσθαι ὡς τό· «ἐν ποταμῷ διελεύσονται ποδὶ» ἐν τῷ ἑξηκοστῷ πέμπτῳ Ψαλμῷ κείμενον ἀντὶ τοῦ· ‹διέβησαν›· καὶ ἐνταῦθα οὖν πρὸς τό· 〈ἐξέλιπεν ἄνομος〉, ἀκόλουθον ἦν εἰπεῖν καὶ 〈πάντας τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα τιθέντας ἐξέλιπον〉 κατὰ κοινοῦ, ἀλλὰ τῇ συνηθείᾳ τῇ γραφικῇ τῷ μέλλοντι χρόνῳ ἐχρήσατο.⌟ Ἔτι πρὸς τοὺς αὐτοὺς ὁ λόγος ὁ προφητικὸς ἀποτείνεται, καὶ ἐπειδὴ τοιοῦτοι γεγόνατέ φησι, 〈διὰ τοῦτο τάδε〉 πρὸς ὑμᾶς 〈λέγει〉 ὁ τῶν ὅλων 〈κύριος〉, ⌜ὑμᾶς δὲ λέγω τὸν καλούμενον 〈οἶκον Ἰακώβ〉, ὃν οὐκ ἄξιον ὄντα τοῦ θεοφιλοῦς ἐκείνου καὶ μακαρίου 〈ἀφώρισε〉 καὶ ἀπηλλοτρίωσεν αὐτὸς ὁ θεὸς διὰ τὸ μὴ τοῖς 〈ἔργοις〉 ἀξίους τοῦ 〈Ἀβραὰμ〉 καταστῆσαι ἑαυτούς. ‹τὰ› γὰρ ‹τέκνα τοῦ 〈Ἀβραὰμ〉› διὰ τῶν ‹ἔργων› γνωρίζεται, ὡς ἐδίδαξεν ὁ σωτὴρ εἰπών· «εἰ 〈τέκνα〉 τοῦ 〈Ἀβραὰμ〉 ἦτε, τὰ 〈ἔργα〉 τοῦ 〈Ἀβραὰμ〉 ἐποιεῖτε».⌝ κατὰ δὲ τὸν Σύμμαχον· 〈τάδε λέγει κύριος πρὸς τὸν οἶκον Ἰακώβ, ὁ λυτρωσάμενος τὸν Ἀβραάμ〉, ἀλλ᾽ οὐχὶ τούτους 〈λυτρωσάμενος〉, πρὸς οὓς ἀπετείνετο· διὸ πρὸς τούτους τάδε φησίν.

εἴρηται μὲν περὶ ὑμῶν, ὡς οὐ συνήσετε ‹τοὺς λόγους τῆς βίβλου ταύτης›, εἴρηται δὲ καὶ περὶ τῶν πάλαι ‹τυφλῶν› καὶ ἀπίστων ἐθνῶν, ὡς ἐκεῖνοι καὶ τοὺς λόγους τῶν ἱερῶν καὶ θεοπνεύστων γραφῶν συνήσουσι καὶ ψυχῆς ὀφθαλμοῖς τῶν θείων λογίων τὸν νοῦν θεωρήσουσι καὶ ὡς γνῶσιν ἀναλήψονται θεοῦ καὶ τῆς παρ᾽ αὐτῷ μεθέξουσιν εὐφροσύνης οἱ πάλαι ἀνελπίδες, ἀλλὰ νῦν μὲν ὅτε ταῦτα προφητεύεται οὐδεμίαν αἴσθησιν ἔχετε τῶν λεγομένων. διὸ 〈οὐδὲ αἰσχύνεσθε νῦν〉 οὐδὲ προσποιεῖσθε τὰ καθ᾽ ὑμῶν ἀπειλούμενα, 〈οὐδὲ τὸ πρόσωπον〉 ὑμῶν ἐπὶ τοῦ παρόντος ταῦτα ἀκουόντων διατρέπεται. ἔσται δὲ καιρός, ἐν ᾧ 〈αἰσχυνθήσεσθε〉 καὶ διατραπήσεσθε, καὶ 〈τὸ πρόσωπον〉 ὑμῶν ἀπὸ τῆς ἀναιδοῦς ταύτης καὶ ἀναισχύντου ἐνστάσεως 〈μεταβαλεῖ〈τε〉〉. ⌜Τίς δ᾽ ἂν εἴη οὗτος ὁ καιρός, ἢ ὁ τῆς ἐκβάσεως τῶν ἐμῶν λόγων, καθ᾽ ὃν τὰ 〈τέκνα〉 τὰ ὑμέτερα τοὺς ἀλλογενεῖς καὶ ἀλλοτρίους τοῦ ὑμετέρου γένους ὄψεται δοξάζοντας 〈καὶ ἁγιάζοντας τὸ ἐμὸν ὄνομα〉;

τότε γὰρ αὐτὰ τὰ ὑμέτερα 〈τέκνα〉 καταισχυνθήσεται καὶ ἐντραπήσεται ὁρῶντα τὸ παράδοξον τῆς τῶν ἐθνῶν μεταβολῆς, καὶ ὡς ἀλλόφυλοί τινες ἄνδρες 〈τὸν ἅγιον τοῦ Ἰακὼβ καὶ τὸν θεὸν τοῦ Ἰσραὴλ ἁγιάσουσι〉, καὶ 〈ὡς〉 φόβον ἀναλήψονται τοῦ ἐπὶ πάντων θεοῦ⌝ οἱ τῷ μακρῷ αἰῶνι πλανηθέντες, καὶ ὡς συνήσουσιν αὐτοὶ ἐκεῖνοι οἱ πάλαι ἐν πλάνῃ ἐξετασθέντες, καὶ ὡς 〈οἱ καταγογγύζοντες〉 καὶ κατηγοροῦντες τῆς προνοίας 〈μαθήσονται ὑπακούειν〉 καὶ τοῖς ἐμοῖς παραγγέλμασι πείθεσθαι. ⌜〈αἵ〉 τε 〈γλῶσσαι αἱ ψελλίζουσαι〉 καὶ μηδὲν ‹τρανὸν› μηδὲ ἀληθὲς 〈λαλεῖν〉 δυνάμεναι εἰς τὸ κατὰ φύσιν ἐλθοῦσαι τρανώτατα λαλήσουσι 〈μαθοῦσαι λαλεῖν εἰρήνης〉 λόγους, ὡς ἂν παντὸς ἀπηλλαγμέναι πολέμου καὶ τὴν πρὸς τὸν θεὸν 〈εἰρήνην〉 σπεισάμεναι.⌝ ἀντὶ δὲ τοῦ· 〈〈οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ,〉 οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ〉 καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· 〈οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον αὐτοῦ διατραπήσεται, ἀλλ᾽ ὅταν ἴδῃ τὰ τέκνα αὐτοῦ ἔργα χειρῶν μου ἐν μέσῳ αὐτοῦ ἁγιάζοντας τὸ ὄνομά μου καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ καὶ τὸν θεὸν Ἰσραὴλ κραταιώσουσι καὶ γνώσονται οἱ πεπλανημένοι τῷ πνεύματι σύνεσιν καὶ γογγυσταὶ μαθήσονται παιδείαν〉. ἐνταῦθα τὸ τέλος περιγράφεται τῆς προφητείας τῆς κατὰ ‹τοῦ στεφάνου τῆς ὕβρεως› ἀρξαμένης μετὰ τὰ κατὰ ‹τοῦ δράκοντος καὶ τοῦ ὄφεως τοῦ σκολιοῦ› ἠπειλημένα.