Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Η μάταιη καταφυγή στην Αίγυπτο και η υπόσχεση του Αγίου Πνεύματος (Ησ. 30-32)

Καταδίκη της ιουδαϊκής συμμαχίας με την Αίγυπτο έναντι των Ασσυρίων, η προαγγελία της επιστροφής από την αιχμαλωσία και η κάθοδος του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 11 από 25

τὰ δὲ ἐπιφερόμενα τοῖς προτέροις ἀπὸ ἑτέρας ἀρχῆς ἀναγνωστέον.

Συντελέσας ὁ λόγος τὰ ἠπειλημένα κατὰ ‹τοῦ στεφάνου τῆς ὕβρεως› καὶ τὰ ἑξῆς ἐπενηνεγμένα πάντα, ἐφ᾽ ἑτέραν ὑπόθεσιν μεταβαίνει θεσπίζων, ὥς φασιν Ἑβραίων παῖδες τὰ κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου πεπραγμένα, καθ᾽ οὓς ἑλόντων Βαβυλωνίων τὴν Ἰερουσαλὴμ καὶ τὸν λαὸν αἰχμάλωτον ἀπαγαγόντων οἱ περιλειφθέντες ἐν τῇ Ἰουδαίᾳ χώρᾳ, οἷς ὁ προφήτης συνῆν Ἰερεμίας καὶ Βαροὺχ καί τινες ἄλλοι, διὰ τὸν τῶν Βαβυλωνίων φόβον φυγῇ κέχρηνται, μᾶλλον ἑλόμενοι Αἰγυπτίοις ἑαυτοὺς ἐγχειρίσαι ἢ Βαβυλωνίοις δουλεύειν. ταῦτα δὲ ἐν τῇ τοῦ Ἰερεμίου προφητείᾳ ἱστόρηται. φθάνει δὲ ταῦτα ὁ προφήτης Ἠσαΐας σχεδὸν πρὸ ὅλων πεντήκοντα καὶ ἑκατὸν ἐτῶν τοῦ Ἰερεμίου γεγονώς· γράφει δ᾽ οὖν περὶ αὐτῶν ἐκείνων τῶν μὴ πεισθέντων τῇ διὰ τοῦ Ἰερεμίου φωνῇ τοῦ θεοῦ ἀπαγορευούσῃ εἰσελθεῖν εἰς τὴν Αἴγυπτον λέγων· 〈Οὐαὶ τέκνα ἀποστάται, ἢ παραβάται〉 κατὰ τὸν Σύμμαχον, 〈λέγει κύριος· ἐποιήσατε βουλὴν οὐ δι᾽ ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίαν ἐφ᾽ ἁμαρτίαις, οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ〉 καὶ τὰ τούτοις ἐπιλεγόμενα.

ἐν οἷς καὶ τοῦτο διδάσκει· 〈ὅτι ἦσαν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί〉, ⌜σαφῶς παριστὰς γεγονέναι τότε παρ᾽ Αἰγυπτίοις δαίμονας, 〈ἀγγέλους πονηροὺς〉 ὀνομάζων αὐτούς, οἳ μάλιστα ἐνήργουν τὰ πολλὰ ἐν τῇ καλουμένῃ πόλει τῆς Αἰγύπτου 〈Τάνει〉, ἔνθα τὸ βασίλειον τοῦ Φαραὼ κατ᾽ ἐκεῖνο καιροῦ ἵδρυτο.⌝ 〈Φαραὼ〉 δὲ πάντες ἐκαλοῦντο οἱ ἐξ αὐτῶν Αἰγυπτίων βασιλεύοντες τῆς αὐτῶν χώρας μετὰ τοῦ ἰδιάζοντα κεκτῆσθαι ὀνόματα, ὥστε εἶναι μέν τινα αὐτῶν 〈Νεχαὼ〉 μετὰ τοῦ καὶ Φαραὼ λέγεσθαι. μέμνηται δὲ τῆς 〈Τάνεως〉 ἡ Ψαλμῳδία ὡς τῶν διὰ Μωσέως παραδόξως πεπραγμένων «ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ 〈Τάνεως〉» γεγονότων, καὶ ἐν τῇ περὶ Αἰγύπτου προφητείᾳ ὁ αὐτὸς οὗτος προφήτης ἐδίδασκε λέγων· «ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσάν σοι τί βεβούλευται κύριος σαβαὼθ ἐπ᾽ Αἴγυπτον, ἐξέλιπον οἱ ἄρχοντες 〈Τάνεως〉». ἀλλ᾽ ἐκεῖ μέν, ἐπειδὴ τὴν εἰς Αἴγυπτον τοῦ κυρίου παρουσίαν ἐθέσπιζεν, ἀκολούθως ‹ἔκλειψιν τῶν ἀρχόντων 〈Τάνεως〉› ἐδήλου· ἅπερ ἐπληροῦτο κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφάνειαν.

διὰ δὲ τῶν μετὰ χεῖρας τὰ κατὰ τοὺς Ἰερεμίου χρόνους σημαίνων ὁ λόγος οὔ φησιν ‹ἐκλελοιπέναι τοὺς ἄρχοντας 〈Τάνεως〉›, ἀλλ᾽ 〈ὅτι〉 ἦσαν τότε 〈ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί〉, οἱ αὐτοὶ ὄντες τοῖς ἀνωτέρω λελεγμένοις ‹ἄρχουσι 〈Τάνεως〉›. ⌜πλὴν ἀλλὰ καὶ οὗτοί φησιν 〈οἱ ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροὶ οὐδὲν ὠφελήσουσιν〉 εἰς τὸ ἐπαμῦναι τοῖς προσφυγοῦσιν αὐτοῖς καὶ τὴν ἐξ αὐτῶν 〈βοήθειαν〉 ἀνακαλεσαμένοις,⌝ πρὸς δὲ τῷ μηδὲν αὐτοὺς 〈ὠφελῆσαι〉 γενήσονται αὐτοῖς 〈αἰσχύνη καὶ ὄνειδος〉. ἃ ⌜καὶ αὐτοῖς ἐπληροῦτο καθ᾽ ὃν χρόνον ὁ τῶν Βαβυλωνίων βασιλεὺς ὑποχείριον ποιησάμενος τὴν Αἴγυπτον, οὐ μόνον Αἰγυπτίους ἀλλὰ καὶ τῶν Ἰουδαίων τοὺς προσφύγους αὐτοῖς γενομένους πολέμου νόμῳ ἐξηνδραποδίσατο· τὸ τηνικαῦτα γὰρ ἡ ἐπὶ Φαραὼ τῶν Ἰουδαίων ἐλπὶς 〈εἰς αἰσχύνην καὶ ὄνειδος〉 αὐτοῖς περιετράπη.⌝ ἰστέον δ᾽ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ τριακοστὸς τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος.

Τούτοις ἑξῆς ἐπιφέρεται· Ἡ 〈ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων〉. οἶμαι δὲ διὰ τούτων τοὺς Αἰγυπτίων θεοὺς αἰνίττεσθαι τὸν λόγον· σχεδὸν γὰρ πᾶν εἶδος 〈τετραπόδων〉 ζῴων παρ᾽ αὐτοῖς θεὸς ἐνομίζετο. ἀντὶ δὲ τοῦ· Ἡ 〈ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ〉, ὁ Σύμμαχος 〈λῆμμά〉 φησι 〈κτηνῶν νότου〉, καὶ οἱ λοιποὶ δὲ πάντες ἑρμηνευταὶ ὁμοίως 〈κτηνῶν νότου〉 ἐκδεδώκασιν. οὐκοῦν τὴν χώραν τῶν Αἰγυπτίων κατὰ τὸ νότιον κλίμα κειμένην 〈ἔρημον〉 ὠνόμασαν οἱ Ἑβδομήκοντα φήσαντες· Ἡ 〈ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ〉, ⌜διὰ τὸ 〈ἔρημον〉 τότε πᾶσαν εἶναι θεοῦ, πεπληρῶσθαι δὲ 〈τετραπόδων〉 τῶν παρ᾽ αὐτοῖς θεοποιουμένων καὶ τῶν παρ᾽ αὐτοῖς ἐνεργούντων δαιμόνων.⌝ διὸ καὶ 〈ἐν θλίψει καὶ ἐν στενοχωρίᾳ〉 εἶναι ἐλέγοντο· ⌜κατὰ γὰρ πολλὴν 〈στενοχωρίαν〉 ψυχῆς καὶ καθ᾽ ὑπερβολὴν 〈θλίψεως〉 τοὺς παρ᾽ αὐτοῖς ἀνηγόρευον θεούς· αὐτοὺς δὲ ἐκείνους τοὺς τὰς ψυχὰς αὐτῶν θλίβοντας καὶ στενοχωροῦντας πονηροὺς δαίμονας· ἐν οἷς ἦσαν 〈λέοντες〉 καὶ 〈ἀσπίδες〉 καὶ τὰ τούτων 〈ἔκγονα〉 καὶ ὄφεις καὶ ἄλλα μυρία ἑρπετά τε καὶ θηρία, ὧν εἰκόνες ἦσαν καὶ τὰ αἰσθητὰ ζῷα καθ᾽ ὅλης τῆς Αἰγύπτου θεοποιούμενα. καὶ γὰρ 〈λέοντας〉 ἀληθῶς καὶ 〈ἀσπίδας〉 καὶ ὄφεις καὶ ἄλλα μυρία οἷα θεοὺς τετιμήκασιν.

ἤδη γοῦν ἀπὸ τῆς τῶν αὐτοῖς νομιζομένων θεῶν ἐπωνυμίας καὶ τὰς πόλεις οὕτως κεκλήκασιν, ἀπὸ μὲν τοῦ λέοντος τὴν Λεοντώ, ἀπὸ δὲ τοῦ κυνὸς τὴν Κυνώ, καὶ ἀπὸ ἄλλου πάλιν θηρὸς ἑτέραν πόλιν. αὕτη τοίνυν ἡ 〈ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ〉 Αἰγυπτίων 〈ἐρημίᾳ〉 ἐθεωρεῖτο τῷ προφήτῃ, καὶ τούτοις οἱ πρόσφυγες τῶν Ἰουδαίων ἀπεκόμιζον 〈τὸν ἑαυτῶν πλοῦτον〉· τὰ γὰρ ταμιεῖα τῆς ἑαυτῶν ψυχῆς τῇ Αἰγυπτιακῇ παρεδίδοσαν πλάνῃ.⌝ 〈ἐπ᾽ ὄνων〉 δὲ 〈καὶ καμήλων〉 κομίζειν εἴρηνται 〈τὸν πλοῦτον ἑαυτῶν〉 ⌜τῆς ἀλογίας καὶ ἀφροσύνης αὐτῶν οὕτω πως δηλουμένης. ἀπῄεσαν δὲ 〈πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτούς〉· οὔτε γὰρ οἱ αἰσθητοὶ 〈Αἰγύπτιοι〉 οὔτε οἱ τούτων νομιζόμενοι θεοὶ 〈βοηθήσειν〉 ἔμελλον τῷ προσφυγόντι αὐτοῖς Ἰουδαίων λαῷ.⌝ Καὶ τὰ ἑξῆς δὲ τῆς προφητείας ἀπαγγελλόμενα σαφέστερα ὄντα περιττὸν οἶμαι δοκεῖ πειρᾶσθαι διὰ μακροτέρων ἑρμηνεύειν, ἐπειδ᾽ ἀντιλέγοντες αὐτὸν ψεύδεσθαι, ἐν οἷς παρῄνει ἐκ προσώπου τοῦ θεοῦ μὴ εἰσιέναι εἰς Αἴγυπτον. τούτου χάριν ἡ παροῦσα προφητεία φησίν· 〈οἳ οὐκ ἐβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ, λέγοντες τοῖς προφήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι Μὴ λαλεῖτε ἡμῖν〉.

κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· 〈καὶ τοῖς ὁρῶσι μὴ ὁρᾶτε ἡμῖν ὀρθῶς, λαλήσατε ἡμῖν λεῖα, ὁρᾶτε ἡμῖν πλάνας, ἀποστήσατε ἀπὸ τῆς ὁδοῦ, ἐκκλίνατε ἀπ᾽ ἐμοῦ τὴν τρίβον, παύσατε ἐκ προσώπου ἡμῶν τὸν ἅγιον Ἰσραήλ〉· ⌜ταῦτα γὰρ οἱ μὴ πιστεύοντες ταῖς τοῦ Ἠσαΐου φωναῖς πρὸς αὐτὸν καὶ τοὺς τὰ ὅμοια αὐτῷ φρονοῦντας ἔλεγον.⌝ Διὸ ἀπειλεῖ αὐτοῖς τὰ ἐπιφερόμενα, εἶτα παραινεῖ λέγων· 〈Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈ἐν μετανοίᾳ〉 φησὶ 〈καὶ ἀναπαύσει σωθήσεσθε καὶ ἐν ἐλπίδι ἔσται ἡ δύναμις ὑμῶν〉. ἐὰν γὰρ καθεσθῆτέ φησιν ἐν τῷ τόπῳ τῆς Ἰερουσαλὴμ μετανοήσαντες καὶ παυσάμενοι τῆς ἐπὶ τὴν Αἴγυπτον ὁρμῆς, 〈τότε σωθήσεσθε ἐν ἠρεμίᾳ〉 γενόμενοι 〈καὶ ἀναπαύσει〉, ἀλλὰ καὶ ἡ 〈δύναμις ὑμῶν ἐν ἐλπίδι〉 φησὶν 〈ἔσται〉· πιστεύσαντες γὰρ καὶ ἐλπίσαντες ἐπὶ τὸν θεὸν δυνήσεσθε 〈σωθῆναι〉. οἱ δὲ 〈οὐκ ἠθέλησάν〉 φησιν 〈ἀκούειν, ἀλλ᾽ εἶπαν Ἐφ᾽ ἵππων φευξόμεθα〉.

διόπερ ἀπειλεῖ αὐτοῖς τὰ ἐπιλεγόμενα φάσκων· ⌜〈φεύξεσθε〉 μέν, οὐ μὴν διαφυγεῖν δυνήσεσθε τὴν τῶν Βαβυλωνίων χεῖρα καταληψομένην ὑμᾶς καὶ ἐν Αἰγύπτῳ.⌝ Εἰς τοσοῦτον δέ φησιν αὐτοὺς 〈φεύξεσθαι, ἕως ἂν καταλειφθῶσιν ὡς ἱστὸς ἐπ᾽ ὄρος καὶ ὡς σημαία ἐπὶ βουνοῦ〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ὡς ἱστὸς ἐπ᾽ ἄκρου ὄρους καὶ ὡς ἱστία ἐπὶ βουνοῦ〉· ⌜ὥσπερ γὰρ νηὸς διαπεσούσης καὶ ἀπολομένης ἐν θαλάττῃ σημεῖον τυγχάνει ἀποτεθεὶς 〈ἐπ᾽ ἄκρου ὄρους ἱστὸς〉 τοῦ μηκέτ᾽ αὐτοῦ χρείαν εἶναι, οὕτως ἐπίσημον γενήσεσθαι τὴν ἀπώλειαν τῶν δηλουμένων.

Πλὴν οὐ πάντη πάντας ἀπολεῖσθαί φησι, 〈περιλειφθήσεσθαι〉 δὲ βραχεῖς τινας, οὓς 〈ἐλεήσας ὁ θεὸς〉 καὶ οἶκτον αὐτῶν λαβὼν διασώσει δοξαζόμενος καὶ 〈ὑψούμενος〉 διὰ 〈τοῦ ἐλεῆσαι〉 αὐτούς. οὕτω γὰρ αὐτὸν 〈κριτὴν〉 δίκαιον εἶναι ὡς τοὺς μὲν ἀξίους τιμωρίας κολάζειν τοὺς δὲ δυναμένους ἐλέου τυχεῖν τῆς παρ᾽ αὐτῷ καταξιοῦν σωτηρίας.⌝ διόπερ 〈μακάριοι πάντες οἱ ἐμμένοντες ἐπ᾽ αὐτῷ, ⌜ἢ ὑπομένοντες αὐτὸν〉 κατὰ τὸν Σύμμαχον· καλὸν γὰρ τὸ μὴ λειποθυμεῖν μηδὲ ἀπογινώσκειν τὴν τοῦ θεοῦ βοήθειαν ἐν ταῖς καταλαμβανούσαις ἡμᾶς συμφοραῖς.⌝ Σφόδρα ἀκολούθως εἰπὼν ὁ λόγος τὰ κατὰ Ἰερεμίαν τὸν προφήτην συμβεβηκότα διὰ τῶν προκειμένων τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον τοῦ λαοῦ θεσπίζει καὶ ὡς ἐπανελθόντες τὸν νεὼν τὸν ἐν Ἰερουσαλὴμ ἀναστήσουσι καὶ αὖθις οἰκήσουσι τὴν πόλιν ὡς πληρωθῆναι αὐτὴν οἰκητόρων καὶ τὴν χώραν ἅπασαν ὑπὸ Ἰουδαίων γεωργίας τυχεῖν ἐν πολλῇ καὶ βαθυτάτῃ εἰρήνῃ διαγόντων· ἅπερ ἐπληροῦτο ἐπὶ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ Ἰωσεδέκ, καθ᾽ οὓς τὸ ἱερὸν ἀνενεώθη προφητευόντων τότε Ἁγγαίου καὶ Ζαχαρίου, μεθ᾽ οὓς Ἔσδρας ἀπὸ τῆς Βαβυλωνίας ἐπανελθὼν καὶ μετ᾽ αὐτὸν ὁμοίως Νεεμίας τὰ μεγάλα συνέπραξαν τῇ τῆς πόλεως τελειώσει, μεθ᾽ οὓς διέμεινε πολλοῖς ἔτεσιν ἀπολιόρκητος ἥ τε πόλις καὶ ὁ ἐν αὐτῇ νεώς.

ταῦτα οὖν αὐτὰ διὰ τῶν παρόντων προαναφωνεῖ φάσκων ὁ λόγος· 〈καὶ πάλιν μενεῖ ὁ θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται ὁ θεὸς τοῦ ἐλεῆσαι ὑμᾶς〉. καὶ ἐπάγει λέγων ἑξῆς· 〈διότι κριτὴς κύριος ὁ θεός〉· ⌜δίκαιος γὰρ 〈κριτὴς〉 ὢν τοὺς μὲν ἀξίους αἰχμαλωσίᾳ παρεδίδου, οὓς δὲ δίκαιον ἐλεεῖν, ἔσῳζεν· ὅθεν 〈μακάριόν〉 ἐστι τὸ 〈ἐμμένειν ἐπ᾽ αὐτῷ〉, ἢ κατὰ τὸν Σύμμαχον τὸ 〈ὑπομένειν αὐτόν〉· ὡς δίκαιος τοιγαροῦν 〈κριτὴς〉 καὶ ὡς ἀγαθὸς 〈πάλιν οἰκτειρήσει〉 ὡς τὴν Σιὼν καὶ τὴν Ἰερουσαλὴμ δεύτερον οἰκοδομηθῆναι καὶ αὖθις ἐν αὐτῇ κατοικῆσαι λαόν.⌝ ⌞δόξαν δὲ τοῦ Ἰσραὴλ τὸν τῶν ὅλων σωτῆρα λέγει θεόν.⌟ Ἐπεὶ δὲ γέγραπται· 〈διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει〉, χρὴ μὴ ἀγνοεῖν, ὡς οὔτε ἡ Ἑβραϊκὴ λέξις οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τὸ 〈ἅγιον〉 ὠνόμασαν, ἀλλὰ κατὰ τὸν Σύμμαχον· 〈λαός〉 φησιν 〈ἐν Σιὼν οἰκήσει〉· ὅπερ καὶ γέγονεν, οὐ πάντως δὲ 〈ἅγιος〉 ἦν ὁ πᾶς 〈λαὸς〉 ὁ μετὰ ταῦτα 〈κατοικήσας〉 τὴν Ἰερουσαλήμ. 〈κλαυθμῷ〉 φησιν 〈οὐκ ἔκλαυσεν Ἐλέησόν με〉· ⌜οὕτως γὰρ περιέχει ἡ Ἑβραϊκὴ λέξις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈ἐν Ἰερουσαλὴμ κλαυθμῷ οὐ κλαύσεις〉, ὁμοίως δὲ καὶ κατὰ τὸν Θεοδοτίωνα εἴρηται· 〈ἐν Ἰερουσαλὴμ κλαυθμῷ οὐ κλαυθήσεται〉.

οὐκέτι γὰρ ἦν καιρὸς 〈κλαυθμοῦ〉 τοῖς διὰ τὸν ἔλεον τοῦ θεοῦ ἀπολαβοῦσι τὸ πατρῷον ἔδαφος καὶ ἐπὶ τούτῳ χαίρουσι καὶ εὐφραινομένοις κατὰ τὸ εἰρημένον· «ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν».⌝ τοῦτο δὲ αὐτοῖς αἴτιον ἦν τὸ τυχεῖν τοῦ ἐλέους τοῦ θεοῦ. ⌜ἀντὶ δὲ τοῦ· 〈τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου〉, ὁ Σύμμαχός φησι· 〈πρὸς τὴν φωνὴν τῆς βοῆς σου, καθὼς ἂν ἀκουσθῇ, ἀκούσει σου〉. ὅμοιον δέ ἐστι τοῦτο τῷ· «κατὰ τὴν πίστιν σου γενηθήτω σοι», εἰωθότι λέγεσθαι ὑπὸ τοῦ σωτῆρος. νῦν μὲν γάρ φησιν 〈οὐκ ἔκλαυσε〉, καθ᾽ ἕτερον δὲ καιρὸν τοῦτο ποιεῖ. πλὴν ὁ λόγος παραινεῖ αὐτῇ βοᾶν πρὸς τὸν θεὸν πάντοτε· 〈πρὸς τὴν φωνήν σου〉 γάρ φησιν ἀποκριθήσεταί σοι ὁ θεός.⌝ κατὰ δὲ τοὺς Ἑβδομήκοντα εἴρηται· 〈καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με〉· δυνάμει γὰρ καὶ αὐτὸ τὸ ἔδαφος ἐβόα πρὸς τὸν θεὸν ἐπὶ τῇ τῶν οἰκητόρων κακίᾳ, ἀλλὰ καὶ οἱ δυνατοὶ ὑπὲρ τῶν ἀδυνάτων καὶ οἱ κρείττους ὑπὲρ τῶν χειρόνων ἀπεκλάοντο. διὸ ἐπιλέγεται ἑξῆς· 〈τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου〉.

Καὶ τέως μὲν ἐπὶ τοῦ παρόντος 〈δώσει ὑμῖν〉 φησι 〈κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν〉. μετὰ δὲ ταῦτα ἑξῆς ἐπιλέγεται· ὁ 〈ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός〉, καί· 〈τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου〉. ⌜διδάσκει δὲ διὰ τούτων ὡς ἐν μὲν τῇ ἀρχῇ τῆς ἐπανόδου πολλῆς 〈θλίψεως〉 μετέσχον οἱ ἀπὸ τῆς πολεμίας ἐπανελθόντες τῶν περιχώρων θλιβόντων αὐτούς, ὡς καὶ τὸ ἔργον ἐπισχεῖν τῆς οἰκοδομῆς τοῦ ἱεροῦ· τοῦτο γοῦν καὶ ἡ ἱστορία ἐν τῇ βίβλῳ τοῦ Ἔσδρα διδάσκει.⌝ διὸ εἴρηται, ὅτι 〈δώσει ὑμῖν κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν· καὶ οὐκέτι〉 φησὶ 〈μὴ ἐγγίσουσιν οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε〉. ⌜διὸ 〈οὐκέτι πλανήσουσί σε〉· εἰ γὰρ καὶ πειραθεῖεν τοῦτο πρᾶξαί τινες, ἀλλ᾽ 〈οἱ ὀφθαλμοί σου ὄψονται〉 αὐτούς. ἰδόντες δὲ αὐτοὺς καὶ νοήσαντες, 〈οὐ πλανηθήσονται〉.

καὶ πάλιν εἰ πειραθεῖεν ἕτεροι λόγοις ἀπατηλοῖς διαστροφὰς πρὸς ὑμᾶς λαλεῖν, καὶ τούτων τὰ ῥήματα οὐ παραδέξεται 〈τὰ ὦτά σου〉· κἂν ἀπατῶντες λέγοιεν· 〈Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά〉· οὐ πεισθήσῃ γὰρ λέγουσιν αὐτοῖς ταῦτα, ἀλλ᾽ ‹〈ὁδῷ〉 βασιλικῇ 〈πορεύσῃ〉› τὴν μέσην ὁδεύων καὶ ‹μὴ ἐκκλίνων μήτε 〈δεξιὰ〉 μήτε 〈ἀριστερά〉›.⌝ διόπερ ὡς μηκέτι πλανώμενος 〈μιανεῖς τὰ εἴδωλα〉, τοῦτ᾽ ἔστι μιαρὰ ἡγήσῃ καὶ ἀκάθαρτα 〈ὥσπερ〉 τινὰ δυσώδη 〈κόπρον〉 καὶ ἄτιμον ἀκαθαρσίαν ἀποστρεφόμενος. ἐπειδὰν δὲ ταῦτα ποιήσῃς, τότε ἔτι 〈ἄρτον θλίψεως καὶ ὕδωρ στενὸν δώσει σοι κύριος. τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματός σου ἔσται εἰς πλησμονὴν καὶ λιπαρός〉. ⌜πάντα εἰς σὲ πληρωθήσεται ἐν εὐθηνίᾳ πολλῇ καὶ βαθυτάτῃ εἰρήνῃ τὴν ζωὴν διατελοῦντι· ὡς καὶ τὰ παρὰ σοὶ ζῷα καὶ μάλιστα τὰ τὴν χώραν γεωργοῦντα πληροῦσθαι τῆς αὐτοῖς κατὰ φύσιν τροφῆς. καὶ αὐτὰ δὲ ἐπληροῦτο μετὰ τὴν ἀνανέωσιν τῆς Ἰερουσαλὴμ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐν εἰρήνῃ διαναπαυομένων τῶν τε ἐν τῇ χώρᾳ τοὺς ἀγροὺς οἰκούντων καὶ τῶν ἐν ταῖς πόλεσι διατριβόντων.

Ταῦτα μὲν οὖν ἀναφέροιτ᾽ ἂν εἰς τοὺς δηλωθέντας χρόνους, τὰ δ᾽ ἑξῆς δι᾽ ὧν εἴρηται· 〈καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον〉, βιάζεται καὶ τὸν μὴ θέλοντα ἐπὶ τροπολογίαν σπεύδειν. ποῖον δὲ ἔχει νοῦν τὸ ἐπιλεγόμενον· 〈ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσι πύργοι, ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ὡς τὸ φῶς τῶν ἑπτὰ ἡμερῶν ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται〉· ταῦτα γὰρ ὁποίαν σῴζοι ἂν ἀκολουθίαν πρὸ τούτων εἰρημένα. ἀναγκαῖον ἂν εἴη διασκέψασθαί φημι τοίνυν καὶ ταῦτα ἀκολούθως ἐπενηνέχθαι τοῖς προλεχθεῖσιν, ἐπειδὴ γὰρ σωματικὰς πεποίηται ἐπαγγελίας ὁ λόγος εἰπών· 〈καὶ ὁ ἄρτος τοῦ γενήματός σου ἔσται εἰς πλησμονὴν καὶ λιπαρός· καὶ βοσκηθήσεται τὰ κτήνη σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον, οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν ἄχυρα ἀναπεποιημένα φάγονται ἐν κριθῇ λελικμημένῃ〉, εἰκότως πρὸς τοῖς σωματικοῖς καὶ τὰς θειοτέρας ἐπαγγελίας ἐπάγει τοῖς τούτων ἀξίοις. ταῦτα δὲ σημαίνει· 〈καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον〉.

καί ποτε ἔσται, παρίστησι τὸν χρόνον δηλῶν διὰ τοῦ ἐπισυνάπτειν καὶ λέγειν· 〈ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσι πύργοι〉, ⌜ἢ κατὰ τὸν Σύμμαχον· 〈ἐν ἡμέρᾳ σφαγῆς πολλῆς ἐν τῷ πεσεῖν μεγάλους〉. πότε δὲ ἔσται ἡ 〈πολλὴ σφαγὴ〉 καὶ πότε 〈πεσοῦνται οἱ μεγάλοι〉, ἢ κατὰ τὸν καιρὸν τῆς καθόλου κρίσεως τῆς μετὰ ‹τὴν συντέλειαν τοῦ αἰῶνος τούτου› γενησομένης; διὸ εἴρηται κατὰ τοὺς Ἑβδομήκοντα· 〈ὅταν πέσωσι πύργοι καὶ ὅταν ἀπόλωνται πολλοί· πολλοὶ〉 γὰρ κατ᾽ ἐκεῖνον 〈ἀπολοῦνται〉 τὸν χρόνον, ἐν ᾧ καὶ τὰ ἐπηγγελμένα τοῖς ἀξίοις ἀποδοθήσεται.⌝ τίνα δὲ ταῦτα διδάσκει 〈ἐπὶ παντὸς ὄρους ὑψηλοῦ〉 φάσκων ἔσεσθαι 〈ὕδωρ διαπορευόμενον〉 καὶ πολυπλασιαζόμενον αὐτοῖς τὸ σεληναῖον 〈φῶς〉, τότε ἡλιακὸν ὡσαύτως 〈ἑπταπλάσιον〉 γενησόμενον φῶτα τοίνυν πολλὰ καὶ μεγάλα καὶ 〈διαιρέσεις ὑδάτων〉· οὕτως γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· 〈καὶ ἐπὶ παντὸς βουνοῦ ἐπηρμένου διαιρέσεις ἀγωγῶν ὑδάτων〉. ἀποδοθήσεται τοῖς ἀξίοις τῶν ἐπαγγελιῶν κατ᾽ ἐκεῖνον τὸν χρόνον, καθ᾽ ὃν οἱ ἄξιοι 〈σφαγῆς σφαγῇ〉 παραδοθήσονται καὶ οἱ ἐν τῷ παρόντι βίῳ ἐπηρμένοι καὶ μεγαλαῦχοι 〈πέσωσι〉 τοῦ ἑαυτῶν ὕψους. διὸ εἴρηται κατὰ τὸν Ἀκύλαν· 〈ἐν ἡμέρᾳ ἀποκταμμοῦ πολλοῦ ἐν τῷ πεσεῖν μεγαλυνομένους〉.

ὁρᾷς ἀκολουθίαν λόγου τοῖς μὲν ἐν τῷ πλήθει σωματικωτέροις σωματικὰς πεποιημένου τὰς ἐπαγγελίας, τοῖς δὲ ἐπαναβεβηκόσι τὸ φρόνημα καὶ τῇ ψυχῇ διῃρημένοις τὰς ὑψηλοτέρας ἐπαγγελίας ὑπισχνουμένου. ὥσπερ δὲ πολλάκις ‹τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον› νενόηται ἡμῖν, οὕτως ‹αἱ πολλαὶ μοναὶ παρὰ τῷ πατρὶ› ὄρη τυγχάνουσιν οὐράνια, ἔνθα οἰκήσουσιν οἱ τῆς βασιλείας τοῦ θεοῦ ἄξιοι. καθ᾽ ἕκαστον δὲ τούτων τῶν ἤτοι ὀρῶν ἢ μονῶν 〈ὕδωρ〉 φησὶν ἔσται 〈διαπορευόμενον〉 πάντως που τὸ ἀπὸ τῆς ‹πηγῆς› ἀναβλαστάνον, περὶ ἧς εἴρηται· «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς», ἀφ᾽ ἧς καὶ ‹ὁ ποταμὸς τοῦ θεοῦ› προχεῖται, περὶ οὗ εἴρηται· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ», καί· «ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη 〈ὑδάτων〉» τοῦ μονογενοῦς τοῦ θεοῦ λόγου τοῦ ζωοποιοῦ καὶ σωτηρίου οὕτω πως δηλουμένου. οὕτως οὖν 〈ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου〉 τὸ τῆς ἀθανάτου καὶ αἰωνίου ζωῆς ποιητικὸν 〈ὕδωρ διαπορευόμενον〉 ἀθανάτους ἀπεργάσεται τοὺς ἐξ αὐτοῦ πίνοντας, ὅτε «καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθεῖσα τῆς δουλείας τῆς φθορᾶς» ἀπολήψεται τῶν καμάτων τὰς ἀμοιβάς. διὸ καὶ ἡ 〈σελήνη〉 καὶ ὁ 〈ἥλιος〉 μείζονος δόξης ἀπολαύσουσιν ὡς ἂν κεκμηκότες ἐν τῷ παρόντι καὶ διακονησάμενοι τῷ βουλήματι τοῦ θεοῦ.

ταῦτα δέ φησιν ἔσεσθαι, 〈ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου〉 ἰάσηται. ⌜ἔνθα οὔτε τοῦ Ἰσραὴλ μνημονεύει οὔτε τοῦ Ἰακὼβ οὐδ᾽ ὅλως τῶν Ἰουδαίων, ἀλλὰ τοῦ λαοῦ αὐτοῦ, ὡς πάντας τοὺς ἀξίους χρηματίζειν λαὸν θεοῦ τῆς ἐπαγγελίας ἐξαπλουμένης.⌝ ἐντεῦθεν οἶμαι τὸν ἱερὸν Ἀπόστολον ὠφελημένον εἰρηκέναι τό· «ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται», «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». ὁρᾷς ‹τέκνων θεοῦ ἐλευθερίαν› λεγομένην παρὰ τῷ Ἀποστόλῳ, ἣν ὁ προφήτης 〈ἴασιν τοῦ λαοῦ αὐτοῦ〉 ὠνόμασεν. οὐκοῦν σὺν τῷ λαῷ αὐτοῦ καὶ «ἡ κτίσις ἐλευθερωθήσεται»· κατὰ τὸ αὐτὸ γὰρ 〈ἐν〉 αὐτῇ 〈τῇ ἡμέρᾳ〉, τοῦτ᾽ ἔστι ἐν αὐτῷ τῷ καιρῷ, 〈ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ. τότε ὁ ἥλιος〉 καὶ ἡ 〈σελήνη〉 κρείττους ἑαυτῶν γενήσονται πολυπλασίονος 〈φωτὸς〉 καὶ δόξης κρείττονος μεταληψόμενοι. διὸ εἴρηται· «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ».

ἅπερ ‹τέκνα τοῦ θεοῦ› καὶ λαὸς αὐτοῦ πολλὴν εἶχε 〈συντριβὴν〉 καὶ 〈ὀδύνην〉, ὅτε τὴν θνητὴν διεβίουν ζωήν· ἦσαν γὰρ ὀδυνώμενοι καὶ 〈συν〉τετριμμένοι ὡς λέγεσθαι· «καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει», καί· «θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον». οἱ δὲ αὐτοὶ ἦσαν ἀποκλαόμενοι τὴν ἐπὶ γῆς διατριβὴν καὶ πενθοῦντες τοὺς ἄξια πένθους πράττοντας, ὅπερ διδάσκει ὁ Ἀπόστολος λέγων· «ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι», «καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων». τούτων τε αὐτῶν ὁ θεὸς 〈τὸ σύντριμμα καὶ τὴν ὀδύνην ἰάσεται〉 ἀνακτώμενος ἐν τῇ τῶν ἐπαγγελιῶν ἀποδόσει. ὃ δὴ καὶ ὁ σωτὴρ ἐδήλου λέγων· «μακάριοι οἱ κλαίοντες» καὶ «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται».

Τοῖς κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου καταφυγοῦσιν εἰς Αἴγυπτον παρὰ τὸ πρόσταγμα τοῦ θεοῦ ἀπειλήσας ὁ λόγος τὰ ἐν αὐτῇ Αἰγύπτῳ καταληψόμενα αὐτούς, εἶθ᾽ ἑξῆς θεσπίσας ἐν τῇ πρὸς τοὺς αὐτοὺς προφητείᾳ, ὅτι μὴ χρὴ αὐτοὺς ἀπογινώσκειν τὴν ἀνάστασιν τῆς Ἰερουσαλήμ. ἐπανήξουσι γὰρ ἀπὸ τῆς πολεμίας χώρας οἱ ἐκπεσόντες αὐτῆς καὶ πάλιν αὐτὴν οἰκήσουσιν καὶ τὴν χώραν ἅπασαν τῆς Ἰουδαίας μετὰ εἰρήνης ἀφόβως γεωργήσουσιν. εἶτα πρὸς ταῖς ἐπαγγελίαις ταῖς σωματικώτερον εἰρημέναις ἐπισυνάψας τὰς οὐρανίους τοῖς ἀξίοις ἀποδοθησομένας μετὰ τὴν συντέλειαν τοῦ κόσμου, καθ᾽ ἣν καὶ οἱ ἀσεβεῖς ἀπωλείᾳ καὶ πτώσει παραδοθήσονται. ταῦτα προφήσας ὁ λόγος ἐπισυνάπτει τὰ προκείμενα ἠρτημένα τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως. διό φησιν· 〈Ἰδοὺ τὸ ὄνομα κυρίου ἔρχεται διὰ χρόνου πολλοῦ〉. ⌜ἀντὶ τοῦ· 〈διὰ πολλοῦ χρόνου〉, οἱ λοιποὶ ἑρμηνευταὶ 〈μακρόθεν〉 εἰρήκασι. καὶ τήρει, ὅπως οὐκ αὐτὸν τὸν κύριόν φησιν ἔρχεσθαι, ἀλλὰ 〈τὸ ὄνομα κυρίου〉 τὸν Χριστὸν τοῦ θεοῦ αἰνιττόμενος, περὶ οὗ εἴρηται· «εὐλογημένος ὁ 〈ἐρχόμενος〉 ἐν 〈ὀνόματι κυρίου〉· θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν».

ἐρχομένου δὲ καὶ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν ποιουμένου ἐπακολουθήσουσιν τιμωρητικαὶ δυνάμεις, δι᾽ ὧν αἱ κολάσεις τοῖς ἀσεβέσιν ἐπαχθήσονται, ἃς ἡ παροῦσα γραφὴ 〈θυμὸν〉 καὶ 〈ὀργὴν〉 ὀνομάζει.⌝ ἀντὶ δὲ τοῦ· 〈καιόμενος θυμός, μετὰ δόξης〉 καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· 〈φλεγόμενος θυμὸς αὐτοῦ καὶ βαρὺς ὑπενεγκεῖν τὰ χείλη αὐτοῦ ὡς χειμάρρους ἐπικλύζων ἕως τραχήλου φθάνων ἀφορίσαι ἔθνη ἀφορισμῷ ματαιότητος〉. κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἀκολουθήσει τῇ 〈δόξῃ〉 τοῦ κυρίου 〈καιόμενος θυμὸς〉 ἢ ἀντικειμένη δύναμις· πλὴν οὐδὲν ποιήσει δίχα τοῦ προστάγματος τοῦ κριτοῦ. διὸ ἐπιλέγεται· 〈τὸ τέλειον τῶν χειλέων, τὸ τέλειον τῆς ὀργῆς πλῆρες〉· ⌜ἀκολούθως γὰρ τῇ τοῦ 〈λογίου〉 ἀποφάσει τὰ τῆς 〈ὀργῆς〉 τοῖς κολασθησομένοις ἐπενεχθήσεται.⌝ 〈Καὶ τὸ πνεῦμα〉 δὲ 〈αὐτοῦ〉 τὸ ἀπεσταλμένον ἐπὶ τοὺς ἀσεβεῖς 〈σῦρον ἥξει〉 ὥσπερ 〈ἐν φάραγγι〉 πλημμυρὸν 〈ὕδωρ μέχρι τραχήλου〉 κατασῦρον τοὺς τὴν τιμωρίαν ὑπέχοντας. ⌜〈καὶ διαιρεθήσεται〉 τὸ κολαστικὸν τοῦτο πνεῦμα εἰς πολλὰς διαιρέσεις διὰ τὸ πλείστην εἶναι τὴν τῶν κολαζομένων διαφοράν.⌝ διὸ 〈ταράξει ἔθνη〉, ἐφ᾽ οἷς 〈ἐπλάνησαν ματαίως〉 καὶ ἐφ᾽ οἷς 〈ἐδίωξεν αὐτοὺς〉 ἐν τῷ προτέρῳ αὐτῶν βίῳ 〈πλάνησις〉.

Ταῦτα εἰπὼν ὁ λόγος τὰ ἑξῆς πρὸς τοὺς προσποιουμένους μὲν θεοσέβειαν ἐν τρυφαῖς δὲ καὶ ἡδυπαθείαις τὴν ἑαυτῶν κατατρίψαντας ζωὴν ἀποτείνεται λέγων· 〈μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά 〈μου〉 διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος κυρίου πρὸς τὸν θεὸν τοῦ Ἰσραήλ〉.

Εἶτα εἰπὼν ταῦτα πρὸς τοὺς μετὰ ὑποκρίσεως θεοσεβεῖν προσποιουμένους ἑξῆς ἐπιλέγει· 〈καὶ ἀκουστὴν ποιήσει κύριος τὴν φωνὴν αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς πυρός〉. καὶ ἐπιλέγει· 〈διὰ γὰρ τῆς φωνῆς κυρίου ἡττηθήσονται Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἂν πατάξῃ αὐτούς. ⌜Ἀσσυρίους〉 δὲ ἐνταῦθα οὐ πάντως τὸ ἔθνος δηλοῖ, ἀλλὰ τοὺς ὁμοίως τοῖς Ἀσσυρίοις κατατυραννήσαντας κἀκείνοις παραπλησίως τῇ κατὰ τῶν ἀνθρώπων δυναστείᾳ ὑπερηφάνως κεχρημένους.⌝ οὕτω γοῦν καὶ παῖδες Ἑβραίων ἐν τοῖς πρὸς αὐτοὺς διαλόγοις νοεῖν παραδεδώκασι σημαίνεσθαι φήσαντες ἀπὸ τῆς ἑρμηνείας τῶν 〈Ἀσσυρίων〉 τοὺς εὐθηνουμένους καὶ κατευοδουμένους, οὓς ὁ παρὼν λόγος κολασθήσεσθαι κατὰ τὸν τῆς κρίσεως καιρὸν ὑπὸ τῆς ἐπαχθησομένης αὐτοῖς 〈πληγῆς〉 διδάσκει. ⌜Τότε φησὶν οἱ παίοντες αὐτοὺς καὶ τύπτοντες τιμωροὶ δαίμονες 〈κυκλόθεν〉 αὐτοὺς περιστοιχισάμενοι τὰς τιμωρίας ἐπάξουσι. τίνες δέ εἰσιν οὗτοι, διασαφεῖ φάσκων· 〈ὅθεν ἦν αὐτοῖς ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ᾽ ἣν αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ τυμπάνων καὶ κιθάρας πολεμήσουσιν αὐτόν. ἐλπὶς〉 δὲ τοῖς ἀσεβέσι 〈βοηθείας〉 ἦν ἀπὸ τῶν θεῶν αὐτῶν τῶν ἀντικειμένων δηλαδὴ δυνάμεων καὶ τῶν πονηρῶν πνευμάτων.

τούτοις γὰρ ὡς θεοῖς προσεῖχον καὶ 〈τὴν ἐλπίδα τῆς βοηθείας〉 ἐκ τούτων αὐτοῖς ἔσεσθαι ἤλπιζον οὐκ εἰδότες, ὅτι αὐτοὶ οὗτοι κολασταὶ αὐτῶν ἔσονται· ‹ἡ γὰρ 〈ὀργὴ〉 καὶ ὁ 〈θυμὸς〉› κατὰ τῶν ἀσεβῶν ἀποστελλόμενος ‹δι᾽ ἀγγέλων› γενήσεται ‹πονηρῶν›,⌝ οἳ καὶ 〈μετὰ τυμπάνων καὶ κιθάρας πολεμήσουσιν αὐτοὺς〉 ⌜ἅτε ἐπιχαιρεσίκακοί τινες ὄντες.⌝ οὕτω καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες»· 〈πολεμήσουσιν〉 οὖν τοὺς ἀσεβεῖς οἱ προλεχθέντες 〈ἐκ μεταβολῆς〉· ⌜ἀντὶ γὰρ φίλων ἐχθροὶ καταστήσονται.⌝ Τότε δὲ καὶ 〈ἀπαιτηθήσονται〉 εἰσπραττόμενοι πάντα ὅσα ἥμαρτον. ⌜ταῦτα δέ φησι σὲ περιμένει τὸν πάλαι τρυφηλὸν καὶ ὑπερήφανον· εἰ μὴ ἄρα σαυτὸν ἀπατῶν προσδοκᾷς, ὅτι 〈καὶ σοὶ βασιλεύειν ἡτοιμάσθη〉 ὁμοίως τοῖς ‹τὴν στενὴν καὶ τεθλιμμένην› ὁδεύσασι καὶ ‹πτωχοῖς› διὰ θεὸν γενομένοις καὶ ‹δεδιωγμένοις ἕνεκεν δικαιοσύνης›· πᾶσι γὰρ ἐκείνοις ‹〈ἡτοίμασται〉 ἡ βασιλεία›, ἀλλ᾽ οὐ καὶ σοὶ τῷ ‹τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν› πεπορευομένῳ.⌝ διὸ παρεσκεύασταί σοι ἡ προδηλωθεῖσα 〈φάραγξ βαθεῖα〉 ‹τοῦ σύραντος ὕδατος› μεστὴ 〈ξύλων〉 καὶ 〈πυρὸς ὑποκαομένου〉 ὡς πᾶσαν τὴν 〈φάραγγα〉 μηδενὸς ἑτέρου πεπληρῶσθαι ἢ 〈θυμοῦ〉 καὶ ὀργῆς ⌜〈θεῖον καὶ πῦρ ὑποκαούσης〉 εἰς τὴν τῶν αὐτόθι κατακριθησομένων κόλασιν.

τοσαῦτα διὰ μέσου εἰπὼν ἐπαναλαμβάνει τὴν πρὸς τοὺς καταπεφευγότας εἰς Αἴγυπτον προφητείαν.⌝ καὶ ἐπιφέρει τὰ λεγόμενα.

Ἐν τῇ περὶ τῶν εἰς Αἴγυπτον καταφυγόντων προφητείᾳ τῆς καθολικῆς κρίσεως τοῦ θεοῦ διὰ μέσου μνημονεύσας ὁ λόγος ἐπαναλαμβάνει τὴν πρὸς τοὺς αὐτοὺς ἀπειλὴν διὰ τῶν προκειμένων καὶ ταλανίζει τοὺς κατιόντας εἰς Αἴγυπτον βοηθείας χάριν· ὡς γὰρ μὴ δυναμένου τοῦ θεοῦ μένοντας αὐτούς, ἐν ᾧ αὐτὸς μένειν ἐκέλευσε τόπῳ ῥύσασθαι τῆς τῶν πολεμίων χειρὸς † κατεφεῦρον σωτῆρας αὐτῶν τοὺς εἰδωλολάτρας. οἱ τὸν θεὸν Ἰσραὴλ αὐχοῦντες ἐπιγραφόμενοι 〈πεποιθότες〉 τε ἦσαν 〈ἐπ᾽〉 Αἰγυπτίοις 〈ἅρμασί〉 τε καὶ 〈ἵπποις〉 οὐ μεμνημένοι ὡς «〈ἅρματα〉 Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψέ» ποτε ὁ αὐτῶν θεὸς «εἰς θάλασσαν». διὸ ⌜μέμφεται αὐτοὺς ὁ λόγος, ὅτι μὴ 〈πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ〉 τοῦτ᾽ ἔπραττον· διὸ καταλήψεσθαι αὐτοὺς ἃ μὴ προσεδόκησαν 〈κακὰ〉 ἐπ᾽ αὐτῆς τῆς Αἰγύπτου ἀπειλεῖ.⌝ διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· 〈Αἰγύπτιοι δὲ ἄνθρωποι καὶ οὐ θεός, καὶ ἵπποι αὐτῶν σὰρξ ἀλλ᾽ οὐ πνεῦμα.

κύριος δὲ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ καὶ ἀσθενήσει ὁ βοηθός, καὶ πεσεῖται ὁ βοηθούμενος, καὶ πάντες ὁμοῦ συντελεσθήσονται, βοηθὸν〉 μὲν λέγων τοὺς Αἰγυπτίους, 〈βοηθουμένους〉 δὲ τοὺς πρόσφυγας αὐτῶν. ⌜διδάσκει δὲ δι᾽ ὅλης τῆς προκειμένης ἱστορίας ὁ λόγος ἐν τοῖς καιροῖς τῶν διωγμῶν, εἴ ποτε κρίνειεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ ἢ καὶ τὴν ἐκκλησίαν αὐτοῦ παραδοῦναι τοῖς τὴν θεοσέβειαν ἐλαύνουσι, μὴ δεῖν ἀναχωρεῖν τῆς ἐνθέου πίστεως μηδὲ τῆς ἐπὶ τὸν θεὸν πεποιθήσεως ἀφίστασθαι μηδ᾽ ἀπογινώσκειν τὰς τοῦ θεοῦ διαλλαγὰς μηδὲ ἐπὶ τὸν Αἰγυπτιακὸν βίον αὐτομολεῖν, λέγω δὲ τὸν τῶν εἰδωλολατρῶν· πολλοὶ γὰρ ἐν τοῖς τοιούτοις καιροῖς ἀποστατήσαντες τοῦ τῆς θεοσεβείας λόγου τὰς ἐλπίδας ἀνήρτησαν ἑαυτῶν τῆς τῶν εἰδωλολατρῶν βοηθείας.⌝ Ἀλλὰ γὰρ μετὰ τὰ προλεχθέντα πάλιν ἐπισυνάπτει τὴν ἐπάνοδον τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἐπανηξόντων προασπίσοντος αὐτῷ τοῦ θεοῦ καί φησιν ὅτι ὥσπερ 〈λέων〉 τὸ βασιλικὸν καὶ πάντων ἰσχυρότατον θηρίων κινήσας ἑαυτὸν ἐπὶ τροφῆς 〈θήραν〉 ἐπιπηδᾷ προβάτων ποίμνῃ μηδὲ τὰς κραυγὰς τῶν 〈ποιμένων〉 μηδὲ τὸ 〈πλῆθος〉 τῶν ἐλαυνόντων ἐπιστρεφόμενος, οὕτως αὐτὸς ὁ κύριος ἐπιθήσεται τοῖς πολεμίοις καὶ τὸν ἑαυτοῦ λαὸν ἐξ αὐτῶν ῥύσεται ἀποκαταστήσας τε αὐτὸν εἰς τὸν ἑαυτοῦ τόπον τὸν ἐν Ἰερουσαλήμ. 〈οὕτως〉 αὐτῶν 〈ὑπερασπίσει〉 ὥς ἐστιν ἰδεῖν πολλάκις ἐν τῇ τῶν ὀρνέων φύσει τὰς τῶν νεοττῶν μητέρας περιιπταμένας ἀμφὶ τὴν καλιὰν καὶ τῶν νεοττῶν ὑπερμαχούσας, 〈οὕτως〉 γὰρ καὶ αὐτὸς 〈ὑπερασπίσει τῆς Ἰερουσαλήμ〉.

ἐπαγγειλάμενος 〈τῆς Ἰερουσαλὴμ ὑπερασπίσειν〉 ὁ θεὸς προσφωνεῖ τοῖς εἰς τὴν Αἴγυπτον εἰσεληλυθόσιν ἑξῆς λέγων· 〈ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον〉. ⌜ἔξεστι γὰρ εἰσέτι καὶ νῦν μετανοήσαντας ἐπανελθεῖν εἰς τὴν ἑαυτῶν γῆν, μαθόντας ὁποῖα ἐπήγγελται περὶ αὐτῆς ὁ θεός.⌝ Εἶτ᾽ ἐπαγγέλλεται ὅτι κατὰ τὸν καιρὸν ἐκεῖνον, καθ᾽ ὃν τὰ τῆς ἐπανόδου γενήσεται τῷ λαῷ, οὐκέτ᾽ εἰδωλολατρίαν ἐν αὐτοῖς συστήσεται. διό φησιν· 〈ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελοῦνται οἱ ἄνθρωποι τὰ χειροποίητα〉. ⌜καὶ τοῦτο δὲ παρίστησιν ἡ ἱστορία· μετὰ γὰρ τὸ ἐπανελθεῖν αὐτοὺς ἀπὸ Βαβυλῶνος καὶ ἀνεγεῖραι δεύτερον τὸν ἐν Ἱεροσολύμοις ναὸν οὐκέτι φαίνονται εἰδώλοις χρησάμενοι.⌝ Εἶτα ἐπειδήπερ τὸν Ἀσσύριον φοβούμενοι κατέλιπον τὴν ἐν τῇ Ἰουδαίᾳ οἴκησιν καὶ κατέφυγον ἐπὶ τὴν Αἴγυπτον, ἐπαγγέλλεται αὐτοῖς τὴν τοῦ Ἀσσυρίου πτῶσιν λέγων· 〈καὶ πεσεῖται ὁ Ἀσσοὺρ μαχαίρᾳ οὐκ ἀνδρός〉. ⌜σημαίνει δὲ τὴν καθαίρεσιν τῆς τῶν Ἀσσυρίων βασιλείας καὶ τὴν πτῶσιν αὐτῶν, ὥσπερ ἀφ᾽ ὕψους τοῦ προτέρου βασιλικοῦ ἀξιώματος ἐπὶ τὸ ταπεινὸν φερομένου· καὶ τοῦτο αὐτοῖς φησι συμβήσεται οὐκ ἐξ ἀνθρωπίνης ἐφόδου, ἀλλ᾽ ἐκ τῆς τοῦ θεοῦ κατ᾽ αὐτῶν ὀργῆς.

εἰ γὰρ καὶ τὰ μάλιστα ἐδόκουν ἄνθρωποι ὑπηρέται γεγονέναι τῆς καθαιρέσεως αὐτῶν, ἀλλ᾽ αὐτὸς ἦν ὁ θεὸς ὁ διὰ τῶν ἀνθρώπων καθαιρῶν αὐτούς.⌝ διὸ ἀνωτέρω ἐλέγετο ἐν τῇ περὶ Βαβυλῶνος προφητείᾳ· «ἰδοὺ ἐγὼ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους».

Ἀντὶ δὲ τοῦ· 〈πέτρᾳ γὰρ περιληφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὁ δὲ φεύγων ἁλώσεται, τάδε λέγει κύριος〉, ὁ Σύμμαχος οὕτως ἐξέδωκε· 〈〈πέτρα αὐτοῦ〉〉, δῆλον δ᾽ ὅτι τοῦ Ἀσσυρίου, 〈φοβερὰ παρελεύσεται καὶ ἡττηθήσονται οἱ ἄρχοντες αὐτοῦ φησι κύριος. ⌜πέτραν〉 δὲ λέγει τοὺς Ἀσσυρίους, τὸ πάλαι στερρὸν καὶ βέβαιον καὶ ἰσχυρὸν τῆς βασιλείας αὐτοῦ, ὅπερ 〈παρελεύσεται〉 ὁ λόγος φησὶ⌝ τὴν καθαίρεσιν αἰνιττόμενος τῆς τῶν Ἀσσυρίων δυναστείας. εἶτά φησι· 〈Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ〉. ⌜καὶ διὰ τούτου δὲ προτρέπει τοὺς εἰς τὴν Αἴγυπτον ὁρμήσαντας μὴ ἀναχωρεῖν τοῦ τόπου, ἔνθα ἦν ὁ νεὼς τοῦ θεοῦ· ἀλλὰ καὶ μακαρίζει τοὺς ἕξοντας 〈ἐν Σιὼν σπέρμα καὶ ἐν Ἰερουσαλὴμ οἰκείους〉 διὰ τὸ μέλλειν αὐτὴν ἀνανεοῦσθαι καὶ τὴν οἰκείαν αὖθις ἀναλαμβάνειν δόξαν ἢ καὶ κρείττονα ἧς εἶχε πρότερον.⌝ ⌞διὸ ἐλέγετο 〈ἐν〉 ἑτέροις· «καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην».⌟ ⌜εἰδέναι δὲ χρή, ὅτι τὸ μὲν 〈μακάριος〉 οὐδεὶς τῶν ἑρμηνευτῶν εἴρηκεν.

ἀντὶ δὲ τοῦ· 〈ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ〉, ὁ μὲν Σύμμαχός φησιν· 〈κύριος ἔχει πῦρ ἐν Σιὼν καὶ κλίβανον ἐν Ἰερουσαλήμ〉, ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων 〈φῶς αὐτῷ ἐν Σιὼν καὶ κλίβανος αὐτῷ ἐν Ἰερουσαλὴμ〉 εἰρήκασι, διδάσκοντος τοῦ λόγου ὅτι ὁ τῶν ὅλων θεὸς καὶ κύριος ὁ κατὰ τοῦ Ἀσσυρίου ἀπειλήσας τὰ λελεγμένα 〈ἔχει πῦρ ἐν Σιὼν καὶ κλίβανον ἐν Ἰερουσαλήμ〉, ἵν᾽ ὅτε βούλεται τῷ 〈πυρὶ〉 τούτῳ καὶ τῷ 〈κλιβάνῳ〉 κατακαύσῃ καὶ κατοπτήσῃ τοὺς καύσεως δεομένους. διὸ οὐ προσήκει καταφρονεῖν τῆς τοῦ θεοῦ πόλεως.⌝ ⌞ταῦτα δὲ καὶ περὶ τῆς ἐκκλησίας εἰκότως ἂν ῥηθείη, ἐπειδήπερ ‹ἡ πόλις τοῦ θεοῦ ἡ δεδοξασμένη› αὐτή ἐστι, περὶ ἧς εἴρηται· «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ», καί· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ». ἔστι γὰρ καὶ ἐν αὐτῇ 〈πῦρ καὶ κλίβανος〉 εἰς τὸ καταφλέγειν καὶ ἀναλίσκειν τὰ ἐν ἑκάστῃ ψυχῇ ‹ξύλα καὶ χόρτον καὶ καλάμην›.

ἐὰν δὲ λέγηται· 〈φῶς αὐτῷ ἐν Σιὼν καὶ κλίβανος αὐτῷ ἐν Ἰερουσαλήμ〉, διὰ μὲν τοῦ 〈φωτὸς〉 ἀξίους τῶν συναγομένων τὸ 〈φῶς〉 εἰρῆσθαι ἐκλεξόμεθα, διὰ δὲ τῆς καύσεως καὶ καθάρσεως χρείαν ἔχοντας τό· 〈κλίβανος ἐν Ἰερουσαλήμ〉.⌟ Ἡ μὲν τῶν Ἑβδομήκοντα ἔκδοσις συνάπτει ταῦτα τῇ ἀνωτέρω κειμένῃ διανοίᾳ· προειποῦσα γάρ· 〈Τάδε λέγει κύριος Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ〉, ἀκολούθως ἐπήγαγε τό· 〈ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν〉· ἐπειδὴ γὰρ ταῦτα μέλλει γίγνεσθαι ἐν τῇ Ἰερουσαλήμ, εἰκότως μακαρίζει τοὺς μέλλοντας τούτων ἐν αὐτῇ ἀπολαύειν, κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς ἐπειδὴ τὸ 〈φησὶ κύριος〉 τῇ ἀνωτέρῳ διανοίᾳ συνῆψαν τὰ προκείμενα ἐξ ἑτέρας ἀρχῆς ἰδιαζούσης προσηνέγκαντο. διὸ κατὰ μὲν τὸν Σύμμαχον εἴρηται· 〈ἰδοὺ εἰς δικαιοσύνην βασιλεύσει βασιλεύς〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈ἰδοὺ εἰς δίκαιον βασιλεύσει βασιλεύς〉, καὶ κατὰ τὸν Θεοδοτίωνα ὁμοίως. εἰκὸς μὲν οὖν ταῦτα Ἰουδαίων παῖδας ἀνοίσειν ἐπὶ τὸν Ζοροβάβελ, ἐκ φυλῆς μὲν Ἰούδα γενόμενον καὶ ἐκ τῆς τοῦ Δαυὶδ διαδοχῆς, ἡγησάμενον δὲ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἐπιστρεψάντων κατὰ τοὺς Κύρου τοῦ Περσῶν βασιλέως χρόνους.

καὶ 〈ἄρχοντας〉 δὲ 〈μετὰ κρίσεως ἄρξειν〉 εἴποιεν ἂν τοὺς ἅμα τῷ Ζοροβάβελ εἶναι Ἰησοῦν, δηλαδὴ τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ ὅσοι ἄλλοι κατὰ τούτους ἐγνωρίζοντο. τὰ δ᾽ ἑξῆς ἐπιφερόμενα οὐχ ἡγοῦμαι δύνασθαι αὐτοὺς ἀποσώσειν, λέγω δὲ τό· 〈καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ〉 καὶ τὰ τούτοις ἐπισυνημμένα, ἃ οὐκ ἄν τις ἔχοι τέλους τυχόντα τοὺς χρόνους ἀποδεῖξαι τοῦ Ζοροβάβελ. διόπερ ὡσανεὶ πληρωθείσης τῆς προφητείας τῆς περὶ τῶν εἰς Αἴγυπτον κατεληλυθότων ἐπὶ τῶν Ἰερεμίου χρόνων ἑτέρας ὑποθέσεως ἁπτόμενος ὁ λόγος ἐξ ἑτέρας ἀρχῆς ⌜θεσπίζει τὰ περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ τοῦ θεοῦ· μόνος γὰρ αὐτὸς ἐν ἀνθρώποις 〈δίκαιος〉 ἀνεφάνη 〈βασιλεύς〉. καὶ οἱ ἀπόστολοι δὲ αὐτοῦ 〈μετὰ κρίσεως〉 τοῦ ἑαυτῶν βασιλέως τῆς ἐκκλησίας αὐτοῦ καθηγήσαντο.⌝ καὶ ἔχει λόγον μετὰ τὸ περιγράψαι τὴν προφητείαν τὴν περὶ τῶν εἰς Αἴγυπτον ἐπὶ Ἰερεμίου κατεληλυθότων καὶ μετὰ τὸ θεσπίσαι τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον καὶ τὴν ἀνανέωσιν τῆς Ἰερουσαλήμ, τήν τε κατάστασιν τοῦ λαοῦ τὴν μέλλουσαν ἔσεσθαι ἐπὶ τῆς Ἰουδαίας χώρας, ἑξῆς καὶ ἀκολούθως τὴν περὶ τοῦ Χριστοῦ προφητείαν ἐπάγεσθαι καὶ αὐτὸν εἶναι τὸν προφητευόμενον καὶ τὰ δι᾽ αὐτοῦ πᾶσιν ἀνθρώποις προξενηθέντα ἀγαθά.

ὥσπερ δὲ προεφήτευε τὴν μετὰ πλεῖστα ἔτη γενησομένην εἰς Αἴγυπτον κάθοδον τῶν κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου καὶ τὴν μετὰ ταῦτα τῆς αἰχμαλωσίας ἐπάνοδον γεγενημένην, οὕτως οὐδὲν ἦν θαυμαστὸν προφῆσαι αὐτὸν καὶ ἔτι μᾶλλον μακροῖς ὕστερον χρόνοις γενησόμενα ἐπὶ τῆς τοῦ Χριστοῦ παρουσίας, ὃν 〈βασιλέα δίκαιον〉 καλεῖν 〈εἰς δικαιοσύνην βασιλεύοντα〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. ἐπειδὴ διὰ τοῦ εὐαγγελίου αὐτοῦ «〈δικαιοσύνη〉 θεοῦ πεφανέρωται» ὡς μὴ μόνον ‹Ἰουδαίοις›, ἀλλὰ καὶ ‹Ἕλλησι› καὶ τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης ἀνθρώποις τὴν τοῦ θεοῦ γνῶσιν κηρύττεσθαι, ⌜〈ἐβασίλευσε〉 τοίνυν 〈εἰς δικαιοσύνην〉 ὁ Χριστὸς τοῦ θεοῦ καινήν τινα ταύτην τὴν βασιλείαν· οὐ γὰρ εἰς ἀνθρωπίνην ἀξίαν ἀποβλέπων οὐδὲ εἰς τιμὴν καὶ δόξαν τὴν παρὰ ἀνθρώποις τὴν βασιλείαν ἐπανῄρητο, ἀλλ᾽ 〈εἰς δικαιοσύνην〉· ὥσπερ οὖν καὶ οἱ 〈ἄρχοντες〉 αὐτοῦ οὐκ ἐν ἀξιώμασι κοσμικοῖς προαχθέντες ἦρχον, ἀλλ᾽ 〈εἰς κρίσιν〉. διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· 〈καὶ ἄρχοντες εἰς κρίμα ἄρξουσιν〉. ἀντὶ δὲ τοῦ· 〈καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ〉 ὁ Σύμμαχος· 〈καὶ ἔσται〉 φησὶν 〈ἀνὴρ ὡς ἀποκρυφὴ ἀπὸ πνεύματος καὶ 〈σκέπη〉 λαίλαπος〉. ποῖος οὖν ὁ 〈ἄνθρωπος〉 ἔσται ἀλλ᾽ ἢ ὁ ἀνωτέρω 〈δίκαιος〉 ὠνομασμένος;

αὐτὸς γὰρ οὗτος ἔσται ἀνήρ, οὐκ ὢν τῇ φύσει ἀνήρ, ἀλλὰ κρείττων ἢ κατὰ ἀνθρώπου φύσιν· πλὴν 〈ἔσται ἄνθρωπος ἐπικρύπτων〉 αὐτοῦ τὴν θεότητα.⌝ διὸ κατὰ μὲν τὸν Σύμμαχον 〈ὡς ἀποκρυφὴ ἀπὸ πνεύματος καὶ σκέπη λαίλαπος〉 εἴρηται, κατὰ δὲ τὸν Ἀκύλαν· 〈ὡς κρύπτων πνεῦμα καὶ ἀποκρυφὴ ἐντινάγματος〉. ὁρᾷς ὡς κρύφιον τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος αὐτοῦ παρίστησιν ὁ λόγος, κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἐπειδὴ ‹πάντα ἃ ἐλάλει ἐν παραβολαῖς› ὁμιλεῖ. διὰ τοῦτο λέλεκται· 〈κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀπὸ ὕδατος φερομένου· ⌜ὕδωρ γὰρ φερόμενον〉 ἦν καὶ ἀπολλύμενον τὸ πλῆθος τοῦ Ἰουδαίων λαοῦ· διὸ καὶ 〈ἀπέκρυπτεν〉 αὐτὸν ἐξ αὐτῶν καὶ 〈τοὺς λόγους αὐτοῦ〉 ἀπ᾽ ἐκείνων μὲν ἐκάλυπτε, τοῖς δὲ αὐτοῦ μαθηταῖς ἐφανέρου.⌝ διό φησιν ἔσεσθαι αὐτὸν ἐμφανῆ τῇ ἐκκλησίᾳ αὐτοῦ ἐπιφέρων ἑξῆς καὶ λέγων· 〈καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμός〉. ⌜τίς δὲ 〈φανήσεται ἢ αὐτὸς δίκαιος ὁ βασιλεύς〉; αὐτὸς γὰρ 〈φανήσεται ὡς ποταμὸς φερόμενος ἔνδοξος〉. τίς δέ ἐστιν ἡ Σιὼν αὕτη ἢ ἡ τὸν ἀπ᾽ ἐκείνων 〈κρυπτόμενον〉 ἐμφανῶς παραδεξομένη;⌝ οἷόν τινα μέγαν 〈ποταμὸν〉 διδάσκει λέγων· 〈ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ〉.

ἡ γὰρ πάλαι ἔρημος καὶ 〈διψῶσα γῆ〉 ἡ ἐξ ἐθνῶν ἐκκλησία αὕτη ἐστὶν ἡ Σιών, ἐν ᾗ φησιν 〈οὐκέτι ἔσονται πεποιθότες ἐπ᾽ ἀνθρώποις〉, ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσε· 〈καὶ 〈οὐκ〉 ἀμαυρωθήσονται 〈οἱ ὀφθαλμοὶ τῶν ὁρώντων〉 δηλῶν〉 τοὺς ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ὡς βλέπειν καὶ νοεῖν τὸν ἐμφανῆ γενόμενον αὐτοῖς 〈ποταμόν〉, δηλαδὴ τὸν μονογενῆ τοῦ θεοῦ λόγον, περὶ οὗ εἴρηται· «ὁ 〈ποταμὸς〉 τοῦ θεοῦ ἐπληρώθη ὑδάτων», καί· «τοῦ 〈ποταμοῦ〉 τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ». διὸ καὶ αὐτὸς ἐδίδασκε λέγων ὁ σωτήρ· «ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ», «〈ποταμοὶ〉 ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος». τούτοις ἐπιλέγει ἑξῆς· 〈καὶ τὰ ὦτα ἀκούειν δώσουσι. καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν〉, ἀνθ᾽ οὗ ὁ Σύμμαχός φησι· 〈καρδία δὲ ἀνοήτων συνήσει γνῶναι〉.

ὁρᾷς ὅπως τοῖς πάλαι ἀνοήτοις τὴν 〈σύνεσιν〉 τοῦ 〈δικαίου βασιλέως〉 τοῦ 〈ἀποκρύψαντος〉 αὐτὸν ἀπὸ ἑτέρων ἐπαγγέλλεται. 〈καὶ γλῶσσαι〉 δέ φησιν 〈αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈γλῶσσα δὲ τραυλῶν ταχυνεῖ λαλεῖν τρανά〉. ⌜Σιὼν τοίνυν ἡ καὶ 〈γῆ διψῶσα〉 ἡ πάλαι ἔρημος εἴη ἂν ἡ ἐκκλησία καὶ 〈καρδία ἀσθενούντων〉 καὶ 〈γλῶσσαι τραυλίζουσαι〉 αἱ τῶν πάλαι τὸν θεὸν μὴ νοούντων μηδὲ ὀρθὰ 〈λαλούντων〉 ἐθνῶν, οἷς ἐπαγγέλλεται τὴν ἐπὶ τὰ κρείττω μεταβολήν. ⌜Τούτοις ἐπιλέγει· 〈καὶ οὐκέτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν〉· ὥσπερ οὖν πρότερον ἐποίουν, ὅτε τοῖς ὡς ἀληθῶς μωροῖς διδασκάλοις αὐτῶν ἐπέτρεπον τὰς ἑαυτῶν ψυχάς, ἦσαν δὲ οὗτοι ‹οἱ σοφοὶ τοῦ αἰῶνος τούτου ὧν ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν›.⌝ ἀλλὰ πάλαι μὲν τούτῳ τῷ διὰ μωρίαν ἀθέῳ καὶ πολυθέῳ διδασκάλῳ ἐπέτρεπον τὴν ἑαυτῶν ἀρχήν, νυνὶ δὲ ὁ λόγος 〈οὐκέτι〉 φησὶν 〈ἐροῦσι τῷ μωρῷ ἄρχειν〉. ἀντὶ δὲ τοῦ· 〈καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα〉, ὁ Σύμμαχος· 〈οὐδὲ τῷ δολίῳ ῥηθήσεταί〉 φησι 〈σωτήρ〉· πάντες γάρ που οἱ πάλαι ἄρχοντες 〈μωροὶ〉 ὄντες οὐκ ἐπέτρεπον τοῖς βουλομένοις τι μανθάνειν καὶ περὶ ἀληθείας ἐρωτᾶν.

διὸ κατὰ τοὺς Ἑβδομήκοντα εἴρηται· 〈καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα, ὁ γὰρ μωρὸς μωρὰ λαλήσει〉. ⌜τοιοῦτος δὲ ἦν ἀληθῶς πᾶς ὁ ‹τὴν σοφίαν› ἐπαγγελλόμενος ‹τοῦ αἰῶνος τούτου›.⌝ 〈καὶ ἡ καρδία〉 δὲ 〈αὐτοῦ μάταια ἐνόει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν, τοῦ διαστρέψαι ψυχὰς πεινώσας〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈τοῦ κόψαι ἢ ἐκκόψαι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι〉. ⌜Ταῦτα γὰρ πάντα πάλαι ἔπραττον οἱ πάλαι μωροὶ ἄρχοντες τῶν ἀνθρώπων καὶ τῆς 〈βουλῆς〉 αὐτῶν 〈πονηρᾶς〉 οὔσης 〈ἄνομα ἐβουλεύοντο εἰς τὸ καταφθεῖραι〉 τοῖς αὐτῶν 〈λόγοις〉 τοὺς τὰς ψυχὰς 〈ταπεινούς〉,⌝ ἢ κατὰ τὸν Σύμμαχον· 〈εἰς τὸ καταφθεῖραι πραεῖς ἐν λαλιαῖς ψευδέσιν καὶ ὑπὲρ τοῦ διασκεδάσαι λόγους ταπεινῶν〉. καὶ γὰρ εἴ πού τις μέτριος καὶ ταπεινὸς ὀρθὸν περὶ ἀληθείας προεφέρετο λόγον, τοῦτον ἠφάνιζον διασκεδαννύντες.

ταῦτα μὲν πάλαι πρότερον οὐκέτι δὲ ἔσεσθαι ταῦτά φησιν ἐν τῇ καινῇ Σιών. 〈οὐ γὰρ εἴπωσι τῷ μωρῷ ἄρχειν, οὐδὲ〉 τῷ 〈δολίῳ ῥηθήσεται σωτήρ, ἀλλ᾽ οἱ εὐσεβεῖς συνετά〉 φησιν 〈ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μενεῖ〉, κατὰ δὲ τὸν Σύμμαχον μετὰ τὴν κατὰ τῶν 〈μωρῶν ἀρχόντων〉 διήγησιν ἐπιλέγεται· 〈ἄρχων δὲ ἀρχοντικὰ βουλεύσεται καὶ ἡγεμὼν ἀναστήσεται〉. ⌜δι᾽ ὧν σημαίνονται οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, οἷς εἰς τὴν ἀρχὴν τῆς ἐκκλησίας αὐτοῦ καὶ τὸ ἡγεῖσθαι αὐτῆς ὁ 〈δίκαιος〉 δεδώρηται 〈βασιλεύς〉.⌝ διὸ εἴρηται ἐξ αὐτοῦ προσώπου· «σὺ δέ, ἄνθρωπε, ἡγεμών μου καὶ γνωστέ μου». ἐπιτηρῆσαι δὲ ἄξιον ὡς ἐν ταῖς ἐπαγγελίαις ταύταις οὐδαμοῦ Ἰσραὴλ ὠνόμασται οὐδὲ ὁ πολλάκις ὠνομασμένος Ἰούδας οὐδὲ Ἰακὼβ διὰ τὸ τὴν προφητείαν περὶ τοῦ Χριστοῦ εἶναι καὶ περὶ τῶν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ ἐκ τῆς τῶν ἀρρένων ἐπιστρεφόντων πλάνης. εἰκότως οὖν κατὰ τοὺς Ἑβδομήκοντα ἐν ἀρχῇ τῆς περικοπῆς ὁ λόγος ‹ἐμακάριζε τοὺς ἔχοντας› «ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ», ταύτῃ δῆλον δ᾽ ὅτι τῇ καινῇ Σιὼν καὶ τῇ νέᾳ Χριστοῦ Ἰερουσαλήμ, ἐν ᾗ τὸ σπέρμα τῶν πάλαι μακαρίων ἀνδρῶν ἐξανθῆσαν, ἐκαρποφόρησεν ὡς τὴν σύμπασαν οἰκουμένην τῆς ἐξ αὐτῶν εὐλογίας πληρωθῆναι.

διὸ περὶ αὐτῶν οἱ πάλαι τοῦ θεοῦ μακάριοι προφῆται θεσπίζοντες ἔλεγον· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». ἀλλ᾽ οὐ γεγόνασιν οἱ ταῦτα λέγοντες ἄσποροι καὶ ἄγονοι καὶ ἄκαρποι ‹ὡς Σόδομα καὶ ὡς Γόμορρα›· διὸ μακαρίζονται ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τοιαῦτα ‹σπέρματα› τοιούτους «οἰκείους» κτησάμενοι. διὸ εἴρηται· «Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ». πολλαχοῦ δὲ τῆς προκειμένης προφητείας εὑρήσεις προϊὼν τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τοῦτον χρηματίζουσαν τὸν τρόπον.

Θεσπίσας ὁ λόγος τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ τὴν «μετὰ κρίσεως» ὀρθῆς ἐπιστασίαν διὰ τοῦ εἰπεῖν· «ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν», εἶτ᾽ ἐπισυνάψας τῶν ἐθνῶν τὴν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν τῷ ἐκ περιτομῆς λαῷ ⌜διὰ τῶν προκειμένων προσφωνεῖ παρακελευόμενος ἀποκλάεσθαι καὶ κόπτεσθαι καὶ θρηνεῖν ὡς ἂν ‹ἐκπεσόντι τῆς τοῦ θεοῦ χάριτος› διὰ τὴν εἰς τὸν θεὸν ἀπιστίαν αὐτῶν· διαβάλλων δὲ τὸ ἄνανδρον τῆς ψυχῆς αὐτῶν καὶ τὸ τεθηλυμμένον 〈γυναῖκας〉 αὐτοὺς ἀποκαλεῖ. φησὶ δὲ τὰς συναγωγὰς αὐτῶν δηλοῦσθαι διὰ τῆς φασκούσης προφητείας·⌝ 〈γυναῖκες πλούσιαι, ἀνάστητε〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈γυναῖκες εὐθηνοῦσαι〉· καὶ γὰρ ἦσαν ὡς ἀληθῶς πάλαι ποτὲ ‹κατὰ θεὸν πλουτοῦσαι› καὶ 〈εὐθηνοῦσαι〉. εἰ μὴ ἄρα 〈πλουσίας〉 αὐτὰς λέγει καὶ 〈εὐθηνούσας〉 διὰ τὸ δοκεῖν ἐν σωματικῷ πλούτῳ περιττεύειν καὶ τρυφᾶν, ⌜παρακελεύεται τοίνυν αὐταῖς ὁ λόγος μὴ ὑπτίως μηδὲ παρέργως προσέχειν τοῖς λεγομένοις, διεγηγερμένως δὲ καὶ συντεταγμένως.⌝ διό φησιν· 〈ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου〉. μήτι δὲ καὶ ὡς πεσούσαις προστάττει διαναστῆναι;

ἀντὶ δὲ τοῦ· 〈θυγατέρες ἐν ἐλπίδι〉, οἱ λοιποὶ ἑρμηνευταὶ συμφώνως 〈θυγατέρες πεποιθυῖαι〉 εἰρήκασιν· ἐδόκουν γὰρ εἰσέτι τότε ὡς ἂν 〈πλούσιαι〉 τυγχάνουσαι καὶ 〈εὐθηνοῦσαι〉 μέγα φρονεῖν καὶ 〈πεποιθέναι〉 ἐπὶ τῷ πλούτῳ. ⌜εἴποις δ᾽ ἂν τὰς μὲν πρώτας 〈γυναῖκας〉 σημαίνειν τὰς ἐπὶ τῶν παλαιῶν χρόνων παρὰ Ἰουδαίοις συνόδους καὶ τὰ πλήθη τὰ ἐν αὐταῖς συναγόμενα, τὰς δὲ 〈θυγατέρας〉 τὰς ἐν τοῖς ὕστερον χρόνοις ὑποστησομένας τῶν αὐτῶν συναγωγάς.⌝ Καὶ δὴ προστάττει ὁ λόγος ἀμφοτέροις τοῖς εἰρημένοις τάγμασι συντεταμένως καὶ μετὰ προσοχῆς 〈ἀκοῦσαι〉 τῶν ἐπιφερομένων, δι᾽ ὧν διδάσκει προσήκειν αὐταῖς μνείαν ποιήσασθαι 〈ἐνιαυτοῦ〉 τινος 〈ἡμερῶν〉 καὶ τοῦτο πρᾶξαι 〈μετὰ ὀδύνης〉 πρὸς τῷ καὶ 〈ἐλπίδα〉 ὑπογράψαι ἑαυταῖς ἀγαθήν. ⌜〈ἐνιαυτὸν〉 δὲ ὁ προφητικὸς λόγος τὸν χρόνον τοῦ κηρύγματος τοῦ εὐαγγελικοῦ, καθ᾽ ὃν ὁ σωτὴρ καὶ κύριος ἡμῶν συνὼν ἀνθρώποις ἐκήρυττε, διδάσκει.⌝ ⌞καὶ τοῦτο δῆλον ἀπὸ τοῦ ἑξῆς ἐκ προσώπου τοῦ Χριστοῦ λέγεσθαι· «πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτόν».⌟ τούτου δὴ οὖν τοῦ 〈ἐνιαυτοῦ μνείαν ποιήσασθαι〉 βούλεται τὰς εἰρημένας καὶ τοῦτο πρᾶξαι 〈μετὰ ὀδύνης〉 κατανυττομένας ἐφ᾽ οἷς τετολμήκασιν, ἀλλὰ καὶ 〈μετὰ ἐλπίδος〉 ἀγαθῆς τοῦτο ποιεῖν διὰ τὴν τοῖς μεταμελομένοις ἐφ᾽ οἷς ἔπραξαν ἐπηγγελμένην 〈ἐλπίδα〉.

ὅτε μὲν οὖν ὑπῆρχεν «ἀμπελὼν κυρίου ὁ οἶκος τοῦ Ἰσραὴλ καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον», πολὺς ἦν ὁ παρ᾽ αὐτοῖς 〈τρυγητός〉, λέγω δὲ ὅτε συνειστήκει ὁ νεὼς καὶ τὸ θυσιαστήριον, ἐξ ἅπαντός τε τοῦ ἔθνους ὥσπερ ἐξ ἀμπελῶνος τὰ δῶρα καὶ αἱ κατὰ νόμον θυσίαι προσεφέροντο. νυνὶ δέ φησιν· 〈ἀνήλωται ὁ τρυγητὸς καὶ πέπαυται〉. εἰ δὲ καὶ ἄλλοτέ ποτε παυσάμενος οὗτος ὁ 〈τρυγητὸς〉 κατὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν αὖθις ἀνελήφθη ἀνανεωθέντος τοῦ τόπου, ἀλλὰ νῦν μὲν μανθάνετε, ὅτι 〈οὐκέτι μὴ ἔλθῃ〉· ἅπαξ γὰρ 〈ἀνήλωται καὶ πέπαυται〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈συνετελέσθη〉 φησὶ 〈τρυγητός, ἐκηρύχθη ἵνα μὴ ἔλθῃ〉.

Τί οὖν χρὴ ἐπὶ τούτῳ πράττειν ὑμᾶς τὰς προλεχθείσας, ἐπιφέρει λέγων· 〈ἔκστητε, λυπήθητε, αἱ πεποιθυῖαι〉. ⌜ἁψάσθω φησὶν ὑμῶν «ἡ κατὰ θεὸν λύπη», καὶ τῆς προτέρας ἀπιστίας 〈ἔκστητε〉 ἐπιδοῦσαι ἑαυτὰς ‹εἰς μετάνοιαν›· «ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται».⌝ διὸ ‹καρποὺς μετανοίας› τοῖς ἔργοις ἐνδείξασθε ἀποδυσάμεναι τὴν τοῦ πλούτου περιβολήν, τῆς τε τρυφῆς καὶ τῆς εὐθηνίας ἑαυτὰς ἀπογυμνώσασαι, ἀνδρικῷ δὲ σχήματι 〈περιζωσάμεναι τὰς ὀσφὺς κόπτεσθε〉 τὴν καταλαβοῦσαν ἐρημίαν τὸν πάλαι ὑμῶν ‹ἐπιθυμητὸν ἀμπελῶνα›. τί δὲ πέπονθεν ὁ 〈ἀγρὸς〉 καὶ τί ἡ 〈ἄμπελος〉 ἡ πολυφόρος, ἑξῆς ἐπιλέγει· ἡ 〈γῆ τοῦ λαοῦ ἄκανθα καὶ χόρτος ἀναβήσεται〉. ⌞τοῦτο δὲ ἐδήλου διὰ τῶν ἔμπροσθεν εἰπών· «καὶ ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας». καὶ ταύτας διερμηνεύων ἐπῆγε λέγων· «ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν».⌟ ⌜ἐπὶ τούτοις τοιγαροῦν 〈κόπτεσθαι〉 παρεκελεύετο καὶ μάλιστα διὰ τὴν ἐπιφερομένην ἀπειλήν,⌝ δι᾽ ἧς εἴρηται· 〈ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται〉. καὶ ἡ πάλαι 〈πλουσία πόλις〉 αὕτη, 〈οἶκοι〉 ἔρημοι 〈καταλειφθήσονται〉, ὅτε 〈πλοῦτος〉 τῆς 〈πόλεως〉 καὶ τὰ σεμνὰ καὶ τὰ 〈ἐπιθυμητὰ〉 τοῦ ἱεροῦ 〈οἴκου καταλειφθήσονται〉 ὑπὸ τοῦ θεοῦ.

καὶ γενήσεται δέ φησιν ἡ πάλαι γαυριῶσα καὶ τοῦ θεοῦ χρηματίζουσα πόλις οἰκητήριον 〈ὄνων ἀγρίων καὶ βοσκήματα ποιμένων〉, ἢ κατὰ τὸν Ἀκύλαν· 〈βοσκήματα ἀγελῶν〉. ⌜τίς δὲ ὁρῶν μετοίκους ἄνδρας οἰκοῦντας τὴν Ἰερουσαλὴμ εἰδωλολάτρας τε ἐκ διαφόρων ἐθνῶν συνειλεγμένους, οὐκ ἂν εὐλόγως εἴποι 〈ὄνους ἀγρίους〉 καὶ διαφόρους 〈ἀγέλας〉 καταβόσκεσθαι αὐτήν; διὸ λέλεκται· 〈εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων〉.

Διὰ ταῦτα τοιγαροῦν προσέταξεν ὑμῖν ὁ λόγος ἰσχυρὸν ποιεῖσθαι κοπετὸν καὶ τῷ θρήνῳ παραμένειν ἐπὶ τοσοῦτον, 〈ἕως ἂν ἐπέλθῃ ἐφ᾽ ὑμᾶς πνεῦμα ἀφ᾽ ὑψηλοῦ〉,⌝ ἢ κατὰ τὸν Σύμμαχον· 〈ἀνάψυξις ἐξ ὕψους〉· ἔστι μὲν γὰρ διαφορὰ πνευμάτων, πλὴν οὐδὲν ὑμᾶς ἀνακτήσασθαι δύναται καὶ ἀναπαῦσαι τοῦ θρήνου καὶ τοῦ κοπετοῦ ἢ τὸ 〈ἐξ ὕψους〉 καταπεμπόμενον 〈πνεῦμα〉 εἴγε 〈ἐπέλθοι ἐφ᾽ ὑμᾶς〉. ⌜τοῦτο δὲ ἦν περὶ οὗ ἔφασκεν ὁ σωτήρ· «ἰδοὺ ἐγὼ ἀπέρχομαι καὶ ἀποστέλλω ὑμῖν τὸν παράκλητον, τὸ 〈πνεῦμα〉 τῆς ἀληθείας», καὶ πάλιν· «ἕως ἂν λάβητε 〈ἐξ ὕψους〉 δύναμιν». ἐπεὶ τοίνυν· «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται», καί· «μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται», εἰκότως ταῖς προλεχθείσαις, εἰ διὰ θρήνου καὶ κλαυθμοῦ καὶ κοπετοῦ τὴν μετάνοιαν ἐνεδείξαντο, ἐπαγγελίαν δίδωσιν ἀγαθὴν τὴν διὰ τοῦ ἁγίου πνεύματος.⌝ εἶτα πάλιν τὰ ἀνωτέρω λελεγμένα διαφόρως ἑρμηνεύει λέγων· 〈καὶ ἔσται ἔρημος ὁ Χερμέλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ ἔσται〉 φησὶν 〈ἔρημος ὁ Κάρμηλος, ὁ δὲ Κάρμηλος εἰς δρυμὸν λογισθήσεται〉. ἐλέγετο δὲ καὶ διὰ τῶν ἔμπροσθεν· «οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμέλ, καὶ τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται.

καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται· καὶ ἀγαλλιάσονται πτωχοὶ 〈διὰ〉 κυρίου 〈ἐν〉 εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης», κατὰ δὲ τὸν Σύμμαχον· «ἔτι βραχύ» φησι «καὶ ἔσται Λίβανος εἰς Κάρμηλον, ὁ δὲ Κάρμηλος εἰς δρυμὸν λογισθήσεται». δι᾽ ὧν ⌜Λίβανος μὲν τὸ ὄρος τὸ ἐπὶ τῆς Φοινίκης ἐδήλου τὰ ἔθνη, Κάρμηλος δὲ τὸ ὄρος τὸ ὑπὸ Ἰουδαίοις ὂν πρότερον τὸν ἐκ περιτομῆς λαόν, ὅθεν καὶ ἑρμηνεύεται ὁ Χερμέλ, δηλαδὴ ὁ Κάρμηλος, ἐπίγνωσις περιτομῆς. τὸν Λίβανον τοίνυν, τὸν ἀλλόφυλον καὶ τὸν ἀλλογενῆ λαὸν τὸν ἐξ ἐθνῶν μεταβληθέντα ἔσεσθαί φησιν, ὁποῖος ἦν ὁ πάλαι παρὰ τῷ θεῷ τετιμημένος λαὸς ὁ ἐκ περιτομῆς, αὐτὸν δὲ τὸν ἐκ περιτομῆς λαὸν Χερμὲλ ἢ Κάρμηλον ὀνομαζόμενον 〈εἰς δρυμὸν λογισθήσεσθαι〉. τοῦτο τοίνυν καὶ ἐν τοῖς μετὰ χεῖρας σημαίνει φάσκων ὁ λόγος.⌝ ⌞κατὰ τὸν Σύμμαχον· 〈καὶ ἔσται ἡ ἔρημος εἰς Κάρμηλον〉· ὡς γὰρ ἐκεῖ ὁ Λίβανος εἰς Κάρμηλον ἐλέγετο μεταβαλεῖσθαι, οὕτως ἐνταῦθα ἡ 〈ἔρημος〉, ἵν᾽ ᾖ ταῦτα ἡ 〈ἔρημος〉 καὶ ὁ Λίβανος οὕτω δηλουμένης τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ἥτις μεταβέβληται εἰς Κάρμηλον.

ὥσπερ γὰρ ἦν πάλαι πρότερον «μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ», ὅ τε Κάρμηλος ἦν ἐπίγνωσιν ἔχων περὶ ταύτης, οὕτως ὁ Λίβανος καὶ ἡ πάλαι 〈ἔρημος〉 ἐπὶ τὸ κρεῖττον μεταβαλοῦσα γέγονε ‹μερὶς τοῦ θεοῦ›. ὡς αὖ πάλιν ὁ 〈Κάρμηλος εἰς δρυμὸν ἐλογίσθη, δρυμὸς〉 δέ ἐστι χωρίον φυτῶν ἀγρίων καὶ ἀκάρπων πλήρης. διὸ σύνηθές ἐστι τῇ θείᾳ γραφῇ ‹τὰ ἔθνη τὰ τὸν θεὸν οὐκ εἰδότα› 〈δρυμὸν〉 ὀνομάζειν ὡς πολλάκις ἀπεδείξαμεν.⌟ Εἶθ᾽ ἑξῆς ὡς ἂν ἤδη μεγάλων ἀγαθῶν ἠξιωμένη τῇ 〈ἐρήμῳ〉 ἐπαγγέλλεται τὰ ἐπιφερόμενα λέγων· 〈καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει〉· ποίῳ δὲ 〈Καρμήλῳ〉 ἢ αὐτῇ τῇ 〈ἐρήμῳ〉, περὶ ἧς ἐλέγετο· 〈καὶ ἔσται ἡ ἔρημος〉 εἰς 〈Κάρμηλον. κρίμα〉 τοίνυν 〈καὶ δικαιοσύνην ἀναπαύσεσθαι καὶ κατοικήσειν〉 ἐπαγγέλλεται 〈ἐν τῇ〉 πάλαι 〈ἐρήμῳ〉. διὸ καὶ τῆς ἀνωτέρω προφητείας ἐλέγετο· «ἔτι μικρὸν καὶ μετατεθήσεται ὁ 〈Λίβανος〉 ὡς τὸ ὄρος τὸ 〈Χερμέλ〉». καὶ ἑξῆς ἐπεφέρετο ἡ τῶν ἀπίστων ἐθνῶν εἰς τὸν θεὸν ἐπιστροφὴ διὰ τοῦ· «καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται» καὶ τὰ ἑξῆς.