Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Η ίδρυση της Εκκλησίας, η θεία κρίση και η ανακαίνιση της ερήμου (Ησ. 33-35)

Η αποστολική σπορά του Ευαγγελίου, η κατάργηση του μωσαϊκού νόμου, η εκδίκηση κατά των ασεβών δυνάμεων και η θαυμαστή άνθηση της Εκκλησίας των εθνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 12 από 25

οὕτως οὖν καὶ ἐνταῦθα τὰ ὅμοια ἐκείνοις ἐπάγει φάσκων ἐν τῇ πάλαι 〈ἐρήμῳ ἀναπαύσεσθαι κρίμα καὶ δικαιοσύνην〉, ἔσεσθαι ἐν αὐτῇ 〈ἔργα δικαιοσύνης〉, ἀλλὰ καὶ 〈ἔσονταί〉 φησιν 〈ἐν τῇ ἐρήμῳ〉 ταύτῃ 〈πεποιθότες ἕως τοῦ αἰῶνος· καὶ οἰκήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης〉. ⌜ἀντὶ γὰρ τῆς καθαιρεθείσης πόλεως τῆς μεγάλης ἐκείνης καὶ γαυριώσης ἑτέραν τῷ θεῷ συστήσεσθαι 〈πόλιν〉, τὴν ἀπὸ περάτων ἕως περάτων καθολικὴν ἐκκλησίαν καὶ τὸ ἐν αὐτῇ θεοσεβὲς πολίτευμα θεσπίζει.⌝ κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ ἑδρασθήσεταί〉 φησιν ὁ 〈λαός μου ἐν οἰκίᾳ εἰρήνης〉, οὐκέτι τοῦ Ἰσραὴλ ἐνταῦθα οὐδὲ τοῦ Ἰακὼβ μνημονευομένου, ἀλλὰ τοῦ θεοῦ τοῦ κατοικήσαντος ἐν τῇ καινῇ 〈πόλει〉 τῆς 〈εἰρήνης〉, ἐν ᾗ 〈κατοικήσειν τὸν λαὸν αὐτοῦ〉 φησι 〈πεποιθὼς καὶ ἀναπαύεσθαι μετὰ πλούτου〉. τὸν δὲ τῆς ἐκκλησίας 〈πλοῦτον〉 σημαίνει λέγων ὁ Ἀπόστολος· «Εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει».

Εἶτα ἐπειδὴ ἐν τοῖς ἀνωτέρω τὴν ‹ὀργὴν› τοῦ θεοῦ τοῖς ἀσεβέσιν ἐπελεύσεσθαι κατὰ τὸν τῆς κρίσεως καιρὸν ἐδήλου φάσκων· «μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς πυρὸς κατεσθιούσης κεραυνώσει βιαίως καὶ ὡς 〈χάλαζα〉 συγκαταφερομένη βίᾳ», εἰκότως ἐπὶ τοῦ παρόντος ἐπιφέρει περὶ τῶν μετὰ χεῖρας μακαριζομένων τό· ἡ 〈δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ᾽ ὑμᾶς ἥξει, ἀλλὰ καὶ οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς ἔσονταί〉 φησι 〈πεποιθότες ὡς ἐν τῇ πεδινῇ〉. ὁρᾷς ὅπως τοῖς ἀνημέροις καὶ ἀκάρποις φυτοῖς τοῦ 〈δρυμοῦ〉 ἐλπίδας ὑπογράφει ἀγαθὰς ὡς μηκέτι εἶναι τὰς τοιάσδε ψυχὰς 〈ἐν δρυμοῖς〉, ἀλλ᾽ ἐν πεδιάδι καὶ ὁμαλῇ καὶ γεωργουμένῃ χώρᾳ ὥστε θαρρεῖν καὶ 〈πεποιθέναι〉 ἐπὶ τῇ ἑαυτῶν καρποφορίᾳ.

Ταῦτα θεσπίσας ὁ λόγος ἑξῆς καὶ ἀκολούθως μακαρίζει τοὺς τὴν ἐρημίαν ταύτην γεωργήσαντας. διὸ λέγει· 〈μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ〉. ⌜μακαρίζει δὲ διὰ τούτων τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν καὶ τοὺς πρώτους κήρυκας τοῦ εὐαγγελίου τοὺς καὶ Ἰουδαίοις καὶ Ἕλλησι κηρύξαντας καὶ τὸν σπόρον αὐτῶν καταβαλλομένους ἐπὶ πάντα ἄνθρωπον ‹Ἰουδαῖόν τε πρῶτον καὶ Ἕλληνα›. 〈βοῦς〉 μὲν γὰρ διὰ τοὺς πατέρας ὡσανεὶ καθαρὸν ζῷον ὁ ἐκ περιτομῆς λαὸς ὠνόμασται, 〈ὄνος〉 δὲ ὡσανεὶ ἀκάθαρτος ἐκ πατέρων ὁ εἰδωλολατρῶν λαός. ἐπεὶ τοίνυν ‹Ἰουδαίοις πρώτοις, ἔπειτα Ἕλλησιν› τὸν εὐαγγελικὸν κατεβάλλοντο σπόρον οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, εἰκότως εἴρηται· 〈μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. ὕδωρ〉 δὲ ἐνταῦθα ᾐνίξατο τὴν θεόπνευστον γραφὴν ὑπὸ Ἰουδαίων καὶ τοῦ ἐξ ἐθνῶν λαοῦ 〈πατουμένην〉.⌝ Ἀλλ᾽ ἐγὼ μέν φησιν ὁ προφήτης 〈μακαρίους〉 ὑμᾶς ἡγοῦμαι, ὁρῶ δὲ ἑτέρους ταλανίζοντας ὑμᾶς καὶ 〈ταλαιπώρους〉 ἀποκαλοῦντας, λέγω δὲ τοὺς διώκτας ὑμῶν.

διὸ περὶ αὐτῶν φημι· 〈Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς〉, καὶ 〈οὐαὶ〉 αὐτοῖς ἀληθῶς, ὅτι 〈ὑμᾶς οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς〉 νομίζει μὲν ἀνθρώπους 〈ἀθετεῖν〉, ἀλλ᾽ «ὑμᾶς οὐκ 〈ἀθετεῖ〉», ἀλλὰ «τὸν ἀποστείλαντα» ὑμᾶς. ⌜τούτοις δὲ ἀδελφὰ τυγχάνει τὰ δι᾽ ὧν ὁ σωτὴρ τοῖς ἑαυτοῦ μαθηταῖς ἔλεγεν· «ὁ ὑμᾶς 〈ἀθετῶν〉 ἐμὲ 〈ἀθετεῖ〉, καὶ ὁ ἐμὲ 〈ἀθετῶν ἀθετεῖ〉 τὸν ἀποστείλαντά με».⌝ ⌞δύο γὰρ ὄντων ταγμάτων, ὡς ἂν εἴποι τις κατὰ τοὺς καιροὺς τῶν διωγμῶν, τῶν μὲν δρώντων, τῶν δὲ πασχόντων, μακάριος ἂν εἴη ὁ πάσχων, ἀλλὰ μὴ δρῶν· ἄθλιος δὲ ὁ δρῶν, ἀλλὰ μὴ πάσχων.⌟ 〈οὐαὶ〉 δὲ τοῖς αὐτοῖς ἔσται καὶ ἄλλως, ἐπειδὴ 〈ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται〉 τῷ παραλαμβάνοντι τοὺς ἀποβλήτους τοῦ θεοῦ γινομένους, ὃς παραλαβὼν τὰς ψυχὰς αὐτῶν οὕτως διαφθείρῃ ὡς ἑξῆς ἐπιλέγεσθαι τό· 〈καὶ ὡς σὴς ἐφ᾽ ἱματίῳ οὕτως ἡττηθήσονται〉.

Μακαρίσας ὁ προφητικὸς λόγος τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν ‹Ἰουδαίοις ἅμα καὶ Ἕλλησι› τὰ οὐράνια καὶ εὐαγγελικὰ σπέρματα ‹κατασπείραντας›, ταλανίσας δὲ τοὺς ‹ἀθετήσαντας› καὶ ὥσπερ ἀναθεματίσας αὐτοὺς ⌜ἐξ αὐτῶν προσώπου τῶν ἀποστόλων εὐχὴν ἀναπέμπει τὴν λέγουσαν· 〈κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν〉· τῶν μὲν γὰρ 〈ἀπειθησάντων〉 τῷ εὐαγγελικῷ κηρύγματι τὸ 〈σπέρμα〉 παρεδόθη 〈ἀπωλείᾳ, ἡμῶν〉 δὲ 〈σωτηρία〉 σὺ αὐτὸς τυγχάνεις, ὦ κύριε, παριστάμενος ἡμῖν 〈ἐν καιρῷ θλίψεως〉.⌝ ⌜Εἶτα περὶ τῶν ἀπιστησάντων τῷ ἀποστολικῷ κηρύγματι ἐπιλέγει· 〈διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ καὶ διεσκορπίσθησαν ἔθνη〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈ἀπὸ φωνῆς ὄχλου〉, καὶ κατὰ τὸν Θεοδοτίωνα· 〈ἀπὸ φωνῆς πλήθους ἀνεχώρησαν λαοί〉. σημαίνει δὲ τὴν πολιορκίαν τοῦ Ἰουδαίων ἔθνους καὶ ὡς πολυπληθείας πολεμίων ἐπελθούσης αὐτοῖς 〈ἐξέστησαν〉 τῆς ἑαυτῶν γῆς 〈καὶ διεσκορπίσθησαν〉 εἰς τὰ 〈ἔθνη〉.⌝ ἀντὶ δὲ τοῦ· 〈ἀπὸ τοῦ φόβου σου〉, ὁ Σύμμαχος 〈ἀπὸ τοῦ ὑψωθῆναί σε διεσπάρησαν〉 εἴρηκεν, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων· 〈ἀπὸ ὑψώσεώς σου διεσκορπίσθησαν〉.

εἶτα ὡς πρὸς αὐτοὺς 〈διασκορπισθέντας〉 εἰς τὰ 〈ἔθνη〉 ἐπιλέγει· 〈νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν〉, ⌜τὸ εὐχείρωτον καὶ εὐάλωτον τοῦ Ἰουδαίων ἔθνους παριστάς, τό τε πλῆθος αὐτῶν 〈ἀκρίσι〉 παραβάλλων.⌝ ἀλλὰ καὶ 〈ἐμπαίξουσιν ὑμῖν〉 πρὸς αὐτοὺς λεγόμενον ⌜σημαίνει ὡς οἱ πολέμιοι ἀντὶ παιγνίας αὐτοὺς ἕξουσιν οὐ μόνον τὰ 〈σκῦλα〉 αὐτῶν διαρπάσαντες 〈μικροῦ καὶ μεγάλου〉, ἀλλὰ καὶ αὐτοῖς 〈ἐμπαίξοντες〉.⌝ ⌜Ταῦτα περὶ τούτων εἰπὼν μεταβαίνει ἐπὶ τὸ τάγμα τῆς τοῦ θεοῦ ἐκκλησίας, ἐφ᾽ ᾧ καὶ δοξάζει τὸν θεὸν λέγων· 〈ἅγιος ὁ θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς,⌝ ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης〉. ⌜νοήσεις δὲ τὴν Σιὼν ἀπὸ τοῦ λέγεσθαι 〈κρίσεως καὶ δικαιοσύνης〉 πεπληρῶσθαι αὐτήν. ἐν δὲ τοῖς ἀνωτέρω ἐλέγετο· «καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ 〈κρίμα καὶ δικαιοσύνη〉». τὴν ἀνωτέρω τοίνυν 〈ἔρημον〉 ὠνομασμένην νῦν 〈Σιὼν〉 ἀποκαλεῖ, οὕτω τὴν ἐκκλησίαν τοῦ Χριστοῦ σημαίνων· αὕτη γὰρ ἦν ἡ πάλαι ‹〈ἔρημος〉, ἐν ᾗ ἀνεπαύσατο 〈κρίμα καὶ δικαιοσύνη〉›.

διὸ εὐλογεῖται νῦν ὁ θεός, ὅτι 〈ἐνεπλήσθη κρίσεως καὶ δικαιοσύνης〉.⌝ Εἶτά φησιν· 〈ἐν νόμῳ παραδοθήσονται· ⌜νόμῳ〉 γὰρ καινῷ, δηλαδὴ τῷ εὐαγγελικῷ οἱ ἐν τῇ καινῇ ταύτῃ Σιὼν 〈παρεδόθησαν〉.⌝ ἀλλὰ καὶ 〈ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν〉· ⌜ποίοις δὲ 〈θησαυροῖς〉 ἢ ‹τοῖς ἀποκειμένοις ἐν οὐρανῷ›;⌝ ἀντὶ δὲ τοῦ· 〈ἐν νόμῳ παραδοθήσονται〉, ὁ Σύμμαχος· 〈καὶ ἔσται〉 φησὶν ἡ 〈πίστις τοῦ καιροῦ σου πλοῦτος σωτηρίας, σοφία καὶ γνῶσις, φόβος κυρίου, αὐτὸς ὁ θησαυρὸς αὐτοῦ〉. ἀνθ᾽ οὗ οἱ Ἑβδομήκοντα πεποιήκασιν· 〈ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν θεόν〉· πάντα γὰρ ταῦτα ἐξ ἀνθρώπων ὥσπερ τις θυσία λογικὴ καὶ εὐπρόσδεκτος ἀναφέρεται πρὸς τὸν θεόν, καὶ ταῦτα αὐτὰ ἡ ἐν ἀνθρώποις 〈σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια θησαυροί εἰσι δικαιοσύνης〉. διὸ ἐλέγετο· 〈ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν〉. ⌜Μετὰ ταῦτα εἰς αὐτῶν πρόσωπον τῶν ἀποστόλων λέγεται· 〈ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε, βοήσονται ἀφ᾽ ὑμῶν〉· ἐπιπεσεῖται γὰρ ἐπὶ τοὺς ἀπίστους ὁ ὑμέτερος φόβος,⌝ καὶ 〈βοήσουσιν〉 ἡττώμενοι οἱ πάλαι ὑμῖν νομιζόμενοι φοβεροί.

κατὰ δὲ τὸν Σύμμαχον· 〈ἰδοὺ ὀφθήσομαι αὐτοῖς, ἔκραξαν ἐκτενῶς〉· τίνες δὲ 〈ἔκραξαν ἐκτενῶς〉, ἐπιλέγει ἑξῆς· 〈ἄγγελοι εἰρήνης πικρῶς ἔκλαυσαν〉, καὶ κατὰ τὸν Ἀκύλαν· 〈ἰδού〉 φησιν 〈ὁραθήσομαι αὐτοῖς, βοήσω ἐκτενῶς, ἄγγελοι εἰρήνης πικρῶς κλαύσονται〉, καὶ κατὰ τὸν Θεοδοτίωνα· 〈ἰδοὺ ὀφθήσομαι αὐτοῖς, ἐβόησαν ἐκτενῶς, ἄγγελοι εἰρήνης πικρῶς κλαύσονται〉. κατὰ πάντας τοίνυν τό· 〈ἰδοὺ ὀφθήσομαι αὐτοῖς〉, σαφῶς εἴρηται ⌜τοῦ λόγου παριστῶντος τὸν θεὸν 〈ὀφθήσεσθαι αὐτοῖς〉· τίσι 〈δὲ αὐτοῖς〉 ἢ τοῖς θησαυρίσασιν ἑαυτοῖς τοὺς 〈τῆς δικαιοσύνης καὶ τῆς σοφίας θησαυρούς〉; τούτοις φησὶν 〈ὀφθήσομαι〉· ἦσαν δὲ οὗτοι οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, οἷς ἐγὼ μὲν ‹ὤφθην›. οἱ δὲ 〈ἔκραξαν ἐκτενῶς ἄγγελοι εἰρήνης〉, διὸ καὶ 〈πικρῶς ἔκλαυσαν βοῶντες〉 ἐν εὐχαῖς 〈ἐκτενῶς〉 ὑπὲρ τῆς ἀπωλείας τοῦ προτέρου λαοῦ· ἦσαν γὰρ οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν 〈ἄγγελοι πικρῶς κλαίοντες〉 καὶ πενθοῦντες διὰ τὸ μὴ πείθεσθαι μηδὲ πιστεύειν αὐτοῖς τοὺς δι᾽ αὐτῶν κεκλημένους ἐπὶ τὴν τοῦ Χριστοῦ 〈εἰρήνην〉.⌝ διὸ καὶ αὐτὸς ὁ σωτὴρ ἀποκλαυσάμενος τὴν Ἰερουσαλὴμ ἔλεγεν· «εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς 〈εἰρήνην〉 σου»· οὕτω τοίνυν καὶ 〈ἄγγελοι τῆς εἰρήνης πικρῶς ἔκλαυσαν〉 ἀποδυρόμενοι αὐτῶν τὴν ἀπώλειαν.

Διὸ ἐπιλέγει· 〈ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσεσθε αὐτοὺς ἀνθρώπους〉. ἃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· 〈ἠφανίσθησαν ὁδοί· ἐπαύσατο ὁ διοδεύων τρίβον, διεσκόρπισε διαθήκην, ἀπώσατο πόλεις, οὐκ ἐλογίσατο ἀνθρώπους〉. τὸ δέ· 〈πέπαυται ὁ φόβος τῶν ἐθνῶν〉 οὔτε ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει οὔτε ἐν τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. ἀλλ᾽ ὅτι 〈ἐπαύσαντο αἱ ὁδοὶ〉 τοῦ ἐκ περιτομῆς λαοῦ καὶ ὅτι ἡ 〈πρὸς αὐτοὺς διαθήκη αἴρεται〉 ἡ διὰ Μωσέως αὐτοῖς παραδοθεῖσα καὶ ὅτι οὐδεὶς 〈οὐκέτι αὐτοὺς εἰς ἀνθρώπους λογιεῖται〉.

Εἶτα μετ᾽ αὐτὰ ἐπιλέγει· 〈ἐπένθησεν ἡ γῆ〉, ἀκολούθως διὰ τὰ περὶ αὐτῆς εἰρημένα 〈ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών· φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Χερμέλ〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈ἔκλαυσεν, ἠσθένησεν ἡ γῆ, κατῃσχύνθη ὁ Λίβανος, ἀχρεῖος ἐγένετο ὁ Σαρὼν ὡσεὶ ἄβατος καὶ ἐξέτειναν ὁ Βασὰν καὶ ὁ Κάρμηλος〉. ταῦτα πάντα τῆς Ἰουδαίας χώρας μέρη τυγχάνει, ὁ Κάρμηλος λέγω καὶ ἡ καλουμένη Βασὰν καὶ ἡ Γαλιλαία καὶ ὁ Σαρὼν καὶ ὁ Λίβανος δὲ ἐν τοῖς προκειμένοις μεταξὺ τοῦ Σαρὼν καὶ τοῦ Βασὰν καὶ τοῦ Καρμήλου καὶ τῆς Γαλιλαίας παρεμβεβλημένος ἰδίως ἐπὶ τοῦ παρόντος νοεῖται ἐπὶ τῆς Ἰερουσαλὴμ διὰ τὴν θυσίαν τὴν ἐν αὐτῇ ἀναπεμπομένην, ἐν ᾗ καὶ λίβανος προσεφέρετο κατὰ τὸν Μωϋσέως νόμον. καὶ δὴ 〈κατῃσχύνθαι〉 φησὶ 〈τὸν Λίβανον〉 ὡσεὶ σαφέστερον ἔλεγε τὴν θυσίαν καὶ τὸ θυσιαστήριον διὰ τὴν καθαίρεσιν τῆς κατὰ τὸν Μωϋσέως νόμον λατρείας. καὶ ἐν ἑτέροις δὲ ἡ Ἰερουσαλὴμ 〈Λίβανος〉 ὠνομάσθη, ὡς ἐν τῷ Ζαχαρίᾳ εἴρηται· «διάνοιξον, ὁ 〈Λίβανος〉, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου». καὶ ὁ Ἰεζεκιὴλ δέ φησιν· «ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν 〈Λίβανον〉 καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου».

εἶτα ἑρμηνεύων τὴν τοῦ λόγου διάνοιαν ἐπιλέγει, ὅταν ἔλθῃ ὁ Ναβουχοδονόσορ εἰς Ἰερουσαλὴμ δηλαυγῶς τὸν μὲν ἀετὸν διασαφῶν εἶναι τὸν τῶν Βαβυλωνίων βασιλέα, τὸν δὲ Λίβανον τὴν Ἰερουσαλήμ. ἀλλὰ καὶ ἡ χώρα φησὶν ἡ καλουμένη 〈Σαρὼν ἢ Ἀσσαρὼν ἕλη〉 φησὶν 〈ἐγένετο 〈ἢ〉 ἀχρεῖος〉, δι᾽ οὗ σημαίνει τὰ πιότατα χωρία τοῦ Ἰουδαίων ἔθνους, δηλαδὴ τὰ ἐν ταῖς ψυχαῖς αὐτῶν νοούμενα ἀφανισθήσεσθαι. τὸ δέ· 〈φανερὰ ἔσται ἡ Γαλιλαία〉, εἴρηται διὰ τὰ περὶ αὐτῆς ἐν τοῖς ἔμπροσθεν προφητευθέντα κατὰ τὸ «〈Γαλιλαία〉 τῶν ἐθνῶν»· «ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς»· διὰ ταῦτα γὰρ 〈φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Χερμὲλ〉 δὲ ὁμοίως 〈φανερὸς ἔσται〉 φησίν. ποῖος δὲ οὗτος ἢ περὶ οὗ ἐλέγετο ἀνωτέρω· «καὶ ἔσται ἡ ἔρημος ὡς ὁ 〈Χερμέλ〉»; αὕτη οὖν «ἡ ἔρημος» γενομένη «ὡς ὁ 〈Χερμὲλ〉» μετὰ καὶ τῆς 〈Γαλιλαίας φανερὰ ἔσται〉. ⌜Ὁ μὲν οὖν φιλάνθρωπος θεὸς ‹ἀγγέλους ἀπέστειλεν εἰρήνης› πρὸς τὸν Ἰουδαίων λαὸν ‹πικρῶς κλαίοντας καὶ παρακαλοῦντας› ἀποδέξασθαι τὴν εὐαγγελιζομένην αὐτοῖς ‹εἰρήνην›. ἐπεὶ δὲ οὐκ ἐδέξαντο αὐτούς, ἐπιφέρει φάσκων· 〈νῦν ἀναστήσομαι, λέγει κύριος,⌝ νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι· νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε〉, ⌜τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον παρουσίαν ἐπαγγελλόμενος, καθ᾽ ἣν 〈ὄψονται〉⌝ καὶ αἴσθησιν αὐτοῦ τῆς θεότητος λήψονται.

τότε δὲ 〈δοξασθήσεται〉 αὐτὸς καὶ 〈ὑψωθήσεται〉. καὶ τότε γνώσονται, ὅτι 〈ματαία〉 ἦν ἄρα ἡ 〈ἰσχὺς τοῦ πνεύματος〉 αὐτῶν· 〈πῦρ〉 γὰρ 〈κατέδεται〉 αὐτούς, διὸ εἰς αὐτῶν πρόσωπον εἴρηται· 〈ματαία ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ κατέδεται ὑμᾶς〉. ἀντὶ δὲ τοῦ· 〈καὶ ἔσονται ἔθνη κατακεκαυμένα〉, ἡ Ἑβραϊκὴ λέξις καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ 〈καὶ ἔσονται λαοὶ ἐμπεπυρισμένοι〉 εἰρήκασι σαφῶς διαστελλομένου τοῦ λόγου λαοὺς πρὸς οὓς ἦν ὁ λόγος· οὗτοι γάρ φησιν 〈ἔσονται ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ καταπεπατημένη〉. ⌜Εἰ καὶ ταῦτα περὶ τῶν μὴ παραδεξαμένων τὴν εὐαγγελισθεῖσαν αὐτοῖς χάριν τοῦ Ἰουδαίων λαοῦ θεσπίζει, ὑμεῖς «ἀκοῇ» τούτων τῶν προφητικῶν λόγων ‹〈ἀκούοντες〉 οὐ συνίετε› γινώσκοντες, ὅτι ταῦτα αὐτὰ πρὸς ὑμᾶς Ἑβραϊκῇ φωνῇ λαλούμενά τε καὶ γραφόμενα, ὅσα τε ἄλλα θαυμαστὰ εἰς ὑμᾶς διεπραξάμην, 〈οἱ πόρρωθεν〉 μέχρι καὶ τῶν ἐσχάτων τῆς γῆς οἰκοῦντες καὶ 〈ἅπερ〉 παρ᾽ ὑμῖν ἐλάλησα καὶ ὑμῶν ὁρώντων 〈ἐποίησα〉, οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης 〈γνώσονται〉. πῶς δὲ 〈γνώσονται〉, ἀλλ᾽ ἢ ‹ἐγγίσαντες τῷ θεῷ› καὶ προσελθόντες αὐτῷ καὶ τὴν 〈ἰσχὺν〉 αὐτοῦ μεμαθηκότες.

Οὗτοι δὲ αὐτοὶ εἴσονται, ὅπως ἀπέστησάν μου 〈οἱ ἐν Σιὼν ἄνομοι〉· οὗ χάριν διὰ τὴν ἀποστασίαν αὐτῶν 〈λήψεται〉 αὐτοὺς 〈τρόμος〉.⌝ εἶτα ὡς πρὸς αὐτοὺς τοὺς ἀπιστήσαντας τοῦ ἐκ περιτομῆς λαοῦ ἑξῆς ἐπιλέγει· 〈τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται〉; περὶ οὗ μικρῷ πρόσθεν ἔλεγεν· «πῦρ κατέδεται ὑμᾶς», καὶ πάλιν· 〈τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον〉; ⌜«τὸν ἡτοιμασμένον» δηλονότι «τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». τίς οὖν ἔσται ὁ ταῦτα εἰδὼς καὶ τοῖς μὴ εἰδόσι προμαρτυρόμενος ἢ πᾶς ὁ 〈πορευόμενος ἐν δικαιοσύνῃ καὶ λαλῶν εὐθεῖαν ὁδὸν καὶ πᾶς μισῶν ἀσέβειαν καὶ ἀδικίαν〉, δωροδοκίαν τε ἀποστρεφόμενος καὶ 〈τὰ ὦτα〉 φράττων 〈τοῦ μὴ ἀκοῦσαι κρίσιν αἵματος, καμμύων τε τοὺς ὀφθαλμοὺς〉 τοῦ μὴ θεωρεῖν ἄδικον πρᾶξιν; τοιοῦτος δὲ ἦν ἕκαστος τῶν προφητῶν τοῦ θεοῦ καὶ πᾶς θεοφιλὴς ἀνήρ, ὅ τε χορὸς τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν. πᾶς τοίνυν ὁ τοιοῦτος 〈ἀπαγγελεῖ ὑμῖν φησι διότι πῦρ καίεται〉 τοῖς ἀσεβέσιν «ἡτοιμασμένον». ὁ δ᾽ αὐτὸς καὶ τὸν 〈τόπον〉 τῆς 〈αἰωνίου〉 κατακρίσεως δηλώσει ὑμῖν προμαρτυρόμενος φυλάττεσθαι μὴ περιπεσεῖν εἰς αὐτόν.

Αὐτὸς δὲ 〈οὗτος〉 ὁ μακρὰν τοῦ 〈πυρὸς〉 γεγονὼς καὶ τοῦ προλεχθέντος 〈αἰωνίου τόπου οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ καὶ ἐπὶ πέτρας ἰσχυρᾶς〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈αὐτὸς ἐν ὑψηλοῖς κατασκηνώσει ὡς περιοχαὶ πετρῶν τὸ ὕψος αὐτοῦ〉, ὡς νοεῖν ἡμᾶς διὰ τούτων τὴν τῶν μακαρίων ἄσκησιν καὶ τὸν ἐν ἀκρότητι φιλοσοφίας βίον αὐτῶν. διὸ ἐπιλέγει· 〈ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν〉· ὁ δὲ τοιοῦτος 〈ἄρτῳ〉 καὶ 〈ὕδατι〉 τὴν παροῦσαν ζωὴν ἀσκηθεὶς γέρας ἕξει καὶ καρπὸν τῆς ἀσκήσεως τὴν ἔνδοξον τοῦ βασιλέως θέαν.⌝ Διὸ ἐπιλέγεται· 〈βασιλέα μετὰ δόξης ὄψεσθε〉· ποῖον δὲ 〈βασιλέα〉 ἢ δι᾽ ὃν πάντα ταῦτα ἡ παροῦσα ὑπόθεσις κατέλεξεν ἀρξαμένη ἀπὸ τοῦ· «ἰδοὺ 〈βασιλεὺς〉 δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν». τοῦτον οὖν αὐτὸν 〈ὄψονται ἐν δόξῃ〉 οἱ τοιοῦτοι, ὁποίους διέγραψεν ὁ λόγος, ἀλλ᾽ ἐκεῖνοι μὲν τούτων τεύξονται, ὑμῶν δέ, πρὸς οὓς ἐλέγετο· «τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται»; ἡ ψυχὴ 〈πόρρωθεν ὄψεται〉 ‹τὴν 〈γῆν〉 τῆς ἐπαγγελίας› τὴν ἐπουράνιον οὐκ ἐσομένων ὑμῶν ἐν αὐτῇ, ἀλλ᾽ ἀπὸ μακρόθεν αὐτὴν ὁρώντων· «〈οἱ〉» γὰρ «πραεῖς κληρονομήσουσιν» ἐκείνην «τὴν γῆν», οἱ δὲ μακρὰν αὐτῆς ἀπορριφέντες φόβῳ τῆς αὐτῶν κατακρίσεως περιπεσοῦνται.

Διὸ πρὸς αὐτοὺς ἐπιλέγεται· ἡ 〈ψυχὴ ὑμῶν μελετήσει φόβον〉. εἶτ᾽ ἐπιστρέφεται πάλιν ὁ λόγος πρὸς τὸν ἐκ περιτομῆς λαὸν καί φησι· ⌜〈ποῦ εἰσιν οἱ γραμματικοί〉, οἱ τὸ γράμμα τοῦ νόμου πρεσβεύσαντες καὶ μηδὲν ἕτερον εἰδότες νοεῖν ἢ τὰς τῆς λέξεως ἐπαγγελίας, οὓς ἐταλάνιζεν ὁ σωτὴρ ἐν Εὐαγγελίοις λέγων· «Οὐαὶ ὑμῖν, 〈γραμματεῖς〉 καὶ Φαρισαῖοι ὑποκριταί».⌝ 〈ποῦ〉 τοίνυν 〈οἱ γραμματικοί〉 φησι, 〈ποῦ οἱ συμβουλεύοντες〉; ⌜〈ποῦ〉 γὰρ οὗτοι φανήσονται ἐν ἡμέρᾳ τῆς κρίσεως, οἱ κολακείαις ἐκτρέφοντες τοὺς μαθητευομένους αὐτοῖς;⌝ διό φησιν· ὁ 〈ἀριθμῶν τοὺς τρεφομένους, μικρὸν καὶ μέγαν 〈λαόν〉, ᾧ οὐ συνεβουλεύσαντο〉, κολακείαις δὲ αὐτοὺς 〈τρέφοντες〉 διέστρεφον. κατὰ δὲ τὸν Σύμμαχον· ὁ 〈ἀριθμῶν〉 φησι 〈τοὺς ἐκτεθραμμένους, τὸν λαὸν τὸν ἀναιδῆ. οὐκ ὄψει λαὸν βαρὺν χείλεσιν, ὥστε μὴ ἀκοῦσαι διάλεκτον γλώσσης〉· τὸν μὲν οὖν 〈ἀναιδῆ λαόν〉 φησι διαστρέφεις τρέφων κολακείᾳ καὶ ἀπάτῃ, ὦ σὺ γραμματεῦ τοῦ νόμου. οὐχ ὁρᾷς δὲ ὄψει τὸν ἐμὸν 〈λαὸν τὸν βαρὺν τοῖς χείλεσιν〉; ἀλλ᾽ 〈οὐδὲ ἀκούσῃ〉 ἀσύνετος ὢν 〈διαλέκτου γλώσσης〉, περὶ ἧς ἀνωτέρω ἐλέγετο· «καὶ αἱ 〈γλῶσσαι〉 αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην».

ἀλλὰ σὺ ταύτας τὰς 〈γλώσσας οὐκ ἀκούσεις〉 οὐδὲ τὸν 〈βαθύφωνον λαὸν〉 νοήσεις· πῶς γὰρ καὶ οἷόν τε ἦν αὐτοὺς ταῦτα νοεῖν ἀσυνέτους ὄντας ὥστε λέγεσθαι περὶ αὐτῶν· 〈λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις〉.

Ἀντὶ τοῦ· 〈ἰδοὺ Σιὼν ἡ πόλις〉 ὁ μὲν Ἀκύλας 〈ὡραματίσθη Σιὼν πολίχνη〉, ὁ δὲ Σύμμαχος καὶ ὁ Θεοδοτίων 〈ἴδε Σιὼν τὴν πόλιν τῶν ἁγίων ἡμῶν εἰρήκασι, τοῦ λόγου προσφωνοῦντος τῇ Σιὼν καὶ παρακελευομένου αὐτῇ θεάσασθαι 〈τὴν πόλιν〉 τὴν καλουμένην 〈τὸ σωτήριον ἡμῶν〉 ἢ θεάσασθαι 〈τὴν πόλιν τῶν ἁγίων ἡμῶν〉. καὶ πάλιν ἑξῆς· 〈οἱ ὀφθαλμοί σου ὄψονται Ἰερουσαλήμ〉, ὡς μελλούσης τῆς Ἰερουσαλὴμ γινώσκεσθαι καὶ ὡς 〈οἱ ὀφθαλμοί σου ὄψονται〉 ἑτέραν 〈πόλιν〉 τὴν 〈τῶν ἑορτῶν〉. ⌜σημαίνει δὲ διὰ τούτων ὁ λόγος 〈σωτήριον〉 μὲν τὸν Χριστὸν τοῦ θεοῦ, 〈πόλιν〉 δὲ 〈ἑορτῶν〉 τὴν ἐκκλησίαν τοῦ θεοῦ,⌝ ἥτις ἐστὶ 〈πόλις πλουσία〉, καὶ 〈σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν〉, 〈οὐδὲ μὴ κινηθῶσιν〉 〈οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρρ〈α〉γῶσιν〉· ⌜τῆς μὲν γὰρ Ἰουδαϊκῆς Ἰερουσαλὴμ πολλάκις 〈ἐσείσθησαν αἱ σκηναὶ〉 πολιορκηθείσης διαφόρως καὶ εἰς ἔδαφος κατενεχθείσης ὑπὸ τῶν κατὰ χρόνους πολεμησάντων αὐτήν, τῆς δὲ καινῆς ταύτης πόλεως ἀκινήτους φησὶν ἔσεσθαι τοὺς 〈πασσάλους〉.

κἂν γὰρ νομίζηταί ποτε ἐν διωγμοῖς ἐλαύνεσθαι καὶ πολιορκεῖσθαι, ἀλλ᾽ «ἐπὶ τὴν πέτραν» ἑστῶσα μένει δι᾽ αἰῶνος ἄπτωτος· ‹ἀψευδὴς› γὰρ ἦν ὁ εἰπών· «ἐπὶ τὴν πέτραν ταύτην οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς»,⌝ καὶ πάλιν· «κατέβησαν οἱ ὑετοί, ἦλθον οἱ ποταμοί, ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν». διὰ τοῦτο 〈τὰ σχοινία αὐτῆς〉 φησιν 〈οὐ μὴ διαρραγῶσι〉.

Καὶ τὸ αἴτιον ἐπιλέγει φάσκων· 〈ὅτι τὸ ὄνομα κυρίου μέγα ἐστὶν ἡμῖν· τόπος ἡμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι〉. ⌜αὐτὸ 〈τὸ ὄνομά〉 φησι 〈κυρίου τόπος ἔσται〉 ταύτῃ τῇ καινῇ πόλει τῇ ἀσείστῳ καὶ ἀπτώτῳ· διόπερ ὡς ἂν ἐπὶ τὸν κύριον 〈τόπον〉 ὄντα αὐτῆς ᾠκοδομημένη ἄσειστος μένει.⌝ κατὰ δὲ τὸν Σύμμαχον· 〈ἐκεῖ〉 φησι 〈κραταιὸς ἡμῖν κύριος τόπος ποταμῶν, διώρυγες εὐρύχωροι, ὅπου μὴ πορευθῇ πλοῖον κωπηλάτου οὐδὲ ἐντολὴ κραταιοῦ διαπεράσει αὐτό〉, καὶ κατὰ τὸν Ἀκύλαν· 〈ἐκεῖ〉 φησιν 〈ὑπερμεγέθης κύριος ἡμῖν τόπος ποταμῶν, ῥεῖθρα πλατέα χερσίν, οὐ μὴ πορευθῇ ἐν αὐτῷ ναῦς κώπης καὶ τριήρης ὑπερμεγέθης οὐ διαβήσεται αὐτό〉. τὰ παραπλήσια δὲ καὶ ὁ Θεοδοτίων ἐξέδωκεν. ⌜δι᾽ ὧν ὁ λόγος τῆς προλεχθείσης 〈πόλεως〉 τὸν 〈κύριόν〉 φησιν 〈ἔσεσθαι τόπον ποταμῶν ῥεῖθρα〉 ἐχόντων καὶ 〈διώρυγας πλατεῖς〉 ὥστε λέγειν· «τοῦ 〈ποταμοῦ〉 τὰ ὁρμήματα εὐφραίνουσι τὴν 〈πόλιν〉 τοῦ θεοῦ», καὶ πάλιν· «ὁ 〈ποταμὸς〉 τοῦ θεοῦ ἐπληρώθη ὑδάτων».⌝ οὕτω δὲ ἐν ἀσφαλεῖ τυγχάνουσιν ‹οἱ 〈ποταμοὶ〉› οὗτοι ‹οἱ τὴν πόλιν τοῦ θεοῦ εὐφραίνοντες› ὡς μὴ δύνασθαι δι᾽ αὐτῶν 〈πορεύεσθαι πλοῖον κωπηλάτου〉 μηδὲ 〈τριήρη ὑπερμεγέθη〉 ⌜διὰ τὸ αὐτὸν τὸν 〈κύριον〉 εἶναι τὸν 〈τόπον〉 αὐτῶν.

ὅθεν ἐχθροῖς καὶ πολεμίοις ἀνεπίβατοι τυγχάνουσιν οἱ 〈ποταμοὶ〉 οἱ τὴν προλεχθεῖσαν τοῦ θεοῦ πόλιν ἀντὶ περιβόλου κυκλοῦντες καὶ περιτειχίζοντες ὡς πᾶσιν ἀλλοτρίοις ἀδιαβάτους εἶναι· ἐπειδὴ ὁ 〈κύριος τόπος〉 ὢν αὐτῆς 〈μέγας ἐστίν〉· αὐτὸς γὰρ ἦν ἡ πέτρα, ἐφ᾽ ἣν ᾠκοδομήθη.⌝ ὁ αὐτὸς δέ φησι καὶ 〈κριτὴς ἡμῶν〉 ἐστιν, αὐτὸς καὶ 〈ἄρχων ἡμῶν〉 ἐστιν, αὐτὸς καὶ 〈βασιλεὺς〉 καὶ σωτὴρ ἡμῶν. πάντα ταῦτα τοῦ κυρίου ὄντος ἡμῖν εἰκότως ἀπολιόρκητος τυγχάνει ἡ 〈πόλις〉, καὶ οἱ 〈ποταμοὶ〉 οἱ κυκλοῦντες αὐτὴν ἐχθροῖς ἅπασιν ἀδιάβατοι τυγχάνουσι· νοήσομεν δὲ τοὺς 〈ποταμοὺς〉 τοὺς περιφράττοντας τὴν εἰρημένην 〈πόλιν〉 ἀπὸ τοῦ πρώτου καὶ μεγάλου τελείου 〈ποταμοῦ〉, οὗ «τὰ ὁρμήματα εὐφραίνουσι τὴν 〈πόλιν〉 τοῦ θεοῦ», λόγος τυγχάνει ἀναλόγως. καὶ «οἱ ἄγγελοι αὐτοῦ οἱ διὰ παντὸς βλέποντες τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς» εἶεν ἂν οἱ 〈ποταμοὶ〉 οἱ τὴν ἐκκλησίαν αὐτοῦ φρουροῦντες, ἀλλὰ γὰρ τοσαῦτα εἰπὼν ὁ λόγος περὶ τῆς τοῦ θεοῦ 〈πόλεως〉 μεταβαλὼν ὡς πρὸς τὴν παλαιὰν ἀποτείνεται.

Καί φησιν· 〈ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὁ ἱστός σου ἔκλινε τοῦ χαλάσαι τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδῶ εἰς προνομήν〉. ⌜σημαίνει δὲ διὰ τούτων τὴν πτῶσιν τῆς σωματικῆς Ἰερουσαλήμ, ἧς 〈ἐρράγη τὰ σχοινία〉 καὶ ὁ 〈ἱστὸς〉 δὲ αὐτῆς ὡσπερεί τινος νηὸς ἐν χειμῶσι καὶ κλύδωσι διαπεσούσης 〈ἐκλίθη〉 πίπτων διασπασθέντων τῶν διακρατούντων αὐτὸν 〈σχοινίων〉,⌝ κατὰ δὲ τὸν Σύμμαχον· 〈ἐξερρίφη τὰ σχοινία σοῦ〉 φησιν 〈ὥστε μὴ κρατεῖν· οὕτως ὁ ἱστὸς αὐτῶν ὥστε μὴ ἁπλῶσαι ἱστίον. τότε διένειμεν ἕως σκύλων πολλῶν〉· ὡς γὰρ διαπεσόντος πλοίου καὶ ναυάγιον πεπονθότος ἐν ναυμαχίᾳ πολεμίων οἱ κεκρατηκότες διαρπάζουσιν ἑαυτοῖς τὰ τῶν ἀπολωλότων 〈σκῦλα〉 καὶ 〈προνομὴν ποιοῦνται〉 πάντων. οὕτω φησὶ διαπεσούσης τῆς Ἰερουσαλὴμ καὶ παραδοθείσης τοῖς πολεμίοις τὰ ἐν αὐτῇ πάντα τίμια καὶ σεμνὰ καὶ ἱερατικὰ σκεύη 〈εἰς προνομὴν〉 διεδόθη τοῦ θεοῦ 〈παραδεδωκότος〉 αὐτήν· οὐ γὰρ ἰδίᾳ δυνάμει τοσοῦτον ἴσχυον οἱ πολέμιοι ὡς κρατῆσαι αὐτῆς. αὐτίκα γοῦν 〈χωλοί〉 τινες ἦσαν οἱ τὴν 〈προνομὴν πεποιημένοι〉, σκάζοντες καὶ χωλεύοντες τὰς τῆς ψυχῆς βάσεις ὡς μὴ βαδίζειν τὴν ὁδὸν τῆς θεοσεβείας· εἰδωλολάτραι γοῦν ἦσαν οὗτοι οἱ ἀκοπιάστως καὶ ἀπονητὶ ἑλόντες τὴν ναυάγιον πεπονθυῖαν πόλιν.

διὸ εἴρηται· 〈νῦν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι καὶ οὐ μὴ εἴπωσι Κοπιῶ ὁ λαὸς ὁ οἰκῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία〉· οὐ γὰρ λελόγισται αὐτοῖς 〈ἁμαρτία〉 πολιορκήσασι πόλιν διὰ τὸ θεοῦ κρίσει τοῦτο πεποιηκέναι.

Καὶ διὰ τῶν ἔμπροσθεν εἴ που τῆς Ἰερουσαλὴμ πολιορκίαν ὁ λόγος ἐθέσπιζεν, ἑξῆς ἐπῆγε τὴν κατὰ πάντων τῶν ἐθνῶν κρίσιν, ὡς γὰρ εἴρηται ἐν ἑτέροις· «ἀπὸ τῶν ἁγίων μου ἄρξασθε». οὕτω καὶ ἐπὶ τοῦ παρόντος τὴν προνομὴν τῆς Ἰερουσαλὴμ καὶ τὴν πτῶσιν αὐτῆς προειπὼν τὴν κατὰ πάντων τῶν ἐθνῶν συνάπτει κρίσιν· οὐ γὰρ δήπου ταῦτα μὲν τῇ Ἰερουσαλὴμ ὁ λόγος ἠπείλει, οὐχὶ δὲ καὶ τοῖς λοιποῖς ἔθνεσι τοῖς ἐναπομείνασι ταῖς ἑαυτῶν ἀθεμίτοις καὶ ἀσεβέσι πράξεσι. διὸ δὴ ἀνακαλεῖται ὁ λόγος τὰ 〈ἔθνη〉 αὐτοῖς 〈ἄρχουσι〉 καὶ τοῖς λαοῖς, σύμπασάν τε 〈τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ〉 πάντας καὶ αὖ πάλιν ἰδίως τὴν 〈οἰκουμένην〉 γῆς νοουμένης, ὡς ἂν εἴποι τις τοῦ παντὸς τῆς ξηρᾶς στοιχείου καὶ τῶν ἐν αὐτῷ κατὰ τὰς ἐρήμους καὶ τοὺς ἀγνώστους τοῖς πολλοῖς τόπους οἰκούντων ἀνημέρων τινῶν καὶ ἀπηγριωμένων ἀνθρώπων, τῆς δὲ οἰκουμένης τῆς τῶν ἡμετέρων ἐθνῶν ἐν πόλεσι καὶ οἰκοδομήμασι τὰς οἰκήσεις ποιουμένων· διὸ καὶ 〈λαὸν〉 ἐπὶ τῆς 〈οἰκουμένης〉 ὀνομάζει.

Εἶτα τοῖς πᾶσιν ὁμοῦ κήρυγμα ἐμφέρεται μαρτυρόμενον τὴν περιμένουσαν ἅπαντας καθολικὴν τοῦ θεοῦ κρίσιν, ἣν παριστάς φησι· 〈διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ἐπὶ πᾶσαν τὴν δύναμιν αὐτῶν〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈ἐπὶ πᾶσαν τὴν στρατιὰν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν〉. ⌜τίσι 〈δὲ παραδοῦναι αὐτοὺς〉 ἢ ταῖς κολαστικαῖς ἢ τιμωρητικαῖς δυνάμεσι;

Τούτων δὲ τῶν κολαζομένων οἱ μὲν 〈τραυματίαι〉 ἔσονται, οἱ δὲ 〈νεκροί〉, δηλαδὴ οἱ τὰ ‹πρὸς θάνατον ἡμαρτηκότες›, ὧν αἱ πράξεις αἱ κατὰ τὸν θνητὸν βίον συντελεσθεῖσαι κατὰ τὸν τῆς κρίσεως καιρὸν δυσωδίας ἀποπνέουσι. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈καὶ ἀναβήσεται αὐτῶν ἡ δυσωδία〉,⌝ ἀντὶ δὲ τοῦ· 〈βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος 〈αὐτῶν〉, κατὰ τὸν Θεοδοτίωνα〉 〈ἐκτακήσονται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν〉 εἴρηται. τίνα δὲ ταῦτα, ἐπιλέγει ἑξῆς ὁ μὲν Ἀκύλας· 〈καὶ τακήσονται πᾶσα στρατιὰ τῶν οὐρανῶν〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ τακήσεται πᾶσα δύναμις τῶν οὐρανῶν〉, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν〉. ⌜ταῦτα τοίνυν ἐτύγχανε τὰ 〈ὄρη〉, περὶ ὧν εἴρηται τό· 〈καὶ τακήσονται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν· αἱ〉 γὰρ 〈δυνάμεις τῶν οὐρανῶν ὄρη〉 νοούμεναι 〈τακήσεσθαι〉 λέγονται ὡς αἴτιαι γενόμεναι τῆς ἀπωλείας τῶν εἰρημένων. εἶεν δ᾽ ἂν αὗται, περὶ ὧν φησιν ὁ Ἀπόστολος· «οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις»· αὗται γὰρ αἱ 〈δυνάμεις〉 αἱ τὸν ἀέριον χῶρον διατρέχουσαι 〈δυνάμεις οὐρανῶν〉 εἴρηνται· ἐπεὶ καὶ τὰ δι᾽ ἀέρος φερόμενα ‹πετηνὰ οὐρανοῦ› καλεῖν εἴωθεν ἡ γραφὴ λέγουσα· «τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης».

μὴ κείμενον δὲ ἐν τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ τό· 〈καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν〉, μετὰ ἀστερίσκων ἐκ τῆς τῶν λοιπῶν ἑρμηνείας προσετέθη. ἐπεὶ δὲ ἐχρῆν ἡμᾶς γνῶναι, πότε ταῦτα ἔσται, καὶ τοῦτο διδάσκει ὁ προφητικὸς λόγος παριστὰς ὡς μετὰ ‹τὴν συντέλειαν τοῦ αἰῶνος τούτου› γενήσεται τὰ προλεχθέντα. διὸ καὶ ἐπιφέρει· 〈καὶ εἱλιγήσεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς〉. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς Εὐαγγελίοις τὰ περὶ τῆς συντελείας παραδιδοὺς ἔλεγεν· «καὶ οἱ 〈ἀστέρες πεσοῦνται〉 ἐκ τοῦ οὐρανοῦ, καὶ 〈αἱ δυνάμεις τῶν οὐρανῶν〉 σαλευθήσονται. καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ».⌝ ἀντὶ δὲ τοῦ· 〈καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα〉, ⌜ὁ μὲν Ἀκύλας· 〈καὶ πᾶσα στρατιὰ αὐτῶν ἀπορρεύσει ὡς ἀπορρεῖ φύλλον ἀπὸ ἀμπέλου καὶ ὡς ἀπόπτωμα ἀπὸ συκῆς〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ πᾶσα ἡ δύναμις αὐτῶν πεσεῖται ὡς πίπτει φύλλον ἀπὸ ἀμπέλου καὶ ὡς ἀπόπτωμα ἀπὸ συκῆς〉, ὁμοίως δὲ καὶ ὁ Θεοδοτίων· 〈καὶ πᾶσα δύναμις αὐτῶν πεσεῖται ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου καὶ ὡς πτῶμα ἀπὸ συκῆς〉. τετήρηται δὲ ταῦτα ἡμῖν εἰς τὸ δεῖξαι, ὅτι τὰ παρὰ τοῖς Ἑβδομήκοντα εἰρημένα 〈ἄστρα〉 παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς 〈δυνάμεις τοῦ οὐρανοῦ〉 ὠνομάσθησαν.

ποῖαι δὲ 〈δυνάμεις〉 ἢ περὶ ὧν ἀρτίως ἐλέγετο;⌝ κατὰ μὲν τὸν Ἀκύλαν· 〈καὶ τακήσονται πᾶσα στρατιὰ τῶν οὐρανῶν〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ τακήσεται πᾶσα ἡ δύναμις τοῦ οὐρανοῦ〉, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν〉· αὗται τοίνυν ἐκεῖναι 〈αἱ δυνάμεις〉, ἃς ἀποδεδώκαμεν εἶναι ‹τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας τὰ ἐν τοῖς ἐπουρανίοις›. ⌜ταῦτα αὐτὰ 〈ὡς φύλλα ἐξ ἀμπέλου πεσεῖσθαι〉 εἴρηται κατὰ τὸν τῆς κρίσεως καιρόν, καθ᾽ ὃν 〈εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον〉. ἐπιτηρῆσαι δὲ ἄξιον ἐνταῦθα γενομένους τοῦ λόγου ὡς οὐ φθορὰν οὐδὲ ἀπώλειαν καὶ ἀφανισμὸν ἔσεσθαι τοῦ οὐρανοῦ σημαίνει ὁ λόγος, ἀλλ᾽ ‹ὡς ἂν εἱλισσομένης 〈βίβλου〉› φανεροῦται τὰ ἐγγεγραμμένα, οὐ μὴν φθείρεται ‹ἡ 〈βίβλος〉› τὸν αὐτὸν τρόπον ‹ἀνελιττομένης› τῆς ἐν τῷ οὐρανῷ γραφῆς περιεχούσης τὰς τοῦ σύμπαντος αἰῶνος πράξεις, αἱ ἀντικείμεναι δυνάμεις ἀπορρέουσι τῆς κατὰ τὸν ἀέρα διατριβῆς⌝ ἀποπεσοῦσαι. καὶ ὁ Δανιὴλ δὲ τὰ περὶ τῆς κρίσεως διδάσκων ἔφασκεν· «κριτήριον ἐκάθισε, καὶ 〈βίβλοι〉 ἠνεῴχθησαν». ποῖαι δὲ 〈βίβλοι〉;

ἢ πάντως που αἱ πάσας τὰς πράξεις τῶν ἐν παντὶ τῷ αἰῶνι πολιτευσαμένων ἐγγεγραμμένας περιέχουσαι, ἃς οὐκ ἂν ἁμάρτοις εἶναι λέγων τὸν λεγόμενον ἐνταῦθα 〈βιβλίου〉 δίκην 〈εἱλιγήσεσθαι οὐρανόν〉, ἐν ᾧ ὥσπερ ἐν γραφῇ αἱ πάντων περιέχονται πράξεις. ⌜τότε δὲ αἱ ἀντικείμεναι δυνάμεις αἱ πάλαι δίκην 〈ἄστρων〉 πολλοὺς ἀπατήσασαι 〈πεσοῦνται〉, ἐπεὶ ‹καὶ αὐτὸς ὁ σατανᾶς μετασχηματιζόμενος εἰς ἄγγελον φωτὸς πέπτωκεν ὡς ἀστραπὴ ἐκ τοῦ οὐρανοῦ›.⌝ 〈Πεσοῦνται〉 δὲ αὗται 〈αἱ δυνάμεις〉, ἐπειδήπερ 〈ἐμεθύσθη〉 φησὶν 〈ἐν τῷ οὐρανῷ ἡ μάχαιρά μου, ⌜μάχαιραν〉 νοούντων ἡμῶν τὴν κολαστικὴν δύναμιν, ᾗ παραδοθήσονται αἱ δεηθεῖσαι τοιαύτης κολάσεως.⌝ ἄλλος δ᾽ ἂν εἴποι συντελείας γιγνομένης τοῦ ὁρωμένου παντὸς τὴν τῶν σωμάτων ῥευστὴν οὐσίαν λυθήσεσθαι ὡς καὶ αὐτὸν 〈οὐρανὸν〉 καὶ τοὺς ἐν αὐτῷ 〈ἀστέρας〉, λέγω δὲ τὰς ἐν αὐτῷ ἀφανεῖς 〈δυνάμεις〉 ἀποδύσεσθαι τὰ περικείμενα αὐτοῖς σώματα ἐπὶ μεταβολῇ ζωῆς κρείττονος, καὶ τοῦτο δηλοῦσθαι ἀπὸ τοῦ φάσκοντος Ἀποστόλου· «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». ⌜πρώτας δὲ μετελθοῦσα τὰς ἐν τῷ ἀερίῳ τόπῳ πονηρὰς καὶ ἀντικειμένας 〈δυνάμεις〉 ἡ λεχθεῖσα 〈μάχαιρα〉 τοῦ θεοῦ δευτέρας μετέρχεται τὰς ἐπὶ τῆς γῆς τῶν ἀσεβῶν ψυχάς.⌝ διὸ ἐπιλέγει· 〈ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας〉· τίς δὲ 〈καταβήσεται〉, ἀλλ᾽ 〈ἢ〉 ἡ 〈μάχαιρα; ⌜Ἰδουμαία〉 δὲ ἑρμηνεύεται γεώδης, ἐφ᾽ ἣν ἡ 〈μάχαιρα〉 καταβᾶσα πληροῦται 〈αἵματος〉 καὶ ὥσπερ 〈ἀπὸ στέατος〉 τῶν κατασφαττομένων 〈παχύνεται〉.

τίνες δέ εἰσιν οὗτοι 〈ἀμνοὶ〉 καὶ 〈τράγοι〉 καὶ 〈κριοί〉 φησι· τῶν μὲν 〈ἀμνῶν〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς 〈ἀρνῶν〉, σημαινόντων τοὺς τὸν δημώδη καὶ ἰδιωτικὸν μετελθόντας βίον, τῶν δὲ 〈τράγων〉 καὶ 〈κριῶν〉 τοὺς πολλὰ δεδυνημένους ‹ἐν ἀρχαῖς καὶ ἐξουσίαις›, οὓς μετελεύσεται ἡ 〈μάχαιρα〉 τοῦ θεοῦ ὥσπερ 〈θυσίαν〉 ἐργαζομένη διὰ τοῦ κατασφάττειν καὶ θύειν τοὺς προλεχθέντας 〈ἀμνοὺς〉 καὶ 〈τράγους〉 καὶ 〈κριούς〉.⌝ καὶ ταῦτα ποιήσει 〈ἐν τῇ Βοσόρ〉, ⌜ἣ μεταλαμβάνεται εἰς τὴν σάρκα τοῦ λόγου τὴν ἀνάστασιν τῆς σαρκὸς σημαίνοντος ἐν τούτοις. διὸ τὴν τῶν εἰρημένων 〈σφαγὴν〉 ἐν σαρκὶ ἔσεσθαι διδάσκων φησίν· 〈ὅτι θυσία τῷ κυρίῳ ἐν Βοσὸρ καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ〉· πᾶσαν γὰρ τὴν γεώδη ψυχὴν μετελεύσεται· 〈Ἐδὼμ〉 γὰρ ὁ γήϊνος καὶ 〈Ἰδουμαία〉 γεώδης ἑρμηνεύεται ὡς καὶ ἀλλαχοῦ. διὸ αὐτὸς ὁ προφήτης ἑξῆς προϊὼν περὶ τοῦ σωτῆρος καὶ τῆς ὑπ᾽ αὐτοῦ γενησομένης κρίσεώς φησι· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ 〈Ἐδώμ〉, ἐρύθημα ἱματίων ἐκ 〈Βοσόρ〉»; τὴν γὰρ ἔνσαρκον αὐτοῦ παρουσίαν ἐπὶ τῆς γῆς γενομένην τοῦτον ἐδήλου τὸν τρόπον.⌝ Πλὴν ἀλλὰ 〈συμπεσεῖσθαί〉 φησιν ἐν τοῖς προκειμένοις τοὺς 〈ἁδροὺς〉 καὶ τοὺς 〈κριοὺς〉 καὶ τοὺς 〈ταύρους〉 ὡς 〈μεθυσθῆναι〉 τὴν 〈γῆν ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος〉 τῶν σφαττομένων ὑπὸ τῆς 〈μαχαίρας〉 τοῦ θεοῦ.

κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ καταβήσονταί〉 φησιν 〈ὑψηλοὶ μονοκέρωτες καὶ μόσχοι μετὰ κραταιῶν, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος καὶ ὁ χοῦς αὐτῶν ἀπὸ τοῦ στέατος λιπανθήσεται〉. ⌜οἶμαι δὲ τὸ θεῖον πνεῦμα τοιαύταις κεχρῆσθαι λέξεσιν ἀπειλητικαῖς εἰς τὸ παραστῆσαι τὴν κατὰ τῶν ἀσεβῶν τοῦ θεοῦ ἐκδίκησιν καὶ εἰς τὸ φοβῆσαι τοὺς τούτων ἀκροωμένους τῇ συνήθει καὶ παχυτέρᾳ ἀκοῇ τῷ μὴ δύνασθαι τοὺς πάντας ἄλλως νοεῖν τὰς ἐπαχθησομένας τοῖς ἀσεβέσι τιμωρίας μηδὲ τὸν τρόπον τῆς κολάσεως ἐπινοῆσαι δύνασθαι. διὸ παχυτέροις ῥήμασι καὶ συνηθεστέραις λέξεσι φόβου ποιητικαῖς κέχρηται, ἵνα κἂν οὕτως φοβηθέντες ἐπιστρέψωσιν οἱ τούτων ἀκούοντες.⌝ Τὴν πολιορκίαν τῆς Ἰερουσαλὴμ αἰνιξάμενος ὁ λόγος διὰ τοῦ εἰπεῖν· «ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν». εἶθ᾽ ἑξῆς περὶ τῶν πολιορκησάντων αὐτὴν ἐθνῶν διαλαλήσας καὶ περὶ τῆς καθ᾽ ὅλου κρίσεως τοῦ θεοῦ τῆς μετελευσομένης τοὺς ἀσεβεῖς πάντας ἐπαναλαμβάνει τὸν περὶ τῆς Σιὼν καὶ τῆς Ἰερουσαλὴμ λόγον διδάσκων, ὅτι ἥξει αὐτῇ 〈ἀνταποδόσεως ἐνιαυτὸς〉 καὶ 〈ἡμέρα κρίσεως〉. ⌜καὶ ἐν τοῖς ἀνωτέρω δὲ ἐλέγετο τό· «Γυναῖκες πλούσιαι, ἀνάστητε», «ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ᾽ ἐλπίδος».

τίς οὖν ἦν οὗτος ὁ 〈ἐνιαυτός〉, ἐφ᾽ ᾧ κόπτεσθαι ‹μετ᾽ ὀδύνης› προστάττει, ἡ παροῦσα προφητεία παρίστησι λέγουσα τὰ προκείμενα.⌝ τούτοις δὲ παραθεῖναι ἀναγκαῖον τοῦ αὐτοῦ προφήτου τὸν ἐκ προσώπου τοῦ Χριστοῦ ἐν τοῖς ἑξῆς φάσκοντα λόγον· «Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ⌜καλέσαι 〈ἐνιαυτὸν κυρίου〉 δεκτὸν καὶ 〈ἡμέραν ἀνταποδόσεως〉 τῷ θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν». ὁρᾷς ὅπως καὶ ἐν τούτοις 〈ἐνιαυτὸς κυρίου〉 εἴρηται καὶ 〈ἡμέρα ἀνταποδόσεως〉, οἷς ὅμοιον τυγχάνει τό· 〈ἡμέρα γὰρ κρίσεως 〈κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως〉 κρίσεως〉 Σιών· οὐκοῦν εἷς καὶ ὁ αὐτὸς 〈ἐνιαυτὸς〉 τυγχάνει καὶ μία καὶ ἡ αὐτὴ 〈ἡμέρα〉, καθ᾽ ἣν «οἱ πτωχοὶ εὐαγγελίζονται», οἵ τε ‹πενθοῦντες τὴν Σιὼν παρακαλοῦνται› ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ αἱ γενόμεναι ‹πλούσιαι γυναῖκες› ἐπὶ τὸν κοπετὸν καλοῦνται καὶ τὰ λεγόμενα διὰ τῶν προσκειμένων τῇ Σιὼν ἀποβαίνειν ἤμελλε.

ταῦτα δὲ πάντα ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ἐπληροῦτο, καθ᾽ ἣν οἱ μὲν εἰς αὐτὸν πεπιστευκότες καὶ τὴν χάριν τὴν δι᾽ αὐτοῦ παραδεδεγμένοι τῶν χρηστοτέρων εὐαγγελιῶν ἀπέλαυον· οἱ δὲ ἀλλοτρίους ἑαυτοὺς καταστήσαντες τῆς αὐτοῦ χάριτος πάσης ἀγαθῆς ἐλπίδος ἀποπεσόντες ταῖς τῶν σκυθρωποτέρων ἀπειλαῖς ὑποπεπτώκασι.

Καὶ αὐτὴ δὲ αὐτῶν ἡ σεμνὴ καὶ βασιλικὴ πόλις τοιαῦτα πέπονθεν, ὁποῖα θεσπίζει ἡ παροῦσα προφητεία⌝ λέγουσα· 〈καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν καιομένην ἡμέρας καὶ νυκτός, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω· εἰς γενεὰς αὐτῆς ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν〉, κατὰ τὸν Σύμμαχον· 〈γῆ αὐτῆς〉 φησιν 〈εἰς πίσσαν φλεγομένην νυκτὸς καὶ ἡμέρας οὐ σβεσθήσεται εἰς αἰῶνα, ἀναβήσεται 〈ὁ κάπνος αὐτῆς〉 ἀπὸ γενεᾶς αὐτῆς εἰς γενεὰς ἐρημωθήσεται εἰς νεῖκος νεικέων〉, ⌜δι᾽ ὧν σαφῶς ὁ λόγος παρίστησιν ἐσχάτην ἐρημίαν καταλήψεσθαι τόν τε τόπον καὶ τὸ ἔθνος,⌝ ἀλλὰ καί· 〈οὐκ ἔσται〉 φησὶν ὁ 〈διοδεύων αὐτήν〉, καί· 〈οὐκ ἔσται ὁ παραπορευόμενος ἐν αὐτῇ〉. προφητεύει δὲ ἐν τούτοις ὅτι οὐκέτι Ἰουδαῖος τὸν τόπον διελεύσεται ἐκεῖνον, ὃ δὴ καὶ ἐπληροῦτο νόμοις καὶ διατάγμασι Ῥωμαϊκοῖς κεκωλυμένων Ἰουδαίων ἐπιβαίνειν τῷ τόπῳ.

Ἀλλ᾽ ἐκείνων μὲν 〈οὐκ ἔστιν ὁ διοδεύων〉, ἑτέρους δὲ 〈οἰκήσειν〉 φησί τινας δὲ τούτους 〈ὄρνεα καὶ ἐχίνους καὶ ἴβεις καὶ κόρακας〉, ⌜δι᾽ ὧν αἰνίττεται ψυχὰς ἀκαθάρτους, ὁποῖαι ἦσαν αἱ τῶν μετὰ ταῦτα ἐξ ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν τὸν τόπον 〈οἰκησάντων〉 εἰδωλολατρῶν.⌝ οὐ μόνον δὲ τούτους 〈κατοικήσειν〉 τὸν τόπον ἀντὶ τῶν πάλαι οἰκητόρων φησίν, ἀλλὰ καὶ 〈ὀνοκενταύρους〉 καὶ 〈σειρῆνας〉 καὶ 〈στρουθούς〉, ⌜δαίμονάς τινας αἰνιττόμενος τοὺς ἐν τοῖς ἀγάλμασι τῆς εἰδωλολατρίας αὐτῶν ἐμφωλεύσαντας.⌝ διὸ ἐπιλέγει ἑξῆς· 〈καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον〉, ἀλλὰ 〈καὶ ἐπιβληθήσεται〉 τῷ τόπῳ 〈σπαρτίον〉 φησὶ 〈γεωμετρίας ἐρήμου〉, ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσε· 〈καὶ ἐκταθήσεται ἐπ᾽ αὐτὴν μέτρον ἀφανισμοῦ〉. ⌜πλὴν ταῦτα πάντα ἔσται ἐπὶ τῶν προτέρων οἰκητόρων ἐξελασθέντων καὶ ἀπωλείᾳ παραδοθέντων.⌝ διὸ ἐπιλέγει· 〈οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν〉. ἐπειδὰν δὲ τὰς ἔξωθεν τῆς Ἰερουσαλὴμ συναγωγὰς αὐτῶν θεωρῇς, ἄκουε ὁποῖα καὶ περὶ αὐτῶν ἀναφωνεῖ λέγων· 〈καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα〉, ⌜δηλῶν τὰς ἀκάρπους αὐτῶν διδασκαλίας. διὸ καὶ τὸν ‹ἀμπελῶνα› αὐτῶν διὰ τῶν ἔμπροσθεν ἐδήλου «ἀκάνθας» ἠγηοχέναι λέγων· «ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας».

ἐρημίας δὴ τῆς ἐσχάτης ἐν ταῖς ψυχαῖς αὐτῶν γενομένης καὶ ἀκανθῶν πληρωθείσης αὐτῶν τῆς χώρας εἰκότως ἀναπαύσεσθαι ἐν αὐτοῖς τὰ πνεύματα τὰ ἀκάθαρτα προλέγει⌝ φάσκων· 〈ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὗρον γὰρ αὑτοῖς ἀνάπαυσιν. ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ διέσωσε τὰ γεννήματα αὐτοῦ〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈διέσωσε καὶ ἐξεκόλαψε καὶ συνήγαγε〉.

τούτων οὖν ἕνεκα πάντων τὰς 〈φάραγγας〉 αὐτῶν, δηλαδὴ τὰς ψυχὰς αὐτῶν, κάτω που ἐν κοιλώμασι καὶ ἐν 〈φάραγξι〉 τυγχανούσας 〈στραφήσεσθαί〉 φησιν 〈εἰς πίσσαν〉 καὶ 〈εἰς θεῖον〉 καὶ τὴν 〈γῆν〉 αὐτῶν 〈εἰς πίσσαν καιομένην ἡμέρας καὶ νυκτός, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον〉· ἄσβεστον γὰρ ἔσεσθαι αὐτῶν τὴν αἰωνίαν κόλασιν καὶ τοῦ πυρὸς αὐτῶν τὸν 〈κάπνον ἀναβήσεσθαι ἄνω〉, ⌜τὸ δὲ 〈θεῖον〉 τῆς ἐν βάθει τιμωρίας αὐτῶν τοῖς 〈ἄνω〉 παρέχον ὁρᾶν διὰ τὴν ὑποκειμένην αὐτοῖς κακίαν, 〈πίσσῃ〉 διὰ τὸ σκοτῶδες καὶ μέλαν παραβαλλομένην.⌝ τοσούτων δὲ κακῶν ἐν τῇ ἐρήμῳ τῆς Σιὼν κατὰ ‹τὸν ἐνιαυτὸν τῆς ἀνταποδόσεως› αὐτῆς γενησομένων, ἴδωμεν ὁποῖα ἑξῆς προσελεύσεσθαί φησι λέγων· 〈ἐκεῖ συνήντησαν ἔλαφοι καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων. ⌜ἐλάφους〉 δὲ ‹καθαρὸν› ζῷον οἶδεν ἡ θεία γραφὴ καὶ πολλὰ χρηστὰ περὶ 〈ἐλάφων〉 διδάσκει, ὡς ὅταν λέγῃ· «ὃν τρόπον ἐπιποθεῖ ἡ 〈ἔλαφος〉 ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός», καὶ πάλιν· «φωνὴ κυρίου καταρτιζομένη 〈ἐλάφους〉», καὶ αὖθις· «〈ἔλαφος〉 φιλίας καὶ πῶλος χαρίτων ὁμιλείτω σοι», καὶ ἐν τῷ Ἰώβ· «ἐφύλαξας καὶ μῆνας 〈ἐλάφων〉, ὠδῖνας αὐτῶν ἐξαποστελεῖς».

καὶ αὐτὸς δὲ ὁ τῆς νύμφης τῆς ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων ‹ἀδελφιδὸς 〈ἐλάφῳ〉› παραβέβληται, καθὼς καὶ αὕτη διδάσκει λέγουσα· «ὅμοιός ἐστιν ἀδελφιδός μου τῷ δόρκωνι ἢ νεβρῷ 〈ἐλάφων〉 ἐπὶ ὄρη ἀρωμάτων». ὅτε τοίνυν καὶ αὐτὸς ‹ὁ νυμφίος› 〈ἐλάφῳ〉 παραβάλλεται, τίνας ἂν εἴποις τὰς ἐνταῦθα πολλὰς 〈ἐλάφους〉 ἢ τοὺς μαθητὰς αὐτοῦ καὶ ἀποστόλους; ἔστι δὲ καὶ ὀφιοκτόνον τὸ ζῷον καὶ ἐν τοῖς ‹καθαροῖς› παρείληπται. διδάσκει τοίνυν ὁ παρὼν λόγος ἀπὸ τῆς ἐρημίας τοῦ Ἰουδαίων ἔθνους 〈ἔλαφοί〉 τινες 〈παρῆλθον〉 οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν· 〈ἐκεῖ〉 γὰρ 〈συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων〉· ἐγνώρισαν γὰρ ἑαυτοὺς καὶ τῆς ψυχῆς αὐτῶν τοὺς «κατ᾽ εἰκόνα θεοῦ» γενομένους χαρακτῆρας ἐπέγνωσαν.⌝ Πλὴν ἀλλὰ 〈παρῆλθον〉 τὸν τόπον ἐκεῖνον ἀποχωρίσαντες αὐτούς, διὸ εἴρηται· 〈ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο〉. ⌜εἶτ᾽ ἐπειδήπερ οὐ παρέμειναν μιᾷ πόλει, διέδραμον δ᾽ ἄλλος ἀλλαχοῦ πληροῦντες τὸ εὐαγγέλιον.

τούτου χάριν εἴρηται· 〈ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν·⌝ ὅτι κύριος αὐτοῖς ἐνετείλατο, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτούς〉· ⌜ὁ γὰρ εἰπὼν αὐτοῖς· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου», αὐτὸς 〈ἐνετείλατο〉 μὴ κατὰ τὸ αὐτὸ ποιεῖσθαι τὰς διατριβάς, διατρέχειν δὲ ἁπανταχοῦ καὶ πρόνοιαν ποιεῖσθαι τῆς συστάσεως τῶν ἐκκλησιῶν αὐτοῦ.⌝ 〈καὶ αὐτὸς ἐπιβάλλει αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον〉· ⌜οὐκοῦν καὶ ῥώμην αὐτοῖς καὶ βοήθειαν παρεῖχεν ὥσπερ καὶ 〈κλήρους εἰς γενεὰς γενεῶν〉 εἰς τὸ 〈ἀναπαύσασθαι〉 αὐτοὺς ἐν τοῖς ἑαυτῶν 〈κλήροις〉, δηλαδὴ τοῖς ἔθνεσι τοῖς ἀποκληρωθεῖσιν αὐτοῖς, ἐν οἷς 〈εἰς γενεὰς γενεῶν〉 ἡ μνήμη αὐτῶν ἐν ταῖς ὑπ᾽ αὐτῶν ἱδρυθείσαις ἐκκλησίαις ἀναζωπυρεῖται.⌝ ὁρᾷς οἷα προφητεύει ταῖς 〈ἐλάφοις〉, ὅτι δὲ οὐκ ἦν δυνατὸν ταύτας τὰς ἐπαγγελίας ἐπὶ τῆς προλεχθείσης ἐρημίας τῆς Σιὼν πληροῦσθαι παντί τῳ δῆλον· 〈ἐχίνους〉 γὰρ καὶ 〈ὀνοκενταύρους καὶ δαιμόνια οἰκήσειν〉 ἐλέγετο 〈ἐν αὐτῇ〉. οὐκοῦν ἑτέρα εἴη ἂν ἡ τῶν 〈ἐλάφων〉 χώρα, ἐν ᾗ 〈αὐτὸς〉 ὁ κύριος ταῖς 〈ἐλάφοις ἔβαλε κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ βόσκεσθαι〉 αὐτοῖς ἔδωκεν 〈εἰς τὸν αἰῶνα χρόνον〉. ἀλλ᾽ ἢ τοίνυν ἐστὶν αὕτη ἡ ταῖς 〈ἐλάφοις〉 ἀπονεμηθεῖσα χώρα, ἣν παρίστησιν ὁ φάσκων ἐν Ψαλμοῖς λόγος· «φωνὴ κυρίου καταρτιζομένη 〈ἐλάφους〉 καὶ ἀποκαλύψει δρυμούς».

οὐκοῦν ἐν τοῖς δρυμοῖς τοὺς 〈κλήρους〉 αὐταῖς διένειμε, δηλαδὴ ἐν τοῖς ἔθνεσι· πολλάκις γοῦν ἀπεδείχθησαν οἱ δρυμοὶ εἰς τὰ ἀλλόφυλα ἔθνη παραληφθέντες τῶν 〈ἐλάφων〉 τῶν ἀποδοθεισῶν κατὰ πρόσταγμα θεοῦ 〈κλήρους〉 καὶ μερίδας εἰληφυιῶν εἰς ἑτέραν χώραν, ἀκόλουθον ἦν γνῶναι ἡμᾶς, τίς ποτε ἦν αὕτη. ἐν μὲν οὖν τῷ Ψαλμῷ «φωνὴ κυρίου καταρτιζομένη 〈ἐλάφους〉» εἴρηται «καὶ ἀποκαλύπτουσα δρυμούς», τοῦ λόγου διδάσκοντος ὡς διὰ τῶν 〈ἐλάφων〉 τῶν ὑπὸ τοῦ κυρίου ‹καταρτισθέντων› ‹δρυμοί› τινες ἄγριοι καὶ ἀλσώδεις ‹ἀνεκαλύφθησαν› τῶν ἐν αὐτοῖς θηρίων καὶ ἑρπετῶν ὑπὸ τῶν 〈ἐλάφων〉 ἀπελαθέντων τὰ ἀλλόφυλα δὲ καὶ ἀλλότρια τοῦ θεοῦ ἔθνη διὰ τῶν ‹δρυμῶν› ἐδηλοῦτο.

Ταύτην τοίνυν τὴν 〈ἔρημον〉 καὶ διὰ τῶν μετὰ χεῖρας εὐαγγελίζεται ἡ προφητεία μετὰ τὰ προλεχθέντα ‹περὶ τῶν ἐλάφων› φάσκουσα· 〈Εὐφράνθητι, ἔρημος διψῶσα〉· πολλὰ δὲ καὶ ἄλλα περὶ τῆς 〈ἐρήμου〉 ταύτης εἴρηται καὶ διὰ τῶν ἑξῆς ἐν τῇ αὐτῇ προφητείᾳ φερομένων, δι᾽ ὧν εἴρηται· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς 〈ἐρήμου〉 μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα». ⌜εἴη ἂν τοίνυν αὕτη ἑτέρα 〈ἔρημος〉 παρὰ τὴν προλεχθεῖσαν Σιών, ἐν ᾗ ‹ἐχίνους καὶ ἴβεις καὶ κόρακας›, ‹δαιμόνιά τε καὶ ὀνοκενταύρους οἰκήσειν› ἐλέγετο, ‹πίσσης τε αὐτῆς καὶ θείου› πληρωθήσεσθαι ‹τὰς φάραγγας›. τούτων δὲ περὶ τῆς Σιὼν καὶ περὶ τῆς Ἰερουσαλὴμ εἰρημένων ὥρα τὰ προκείμενα περὶ ἑτέρας 〈ἐρήμου〉 λέγεσθαι νοεῖν.⌝ ἦν δὲ αὕτη δρυμὸς ‹τῶν ἐλάφων› καὶ ἡ χώρα τῶν ἀλλοφύλων ἐθνῶν, ἔνθα ‹τοὺς κλήρους› διένειμε ‹ταῖς› ἀποδοθείσαις ‹ἐλάφοις› ὁ κύριος εὐαγγελίζεται φάσκων ὁ λόγος· 〈Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον· ⌜διψῶσα〉 γὰρ αὕτη πρότερον 〈ἔρημος〉 ἐστερημένη νάματος οὐρανίου, ἀλλὰ χαίρειν αὐτῇ καὶ 〈εὐφραίνεσθαι〉 ὁ λόγος προστάττει διὰ τὰ ἐπιλεγόμενα, ἔτι δὲ καὶ 〈ἀνθεῖν ὡς κρίνον〉, ὥστε λέγειν· «Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν παντὶ τόπῳ».

ἀλλὰ 〈καὶ ἐξανθήσει〉 φησὶ νεαρὰ βλαστήματα καὶ ‹ἄνθη› ὡραῖα, περὶ ὧν εἴρηται ἐν Ἄισματι τῶν Ἀισμάτων· «τὰ 〈ἄνθη〉 ὤφθη ἐν τῇ γῇ», «οἱ μανδραγόραι ἔδωκαν ὀσμήν».⌝ ποίαν δὲ 〈ἔρημον〉 ἱστορεῖ, διασαφεῖ λέγων· 〈καὶ ἀγαλλιάσεται τὰ ἔρημα ⌜τοῦ Ἰορδάνου〉, τὴν εὐαγγελικὴν γραφὴν παρίστησιν· «ἐν» γὰρ «τῷ Ἰορδάνῃ ποταμῷ» πρῶτος Ἰωάννης ἐκήρυσσε τὴν βασιλείαν τῶν οὐρανῶν καὶ μηκέτ᾽ ἐνεργούσης ἐν τῇ Ἰερουσαλὴμ τῆς κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένης λατρείας ‹βάπτισμα μετανοίας› καὶ ‹τὸ τῆς παλιγγενεσίας λουτρὸν› «ἐν» αὐτῷ «τῷ Ἰορδάνῃ ποταμῷ» ὁ αὐτὸς παρεδίδου προφήτης· ὅτε σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐπεσφραγίσατο τὸ Ἰωάννου κήρυγμα ‹ἐν τῷ Ἰορδάνῃ βαπτισθεὶς› ὑπ᾽ αὐτοῦ καὶ βεβαιώσας δι᾽ ἑαυτοῦ τὸ τῆς παλιγγενεσίας μυστήριον.⌝ καὶ ἡ πάλαι δὲ 〈ἔρημος〉 καὶ ἄνυδρος καὶ ἄκαρπος, λέγω δὲ ἡ ἐκκλησία τοῦ θεοῦ διὰ τῆς καθάρσεως ‹τοῦ τῆς παλιγγενεσίας λουτροῦ› τὴν τοῦ Ἰορδάνου διεπράττετο βαπτίζων ἅμα καὶ εὐαγγελιζόμενος τὴν τοῦ θεοῦ βασιλείαν. τοῦτο καθ᾽ ὅλης τῆς οἰκουμένης ἥ ποτε τοῦ θεοῦ 〈ἔρημος〉 ἐκκλησία φυλάττει. διὸ 〈εὐφραίνεσθαι〉 αὐτὴν καὶ 〈ἀγαλλιᾶν〉 ὁ λόγος παρακελεύεται, δίκην τε 〈κρίνου〉 εὐώδους 〈ἐξανθεῖν〉.

ταύτῃ δὲ καὶ ἡ 〈δόξα τοῦ Λιβάνου καὶ ἡ τιμὴ τοῦ Καρμήλου δέδοται〉. ⌜ὁ μὲν οὖν 〈Λίβανος〉 καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου τὸ θυσιαστήριον καὶ τὸν νεών, ἐν ᾧ ‹αἵ τε θυσίαι σὺν αὐτῷ λιβάνῳ› καὶ ἡ κατὰ τὸν νόμον λατρεία ἐν ταῖς ἀναφοραῖς προσεφέρετο· ὁ δὲ 〈Κάρμηλος〉 τὸν ἐκ περιτομῆς λαὸν αἰνιττόμενος ἀποδέδεικται πολλάκις. τοῦ λαοῦ τοίνυν τοῦ παλαιοῦ ἡ 〈τιμὴ〉 καὶ τοῦ ναοῦ τοῦ ἐν τῇ Ἰερουσαλὴμ ἡ 〈δόξα〉 τῇ πάλαι 〈ἐρήμῳ〉, λέγω δὲ τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ 〈δοθήσεσθαι〉 προφητεύεται. εἶτ᾽ ἐπιλέγει· 〈καὶ ὁ λαός μου〉, οὐκέτι ὁ Ἰσραήλ, ἀλλ᾽ ὁ ἐμός φησι 〈λαὸς ὄψεται τὴν δόξαν κυρίου〉, ταύτην τὴν ἐπαγγελίαν τοῦ λόγου παρέχοντος τῷ νέῳ λαῷ, ἅτε παραδεξομένῳ τὴν πρώτην τοῦ σωτῆρος παρουσίαν. διὸ καὶ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θέαν 〈ὄψεται〉, τό τε 〈ὕψος〉 αὐτοῦ θεωρήσει.⌝ Τούτοις ἑξῆς εὐαγγελίζεται τοὺς διὰ τῆς ἐπιλάμψεως τοῦ σωτῆρος τῶν τῆς ψυχῆς παθῶν ἀπαλλαγησομένων λέγων· 〈ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ〉· κατὰ δὲ τὸν Σύμμαχον· 〈ἐνισχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα ἀσθενοῦντα· κρατύνατε, εἴπατε τοῖς ἀνοήτοις Ἰσχύετε, μὴ φοβεῖσθε〉.

παραπλησίως δὲ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ὁμοίως ἡρμήνευσαν ⌜τοῦ λόγου παρακελευομένου τοῖς τοῦ σωτῆρος ἡμῶν μαθηταῖς τε καὶ ἀποστόλοις 〈ἐνισχύειν〉 τὰς 〈παρειμένας〉 ἐν τοῖς ἔθνεσι ψυχὰς καὶ τὰ τῶν ἠσθενηκότων 〈γόνατα παρακρατύνειν〉,⌝ ἀλλὰ καὶ τοῖς πάλαι 〈ὀλιγοψύχοις〉 προσφωνεῖν παρακελεύεται τό· 〈ἰσχύσατε, μὴ φοβεῖσθε〉· ⌜κἂν γὰρ διώκωσί τινες ἀπειλοῦντες καὶ φόβους ἐμποιοῦντες, αἰκίας τε καὶ βασάνους ἐπάγοντες, ἀλλ᾽ ὑμεῖς φησιν 〈οἵ〉 ποτε 〈ὀλιγόψυχοι〉 ἰσχύος καὶ δυνάμεως μεταλαβόντες 〈μὴ φοβεῖσθε〉 ἔχοντες τὸν ὑμέτερον διὰ παντὸς ὑμῖν συνόντα θεόν.⌝ διὸ κατὰ τὸν Σύμμαχον· 〈μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ὑμῶν ἐκδίκησις ἐλεύσεται ἀνταποδόσεως, κύριος αὐτὸς ἐλεύσεται καὶ σώσει ὑμᾶς〉. ⌜ταῦτα τοίνυν παιδευθέντες ὑμεῖς 〈οἵ〉 ποτε 〈ὀλιγόψυχοι ἰσχύσατε, μὴ φοβεῖσθε〉.⌝ Ταῦτα θεσπίσας ὁ λόγος καὶ σαφῶς θεοῦ παρουσίαν εὐαγγελισάμενος σημεῖα καὶ γνωρίσματα ἐπάγει τῶν αὐτοῦ κατορθωμάτων λέγων ἑξῆς· 〈τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων〉.

ἐπληροῦτο δὲ ταῦτα ἐναργῶς κατὰ τὴν γενομένην τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίαν, καθ᾽ ἣν ἕκαστον τῶν εἰρημένων τέλους ἐτύγχανε πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν σωμάτων δυνάμει θεϊκῆς ἐξουσίας ἰωμένου αὐτοῦ καὶ οὐ σωμάτων μόνον, ἀλλὰ καὶ ψυχῶν τὰ πάθη τῷ τῆς διδασκαλίας αὐτοῦ λόγῳ θεραπεύοντος. εἰσέτι γοῦν καὶ νῦν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐν ἅπασι τοῖς ἔθνεσιν οἱ πάλαι διὰ πήρωσιν ψυχῆς καὶ ἀβλεψίαν ἄψυχα καὶ ἀκίνητα ξόανα οἷα θεοὺς τεθηπότες τὸ τῆς ψυχῆς ὄμμα τῷ αὐτοῦ φωτὶ καταυγασθέντες ἀναβλέπουσιν ὡς καταπτύειν μὲν τῆς πατροπαραδότου δεισιδαιμονίας, γνωρίζειν δὲ καὶ μόνον ἕνα ἀληθῆ θεόν. ⌜καὶ οἱ κωφοὶ δὲ καὶ ἀνήκοοι θείων λόγων πρότερον, νῦν διὰ τῆς αὐτοῦ χάριτος ἐπιστήμονες γεγόνασι τῆς τῶν θεοπνεύστων λογίων ἀκοῆς, ἀλλὰ καὶ οἱ παρειμένοι τὰς βάσεις τῆς ψυχῆς ἀνεπήδησαν ‹ἐλάφων› δίκην τοῖς αὐτῶν ἐξομοιωθέντες διδασκάλοις, οὓς μικρῷ πρόσθεν ‹ἐλάφους› ὠνόμαζεν ἡ προφητεία.

καὶ ἡ τῶν 〈μογιλάλων〉 δὲ 〈γλῶσσα〉, ἣν ‹συνέδησεν ὁ σατανᾶς› τοῦ μὴ θεολογεῖν τὸν ἀληθῆ θεόν, 〈τρανὰ〉 φθέγγεσθαι καὶ διηρθρωμένα μεμάθηκε. 〈μογιλάλους〉 δὲ οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς ‹παρὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου› μόγις ποτὲ τολμήσαντας ὀρθόν τι φρονῆσαι καὶ εἰπεῖν περὶ θεοῦ.⌝ πρὸς τούτοις ἅπασιν ἐπὶ τῇ θεσπιζομένῃ θεοφανείᾳ καὶ 〈ὕδωρ〉 φησὶν 〈ἐν τῇ〉 πάλαι 〈ἐρήμῳ ἐρράγη〉 πηγῆς ἐν αὐτῇ ζωοποιοῦ φανείσης 〈φάραγξ〉 εὕρηται, καὶ 〈χείμαρροι〉 κατὰ τὸν Σύμμαχον καὶ 〈ῥεῖθρα ἐν γῇ διψώσῃ〉. ⌜τὸ μὲν οὖν 〈ὕδωρ〉 αὐτὸ ἦν ἐκεῖνο τὸ τοῦ Ἰορδάνου, περὶ οὗ ἐλέγετο μικρῷ πρόσθεν τό· «ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου», δι᾽ οὗ ᾐνίττετο ‹τὸ λουτρὸν τῆς παλιγγενεσίας› καὶ τὸ τῆς καινῆς διαθήκης μυστήριον, τὰ δὲ 〈ῥεῖθρα〉 τοὺς εὐαγγελικοὺς τοῦ σωτῆρος ἐδήλου λόγους.⌝ Ἔτι δὲ πρὸς τούτοις γέγονεν ἐν τῇ δηλωθείσῃ ἐρήμῳ ⌜〈εὐφροσύνη ὀρνέων〉 καὶ 〈ἔπαυλις ποιμνίων〉, ψυχῶν ἐπτερωμένων δηλαδὴ καὶ μετεωροπόρων καὶ ἄλλων ἡμέρων καὶ πράων ὑπὸ καλῷ ποιμένι διοικουμένων ὡς δύνασθαι λέγειν· «κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει».⌝ ἀνωτέρω μὲν οὖν ἐν τῇ ἐρήμῳ Σιὼν ‹οἰκήσειν› ἐλέγοντο ‹ἴβεις καὶ ἐχῖνοι καὶ κόρακες καὶ ὀνοκένταυροι› καὶ ‹δαιμόνια›, τῇ δὲ μετὰ χεῖρας ἐρήμῳ τοσαῦτα εὐαγγελίζεται ὁ λόγος.

κἀκείνη μὲν πληρωθήσεσθαι ‹πίσσης καὶ θείου καὶ πυρὸς› ἐλέγετο, αὕτη δὲ 〈πηγῆς ὕδατος〉 καὶ 〈ῥείθρων〉 καὶ 〈χειμάρρων〉. ἀλλὰ 〈καὶ ἔσται〉 φησὶν ἐνταῦθα 〈ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται〉. ⌜αὕτη δὲ εἴη ἂν ἡ ἀπάγουσα ἐπὶ τὸ τρισμακάριον τέλος ‹τῆς ἐπουρανίου τοῦ θεοῦ πόλεως›, ἣν παριστὰς ὁ σωτὴρ ἔλεγεν· «ἐγώ εἰμι ἡ 〈ὁδός〉».⌝ ὁ λόγος τοίνυν ὁ σωτήριος ὁ τοὺς δι᾽ αὐτοῦ ὁδεύοντας χειραγωγῶν πρὸς τὸν πατέρα καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἀποκαθιστὰς τῇ ἐρήμῳ δοθήσεσθαι πρὸς τοῖς ἄλλοις ἀγαθοῖς προφητεύεται, πρόδηλον δὲ ὡς 〈οὐδεὶς〉 διὰ ταύτης τῆς 〈ὁδοῦ παρέρχεται ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι〉 φησὶ 〈πορεύσονται ἐπ᾽ αὐτῆς〉. ⌜τίνες δὲ οὗτοι, ἀλλ᾽ ἢ οἱ πάλαι διεσκεδασμένοι τοῦ θεοῦ καὶ μακρὰν τῆς ἀληθείας ἀποπλανηθέντες; οὗτοι γὰρ παλινδρομήσαντες καὶ τὴν εὐθεῖαν καὶ ἀπλανῆ 〈ὁδὸν〉 εὑρόντες 〈πορεύσονται ἐν αὐτῇ〉.⌝ Ἀλλὰ 〈καὶ οὐκ ἔσται〉 φησὶν 〈ἐκεῖ λέων〉, λέγω δὲ ἐν τῇ ἀποδοθείσῃ ὁδῷ, 〈οὐδὲ τῶν πονηρῶν θηρίων οὐκ ἀναβῇ εἰς αὐτὴν οὐδὲ μὴ πορευθῇ ἐκεῖ〉· ⌜πῶς γὰρ καὶ οἷόν τε ἦν ἐν τῷ εἰρηκότι· «ὅτι ἐγώ εἰμι ἡ ὁδός», 〈εὑρεθῆναί〉 τι 〈τῶν πονηρῶν〉;

οὐδὲ γὰρ «ὁδοὺς ὄφεως ἐπὶ πέτρας» δυνατὸν ἦν εὑρεῖν κατὰ τὸν Σολομῶνα.⌝ 〈ἀλλὰ πορεύσονται ἐν αὐτῇ〉 φησι 〈λελυτρωμένοι〉, ⌜οὓς αὐτὸς 〈ἐλυτρώσατο〉 δηλονότι ‹τῷ τιμίῳ ἑαυτοῦ αἵματι›, 〈καὶ οἱ συνηγμένοι διὰ κυρίου〉, ἀλλ᾽ οὐδὲ διὰ προφήτου οὐδὲ διά τινος σπουδῆς ἀνθρωπίνης· δι᾽ αὐτοῦ δὲ τοῦ 〈κυρίου λελυτρωμένοι καὶ συνηγμένοι〉, οὗτοι 〈πορεύσονται〉 τὴν δηλωθεῖσαν ὁδόν,⌝ δι᾽ ἧς ἐπὶ τέλος τὸ τρισμακάριον ‹τῆς ἐπουρανίου Σιὼν› ἐλεύσονται, περὶ ἧς φησιν ὁ Ἀπόστολος· «προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ‹. διὸ λέλεκται· 〈καὶ ἥξουσιν εἰς Σιὼν μετ᾽ εὐφροσύνης〉· ⌜οὐ γὰρ δὴ δυνατὸν ἐνταῦθα 〈Σιὼν〉 ἐκείνην παραδέχεσθαι, περὶ ἧς εἴρητο· »καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως 〈Σιών〉, καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν» καὶ τὰ τούτοις ἑξῆς. διόπερ ἀνάγκη διαφόρους νοεῖν τὰς ὁμωνύμως προσαγορευομένας Σιών,⌝ τὴν μὲν ἐπίγειον τὴν ταῖς ἀπειλαῖς ὑποβαλλομένην, τὴν δ᾽ ›ἐπουράνιον‹, ἐφ᾽ ἣν 〈ἥξειν οἱ λελυτρωμένοι καὶ συνηγμένοι ὑπὸ κυρίου〉 λέγονται, περὶ ὧν εἴρητο· 〈καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν〉· ⌜οἱ γὰρ νικηταὶ τοῦ μεγάλου ἀγῶνος ἀποφανθέντες στεφάνῳ 〈εὐφροσύνης〉 ἀναδήσονται,⌝ ὃν καὶ ὁ θεῖος Ἀπόστολος εἰδὼς ἔλεγεν· «λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος».