Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Ιστορική διήγηση: Η ασσυριακή πολιορκία και η ασθένεια του Εζεκία (Ησ. 36-39)

Η εκστρατεία του Σενναχηρείμ, οι βλασφημίες των Ασσυρίων, η ικεσία και η θαυματουργική ίαση του βασιλέως Εζεκία, καθώς και η βαβυλωνιακή πρεσβεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 13 από 25

διὸ λέλεκται· 〈καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν〉, καὶ πάλιν· 〈ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς〉, ⌜δηλονότι τοὺς τὴν σωτήριον ὁδὸν ἀκλινῶς βαδίσαντας καὶ δι᾽ αὐτῆς ἐπὶ τὸ τρισμακάριον τέλος καταντήσαντας, ἐν ᾧ στεφάνῳ οἱ τιμηθέντες τῆς αἰωνίου ζωῆς ἀπολαύσουσιν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, ἔνθα 〈ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός〉.⌝ ⌜Ἱστορία μέν ἐστιν ἡ προκειμένη καὶ διήγησις θαυμαστὴ πραγμάτων κατὰ τοὺς χρόνους Ἑζεκίου γενομένων· ἀνείληπταί τε μετὰ λοιπῶν ἱστοριῶν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν καὶ τῇ δευτέρᾳ τῶν Παραλειπομένων. ὅμως δ᾽ οὖν καὶ ἐν τῇ μετὰ χεῖρας προφητείᾳ ἢ βίβλῳ καταβέβληται διὰ τὸ ἐμφέρεσθαι πρὸς τῷ τέλει τῆς ἱστορίας προφητείαν καί τινα μεγάλην καὶ παράδοξον πρᾶξιν ἐπιτελεσθεῖσαν κατὰ τοὺς χρόνους Ἑζεκίου.⌝ καὶ τοῦτο δὲ σημειωτέον ὡς ›ἐν τῷ ἕκτῳ ἔτει τῆς βασιλείας Ἑζεκίου ὁ τῶν Ἀσσυρίων βασιλεὺς› οὗτος αὐτὸς ὁ Σεναχηρεὶμ ἐπιστὰς τῇ Σαμαρείᾳ τὴν ἐν αὐτῇ καθεῖλε βασιλείαν τοῦ Ἰσραὴλ πάντα τὸν καλούμενον λαὸν Ἰσραὴλ αἰχμάλωτον ἀπαγαγὼν εἰς τὴν τῶν Ἀσσυρίων χώραν, ἑπτὰ δὲ μεταξὺ διαγενομένων ἐτῶν ‹κατὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος Ἑζεκίου› ταῖς τῆς Ἰουδαίας πόλεσιν ἐπιθέμενος τὰς μάλιστα ἐν αὐτῇ ὀχυρωτάτας εἷλε πόλεις, ἤδη δὲ καὶ αὐτῇ ἐπεχείρει τῇ Ἰερουσαλήμ.

πλεῖστα δὲ μνήμης ἄξια ἀγαθῆς κατορθώματα τοῦ Ἑζεκίου ἡ τῶν Παραλειπομένων γραφὴ διελθοῦσα ὡς «ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ» καὶ ὡς «ἀνέῳξε τὰς θύρας οἴκου κυρίου καὶ ἐπεσκεύασεν αὐτὰς» ἀφανισθείσας κατὰ τοὺς χρόνους Ἄχαζ τοῦ πατρὸς αὐτοῦ καὶ ὡς καθεῖλε τὸ ἱερὸν καὶ τοὺς ἐν αὐτῷ λειτουργοῦντας ἱερεῖς, ὅπως τε τὴν τοῦ πάσχα ἐπετέλεσεν ἑορτὴν ὡς μαρτυρεῖσθαι, ὅτι «ἀπὸ ἡμερῶν Σολομῶντος υἱοῦ Δαυὶδ βασιλέως Ἰσραὴλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ἰερουσαλὴμ» καὶ ὡς «ἐξέκοψε τὰ ἄλση καὶ κατέσπασε τὰ ὑψηλὰ καὶ τοὺς βουνοὺς» καὶ πᾶσαν τὴν ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐπιπολάσασαν καθ᾽ ὅλης τῆς Ἰουδαίας εἰδωλολατρίαν καὶ ὡς «ἐποίησε τὸ καλὸν καὶ ἀληθὲς ἐνώπιον κυρίου τοῦ θεοῦ καὶ ἐν παντὶ ἔργῳ, ᾧ ἤρξατο ἐν ἐργασίᾳ, ἐν οἴκῳ κυρίου καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐζήτησε τὸν θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ ἐποίησε καὶ εὐωδώθη». ταῦτα καὶ τούτοις ἀδελφὰ μυρία μαρτυρήσασα περὶ αὐτοῦ ἡ γραφὴ ἐπιλέγει· «καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθε Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐν τῇ Ἰουδαίᾳ καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπε προκαταλαβέσθαι αὐτάς». εἶτα διδάσκει, ὡς ὁ Ἑζεκίας καίτοι πεποιθὼς ἐπὶ τὸν θεὸν ὅμως οὐκ ἠμέλει τῆς ἀσφαλείας τῶν τόπων.

διὸ στρατηγικῶς ‹τὰς μὲν ἐκτὸς τῆς πόλεως πηγὰς ἀπέφραττεν, ὡς ἂν μὴ εὕροι› ὁ πολέμιος ἐπιστὰς τοῖς τόποις ‹ὕδατα›, αὐτῆς τε τῆς Ἰερουσαλὴμ περιέφραττε ‹τὸ τεῖχος›, ἐκτὸς δὲ «ἄλλο προτείχισμα» ἐποίει, ‹ὅπλων› τε προὐνόει καὶ πάσης πολεμικῆς παρασκευῆς. εἶθ᾽ ὡς μετὰ τοσαύτην σπουδὴν συγκαλέσας τὰ πλήθη λόγοις αὐτοὺς θεοσεβέσιν ἐρώννυε λέγων, μὴ δεῖν μηδένα πολέμιον φοβεῖσθαι, ἐπειδήπερ φησί· «μεθ᾽ ἡμῶν πλείονες ἢ μετ᾽ αὐτῶν»· ‹μετὰ γὰρ τοῦ Ἀσσυρίου βραχίονας εἶναι σαρκίνους›, «μεθ᾽ ἡμῶν δέ» φησι «κύριος ὁ θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν». οἷς ἐπιφέρεται· «καὶ κατεθάρσησεν ὁ λαὸς τοῖς λόγοις Ἑζεκίου βασιλέως Ἰούδα.

καὶ μετὰ ταῦτα ἀποστέλλει Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἀπὸ Λαχεὶς τοὺς παῖδας αὐτοῦ ἐπὶ Ἰερουσαλὴμ πρὸς Ἑζεκίαν βασιλέα Ἰούδα καὶ πρὸς πάντα τὸν ἐν Ἰερουσαλὴμ λαὸν λέγων» τὰ προκείμενα. ⌜πρὸς τοῖς ἄλλοις τοίνυν κατορθώμασι τοῦ Ἑζεκίου γυμνάσιον ἀρετῆς καὶ πλείονος θεοσεβείας ἔνδειξιν παρεῖχεν ὁ θεὸς αὐτῷ διὰ τῆς πρὸς τὸν πόλεμον παρατάξεως, ἐν ᾗ διέλαμψε πάντα μὲν στρατηγικῶς τὰ πρὸς τὸν πόλεμον παραταξάμενος, τὸ δὲ πᾶν ἀναθεὶς τῷ θεῷ, τοῖς τε ὑπ᾽ αὐτῶν πλήθεσι θεοσεβῆ διδασκαλίαν παραγγείλας.⌝ ἀλλ᾽ οὐ τοιοῦτος ἦν ὁ Ἄχαζ ὁ τούτου πατήρ, ὃς ποτὲ μὲν τῷ Βαβυλωνίῳ ἑαυτὸν κατεδούλου καὶ πάντα τὸν ὑπ᾽ αὐτῷ λαόν, ποτὲ δὲ ὑπὸ τῶν Σύρων τῶν τὴν Δαμασκὸν οἰκούντων ἡλίσκετο. οὐκοῦν ἀρετῆς ἔνδειξιν τῷ Ἑζεκίᾳ παρεῖχεν ὁ θεὸς συγχωρῶν τῷ Ἀσσυρίῳ πλησιάζειν τῇ Ἰερουσαλήμ. ⌜τηρητέον δὲ ὡς τῶν ἐν τούτοις ὀνομαζομένων ἀνδρῶν, λέγω δὲ τοῦ 〈Ἐλιακὶμ〉 καὶ τοῦ 〈Σομνᾶ〉, καὶ διὰ τῶν ἔμπροσθεν μνήμην ἐποιεῖτο ὁ προφήτης ‹ἐν τῷ ῥήματι τῆς φάραγγος Σιών›,⌝ ἐν ᾧ εἴρηται· «Πορεύου εἰς τὸ παστοφόριον πρὸς 〈Σομνᾶν〉 τὸν ταμίαν» καὶ ἑξῆς, «καὶ καλέσω τὸν παῖδά μου Ἐλιακὶμ τὸν τοῦ Χελκίου». ⌜ἀναγκαία δὲ ἡμῖν ἡ ἐπιτήρησις εἰς τὸ ἐφαρμόσαι τῇ προκειμένῃ ἱστορίᾳ τοὺς ἐν ἐκείνῃ τῇ προφητείᾳ φερομένους λόγους.

φασὶ δὲ παῖδες Ἑβραίων τὸν Σομνᾶν τοῦτον αὐτομολῆσαι πρὸς τὸν Ἀσσύριον, ὕστερον δεξιὰν αὐτῷ σὺν ἑτέροις δεδωκότα διὰ τὸν ἐξ αὐτοῦ φόβον. καὶ τούτου χάριν τὰ διὰ τῶν ἔμπροσθεν προφητευθέντα περὶ αὐτοῦ λελέχθαι.⌝ Ὅσης δὲ ἀλαζονείας καὶ ἀπονοίας πεπλήρωτο ἡ τοῦ πολεμίου φωνὴ 〈δηλοῖ〉 φάσκουσα· 〈Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ βασιλεὺς Ἀσσυρίων〉, ⌜ὥσπερ τις ἀντικειμένη δύναμις τῷ προφητικῷ λόγῳ τῷ φάσκοντι· 〈Τάδε λέγει κύριος〉, καὶ οὗτος ἐβόα· 〈Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ βασιλεὺς Ἀσσυρίων〉.⌝ εἶτ᾽ ἐπειδήπερ ⌜οὐκ ἠγνόουν οἱ πολέμιοι δι᾽ εὐχῶν κρατεῖν καὶ διὰ λόγων θεοσεβῶν τὸν Ἑζεκίαν καὶ τοὺς σὺν αὐτῷ, ταῦτα αὐτὰ διαβάλλει ὁ τοῦ Ἀσσυρίου στρατηγὸς λέγων ὡς πρὸς παρόντα τὸν Ἑζεκίαν·⌝ 〈Τίνι πεποιθὼς εἶ; μὴ ἐν βουλῇ καὶ λόγοις χειλέων παράταξις γίγνεται〉; εἶτα προκαλεῖται αὐτὸν ἐπὶ τὴν δι᾽ ὅπλων συμβολήν, ⌜πρὸς ὃν εἴποιεν ἂν Ἑζεκίας καὶ οἱ σὺν αὐτῷ· «οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν ἐπικαλεσόμεθα».⌝ κατὰ δὲ τὸν Σύμμαχον ἀντὶ τοῦ· 〈Τίνι πεποιθὼς εἶ〉; τοῦτον εἴρηται τὸν τρόπον· 〈Τί τὸ θάρσος τοῦτο ὃ ἐθάρσησας;

εἶπα· πλὴν λόγος χειλέων μου εἰς βουλήν, δύναμις δὲ εἰς πόλεμον〉. ⌜Συκοφάντης δὲ ὢν ὁ ἐχθρὸς καταψεύδεται τοῦ Ἑζεκίου λέγων· 〈ἰδοὺ πεποιθὼς εἶ ἐπ᾽ Αἴγυπτον καὶ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου〉, ὃς τοῖς ἐπερειδομένοις αὐτῷ καὶ ἐπιθαρσοῦσι παντὸς γίνεται πολεμίου χείρων οὐκ εἰδὼς φυλάττειν συνθήκας τοῖς πρόσφυξιν. ὅθεν ἐοικέναι αὐτὸν 〈ῥάβδῳ καλαμίνῃ〉 ὁμοῦ καὶ τὸ σαθρὸν ἐχούσῃ ἐκ φύσεως καὶ τὸ βλαβερὸν τοῖς ἐπερειδομένοις αὐτῇ.⌝ προτάξας δὲ τὴν περὶ τῶν Αἰγυπτίων συμμαχίαν ὡς ἐν παρέργῳ ὁ αὐτὸς μέμνηται τῆς παρὰ τοῦ θεοῦ βοηθείας, ᾗ ἐπεποίθει αὐτός τε ὁ Ἑζεκίας καὶ ὁ σὺν αὐτῷ πᾶς λεὼς ἔτι πρὸς τούτοις, ἅτε μὴ εἰδὼς τὸν θεὸν τοῦ Ἰσραὴλ αὐτὸν εἶναι τὸν ἐπὶ πάντων θεόν, τὴν καθαίρεσιν τῆς εἰδωλολάτρου πλάνης ὑπὸ Ἑζεκίου γενομένην αὐτοῦ εἶναι ἐνόμιζεν τοῦ τῶν ὅλων θεοῦ. διὸ μάτην φησὶν ἐπιθαρσεῖν ἐπὶ τὸν θεὸν ‹τὸν καθελόντα αὐτοῦ τὰ ὑψηλὰ καὶ τὰ θυσιαστήρια› πεπλανημένος καὶ οὐκ εἰδώς, ὅτι τοῦ θεοῦ ἦν ἀλλότρια τὰ καθαιρεθέντα ὑπὸ Ἑζεκίου.

Εἶτα τούτοις ἑξῆς ὡς μὴ ἐπισταμένοις ἱππάζεσθαι τοῖς Ἰουδαίοις αὐτὸς μὲν 〈δώσειν〉 ἔλεγε 〈δισχιλίαν ἵππον〉, τὸν δὲ Ἑζεκίαν μὴ 〈δύνασθαι〉 παρασχεῖν 〈ἀναβάτας〉 αὐτοῖς. καὶ εἰκός γε ἦν τὸν βασιλέα θεοσεβῆ καὶ νόμιμον ὄντα διὰ τὸ λέγεσθαι ἐν τῷ Μωσέως νόμῳ περὶ τοῦ μέλλοντος εὐσεβῶς βασιλεύειν, «ὅτι οὐ πληθυνεῖ ἑαυτῷ 〈ἵππον〉 καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας» τοῦ νόμου χάριν μὴ πεφιλοκαληκέναι περὶ τὸ μέρος τὸ ἱππικόν, ἀλλ᾽ ἐπεὶ λέγει ὁ Ἀσσύριος· εἰ μὴ βούλεσθε παρασχεῖν 〈ἀναβάτας〉 τοῖς ὑφ᾽ ἡμῶν παρισταμένοις ὑμῖν 〈ἵπποις〉 διὰ τὸ ἀπείρους εἶναι ἐφ᾽ ἵππων παρατάξεως. 〈Πῶς δύνασθε ἀποστρέψαι εἰς τὸ πρόσωπον τῶν〉 ἡμετέρων 〈τοπαρχῶν〉; ἀντὶ δὲ τοῦ· 〈καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς τὸ πρόσωπον τῶν τοπαρχῶν〉; ὁ Σύμμαχος· 〈καὶ πῶς ὑποστήσῃ〉 φησὶ 〈τὸ πρόσωπον ἄρχοντος ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν μικρῶν〉; εἰ δὲ διὰ τὸ μὴ ἔχειν ὑμᾶς ἱππικὴν στρατείαν τοῖς τῶν 〈Αἰγυπτίων〉 φησὶν 〈ἵπποις〉 τε καὶ 〈ἀναβάταις πεποίθατε〉, γινώσκετε ὡς καὶ αὐτοὶ Αἰγύπτιοι ἡμέτεροι τυγχάνουσιν 〈οἰκέται〉· οὐκοῦν πολὺ πρότερον καὶ οἱ ἐπιθαρσοῦντες ἐκείνοις οὐδὲν ἀληθὲς λέγων· οὐ γὰρ τῇ ἐπ᾽ 〈Αἰγυπτίους〉 πεποιθήσει, τοῦ δὲ θείου νόμου φυλακῆς ἕνεκα τῆς τῶν ἵππων παρασκευῆς ἠμέλουν.

Εἶτ᾽ ἐπειδήπερ προκεχωρήκει τῷ Ἀσσυρίῳ τὰ κατὰ τῆς Σαμαρείας καὶ τῆς Δαμασκοῦ καὶ καθ᾽ ἑτέρων πλείστων ἐθνῶν πεπραγμένα, συλλογίζεται ὥς γε αὐτῷ ἐδόκει λέγων· 〈μὴ ἄνευ θεοῦ〉 πάσας ταύτας εἴληφα; οὐ γὰρ ἂν ἐκράτησα τῶν τοσούτων μὴ αὐτοῦ τοῦ πάντων τὴν ἐξουσίαν ἔχοντος ἐμοὶ παραδεδωκότος αὐτοὺς ὑποχειρίους ὥστε προστάγματι θεοῦ ὑπηρετούμενος καὶ ἐπὶ τὴν ὑμετέραν ἀνῆλθον χώραν· 〈κύριος γάρ〉 φησιν 〈εἶπε πρός με Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν〉. ⌜δεῖγμα δέ φησιν ἐναργὲς τοῦ κατὰ πρόσταγμα θεοῦ ταῦτα γεγενῆσθαι τὸ τὴν Σαμάρειαν ἑλεῖν καὶ πάντα τὸν Ἰσραὴλ ἀπαγαγεῖν αἰχμάλωτον. ‹ὡς› γὰρ ἐκείνους ἀδελφοὺς ὄντας ὑμετέρους ‹εἷλον›, οὐκ ἄλλως ἢ τοῦ θεοῦ βουλομένου, τὸν αὐτὸν τρόπον αὐτοῦ νεύματι καὶ ὑμᾶς «λήψομαι».

εἴτε δὲ ἐκ τοῦ εἰκότος ταῦτα ἔφασκεν στοχαζόμενος τοῦ κεκρατηκέναι τοῦ χρηματίζοντος λαοῦ τοῦ θεοῦ, λέγω δὴ τοῦ Ἰσραήλ, εἴτε καὶ ἀληθῶς ᾔσθετο θεοῦ ὑποβαλόντος αὐτοῦ τοῖς λογισμοῖς τῇ τῶν Ἰουδαίων ἐπελθεῖν χώρᾳ διὰ τὰς πεπραγμένας αὐτοῖς παρανομίας καὶ αὐτὸς ἐπιστήσεις.⌝ ἀλλὰ γὰρ ἐν τοῖς πρώτοις ταῦτα 〈εἰπὼν ὁ Ῥαψάκης〉 ἐπὶ τέλει τοῦ λόγου προτρέπει ἐπαγγελίαις τὰ ἐπ᾽ αὐτοῖς 〈τείχεσι〉 καὶ πύργοις τῆς πόλεως ἑστῶτα πλήθη παραδοῦναι τὴν πόλιν, ἐφ᾽ αἷς πεποίηται ὑποσχέσεσι καὶ ἐπειδὴ βεβόητο εἰς πάντας ἡ τοῦ Ἑζεκίου θεοσέβεια, διαβάλλειν αὐτὸν πρὸς τὰ πλήθη πειρᾶται λέγων· 〈Μὴ ἀπατάτω ὑμᾶς Ἑζεκίας λέγων Ὁ θεὸς ῥύσεται ὑμᾶς〉. καὶ ἀνωτέρω δὲ ἔφασκεν· «ὃς ἀφεῖλε τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ»· οὐ γὰρ ἠγνόει χαίροντα τὰ πλήθη τούτοις ἐν τῷ πρὸ τούτου χρόνῳ κατὰ τὴν Ἄχαζ βασιλείαν. διὸ ὡς ἔτι περὶ αὐτὰ διακειμένοις αὐτοῖς τὸν Ἑζεκίαν διέβαλλε, δι᾽ ὧν κατηγόρει μεγίστην θεοσεβείας μαρτυρίαν παρέχων τῷ ὄντι· καλὸν γὰρ τοιαῦτα διαβάλλεσθαι ὑπὸ ἐχθρῶν, ἐφ᾽ οἷς ἄν τις κατὰ θεὸν σεμνύνοιτο. εἶτ᾽ ἐπιλέγει· 〈Μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν〉; καὶ ἐπιλέγει· 〈Ποῦ ἐστιν ὁ θεὸς Αἰμὰθ καὶ Ἀρφάδ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Ἐπφαρουέμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρῶν μου〉; δι᾽ ὧν παρέστησε τὸ αἴτιον τοῦ παραδεδόσθαι αὐτῷ τὴν Σαμάρειαν καὶ τὸν Ἰσραήλ.

τοῦτο δὲ ἦν τὸ πολλοῖς προσέχειν θεοῖς παρὰ τὸν πάτριον νόμον. εἶτα συλλογιζόμενος ὡς οὐκ ἐδυνήθησάν φησιν 〈οἱ θεοὶ τῶν ἐθνῶν〉 ἐξελεῖν τοὺς αὐτοῖς ᾠκειωμένους, οὕτως οὐδὲ ὁ 〈τῆς Ἰερουσαλὴμ θεὸς〉 διασῶσαι δυνήσεται τοὺς ἐν αὐτῇ, ⌜οὐδὲν διαφέρειν νομίζων τὸν ἐν τῇ Ἰερουσαλὴμ τιμώμενον τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι πεπλανημένως θεῶν νομιζομένων.⌝ Πρὸς δὴ τὰς τοιαύτας μεγαλαυχίας καὶ βλασφημίας τοῦ Ῥαψάκου ἐκ παραγγέλματος βασιλικοῦ σιωπὴν εἶχον οἱ ἀκούοντες μηδὲν ἀποκρινόμενοι 〈διὰ τὸ τὸν βασιλέα〉 τοῦτο 〈προστάξαι〉. πολλῆς τε συνέσεως καὶ εὐσεβείας δεῖγμα ἦν τοῦ Ἑζεκίου τὸ κελεῦσαι μὴ ἀποκρίνασθαι τοιαῦτα θρασυνομένῳ· μηκέτι γὰρ πρὸς ἀνθρώπους ἔχειν τὸν τοιαῦτα κατὰ τοῦ θεοῦ φθεγξάμενον, ⌜μηδὲ γὰρ προσήκειν τὸν εὐλαβῆ βλασφήμῳ προσδιαλέγεσθαι ἀνδρὶ ὡς ἂν μὴ ἐρεθίζοιτο εἰς ἑτέρας ἐκπίπτειν βλασφημίας.⌝ διὸ εἴρηταί που· «μὴ ἔκκαιε ἄνθρακα ἁμαρτωλοῦ», ἀλλὰ μηδ᾽ ὅσιον εἶναι λόγων τοῖς τοιούτοις κοινωνεῖν μηδὲ ὠφελήσειν τι προσδοκᾶν τοὺς ἀνίατα τὴν ψυχὴν νοσοῦντας, ⌜μόνον δὲ πεφράχθαι δεῖν ὥσπερ τισὶν ὅπλοις καὶ πανταχόθεν ἠσφαλίσθαι τῇ σιωπῇ κρύπτοντας μὴ ἑαυτοῖς τοὺς ἀληθεῖς λόγους, περιμένοντας δὲ τὴν ἐκ τοῦ θεοῦ κατὰ τῶν βλασφήμων κίνησιν.

ταῦτα παραγγείλαντος τοῦ βασιλέως ἐπιστημόνως τὸ προσταχθὲν ἐποίουν οἱ τοῦ πλήθους προεστῶτες, ὃ δὴ καὶ ἡμῖν ποιητέον ἐστὶν ἐν καιροῖς διωγμῶν ἢ ἐν κοιναῖς ἀθέων καὶ βλασφήμων ἀνδρῶν διαλέξεσιν.⌝ Τῆς ἱστορίας διὰ τὸ σαφὲς μηδεμιᾶς ἑρμηνείας δεομένης τοσοῦτον εἰς τοὺς τόπους ἐροῦμεν ὡς τοὺς αὐτῶν 〈χιτῶνας διέρρηξαν〉 οἱ τῶν κατὰ θεοῦ βλασφημιῶν ἀκηκοότες, αὐτός τε ὁ βασιλεὺς Ἑζεκίας ἅτε δυσσεβῶν ῥημάτων· διὰ τῆς ἀκοῆς κεκοινωνηκότες ἢ ὡς δι᾽ αὐτοὺς τοῦ θεοῦ βεβλασφημημένου αὐτοὺς γὰρ εἶναι τούτων αἰτίους ὑπελάμβανον· μηδὲ γὰρ συγχωρηθῆναι τῷ πολεμίῳ μέχρις αὐτῶν πυλῶν εἰσελθεῖν τῆς τοῦ θεοῦ πόλεως καὶ τοιαῦτα ἀπαυθαδιάσασθαι.

εἰ μὴ τούτων αὐτοὶ ὑπῆρχον αἴτιοι καὶ ἔτι πρὸς τούτοις διὰ τὸ ἀγωνιᾶν μή πη ἄρα καὶ αὐτοὶ τὰ ὅμοια πάθοιεν, οἷς πέπονθε Σαμάρεια καὶ ὁ ἐν αὐτῇ λαὸς διὰ τὰς ἑαυτῶν ἀσεβείας. 〈Σάκκον〉 δὲ περιέθετο ἀντὶ βασιλικῆς ἐσθῆτος ὁ 〈Ἑζεκίας ⌜σημεῖα πένθους καὶ κακώσεως ἐπαγόμενος, τούτῳ τε τῷ σχήματι διὰ μέσης ἀνῄει τῆς πόλεως ἀπὸ τῶν βασιλείων οἴκων ἐπὶ τὸν νεὼν τοῦ θεοῦ καὶ ταπεινὸν τῷ θεῷ ἑαυτὸν δεικνὺς οἴκτου καὶ ἐλέους τυχεῖν ἠξίου τῷ σχήματι· τοὺς γὰρ ἑτέρους τῶν ἱερέων τοῦ θεοῦ 〈σάκκους〉 ἀντὶ τῶν ἱερατικῶν ἠμφιεσμένους στολῶν πρὸς τὸν προφήτην Ἠσαΐαν ἔπεμπε φάσκειν αὐτοῖς παραγγείλας· 〈Τάδε λέγει Ἑζεκίας〉, οὐχ ‹ὁ βασιλεὺς› προσθείς· οὐ γὰρ ὁ καιρὸς αὐτῷ τοῦτ᾽ ἐπέτρεπε λέγειν ταπεινουμένῳ τῆς παρούσης ἕνεκα συμφορᾶς.⌝ εἶτ᾽ ἐπεὶ ἡ παροῦσα περίστασις 〈ἐλεγμοῦ〉 φησιν 〈ἡμέρα〉 ἐστὶ τῷ τὰς ἡμετέρας ἀπελέγχειν ἁμαρτίας, ἀλλὰ καὶ 〈ὀργῆς ἡμέρα〉 τυγχάνει· ἐλεγχόμενοι γὰρ ἄξια 〈ὀργῆς〉 πεπραχότες.

ταύτῃ νῦν παραδεδόμεθα ἐοίκαμέν τε 〈ὠδινούσῃ〉 γυναικὶ καὶ μελλούσῃ μὲν ἀποκύειν, ἐξασθενούσῃ δὲ πρὸς τὴν τῶν 〈ὠδίνων〉 καρτερίαν· οὐ γὰρ οἷοί τε ἐσμὲν λέγειν· «ἐκ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ 〈ὠδινήσαμεν〉 καὶ ἐτέκομεν πνεῦμα σωτηρίας». ⌜τούτου χάριν ἐπὶ σὲ τὸν τοῦ θεοῦ ἄνθρωπον ἀνεπέμψαμεν διὰ σοῦ τὸν σὸν θεὸν ἐν καιρῷ παραστῆναι βοηθὸν ἡμῖν ἀντιβολοῦντες· ὃν οὐδὲ ἑαυτῶν θεὸν ὀνομάζειν τολμῶμεν, σὸν δὲ κύριον καὶ θεὸν ἀκριβῶς ὄντα ἐπιστάμεθα. τοῦτον οὖν αὐτὸν ἱκετεύομεν μὴ τοῖς ἡμετέροις ἀποβλέψαι πλημμελήμασι μηδὲ τῶν ἡμετέρων μνήμην ποιήσασθαι ἁμαρτημάτων, ταῖς δὲ ἀθέοις τοῦ πολεμίου φωναῖς καὶ τῇ τοσαύτῃ ὑπερηφάνῳ προσχεῖν ἀλαζονείᾳ,⌝ ποιεῖν τε τὸ αὐτῷ φίλον εἴτε συγχωρεῖν εἴτε ἐπεξιέναι βούλοιτο.

Σύ γε μήν, ὦ τοῦ θεοῦ προφῆτα, σαυτὸν ὑπομνήσας ὡς τὸ πᾶν ἡμῶν πλῆθος αἰχμάλωτον ἤδη ὑπὸ τοῦ τῷ αὐτῷ γέγονε τῷ Ἀσσυρίῳ πρεσβεῦσαι πρὸς τὸν θεὸν ὑπὲρ ἡμῶν τῶν καταλειφθέντων, μὴ ὀκνήσῃς· πιστεύομεν γὰρ ἡμεῖς καὶ πεπείσμεθα τὰ μεγάλα ἡμῖν συμβαλεῖσθαι πρὸς σωτηρίαν τὰς σὰς ὑπὲρ ἡμῶν ἱκετηρίας. ταῦτα ὁ βασιλεὺς τῷ προφήτῃ λέγειν διετάττετο. ⌜ὡς δὲ μόνον ἐπέστησαν αὐτοί, φθάσας τοὺς παρ᾽ αὐτῶν λόγους ὁ Ἠσαΐας ἀπαγγέλλειν προσέταττε τὴν ἐπιφερομένην προφητείαν· δι᾽ ἧς 〈πνεῦμά〉 φησιν 〈ἐμβαλεῖν εἰς αὐτόν〉, ὑφ᾽ οὗ 〈πνεύματος〉 ἀπατηθεὶς ἐπανήξει ἐπὶ τὴν ἑαυτοῦ γῆν, ἔνθα ξίφει τὴν ζωὴν καταστρέψει.⌝ καὶ ταύτην πρώτην ποιεῖται προφητείαν ὁ λόγος ἐπὶ τῆς προκειμένης ἱστορίας.

Θεσπίσαντος τοῦ προφήτου τὰ προλεχθέντα ὁ τὰ τοσαῦτα ἀπαυθαδιασάμενος Ῥαψάκης ἀθρόως ἄπρακτος ἀπεχώρει τῆς πολιορκίας, σπεύσας τε ἀπήντα πρὸς τὸν βασιλέα τῶν Ἀσσυρίων ἐκστήσαντος αὐτοῦ τὴν διάνοιαν τοῦ θεοῦ. ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς ἑτέραν τῆς Ἰουδαίας πόλιν τὴν 〈Λόμνα〉 μετὰ τὴν 〈Λαχεὶς πολιορκῶν〉 ἀγγελίας αὐτὸν οὐκ ἀγαθῆς ἐκταραξάσης κατὰ τὸν τοῦ θεοῦ λόγον ἔσπευδεν ἐπ᾽ Αἰθίοπας. οὐ μὴν ἠμέλει τῆς κατὰ τῶν Ἰουδαίων ἀπειλῆς, 〈ἀποστείλας〉 δὲ 〈ἀγγέλους〉 καὶ γραφὴν πρῶτα μὲν ἐκέλευσεν ἀπὸ στόματος λέγειν τῷ Ἑζεκίᾳ τὰ ἐμφερόμενα τῇ γραφῇ, εἶτα καὶ αὐτὴν ἀναδιδόναι τὴν ἐπιστολήν· τῶν τοσούτων οὖν πραγμάτων καὶ τούτοις τοῖς λόγοις καὶ ταῖς ἐπαγγελίαις ἐπάρας ἑαυτὸν τοιγαροῦν ἀπατῶν μὴ ἀγνόει. εἶτα καὶ πάλιν ὁ δυσσεβὴς δυσφήμους ἠφίει φωνὰς τοῦ θεοῦ καταλαζονευόμενος, κατηριθμεῖτό τε τὰ ὑπὸ χεῖρα αὐτῷ γενόμενα ἔθνη τῶν οἰκείων θεῶν οὐδὲν αὐτοῖς ἐπαμυνόντων. ταύτην δὲ τοῦ Ἀσσυρίου τὴν μεγαλαυχίαν ἐδήλου διὰ τῶν ἔμπροσθεν ὁ προφήτης ‹πρὶν ἢ γενέσθαι› τὸ μέλλον ἀν〈α〉φωνῶν καὶ λέγων· «Οὐαὶ Ἀσσυρίοις· ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν» καὶ ἑξῆς. «αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται», ἀλλ᾽ εἶπεν· «ὃν τρόπον ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω τῇ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς».

ἐφ᾽ οἷς καὶ τὴν ἀπειλὴν ἑξῆς ἐπῆγε· λέλεκτο μὲν οὖν ταῦτα πάλαι πρότερον, νυνὶ δὲ κατὰ τοὺς παρόντας ἐπληροῦτο χρόνους. ⌜Ὁ δέ γε Ἑζεκίας ὥσπερ καὶ πρότερον ἔσπευδε καὶ νῦν ‹ἐπὶ τὸν οἶκον τοῦ θεοῦ› καὶ αὐτῷ μόνον τὴν ἐπιστολὴν ἐδείκνυ τῷ θεῷ. εἶτ᾽ ἐπῆγεν ἱκετηρίαν διὰ προσευχῆς 〈μόνον〉 αὐτὸν εἶναι 〈θεὸν〉 λέγων καὶ οὐδένα ἄλλον.⌝ ἐπεὶ καὶ 〈μόνος〉 αὐτὸς 〈οὐρανοῦ καὶ γῆς〉 καὶ τοῦ σύμπαντος κόσμου γέγονε ποιητὴς οὐδενὸς ἀλλ᾽ οὐ ταύτης αὐτῷ τῆς θεϊκῆς δυνάμεως ἐπικοινωνοῦντος, αὐτὸς εἴη ἂν ζῶν θεὸς τῶν ἄλλων ἀψύχων καὶ νεκρῶν ὄντων, αὐτοῦ δὲ 〈μόνου〉 ζῶντος τὴν ἄναρχον καὶ ἀγέννητον ζωὴν ἐπιγραφομένου τε ἁπάντων τῶν ζωῆς μετόχων τὴν αἰτίαν. ἤδη δὲ θαρσῶν ὡς ζῶντα καὶ τοῖς πᾶσι παρόντα καὶ τῶν αὐτοῦ φωνῶν ἀκροώμενον θεὸν ἠξίου ταῖς καθ᾽ ὅλης τῆς οἰκουμένης βασιλείαις ἐνδείξασθαι 〈μόνος〉 αὐτὸς εἴη 〈θεὸς〉 ἐν τῷ διασώσασθαι τοὺς ἐπ᾽ αὐτὸν ἠλπικότας. καὶ νῦν μὲν τοσαῦτα καὶ τοιαῦτα διὰ τῆς προσευχῆς ἐθεολόγει τοῦ καιροῦ συγχωρήσαντος ὁ βασιλεὺς μὴ εὐξάμενος, ὅτε τὸ πρῶτον ‹εἰς τὸν οἶκον› ἀνῄει ‹τοῦ θεοῦ› τῇ ‹τοῦ σάκκου› περιβολῇ κεχρημένος δι᾽ ὑπερβολὴν εὐλαβείας· τότε γοῦν οὐδὲ διᾶραι στόμα ἐπὶ τοῦ θεοῦ ἐτόλμα.

διὸ τὸν προφήτην ἀποστείλας ἠξίου πρεσβεῦσαι ὑπὲρ αὐτῶν ἐν ταῖς πρὸς τὸν θεὸν ἱκετηρίαις, νῦν δὲ ὅτε ἀποκρίσεως ἠξίωτο τοῦ θεοῦ καὶ ταῖς διὰ τοῦ προφήτου ὁσίαις ἐπαγγελίαις πιστεύσας ταῖς κατὰ τοῦ πολεμίου προρρήσεσι θαρσαλέως διὰ τῶν μετὰ χεῖρας τὴν προκειμένην ἀνέπεμψεν εὐχὴν εὐσεβῆ δόγματα θεολογίας περιέχουσαν.

Οἱ τοῦ θεοῦ προφῆται τὰ μακροῖς ὕστερον χρόνοις μέλλοντα γίνεσθαι θεσπίζοντες οὐκ ἐντεῦθεν εἶχον τὸ γνώρισμα παρὰ τοῖς πλήθεσι τοῦ προφήτας αὐτοὺς εἶναι· οὐ γὰρ ἀφ᾽ ὧν τὰς ἐκβάσεις ἠγνόουν προφήτας αὐτοὺς ἡγοῦντο. ἀφ᾽ ὧν δὲ τὴν πεῖραν ἐκ τῶν παραχρῆμα ἀποτελεσμάτων ἐλάμβανον, ἐκ τούτων ἐν ταῖς τῶν μελλόντων κατεπίστευον προρρήσεσιν. οὕτως οὖν ποτε καὶ ‹περὶ ὄνων› ὁ Σαμουὴλ προὔλεγε τῷ Σαοὺλ καὶ ἄλλος περὶ οὗ βασιλέως νοσηλευομένου καὶ πάλιν ἕτερος τοῦ βασιλέως Ἰσραὴλ θάνατον προαγορεύει. τοῦτο δὲ ἐγίνετο ὡς ἂν μὴ περισπῷτο ὁ λαὸς πόθῳ καὶ λιχνείᾳ προγνώσεων περὶ τὰ τῆς εἰδωλολάτρου πλάνης μαντεῖά τε καὶ χρηστήρια· τοῦ γὰρ αὐτῶν θεοῦ οὐ δι᾽ ἀψύχων ξοάνων, διὰ δὲ τῶν αὐτοῦ προφητῶν τὸ ἱκανὸν αὐτοῖς τῆς τοῦ μέλλοντος γνώσεως παρέχοντος οὐδεὶς αὐτοῖς τῶν ἔξωθεν ἐγίνετο λόγος. ὅθεν καὶ ἐν τοῖς μετὰ χεῖρας ⌜ὁ μὲν βασιλεὺς Ἑζεκίας οἷα θεοφιλὴς ‹εἰς τὸν οἶκον ἀνῄει τοῦ θεοῦ› καὶ τὴν ἀνάγραπτον ἱκετηρίαν ἀνέπεμπε, θεὸς δὲ αὐτῷ ἀποκρίνεται τὸν ἑαυτοῦ προφήτην Ἠσαΐαν ὡς αὐτὸν πέμψας, δεύτερόν τε αὐτῷ τοῦτον ἐκδίδωσι τὸν χρησμόν, ὡς ἄρα εἴη ἀκηκοὼς τῶν τῆς προσευχῆς αὐτοῦ λόγων διδάσκων.⌝ Εἶθ᾽ ὡς πρὸς τὸν Ἀσσύριον πολλὰ καταλαζονευόμενον καὶ ἐπαπειλήσαντα τῷ λαῷ καὶ τῷ τόπῳ τοιοῦτόν τινα λόγον ποιεῖται.

σὺ μὲν ὦ οὗτος τυραννικῶς ἠπείλεις τοιαῦτα διαθήσειν τὸν ἐμοὶ καθηγησάμενον τόπον νομίζων φοβεῖν ταῖς ἀπειλαῖς τὴν ἀδιάφθορον καὶ διὰ τοῦτο 〈παρθένῳ〉 παραβαλλομένην τοῦ θεοῦ πόλιν, τόν τε ἐν αὐτῇ λαὸν 〈θυγατέρα Σιὼν〉 καὶ 〈θυγατέρα Ἰερουσαλὴμ〉 χρηματίζοντα καὶ 〈παρθένῳ〉 παραβαλλόμενον διὰ τὸ πάσης καθαρεύειν εἰδωλολατρίας. ἡ δὲ θαρσοῦσα τῇ ἑαυτῆς καθαρότητι καὶ τῷ ἑαυτῆς βοηθῷ θεῷ τὸν ὑπερήφανόν σου λογισμὸν καὶ τὰς ἀπειλὰς ἐκείνας 〈ἐξεφαύλισε καὶ ἐμυκτήρισεν〉 ὡς οὐδενὸς ἀξίας. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈ἐξουδένωσέ σε καὶ ἐξεφαύλισέ σε θυγάτηρ Σιών, ὄπισθέν σου κεφαλὴν ἐκίνησε θυγάτηρ Ἰερουσαλήμ〉· εἰ γὰρ καὶ μηδεμίαν ἀπόκρισιν ἐποιήσατο πρὸς σέ, ὅτε τὰς βλασφήμους προΐεσο φωνάς, ἀλλὰ μετὰ τὸ ἀναχωρῆσαι καὶ εἰς τοὐπίσω σε ἀπελθεῖν 〈ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν〉 ἡ προλεχθεῖσα τῆς 〈Ἰερουσαλὴμ θυγάτηρ〉 ἡ αὐτὴ οὖσα τῇ 〈παρθένῳ θυγατρὶ Σιών〉. καὶ τοῦτ᾽ ἔπραττεν οὐκέτι σιωπὴν ἄγουσα, μετὰ δὲ τοῦ λόγον ἀποδιδόναι· διὸ 〈ἐπὶ σοὶ τὴν κεφαλὴν ἐκίνει〉.

Ὁ δὲ λόγος οὕτως ἦν· 〈τίνα ὠνείδισας καὶ παρώξυνας〉; ἀνθ᾽ οὗ οἱ λοιποὶ ἑρμηνευταὶ 〈βεβλασφήμηκας〉 ἐκδεδώκασιν, ἢ 〈πρὸς τίνα ὕψωσας τὴν φωνήν σου〉; οὐδὲ ἀνέβλεψας εἰς οὐρανὸν οὐδὲ διενοήθης τὸν θεὸν τὸν ὕψιστον οὐδὲ ἐλογίσω, ὡς ἄρα οὗτος εἴη ὁ 〈ἅγιος τοῦ Ἰσραήλ〉, ὃν 〈ὠνείδισας〉 διασύρων καὶ χλευάζων ὡς ἕνα τῶν πολλῶν θεῶν τῶν ὑποχειρίων σοι γενομένων. ἐλογίσω γὰρ παρὰ σαυτῷ ὡς τῇ σαυτοῦ δυνάμει καὶ 〈τῷ πλήθει τῶν〉 σῶν 〈ἁρμάτων〉 ἀναβεβηκὼς εἴης 〈εἰς τὰ ὑψηλὰ τῶν ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου〉, ὥστε 〈ἀποκόψαι〉 τὸ ἐν τῷ πλήθει τῶν ἐν αὐτῷ 〈κέδρων τε〉 καὶ 〈κυπαρίσσων〉 ἐμφαινόμενον αὐτοῦ κάλλος. ⌜ᾐνίττετο δὲ διὰ τούτων τὰς ἐν τοῖς λοιποῖς ἔθνεσιν ἐπηρτημένας καὶ εὐθηνουμένας βασιλείας· τὸ γὰρ πολὺ πλῆθος τοῦ Λιβάνου ἐν ὑψηλοτάτοις 〈κέδροις〉 τε καὶ 〈κυπαρίσσοις ἢ ἀρκεύθοις〉 κατὰ τὸν Σύμμαχον, ἢ 〈ἐλάταις〉 κατὰ τὸν Ἀκύλαν, εἰς εἰκόνα παρείληφε τῶν τότε εὐθηνουμένων ἐθνῶν.⌝ ἀντὶ δὲ τοῦ· 〈εἰς ὕψος μέρους τοῦ δρυμοῦ〉, ὁ Σύμμαχος 〈εἰς ὕψος τοῦ ἄκρου αὐτοῦ εἰς τὸν δρυμὸν τοῦ Καρμήλου αὐτοῦ〉 ἡρμήνευσε, 〈δρυμὸν〉 κἀνταῦθα τὴν ἄκαρπον ὕλην τῶν τὸν θεὸν μὴ ἐπισταμένων ἐθνῶν αἰνιττομένου τοῦ λόγου.

ἃ δὴ ὑπὸ χεῖρα πεποιημένος ὁ Ἀσσύριος μέγα φρονῶν ἐφ᾽ ἑαυτῷ ἔλεγεν· 〈ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ〉. ἔτι δὲ ἀπηυθαδίζετο λέγων· 〈καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὑδάτων〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ἐγώ〉 φησιν 〈ὤρυξα καὶ ἔπιον ὕδωρ καὶ ἠρήμωσα ἐν ἴχνει ποδός μου πάντας ποταμοὺς συνεχομένους〉. ὁρᾷς ὅπως καὶ ἐν τούτοις 〈ὑδάτων〉 μέμνηται ὁ λόγος καὶ 〈ποταμῶν〉 ἀφανιζομένων ὑπὸ τοῦ Ἀσσυρίου, δι᾽ ὧν οἶμαι σημαίνειν τὰ παρὰ τοῖς ἔθνεσι πλήθη καὶ τοὺς παρ᾽ αὐτῶν περὶ θεῶν λόγους, οἳ τὰς ψυχὰς ἐνόμιζον τρέφεσθαι. τῷ γε μὴν 〈ἴχνει〉 τοῦ ἑαυτοῦ 〈ποδὸς〉 ἐρημίαν εἰργᾶσθαι ἐσεμνύνετο· ἐπ᾽ οὐδενὶ μὲν ἀγαθῷ, ἐπ᾽ ἐρημίᾳ δὲ ὧν ἐπέβη χωρῶν καυχώμενος καὶ ἐπὶ ἀφανισμῷ τοῦ δηλωθέντος τοῦ 〈Λιβάνου κάλλους〉. ἀλλὰ ταῦτα μὲν σὺ παρὰ σαυτῷ εἶπας ἐν τῇ σαυτοῦ διανοίᾳ λογισάμενος, ὡς ἄρα 〈τῷ πλήθει τῶν ἁρμάτων〉 σου τὰ τοσαῦτα διεπράξω, ⌜ἐγὼ δὲ σοί φημι Μὴ σαυτὸν ἀπάτα· οὐ γὰρ τῇ σαυτοῦ δυνάμει τούτων ἁπάντων περιγέγονας. ἐγὼ δὲ ἤμην ὁ ταῦτα τὰ κατ᾽ αὐτῶν ὁρίσας· εἰ σὺ μὴ ἔγνως, εἰ καὶ 〈μὴ ἤκουσας〉 τὴν ἐμὴν 〈ἐξ ἀρχαίου〉 βουλήν· ταῦτα γὰρ αὐτὸς κέκρικα κατὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πάλαι καὶ 〈ἐξ ἡμερῶν ἀρχαίων〉 διὰ σοῦ πραχθῆναι.

νῦν δὲ δι᾽ ἔργων τὴν ἐμὴν ἐπέδειξα βουλὴν ἐγείρας σε ἐπ᾽ ὀλέθρῳ τῶν τιμωρίας ἀξίων καὶ σοὶ χρησάμενος σημείῳ τοῦ 〈ἐξερημῶσαι ἔθνη〉 καὶ ἀναστάτους ποιῆσαι τοὺς 〈οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς〉, ἃς πρότερον μὲν ἐφύλαττον διασῴζων ἐγώ.

Ἐπεὶ δὲ ἠσέβουν μὴ γνωρίζοντες τὸν ἑαυτῶν σωτῆρα, 〈ἀνῆκα τὰς〉 ἐμαυτοῦ 〈χεῖρας〉 σοὶ παραδιδοὺς ἐπὶ τιμωρίᾳ, οἱ δὲ παραχρῆμα ἔρημοι ἐγένοντο τῆς ἐμῆς στερηθέντες ἐπισκοπῆς.⌝ διὸ καὶ παραυτίκα 〈ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις〉· τοῦτο γοῦν αὐτῶν τὸ αἴτιον τῆς ἀπωλείας, ὅτι μηδένα καρπὸν ἀγαθὸν εὐσεβείας προὔφερον. διὸ οὔτε ἀμπέλῳ οὔτε ἐλαίᾳ οὔτε τινὶ τῶν γονίμων φυτῶν, 〈χόρτῳ〉 δὲ 〈ξηρῷ〉 καὶ 〈ἀγρώστιδι〉 παρεικάζοντο, ὅτε δικαιότατα σῇ παρεδόθησαν χειρί. ἀλλ᾽ οὐ σύ γε ταῦτα ἐφρόνησας, ὦ τῶν Ἀσσυρίων ἄρχων, ἄθεα δὲ καὶ ἀσεβῆ λογισάμενος καὶ τὴν ἐμοὶ τῷ θεῷ ἀνακειμένην πόλιν ἐνόμισας ὁμοίως ταῖς λοιπαῖς ταῖς τὸν θεὸν ἀγνοούσαις αἱρήσειν. εἰδὼς δὲ σοῦ τὰς ἐνθυμήσεις 〈καὶ τὴν ἔξοδον καὶ τὴν εἴσοδον〉 τῶν σῶν λογισμῶν ἔτι καὶ ταῦτα πρὸς σέ φημι, ὡς οὐκ ἔλαθέ με ὁ 〈θυμός〉, ᾧ κέχρησαι κατὰ τοῦ χρηματίζοντος ἐμοῦ λαοῦ, ἀλλὰ 〈καὶ ἡ πικρία σου ἀνέβη πρός με〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ἀνέβη ἡ ἀλαζονεία σου εἰς τὰ ὦτά μου〉.

ἐπεὶ τοίνυν τοιαῦτά σοι τετόλμηται, ἄκουε λοιπόν, ὦ οὗτος τὰ διαδεξόμενά 〈σε φιμὸν〉 κατὰ τοῦ στόματός σου τοιοῦτον 〈ἐμβαλῶ〉, ὡς καὶ 〈τὴν ῥῖνα〉 αὐτὴν συσχεῖν καὶ ἀποπνῖξαι ⌜πρὸς τὸ μηκέτι τοιαῦτα φθέγγεσθαι, κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ δώσω〉 φησὶ 〈κρίκον εἰς τὸν μυκτῆρά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου〉, ἵνα μὴ ὅπου βούλει ἀπίῃς, ἕλκοιο δὲ καὶ μὴ βουλόμενος εἰς τοὐπίσω· 〈ἀποστραφῆναι〉 γάρ σε δεήσει 〈τῇ ὁδῷ〉, ᾗ τὴν ἐνταῦθα πεποίησαι πορείαν.⌝ Ταῦτα μὲν οὖν ὡς πρὸς τὸν ἄρχοντα τῶν Ἀσσυρίων, εἰ καὶ μὴ τῷ σώματι πάρεστιν, ὅμως δ᾽ οὖν καὶ πρὸς ἅπαντα εἰρήσθω. ἐπεὶ δὲ καὶ σοὶ χρὴ τῷ Ἑζεκίᾳ πρὸς ἃς πεποίησαι εὐχὰς ἀποκρίνασθαι, δέχου δὴ καὶ τὸν πρὸς σὲ λόγον· τὰ μὲν εἰρημένα περὶ τοῦ ἄρχοντος τῶν Ἀσσυρίων ἀκήκοας, ⌜εἰ δὲ σοὶ δεῖ 〈σημείου〉 πρὸς πίστωσιν τῶν ἐμῶν λόγων, ἴσθι ὅτι τὸν παρόντα 〈ἐνιαυτὸν〉 τοῖς ἀπὸ γῆς 〈αὐτομάτως〉 ἀναδοθησομένοις πρὸς τροφὴν χρήσῃ, τῷ δὲ μὴ δύνασθαι συνήθως τὴν χώραν γεωργίας τυχεῖν διὰ τὴν τῶν πολεμίων ἔφοδον.⌝ διόπερ 〈φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας〉. ἀντὶ δὲ τοῦ· ἃ 〈ἔσπαρκας〉, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ 〈αὐτόματα〉 ἐκδεδώκασι. καὶ τῷ ἐπιόντι δὲ 〈ἐνιαυτῷ〉 ὁμοίως 〈φάγε〉 τὰ ὑπολειφθέντα ἐκ τοῦ προτέρου ἔτους.

ἀντὶ δὲ τοῦ· 〈τῷ δευτέρῳ ἔτει τὸ κατάλειμμα〉, ὁ μὲν Ἀκύλας 〈καὶ τῷ ἔτει τῷ δευτέρῳ αὐτοφυῆ〉 ἐκδέδωκεν, ὁ δὲ Σύμμαχος· 〈καὶ τῷ ἔτει τῷ δευτέρῳ ἀπὸ δένδρων〉, ὁ δὲ Θεοδοτίων· 〈καὶ τῷ ἔτει τῷ δευτέρῳ αὐτοφυῆ〉, δύο δὲ τούτους 〈ἐνιαυτοὺς〉 στενοχωρηθέντες διὰ τὸ μὴ ὁμοίως γεωργίας τυχεῖν τὴν χώραν. 〈τῷ τρίτῳ ἔτει〉 πληρωθήσεσθε πάσης εὐθηνίας· 〈σπείραντες〉 γοῦν 〈ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν〉, ⌜εὖ εἰδότες ὡς 〈οἱ περιλειφθέντες ἐν τῇ Ἰουδαίᾳ〉 μετὰ τὴν αἰχμαλωσίαν τοῦ ἐν Σαμαρείᾳ πλήθους ἐν εἰρήνῃ διατελέσετε, εἰ κατὰ τὴν ἐμὴν βουλὴν 〈ῥίζαν〉 ἐμβαλόντες ἑδραίαν θεοσεβείας ἐν τῇ ἑαυτῶν ψυχῇ, καρπὸν τῆς ἐμῆς γεωργίας ἅγιον 〈ἄνω〉 βλέποντα πρός με ἀποδώσετε.⌝ οὕτω γοῦν 〈διασωθήσονται οἱ ἐπὶ τῆς Ἰερουσαλὴμ καταλειφθέντες〉, εἰ γένοιντο καρποφόροι παρ᾽ ἐμοὶ καὶ ‹τοὺς ἀξίους αὐτῶν› ἀποδίδοιεν ‹καρπούς›· ‹ζηλῶν› γὰρ ὁ κύριος ὡς ὑπὲρ οἰκείας τῆς ἀνακειμένης αὐτῷ πόλεως καὶ τοῦ χρηματίζοντος αὐτοῦ λαοῦ ταῦτα πάντα δωρήσεται.

Καὶ οὔτε ὁ τῶν Ἀσσυρίων βασιλεὺς οὐθ᾽ ἕτερός τις ἐπιβήσεται τῆς πόλεως οὔτε ἐπιτραπήσεταί τις πόλεμον ἄρασθαι κατ᾽ αὐτῆς· αὐτὸς γὰρ ἐγὼ ὡς ἂν 〈ὑπὲρ〉 ἐμῆς 〈πόλεως ὑπερασπιῶ〉 καὶ 〈σώσω αὐτήν〉 τε καὶ τοὺς ἐνοικοῦντας· ⌜τοῦτο γὰρ ἐμοὶ θεῷ ὄντι πρέπει. διὸ ταῦτα πράξω 〈δι᾽ ἐμέ〉, ἀλλ᾽ οὐ διὰ τὸ ἀξίους εἶναι τοὺς βοηθουμένους.⌝ εἰ δὲ χρὴ καὶ ἄνδρα τιμῆσαι ὡς φάναι προστήσασθαι τῆς πόλεως, 〈διὰ Δαυὶδ τὸν ἐμὸν παῖδα〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈τὸν ἐμὸν δοῦλον〉, κτίστην τῆς πόλεως καὶ πρῶτον βασιλέα τῶν αὐτόθι γενομένων φυλάξω τὴν πόλιν, ὡς ἂν καὶ ἕτεροι μαθόντες, ὅσης ἠξίωται παρ᾽ ἐμοὶ τιμῆς ὁ θεοφιλὴς ἀνήρ, ζηλωταὶ αὐτοῦ καὶ μιμηταὶ τῆς θεοσεβείας γένοιντο.

Οἱ μὲν οὖν τοῦ θεοῦ λόγοι διὰ Ἠσαΐου τοῦ προφήτου τοῦτον ἀπηγγέλλοντο τὸν τρόπον τῷ βασιλεῖ Ἑζεκίᾳ. ⌜οὐκ εἰς μακρὸν δὲ τοῖς λόγοις φοβερά τις καὶ θεϊκὴ πρᾶξις εἵπετο αὐτίκα μετὰ ταύτας τὰς φωνάς, οὐ δι᾽ ἀνθρωπίνης μεθόδου μυριάδες ἀθρόων ἀνδρῶν εὕρηντο 〈νεκρῶν〉 βεβλημέναι ὑπὸ χειρὸς ἑνὸς 〈ἀγγέλου〉· τοσοῦτος γὰρ ἦν οὗτος ὡς θεοῦ κρίσει διακονήσασθαι καὶ τοσαῦτα πλήθη τῶν πολεμίων ἀνελεῖν, ὅπως ἔργῳ πεῖραν λάβοι ὁ τούτων βασιλεύς, οἵου καταβλασφημεῖ θεοῦ. τούτου γοῦν ἕνεκεν τοσούτων ἀπολλυμένων οὐ συναπώλλυτο, ὡς ἂν θεωρὸς γενόμενος τούτου πραχθέντος τὴν ἄθεον αὐτοῦ γλῶτταν ἐπιστομίσειε.⌝ διὸ δὴ εἴρητο ἐν τοῖς τοῦ θεοῦ λόγοις· «καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου» ⌜πρὸς τὸ μὴ τοιαῦτα φθέγγεσθαι τολμᾶν. πλὴν εἰ καὶ μὴ συναπήλαυσεν τῷ πλήθει διὰ τὴν εἰρημένην αἰτίαν, δι᾽ ἣν καὶ Φαραὼ τῶν λοιπῶν Αἰγυπτίων κολαζομένων θεωρὸς ἐφυλάττετο, ὅμως γοῦν τοὺς ἑαυτοῦ παῖδας εὗρεν ἑαυτοῦ φονέας ἐπὶ τῆς οἰκείας γενόμενος γῆς.⌝ ⌜Ὁ εἰπὼν θεός· «ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι», τοὺς πολεμίους πατάξας κρίσει δικαίᾳ δι᾽ ἑνὸς 〈ἀγγέλου〉 τὸν θεοφιλῆ βασιλέα ἰάσατο καὶ ἐζωοποίει ‹ῥυόμενος αὐτὸν ἐκ θανάτου› δι᾽ ἑαυτοῦ.

καλῶς οὖν ἐπεσημήνατο φήσας· 〈ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἑζεκίας ἕως θανάτου〉, ἢ κατὰ τὸν Ἀκύλαν· 〈τοῦ ἀποθανεῖν〉, ἢ κατὰ τοὺς λοιπούς· 〈εἰς θάνατον· ἐν〉 γὰρ 〈ἐκείνῳ τῷ καιρῷ〉, καθ᾽ ὃν τὰ προλεχθέντα πεπόνθασιν οἱ Ἀσσύριοι, ὁ τοῦ 〈θανάτου〉 καιρὸς ἐπέστη τῷ Ἑζεκίᾳ. βουλόμενος δὲ σῶσαι αὐτὸν ὁ θεὸς οὐκ ἐν ἀδήλῳ κατέλιπε τὸ μέλλον τὴν μαλακίαν αὐτοῦ διαδέξασθαι τέλος. διὸ προφάσεις αὐτῷ σωτηρίας παρέχων τὸ τῆς ἀρρωστίας τέλος φανερὸν αὐτῷ καθίστη διὰ τοῦ προφήτου, ὡς ἂν μαθὼν 〈προσεύξοιτο〉 καὶ προσευξάμενος τύχοι προσθήκης ζωῆς καὶ μετὰ τὸν ὡρισμένον κατ᾽ αὐτοῦ θάνατον, διδάσκοντος ἡμᾶς τοῦ λόγου, ὡς οὐκ ἀνάγκη τις εἱμαρμένης τῆς ἀνθρωπίνης ζωῆς οὐδ᾽ ἀπαράτρεπτος ἀνθρώποις καιρὸς ὥρισται θανάτου. θεὸς δὲ αὐτὸς κρατῶν ἁπάντων καὶ ζωῆς αἴτιος καὶ θανάτου τυγχάνει, δι᾽ οὓς οἶδεν αὐτὸς λόγους ἕκαστον τῶν εἰς τὸν βίον παριόντων κατὰ τούσδε ἢ τούσδε τοὺς χρόνους παράγων καὶ ἐπὶ τοσοῖσδε ἢ τοσοῖσδε ἔτεσι καὶ διὰ τοιᾶσδε ἢ τοιᾶσδε συνάγων τελευτῆς, μόνῳ τε αὐτῷ καὶ τοὺς ἐν αὐταῖς ὡς εἰπεῖν ‹ταῖς τοῦ θανάτου πύλαις› γενομένους δυνατόν ἐστιν ἀνακαλέσασθαι· ὡς νῦν μὲν τὸν Ἑζεκίαν ἐξ ἀρρωστίας θανατικῆς διασώσασθαι καὶ προσθήκην αὐτῷ ζωῆς χαρίσασθαι ὅλων 〈ἐτῶν πέντε καὶ δέκα〉· ἑτέρους δὲ καὶ μετὰ τὸ τεθνάναι ἀναβιῶναι ποιῆσαι, ὅσους ἡ θεία παρίστησι γραφή.

ὡς ἐξ ἅπαντος λελύσθαι τοὺς περὶ εἱμαρμένης λόγους διὰ τὸ καὶ αὐτῆς ἀνάγκης καὶ πάσης οὐσίας τε καὶ φύσεως τὸν ἐπὶ πάντων θεὸν κρατεῖν. ταῦτ᾽ εἰδὼς ὁ Ἑζεκίας, ὅτε μὲν ὑγιὴς τὸ σῶμα ἦν, ἐπὶ τὸν νεὼν ἔσπευδε τοῦ θεοῦ κἀκεῖ τὸν θεὸν αὐτοῦ τε καὶ τοῦ λαοῦ καὶ τῆς πόλεως σωτῆρα γενέσθαι ἀνεκαλεῖτο· ἐπεὶ δὲ τοῦτο πράττειν ἐπὶ τοῦ παρόντος ἀπεῖργεν ἡ νόσος, ἐξ αὐτῆς στρωμνῆς τὴν εὐχὴν ἀνέπεμπε τῷ θεῷ πανταχοῦ παρεῖναι καὶ παντὸς εἶναι θεοσεβοῦς ἐπήκοον πεπεισμένος.⌝ εἶτ᾽ αὐτὸ μόνον μνημονεύσας σὺν πολλῇ παρρησίᾳ ὡς εὐαρέστως αὐτῷ βεβιωκὼς εἴη, οὐκέτι προσετίθη τὴν παραίτησιν τοῦ θανάτου οὐδὲ χρόνους ζωῆς ἐξῃτεῖτο· εἰδὼς τὸν θεὸν τῶν κατὰ διάνοιαν αὐτοῦ λογισμῶν ὄντα ἐπιγνώμονα τῷ νεύματι τὸ τῆς εὐχῆς ἐπιτρέπων τέλος προσετίθει καὶ 〈κλαυθμὸν μέγαν〉, ἐφ᾽ ᾧ τὸν νοῦν ἐπιστῆσαι ἄξιον. τί δή ποτε τούτῳ κέχρητο ὁ θεοσεβὴς ἀνὴρ ἀγαθὰς αὐτῷ δέον τὰς μετὰ θάνατον ὑπογράφειν ἐλπίδας, ὅτε μάλιστα αὐτὸν ἀνεκαλεῖτο μάρτυρα τὸν θεὸν ἀγαθῇ συνειδήσει τοῦ 〈μετὰ ἀληθείας καὶ ἐν καρδίᾳ ἀληθινῇ〉 εὐαρέστως αὐτῷ βεβιωκέναι.

Τὸ μὲν οὖν αἴτιον τοῦ 〈κλαυθμοῦ〉 προϊὼν αὐτὸς διδάξει, τέως δὲ ὁ προφήτης ἅμα τῷ δεηθῆναι τοῦ θεοῦ τὸν βασιλέα δεύτερον ἀποσταλεὶς παρὰ τοῦ θεοῦ· 〈Τάδε λέγει κύριος ὁ θεὸς Δαυὶδ τοῦ πατρός σου〉 ἔλεγε. ⌜〈πατέρα〉 δὲ αὐτοῦ τὸν Δαυὶδ ὁ θεὸς ἐκάλει τὴν ἀνωτάτω μαρτυρίαν αὐτῷ παρέχων ὡς ἀξίῳ τὸν θεοφιλῆ πατέρα ἐπιγράφεσθαι τῆς τῶν τρόπων ὁμοιότητος χάριν.⌝ διὸ καὶ ἐν ταῖς ἱστορίαις ἐμνημονεύετο ‹πεποιηκὼς τὸ εὐθὲς κατὰ πάντα ὡς 〈Δαυίδ〉›. διὸ διὰ τοῦ προφήτου φησὶν ὁ θεός· 〈Ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου〉. ⌜ἐπεὶ καὶ οἱ λόγοι τῆς 〈προσευχῆς〉 οὐκ «ἐν πολυλογίᾳ» περιεχόμενοι ἄξιοι τῶν ἀκοῶν ἦσαν τοῦ θεοῦ καὶ τὸ τῶν 〈δακρύων〉 ἔργον κατὰ καιρὸν εὐλόγως καὶ ἀναγκαίως γενόμενον τοὺς τῆς ἐπισκοπῆς τοῦ θεοῦ εἷλκε πρὸς αὐτὸν ὀφθαλμοὺς ἐπικλῶν αὐτοῦ τὸ φιλάνθρωπον. διὸ καὶ ἐπινεύει αὐτῷ ζωῆς προσθήκην ἔργῳ παριστάς, ὡς οὔτε φύσει ἀτάκτῳ θάνατος ἀνθρώποις ὥρισται οὔτε ἀνάγκῃ ἀπαραιτήτῳ.

οὐ μόνον δὲ χρόνους αὐτῷ ζωῆς, ἀλλ᾽ ἐκ περιουσίας οἷα θεὸς καὶ εὐζωΐαν αὐτῷ τὴν ἐν εὐσταθεῖ καὶ εἰρηναίῳ βίῳ ἐπαγγέλλεται, αὐτόν τε ὁμοῦ καὶ τὸν σὺν αὐτῷ λαὸν καὶ τὴν 〈πόλιν ἐκ〉 τῆς τῶν πολεμίων 〈χειρὸς διασώσειν〉 ὑπισχνούμενος, 〈σημεῖόν〉 τε αὐτῷ παρεῖχε τῆς τῶν εἰρημένων πίστεως δι᾽ ἑτέρου παραδόξου.⌝ διό φησι· 〈τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει ὁ θεὸς τὸ ῥῆμα τοῦτο· ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈ἰδού〉 φησιν 〈ἐγὼ παλινδρομήσω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος ἐν τῷ ὡρολογίῳ Ἄχαζ τοῦ πατρός σου ὀπισθίως δέκα ἀναβάσεις〉. πῶς δὲ 〈οἶκος〉 ἦν τοῦ 〈πατρὸς〉 Ἑζεκίου, λέγω δὴ τοῦ Ἄχαζ ἀνδρὸς εἰδωλολάτρου, ὁ εἰσέτι καὶ νῦν δεικνύμενος ἐν Ἱεροσολύμοις οἶκος ἀμφὶ τὸν περίβολον τοῦ ἱεροῦ τυγχάνων ὃν εἰσέτι καὶ νῦν Ἑζεκίου καλοῦσιν, οὐκ ἔχω λέγειν αὐτός. διόπερ ἀναγκαίως τῇ τοῦ Συμμάχου ἑρμηνείᾳ τὸν νοῦν ἐπιστήσας 〈οὐκ οἶκον〉 τοῦ Ἄχαζ ὀνομαζόμενον εὗρον τὸν τόπον, ἀλλ᾽ 〈ὡρολόγιον τοῦ Ἄχαζ〉 καὶ μήποτε ἡ ἐν τῷ τόπῳ κατασκευὴ τῶν 〈βαθμῶν〉 εἰς 〈ὡρολόγιον〉 πεποίητο τοῦ Ἄχαζ ἐκ τῶν ἐν αὐταῖς ἡλίου βολῶν τὰς ὥρας τῆς ἡμέρας ἐπισημαίνεσθαι εἰωθότος.

κατὰ δὲ τὸν Ἀκύλαν· 〈ταῖς ἀναβάσεσιν Ἄχαζ〉 εἴρηται, καὶ κατὰ τὸν Θεοδοτίωνα· 〈ἐν τοῖς ἀναβαθμοῖς Ἄχαζ〉, κατ᾽ οὐδένα δὲ τῶν ἑρμηνευτῶν 〈οἶκος τοῦ Ἄχαζ〉 ἐμαρτυρήθη εἶναι ὁ τόπος, ἀλλ᾽ ἤτοι 〈ὡρολόγιον ἢ ἀνάβασις〉, τάχα που τοῦ Ἄχαζ ταύτῃ χρωμένου τῇ εἰς τὸν περίβολον εἰσόδῳ ἔνθα προποδίσαντος κατὰ τὴν τοῦ οὐρανοῦ περιφορὰν τοῦ ἡλίου καὶ εἰς τοὐπίσω παραδόξως ἀπὸ δυσμῶν ἐπ᾽ ἀνατολὰς ἐλθόντος καὶ δεύτερον δρόμον κατὰ τῶν αὐτῶν ὡρῶν διιππεύσαντος. ⌜〈σημεῖον〉 μὲν ὑπῆρχε τὸ θαυμαστὸν καὶ τὸν Ἑζεκίαν ἀπὸ δυσμῶν τοῦ ἡλίου ἐπὶ δευτέραν 〈παλινδρομῆσαι〉 ζωήν.⌝ Διπλοῦν δ᾽ ἀπελάμβανε μῆκος ὡρῶν ὁ τῆς ἡμέρας ἐκείνης χρόνος, ἐπεὶ δὲ τῷ θαύματι τῆς τοῦ θεοῦ ἐπαγγελίας τυχὼν ὁ βασιλεὺς εὐχαριστήριον συντάττει λόγον. διὸ γέγραπται κατὰ τὸν Ἀκύλαν· 〈γραφὴ Ἑζεκίου βασιλέως Ἰούδα ἐν τῷ ἀρρωστῆσαι αὐτόν. καὶ ἔζησεν ἀπὸ τῆς ἀρρωστίας αὐτοῦ〉, καὶ κατὰ τὸν Θεοδοτίωνα 〈γραφὴ Ἑζεκίου βασιλέως Ἰούδα〉 εἴρηται, παρ᾽ οὐδενὶ δὲ 〈προσευχή〉.

Διὸ λόγον εὐχαριστήριον προσήκει λέγειν τὴν παροῦσαν 〈γραφήν〉, ἐν ᾗ φησιν· 〈Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐν πύλαις ᾅδου, ἤ· ἐγὼ εἶπα ἐν τῇ πληρώσει τῶν ἡμερῶν μου〉 κατὰ τὸν Ἀκύλαν, ἤ· 〈ἐγὼ εἶπα ἐν τῷ ἀρρωστῆσαί με〉 κατὰ τὸν Θεοδοτίωνα, κατὰ δὲ τὸν Σύμμαχον· 〈ἐγὼ εἶπον ἐν τῷ κατασιγασθῆναι τὰς ἡμέρας μου〉· ⌜συνιδὼν γὰρ ἐμαυτὸν ‹ταῖς τοῦ θανάτου 〈πύλαις〉› ἤδη λοιπὸν πλησιάζοντα ἀπέγνων καὶ ἀπήλπισα ἐμαυτοῦ τὴν ἐν ἀνθρώποις ζωήν.⌝ διὸ 〈εἶπον· καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα〉, ἀλλὰ καὶ τοῦτο 〈εἶπον〉 παρ᾽ ἐμαυτῷ, ὅτι στερηθεὶς τῆς ζωῆς 〈οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ γῆς ζώντων〉. κατὰ δὲ τὸν Σύμμαχον· 〈οὐκ ὄψομαί〉 φησι 〈τὸν κύριον ἐπὶ γῆς ζώντων〉.

ταῦτα δὲ εἶπον πρὸς ἐμαυτόν φησιν ἐννοῶν, μὴ ἄρα ποτὲ ἀνάξιος εἴην τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς καὶ τῆς μερίδος τῶν παρ᾽ αὐτῷ 〈ζώντων〉, ἔνθα 〈τὸ σωτήριον〉 ἦν 〈τοῦ θεοῦ〉· οὐ γὰρ ἠγνόει τὸ φῆσαν λόγιον ἐν Ψαλμοῖς· «ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέ σε», «εὐαρεστήσω τῷ κυρίῳ ἐν χώρᾳ 〈ζώντων〉», καὶ αὖθις· «εὐαρεστήσω τῷ κυρίῳ ἐν φωτὶ 〈ζώντων〉»· ‹χώραν› οὖν ‹〈ζώντων〉› ἑτέραν εἰδὼς παρὰ τὸν ἐνεστῶτα βίον καὶ ‹ψυχῆς ἀνάπαυσιν› τὴν παρὰ τῷ θεῷ καὶ ‹φῶς›, οὐ τὸ ἐξ ἡλίου, τὸ δὲ ‹τῶν παρὰ θεῷ 〈ζώντων〉› ἐπιστάμενος, εἶτα πεφροντικὼς μήποτε στερηθείη τούτων μηδὲ ἐκπέσοι 〈τοῦ σωτηρίου τοῦ θεοῦ〉, ὅπερ ἦν ὁ Χριστὸς αὐτοῦ. ⌜εἰκότως ἐν ἀγῶνι καταστὰς τῶν μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου ὑπομιμνῄσκει μὲν τῆς ἑαυτοῦ θεοσεβείας τὸν θεόν· 〈διὰ δὲ τοῦ κλαυθμοῦ〉 μὴ ἐκπεσεῖν ‹τῆς χώρας τῶν 〈ζώντων〉› κατηντιβόλει.⌝ καὶ τοῦτο δὲ ὑπερηγωνία μὴ μετὰ θάνατον 〈οὐ μὴ ἴδῃ ἄνθρωπον〉 θεοῦ καὶ οὐ μὴ μετὰ τῶν μακαρίων καὶ θεοφιλῶν ψυχῶν ἀναπαύσοιτο. ⌜Ἔτι καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις ἐλύπει τὸν Ἑζεκίαν τὸ μηδένα διάδοχον ἐκ σπέρματος ὑπάρχειν αὐτοῦ, μήπω παιδὸς αὐτῷ γενομένου, καθ᾽ ὃν χρόνον ταῦτα ἔλεγεν.

ἐπειδὴ τοίνυν ἄπαις ἔμελλε τελευτᾶν μηδένα καταλείπων διάδοχον, ἐξ οὗ 〈τὸ σωτήριον〉 γενέσθαι ἀνθρώποις προσεδοκᾶτο, εἰκότως ὡς ἂν τῆς τοῦ Χριστοῦ γενέσεως τῆς «ἐκ σπέρματος Δαυὶδ» στερόμενος ἀπεκλαίετο⌝, ἔλεγον δέ φησι παρ᾽ ἐμαυτῷ ὡς ἄρα 〈ἐξῆλθε τὸ πνεῦμά μου καὶ ἀπῆλθεν ὥσπερ ὁ πήξας σκηνήν〉, ἔπειτα 〈καταλύων 〈σκηνήν〉, ⌜σκηνὴν〉 μὲν λέγων τὸ 〈σῶμα〉, ἐπεὶ καὶ ὁ θεῖος Ἀπόστολος ‹〈σκῆνος› ὠνόμαζεν αὐτὸ⌝ λέγων· «ἡμεῖς οἱ ὄντες ἐν τῷ 〈σκήνει〉 στενάζομεν βαρούμενοι», λύσιν δὲ τῆς 〈σκηνῆς〉 τὴν ἀπόθεσιν τοῦ σώματος, ἣν ἐποιεῖτο τὸ 〈πνεῦμα καταλύον〉 καὶ καταλεῖπον τὸ σῶμα. ⌜ἀλλὰ καὶ 〈ὥσπερ ἱστὸς ἐρίθου τὸ〉 ὕφασμα λοιπὸν 〈ἀποτεμνούσης〉, οὕτω καὶ τὰ τῆς ἐμῆς ζωῆς καὶ τοῦ βίου παντὸς τὸ ὕφασμα περὶ τέλος ἤλαυνεν 〈ἀποτεμνόμενον〉· ἕκαστος γοῦν τῶν ἁγίων στολὴν 〈ὑφαίνει〉 καὶ κόσμον τῇ ἑαυτοῦ περιτίθησι ψυχῇ διὰ τῶν αὐτοῦ πράξεων.⌝ διὸ 〈ὥσπερ ἱστὸν ἐρίθου〉 ἑαυτὸν ἔλεγεν, 〈ἐγγιζούσης δὲ ἐκτεμεῖν〉 προσετίθη διὰ τὸν ἐπιστάντα αὐτῷ θάνατον ὥς φησι· ⌜〈παρεδόθην ὥσπερ〉 τινὶ ἀνθρωποβόρῳ 〈λέοντι〉, ὃς τέως μὲν διὰ τῆς ἐπιτεθείσης μοι ἀρρωστίας 〈διὰ πάσης νυκτὸς καὶ ἡμέρας συνέτριψε πάντα τὰ ὀστᾶ μου〉, μικροῦ δὲ δεῖν καὶ ὅλον αὐτὸν καταπίνειν με ἔμελλεν.

ὅμως δ᾽ οὖν ἐν τούτοις γενόμενος οὐκ ἐξησθένησα οὐδὲ τοῦ θεοῦ μου ἀνεχώρησα ἀναλαβὼν δὲ ἐμαυτὸν πίστει καὶ ἐλπίδι ἀγαθῇ, κλαυθμῷ καὶ γόοις καὶ προσευχῇ 〈παρέδωκα〉 ἐμαυτόν.⌝ Εἶθ᾽ 〈ὡς χελιδὼν ἐφώνουν〉 ἀποδυρόμενος καὶ 〈ὡς περιστερὰ ἐμελέτων〉 ἀποκλαόμενος, ⌜εὐχομένου δέ μού φησιν ἐπιμόνως καὶ ἐγκειμένου τῇ πρὸς τὸν θεὸν ἱκετηρίᾳ⌝ 〈ἐξέλιπον οἱ ὀφθαλμοί μου τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον〉. ⌜ὁ δὲ μὴ μελήσας 〈ἐξείλετό με καὶ ἀφείλετό μου τὴν ὀδύνην τῆς ψυχῆς〉, μονονουχὶ τὸν αὐτὸν λόγον πιστωσάμενος, ὃν ἐπήγγελται τοῖς ἁγίοις αὐτοῦ εἰπών· «ἔτι λαλοῦντός σου ἐρῶ Ἰδοὺ ἐγὼ πάρειμι».⌝ Οὕτως οὖν καὶ ‹τὴν ψυχήν μου ἐρρύσατο ἐκ θανάτου›. 〈περὶ αὐτῆς γὰρ ἀπήγγελον〉 καὶ ὑπὲρ αὐτῆς διὰ τῆς προσευχῆς παρεκάλουν· μάλιστα γάρ μοι τῆς ψυχῆς ἔμελλεν, ὅπως μὴ ὑπὸ τοῦ θανάτου καταποθῇ, ἀλλ᾽ εἰσακούσας 〈ἐξήγειράς〉 με, ὦ 〈κύριε, καὶ παρακληθεὶς ἔζησα〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈ἀνέθαλάς μέ〉 φησι 〈καὶ ἐζώωσάς με〉 καὶ μετέβαλες τὴν 〈πικρίαν〉 μου 〈εἰς εἰρήνην〉 καὶ 〈εἵλου τὴν ψυχήν μου〉 ἡρπάσας αὐτὴν ἐξ αὐτῶν, ἤδη ‹τῶν τοῦ θανάτου πυλῶν›, 〈ἵνα μὴ ἀπόληται〉 τὴν ψυχῆς ἀπώλειαν, καὶ τοῦτ᾽ ἔπραξας, ⌜οὐχ ὅτι τούτων ἄξιος ἤμην ἐγώ· πολλῶν γὰρ μεστὸς ἁμαρτιῶν αὐτὸς ὑπῆρχον, ἀλλὰ τῷ σῷ ἐλέῳ καὶ τῇ σῇ φιλανθρωπίᾳ ταῦτα παρέστη.⌝ διὸ μακρὰν 〈καὶ ὀπίσω τὰς ἐμὰς ἀπέρριψας ἁμαρτίας〉 καὶ τούτων με κατηξίωσας ‹〈ἐκ〉 τοῦ τῆς ψυχῆς θανάτου ῥυσάμενός με›, 〈ἵνα μὴ ἀπόληται〉 στερηθεῖσα μὲν ‹τῆς παρά σοι χώρας τῶν ζώντων›, κατασυρεῖσα δὲ ἐπὶ τὸν τοῦ ᾅδου βυθὸν καὶ ταῖς τῶν ἀσεβῶν ψυχαῖς συγκαταλεγεῖσα. 〈οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου〉· ⌜χωρίον γάρ ἐστιν ἀσεβῶν τοῦτο.

διὸ τὴν ψυχήν μου ἐλευθερωθεὶς ἐξ αὐτοῦ χαίρων ἀποδίδωμι τῷ θεῷ τὴν εὐχαριστίαν. ‹ἡ δὲ χώρα τῶν παρὰ θεῷ ζώντων› καὶ τοὺς 〈αἰνοῦντας〉 ὑποδέξεται· ἔνθα καὶ αὐτὸς λοιπὸν γενήσεσθαι πιστεύω τοῦτό μοι τῆς σῆς δωρησαμένης χάριτος.⌝ Εἰ δὲ καὶ πρότερον ἐκλελοίπει «ἐκ τῆς συγγενείας μου» διαδοχή, ἀλλὰ νῦν θαρσῶν τῷ σῷ ἐλέῳ πιστεύω, 〈ὅτι ἀπὸ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου〉, διὸ 〈οὐ παύσομαι εὐλογῶν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου〉. καὶ τοῦτο πράξω 〈κατέναντι τοῦ οἴκου τοῦ θεοῦ〉 ⌜σοὶ προσεδρεύων διὰ παντὸς καὶ ἀχώριστος γινόμενος τοῦ σοῦ ἁγιάσματος.⌝ ταῦτα μὲν ‹ἡ τοῦ Ἑζεκίου› περιεῖχε ‹γραφή›, μεθ᾽ ἣν ἑπτὰ διαγενομένων ἐτῶν υἱὸς αὐτῷ γίνεται Μανασσῆς. τοῦτο δὲ δῆλον ἀπὸ τοῦ ‹πέντε καὶ δέκα μὲν ἔτη προστεθῆναι› αὐτοῦ τῇ ζωῇ μετὰ τὴν ἀρρωστίαν τελευτήσαντα δ᾽ αὐτὸν διαδέξασθαι τὸν υἱὸν ὀκταετῆ ὄντα ὡς ἡ τῶν Ἱστοριῶν περιέχει βίβλος.

Μετὰ ταῦτα ἑτέρου τινὸς ὡς οἶμαι πάθους ἐπισυμβάντος τῷ Ἑζεκίᾳ περὶ τὸ σῶμα· 〈ἕλκος〉 δὲ ἦν μερικόν, ὡς ἂν μὴ πάντα τις καὶ τὰ βραχύτατα παρὰ τοῦ θεοῦ αἰτοίη, συμβουλεύει ὁ προφήτης 〈παλάθῃ〉 ἐκ 〈σύκων〉 χρήσασθαι 〈καὶ καταπλάσαι τὸ ἕλκος〉 ⌜διδάσκων, ὡς οὐ πάμπαν ἀπόβλητα γένοιτ᾽ ἄν ποτε καὶ τὰ παρὰ ἀνθρώποις πρὸς θεραπείαν τοῦ σώματος ἐπινοούμενα. ἔστι δὲ ὅτε καὶ τούτοις χρηστέον ὡς καὶ τοῦ προφήτου τοῦτο πρᾶξαι παραινέσαντος. καὶ οἱ λοιποὶ δὲ πάντες 〈ἕλκος〉 ὠνόμασαν τὸ διὰ τῆς 〈παλάθης〉 θεραπευθέν, ἀλλ᾽ οὐχ 〈ἕλκος〉 ἦν τὸ πρῶτον, ἀρρωστία δὲ καὶ ‹μαλακία πρὸς θάνατον›, διὸ ἐπ᾽ ἐκείνης μὲν κλαυθμοὶ καὶ προσευχαὶ καὶ θεοῦ ἐπισκοπὴ παρελαμβάνοντο· ἐπὶ δὲ τοῦ μερικοῦ 〈ἕλκους〉 σωματικὴ θεραπεία, ἣν ὁ προφήτης ὑποβέβληκεν.⌝ ὁ δέ γε βασιλεὺς οὐ τὴν 〈παλάθην〉 βούλεται 〈σημεῖον〉 αὐτῷ θεραπείας γενέσθαι, ἀλλά· 〈Τοῦτό〉 φησιν ἐμοὶ 〈σημεῖον〉 ἔσται σωτηρίας τὸ 〈ἀναβῆναι εἰς τὸν οἶκον τοῦ θεοῦ〉.

ἀπαρκεῖ γάρ μοι τὸ δύνασθαι ἀνιέναι καὶ προσκυνεῖν τὸν ἐμὸν σωτῆρα, ἔνδον 〈εἰς τὸν οἶκον〉 αὐτοῦ παριόντα· τοῦτο γάρ μοι παντὸς ἔσται ἀγαθοῦ κρεῖττον, τὸ δὲ τοῦ 〈ἕλκους〉 ἀδιάφορον, εἰ μή μοι γίγνοιτο 〈ἐμποδὼν〉 τῆς 〈εἰς τὸν οἶκον τοῦ θεοῦ〉 παρόδου. ⌜Συνεξετάζουσιν ἡμῖν καὶ διερευνωμένοις τὰ κατὰ τοὺς παρόντας τόπους ὁ τῶν Ἰουδαίων διδάσκαλος ἔλεγε νενοσηκέναι μὲν τὸν Ἑζεκίαν, ἐπεὶ μὴ εἰρήκει ᾠδὴν εἰς τὸν θεὸν εὐχαριστήριον ἐπὶ τῇ πτώσει τῶν Ἀσσυρίων, ὡς Μωσῆς ᾖσεν ἐπὶ τῇ ἀπωλείᾳ τῶν Αἰγυπτίων καὶ ὡς Δεββώρα ἐπὶ τῇ ἀπωλείᾳ τοῦ Σισάρα καὶ ὡς Ἅννα ἐπὶ τῇ γενέσει τοῦ Σαμουήλ· ὅπερ μὴ ποιήσαντα τὸν Ἑζεκίαν τῇ νόσῳ περιπεσεῖν· τὸν δὲ Βαβυλώνιον ἐγνωκέναι τὴν ἀπὸ τῆς νόσου ῥῶσιν αὐτοῦ καὶ ἀπεσταλκέναι πρὸς αὐτὸν ἄνδρας οὐκ ἀργῶς, ἀλλ᾽ ἐπειδὴ συνέβη τὴν ἡμέραν ἐκείνην, καθ᾽ ἣν 〈τὸ σημεῖον〉 τῆς τοῦ 〈ἡλίου〉 ἀναδρομῆς ὡρῶν γεγενῆσθαι διπλασιόνων· μὴ γὰρ λαθεῖν τοῦτο τοὺς Βαβυλωνίους δεινοὺς ὄντας περὶ τὴν τῶν ἄστρων θεωρίαν. καὶ ἐπειδὴ τὸν ἥλιον θεοποιοῦντες συνεῖδον, ὡς ὑπὸ κρείττονος περιηνέχθη εἰς τοὐπίσω δυνάμεως· τούτου χάριν ζητῆσαι τὸ τούτου αἴτιον.

εἶτ᾽ ἐπειδὴ πολυπραγμονήσαντες ἔμαθον τὸν τῶν Ἑβραίων θεὸν μέγαν εἶναι, τὸν καὶ τοῦ παντὸς κόσμου δημιουργόν· τοῦ τε βασιλέως Ἑζεκίου τὴν ἀρρωστίαν, δι᾽ ἣν καὶ τὸ θαῦμα γέγονεν, εἰκότως καταπλαγέντα τὸ πεπαγμένον φιλίαν ἐθελῆσαι σπείσασθαι πρὸς τὸν Ἑζεκίαν ὡς πρὸς ἄνδρα θεοφιλῆ. ταῦτα μὲν ὁ Ἑβραῖος. ἐγὼ δὲ συνιδὼν ὡς ὑφ᾽ ἕνα καὶ τὸν αὐτὸν ἐνιαυτὸν ταῦτα πάντα συνέβη, λέγω δὲ ἡ ἔφοδος τοῦ Ἀσσυρίου ἡ κατὰ τῆς Ἰουδαίας καὶ ἡ δι᾽ ἀγγέλου θεοῦ κατὰ τῶν Ἀσσυρίων πληγή, ἥ τε τοῦ Σεναχηρεὶμ φυγὴ καὶ ἡ τῶν αὐτοῦ παίδων ἐπανάστασις, ἥ τε τοῦ διαδεδεγμένου αὐτὸν υἱοῦ σεσιωπημένη ἀπώλεια.⌝ ταῦτα πάντα οἶμαι σώφρονα λογισμὸν ἐμβαλεῖν τῷ Μαρωδὰκ Βαλδὰν ἐξ ἑτέρου γένους ὁρμωμένῳ καὶ βασιλεύοντι Βαβυλῶνος καὶ τοῦ Χαλδαίων ἔθνους· εἰκὸς γὰρ αὐτὸν ἐκ τῆς τούτων γνώσεως ὠφελῆσθαι ὡς μηκέτ᾽ ἐχθρίαν μηδὲ πόλεμον, φιλίαν δὲ ἀσπάσασθαι πρὸς τὸν οὕτω θεοφιλῆ βασιλέα παράδοξον αὐτῷ γενέσθαι τὴν ἐκ θεοῦ πρυτανευθεῖσαν ἐκ τῆς νόσου σωτηρίαν. ⌜ὅτι δὲ καθ᾽ ἕνα καὶ τὸν αὐτὸν καιρὸν ταῦτα συνέβη πραχθῆναι, μάθοις ἂν ἐπιστήσας ὡς ἡ μὲν ἔφοδος τοῦ Ἀσσυρίου ‹ἔτους τεσσαρεσκαιδεκάτου› τῆς Ἑζεκίου βασιλείας γέγονεν· τελευτᾷ δὲ ‹βασιλεύσας› τὰ πάντα ‹ἐννέα καὶ εἴκοσιν ἔτη›, ὧν ‹τὰ πέντε καὶ δέκα ἔτη›, μετὰ τὴν νόσον αὐτῷ ‹προσετέθη›.

οὐκοῦν ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει νενοσήκει καὶ τὰ λοιπὰ πάντα πρὸ τῆς νόσου κατὰ τὸν αὐτὸν συνετελέσθη χρόνον. ὁμοῦ δὴ οὖν τούτων ἁπάντων ἡ ἀκοὴ τὸν τῶν Βαβυλωνίων βασιλέα ἐνῆγε πρὸς τὴν τοῦ Ἑζεκίου φιλίαν ὡς καὶ 〈ἀποστεῖλαι〉 αὐτῷ 〈δῶρα καὶ πρέσβεις καὶ ἐπιστολάς〉.⌝ ἐφ᾽ οἷς ἀνθρώπινόν τι παθὼν ὁ Ἑζεκίας 〈χαίρει〉 μὲν ἐπὶ τῇ τούτων δεξιώσει, φιλοτιμίᾳ δὲ περιττῇ ληφθεὶς τοῖς ἀπεσταλμένοις ἀνακαλύπτει τοὺς θησαυροὺς καὶ 〈τὸν οἶκον τοῦ νεχωθά〉, ὅπερ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος 〈τὸν οἶκον τῶν ἀρωμάτων〉 ἐκδεδώκασιν. ἀλλὰ 〈καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἡδύσματα καὶ τὸ μύρον τὸ καλὸν καὶ πάσας τὰς ἀποθήκας τῶν σκευῶν αὐτοῦ〉 δείκνυσιν· οὕτως γὰρ ὁ Σύμμαχος ἡρμήνευσεν.

Εἶτ᾽ ἐπεὶ μὴ ἐχρῆν ἀλλοφύλοις ἀνδράσιν ἀπειροκάλως καὶ ἀπερισκέπτως ἀνακαλύπτειν τὸν ἐκεῖ πλοῦτον ἐπιστὰς ὁ προφήτης αὐτῷ προηγόρευεν, ὡς ἔσται τις καιρός, καθ᾽ ὃν αὐτοὶ Βαβυλώνιοι 〈ἅπαντα λήψονται〉 καὶ εἰς τὴν αὐτῶν ἀπάξουσι γῆν.

προσετίθη δὲ ὡς 〈καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ〉 τῶν μηδέπω μὲν ὄντων, μελλόντων δὲ ἐξ αὐτοῦ γίγνεσθαι ἐκτεμόντες 〈εὐνούχους〉, οἳ αὐτοὶ παραστῆναι αὐτοὺς ποιήσουσι τοῖς αὐτῶν βασιλεῦσιν. ⌜ἅπερ ἀκούσας ὁ Ἑζεκίας εὐλαβῶς ἅμα καὶ εὐσεβῶς πάντα 〈λόγον ἀγαθὸν〉 εἶναι, 〈ὃν λαλήσειεν〉 ὁ θεός, κἂν λυπηρὸς εἶναι νομίζοιτο ἀνθρώποις ἀπεκρίνατο.⌝ ἠξίου δὲ μὴ κατὰ τὸν τῆς ζωῆς αὐτοῦ χρόνον τὰ ἠπειλημένα γενέσθαι, 〈εἰρήνην δὲ καὶ δικαιοσύνην〉, ἢ κατὰ τοὺς 〈λοιποὺς〉 ἑρμηνευτὰς 〈εἰρήνην καὶ ἀλήθειαν〉, ὑπάρξαι 〈ἐν ταῖς ἡμέραις αὐτοῦ〉. ⌜Ἐφ᾽ οἷς πάλιν ὁ Ἑβραῖος μὴ ἀποδέξασθαι τοῦ Ἑζεκίου τὴν προαίρεσιν τὸν θεὸν ἔλεγε· τὸ γὰρ ὑπὲρ μὲν ἑαυτοῦ ἠξιωκέναι, ὑπὲρ δὲ τοῦ λαοῦ μηδένα λόγον πεποιῆσθαι μεμπτὸν τῷ θεῷ φανῆναι· διὸ ἐπιλέγειν ἑξῆς τὸν προφήτην· 〈Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός〉· εἰ γὰρ καὶ οὗτός φησι φίλαυτος ὤν, ὑπὲρ μὲν ἑαυτοῦ φροντίσας ἐδεήθη, τοῦ δὲ λαοῦ μνήμην οὔ τινα ἐποιήσατο, ἀλλ᾽ ὁ θεὸς τοῦ ἰδίου κηδόμενος 〈λαοῦ παρακαλεῖν〉 αὐτὸν τοῖς τοῦτο πράττειν οἵοις τε παρακελεύεται.⌝ Τό· 〈ἱερεῖς, παρακαλεῖν τὸν λαόν〉, οὔτε ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς εὕρομεν, διόπερ ὠβέλισται καὶ παρὰ τοῖς Ἑβδομήκοντα· κατὰ γοῦν τὸν Σύμμαχον 〈παρηγορεῖτε παρηγορεῖτε τὸν λαόν μου, λέγει ὁ θεὸς ὑμῶν, παραμυθήσασθε τὴν καρδίαν Ἰερουσαλὴμ〉 εἴρηται, καὶ παρὰ τοῖς λοιποῖς ἰσοδυναμοῦντα τούτῳ. ⌜τίνες δέ εἰσιν οἷς ὁ λόγος 〈παρακαλεῖν τὸν λαὸν〉 προστάττει, ἄξιον ἐπιστῆσαι, τίς δὲ καὶ ἡ 〈καρδία Ἰερουσαλὴμ〉 καὶ ποδαπὴν χρὴ νοεῖν τὴν Ἰερουσαλήμ, ὥσπερ τι ζῷον 〈καρδίαν〉 ἔχουσαν· ἔμψυχον γὰρ καὶ λογικὴν σαφῶς παρίστησιν αὐτὴν ὁ φήσας λόγος· 〈λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ〉.

καὶ ἦν μὲν εἰπεῖν Ἰερουσαλὴμ τὸν 〈λαὸν〉 εἶναι τὸν ἐν αὐτῇ κατοικοῦντα, ὡς πολλάκις τὴν πόλιν ἀντὶ τῶν οἰκητόρων ὀνομάζομεν, νυνὶ δὲ ὁ λόγος αὐτὸς τοῦ 〈λαοῦ〉 μέμνηται λέγων· 〈παρακαλεῖτε τὸν λαόν μου〉, καὶ πάλιν ἰδίως ἐπιφέρει τό· 〈λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ〉· τίνες οὖν εἰσιν οἱ 〈παρακαλεῖν〉 προσταττόμενοι καὶ τίς ὁ 〈παρακαλούμενος λαός〉, τίς τε ἡ 〈καρδία Ἰερουσαλήμ〉, ὥρα διευκρινῆσαι.