Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Παράκληση της Ιερουσαλήμ, η έλευση του Σωτήρος και η ματαιότητα των ειδώλων (Ησ. 40-41)

Το κήρυγμα του Ιωάννη του Προδρόμου, η αναγγελία της θεοφάνειας του καλού ποιμένα, η ματαιότητα της πολυθεϊστικής πλάνης και η κλήση των εθνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 14 από 25

οἱ μὲν οὖν 〈παρακαλοῦντες〉 εἶεν ἂν οἱ τὸ πνεῦμα τὸ παράκλητον ὑποδεδεγμένοι, ἀπόστολοι δηλαδὴ καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν καὶ εὐαγγελισταὶ καὶ οἱ τούτοις ὅμοιοι, πρὸς οὓς ἔλεγεν ὁ σωτήρ· «Κἀγὼ ἐρωτήσω τὸν πατέρα μου καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας», καὶ αὖθις· «ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα»,⌝ καὶ πάλιν· «ὅταν ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ», 〈καὶ πάλιν·〉 «καὶ συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς». ⌜πάντες τοιγαροῦν οἱ τὸ παράκλητον πνεῦμα ὑποδεξάμενοι προστάττονται 〈παρακαλεῖν τὸν λαὸν〉 τοῦ θεοῦ, ἀλλ᾽ οὐ τὸν Ἰσραὴλ οὐδὲ τὸν Ἰακὼβ οὐδὲ τὸν Ἰούδαν.⌝ τίς δὲ ἦν ὁ 〈λαὸς〉 τοῦ θεοῦ ἕτερος παρὰ τὸ Ἰουδαίων ἔθνος, Ζαχαρίας ὁ προφήτης διδάξει λέγων· «τέρπου καὶ εὐφραίνου, θυγάτηρ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ», δι᾽ ὧν σαφῶς «ἔθνη πολλὰ» 〈λαὸς〉 τοῦ θεοῦ γενήσεσθαι προσαγορεύεται.

καὶ ταῦτα λέγει κύριος ἀπεσταλμένος ὑπὸ ἑτέρου κυρίου καὶ τὴν εἰς ἀνθρώπους ἑαυτοῦ παρουσίαν θεσπίζων. ⌜ὥσπερ δὲ ἀποδέδεικται ὁ 〈λαὸς〉 τοῦ θεοῦ, οὕτως ἡ 〈καρδία Ἰερουσαλὴμ〉 νοηθήσεται τὸ κρεῖττον τάγμα τοῦ 〈λαοῦ〉· ὡς γὰρ ἐν σώματι ἡ καρδία τὸ κυριώτατόν ἐστι τοῦ παντός, οὕτω καὶ ἐν τῷ τῆς ἐκκλησίας σώματι τὸ κυριώτατον τάγμα 〈καρδία〉 τοῦ παντὸς εἰκότως ἂν λεχθείη, ὅπερ ἐστὶ τὸ τῶν λογικωτέρων φρονήσει τε καὶ διανοίᾳ καὶ λογισμῷ διαφερόντων. ἐὰν τοίνυν λέγηται· 〈λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ〉, οὕτως δεκτέον τὸν λόγον ὡσεὶ σαφέστερον ἔλεγε· 〈λαλήσατε τοῖς〉 ἐν τῷ λαῷ τοῦ θεοῦ νοήμοσι καὶ λογικωτέροις.

τούτοις μὲν οὖν 〈λαλεῖν〉 προστάττονται 〈οἱ ἱερεῖς, τὸν〉 δὲ λοιπὸν 〈λαὸν παρακαλεῖν〉 ὡς δεόμενον παρακλήσεως καὶ παραμυθίας.⌝ περιγράψασα τοίνυν ἡ προφητεία τὴν ὑπόθεσιν τῆς κατὰ τὸν Ἑζεκίαν ἱστορίας ἐξ ἑτέρας ἀρχῆς τοῦ εὐαγγελικοῦ λόγου κατάρχεται τοῖς τὸ τοῦ Χριστοῦ πνεῦμα τὸν παράκλητον ὑποδεξαμένοις ἐπιβοῶσα· 〈Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός〉· πάντα γὰρ τὸν ἄξιον αὐτοῦ χρηματίζειν 〈λαὸν〉 ‹τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐξειλεγμένον› 〈παρακαλεῖν〉 προστάττει, ὃ δὴ καὶ ἔπραττον οἱ ἀπόστολοι, ὡς διδάσκει λέγων ὁ Παῦλος· «Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ὁ 〈παρακαλῶν〉 ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς 〈παρακαλεῖν〉 τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς αὐτοὶ 〈παρακαλούμεθα〉 ὑπὸ τοῦ θεοῦ. ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως».

ὁρᾷς δι᾽ ὅσων τὸν περὶ τῆς παρακλήσεως ἀπεδίδου λόγον καὶ ἐν ἑτέροις ὡσπερεὶ πειθαρχῶν προφητικῇ παρακελεύσει ἐβόα· «δεόμεθα», λέγων, «ὑπὲρ Χριστοῦ, καταλλαγῆναι τῷ θεῷ», καὶ πάλιν· «〈παρακαλῶ〉 δὲ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Χριστῷ Ἰησοῦ». κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ οἱ λοιποὶ τοῦ Χριστοῦ μαθηταὶ παράκλητοι ὄντες τὸν 〈λαὸν〉 τοῦ θεοῦ 〈παρεκάλουν〉, ἀλλὰ καὶ 〈ἐλάλουν εἰς τὴν καρδίαν Ἰερουσαλήμ〉, ἤτοι τὴν κατὰ διάνοιαν ἐπινοουμένην, λέγω δὲ τὸ κρεῖττον τάγμα τοῦ σώματος τοῦ 〈λαοῦ〉 ἢ καθ᾽ ἑτέραν ἐκδοχὴν τοὺς λογικωτέρους τῶν ἐν αὐτῇ τῇ 〈Ἰερουσαλὴμ〉 οἰκούντων· τοῦ γὰρ λοιποῦ πλήθους σαρκώδους ὄντος καὶ ὥσπερ παχυτάτου σώματος οἱ ἐν αὐτοῖς συνέσει καὶ φρονήσει καὶ διανοίᾳ προφέροντες εἰκότως ἂν νοοῖντο 〈καρδία Ἰερουσαλήμ〉, οἷς καὶ αὐτοῖς βούλεται 〈λαλεῖν〉 τοὺς τὸ πνεῦμα τῆς παρακλήσεως εἰληφότας καὶ 〈παρακαλεῖν〉 αὐτοὺς 〈καρδίαν〉 ὄντας 〈Ἰερουσαλὴμ διὰ〉 τοῦ εὐαγγελίζεσθαι καὶ αὐτοῖς ἄφεσιν ἁμαρτημάτων διὰ τὴν ἐπιφερομένην ἑξῆς περὶ τῆς τοῦ Χριστοῦ παρουσίας προφητείαν.

ἐν ἀπορρήτῳ τοίνυν τῇ 〈καρδίᾳ Ἰερουσαλὴμ〉 βούλεται 〈λαλῆσαι〉 τοὺς δηλωθέντας καὶ πείθειν, 〈ὅτι πέπαυται αὐτῆς ἡ ταπείνωσις καὶ λέλυται αὐτῆς ἡ ἁμαρτία〉· καὶ γὰρ 〈διπλῆν〉 ὑπέμεινεν κόλασιν, ὑπὲρ ὧν ἥμαρτε. ⌜προσήκει δὲ λοιπὸν παρακλήσεως καὶ παραμυθίας αὐτὴν τυγχάνειν διὰ τὴν ἐπιλάμψασαν τῷ βίῳ τοῦ κοινοῦ πάντων ἀνθρώπων σωτῆρος ἐπιφάνειαν. 〈διπλῆν〉 δὲ κόλασιν εἴποις ἂν ἐπεληλυθέναι τῇ 〈καρδίᾳ Ἰερουσαλήμ〉· ἐπεὶ καὶ κατὰ τὴν ἱστορίαν συναπήλαυον τοῖς κακοῖς τοῦ πλήθους οἱ δηλούμενοι ὑπ᾽ ἀλλοφύλοις ἔθνεσι ταπεινούμενοι καὶ κατὰ διάνοιαν ἐκόλαζον ἑαυτοὺς διὰ τὴν τοῦ πλήθους ἀποβολὴν πενθοῦντες καὶ ἀποκλαόμενοι τὴν πτῶσιν καὶ τὴν ἀπώλειαν τῶν πολλῶν· ἀλλὰ καὶ δεύτερον πολιορκηθεῖσα ἡ Ἰερουσαλήμ, ὡς εἰς ἔδαφος κατενεχθῆναι τὸν ἐν αὐτῇ νεὼν 〈διπλῆν〉 τιμωρίαν τῶν ἐν αὐτῇ τετολμημένων ἀσεβημάτων ὑπέμεινεν.⌝ Ὅμως δ᾽ οὖν ἡ ἐπιφάνεια τοῦ ἑξῆς καταγγελλομένου σωτῆρος καὶ τοῖς ἐν αὐτῇ συνετοῖς, οὓς 〈καρδίαν〉 ὠνόμαζε, μετεδίδου τῆς παρακλήσεως. τίς δὲ ἦν ἡ παράκλησις, παρίστησιν ἑξῆς λέγων· 〈φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν〉. οἷς ἐπιλέγει· 〈καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν〉, τοῦτ᾽ ἔστι τὸ εὐαγγελικὸν κήρυγμα, καὶ ἦν ἡ παράκλησις αὕτη ἡ πᾶσιν ἀνθρώποις γνωσθήσεσθαι 〈τὸ σωτήριον τοῦ θεοῦ〉 θεσπίζουσα.

πάλαι μὲν οὖν Μωσῆς ‹ἐπὶ τῆς 〈ἐρήμου〉› τὸν Ἰουδαίων διήγαγε λαόν, νυνὶ δὲ ἑτέρας μέμνηται 〈ἐρήμου〉 καί τινος ἀνδρὸς ἐν αὐτῇ 〈βοῶντος〉, ἢ κατὰ τὸν Ἀκύλαν· 〈φωνὴ καλοῦντος ἐν τῇ 〈ἐρήμῳ〉. τίς δὲ ἦν οὗτος ὁ ἐπὶ τῆς 〈ἐρήμου βοῶν〉, ποία δὲ ἦν αὕτη ἡ 〈ἔρημος〉, πρὸς τίνας δὲ τό· 〈Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου καὶ εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ〉 ἐλέγετο; εἰκὸς ἦν τοὺς τούτων ἀκροωμένους ζητεῖν, προσδοκᾶν τε τὸ τῆς προφητείας ἀποτέλεσμα καὶ 〈τὸ〉 προφητευόμενον 〈σωτήριον τοῦ θεοῦ〉 δι᾽ εὐχῆς ἔχειν θεάσασθαι. διόπερ ἐπειδὴ ταῦτα μέλλειν ἔσεσθαι προσεδόκων οἱ τῶν προφητικῶν λόγων ἐπιγνώμονες τοῖς ἀποσταλεῖσι πρὸς Ἰωάννην ὑπὸ τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ λαοῦ πυνθανομένοις τε, ὅστις εἴη, καὶ διερωτῶσι ‹μὴ ἄρα αὐτὸς εἴη ὁ χριστὸς ἢ Ἠλίας ἢ ὁ προφήτης›. τούτων μὲν οὐδεὶς εἶναι ἔλεγε, διερωτῶσι δὲ ἑξῆς καὶ λέγουσιν· ‹εἶπον οὖν ἡμῖν, τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. τί λέγεις περὶ σεαυτοῦ«;

ταύτην ἀπόκρισιν ἐδίδου λέγων· »ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης«· ἀπήρκει γὰρ αὐτοῖς ἀκοῦσαι τό· »ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«, ὡσανεὶ γνωρίζουσιν ἀκριβῶς τὴν προφητείαν καὶ προσδοκῶσιν αὐτῆς τὸ ἀποτέλεσμα, ὅπερ εἰς ἑαυτὸν πληροῦσθαι ἐδίδασκεν, ἑαυτὸν μὲν εἶναι τὸν 〈βοῶντα〉 ἐπὶ τῆς 〈ἐρήμου〉 παριστὰς καὶ τὴν 〈ἔρημον〉 ἑτέραν οὖσαν παρὰ τὴν Μωσέως δεικνύς, ἐν ᾗ τὰς διατριβὰς ἐποιεῖτο. ἤδη δὲ »ἐπὶ θύραις» παρεῖναι ἐσήμαινε 〈τὸ σωτήριον τοῦ θεοῦ〉 τὸ κατὰ τὴν προφητείαν μέλλον ἁπάσῃ σαρκὶ γνωρίζεσθαι, φάσκουσα δὲ ἡ προφητεία· 〈φωνὴ βοῶντος〉 ἐν 〈τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου〉, ⌞τοῦτ᾽ ἔστι τὸ εὐαγγελικὸν κήρυγμα 〈ἢ〉 ἡ καινὴ παράκλησις αὕτη ἡ πᾶσιν ἀνθρώποις γνωσθήσεσθαι 〈τὸ σωτήριον τοῦ θεοῦ〉 ἐπιζητοῦσα.⌟ ⌜σαφῶς παρίστη μὴ ἐν τῇ Ἰερουσαλὴμ γενήσεσθαι τὰ θεσπιζόμενα, ἀλλ᾽ ἐπὶ τῆς 〈ἐρήμου〉, λέγω δὲ τὸ 〈ὀφθήσεσθαι〉 τὴν 〈δόξαν κυρίου〉 καὶ τὸ 〈πάσῃ σαρκὶ〉 γνωσθήσεσθαι 〈τὸ σωτήριον τοῦ θεοῦ〉. καὶ ταῦτα μὲν ἐπληροῦτο πρὸς ἱστορίαν καὶ λέξιν ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου κηρύσσοντος τὴν 〈σωτήριον〉 θεοφάνειαν 〈ἐν τῇ ἐρήμῳ〉 τοῦ Ἰορδάνου, ἐν ᾗ καὶ τὸ 〈σωτήριον ὤφθη τοῦ θεοῦ〉.

αὐτὸς ὁ Χριστός, ἥ τε δόξα αὐτοῦ τοῖς πᾶσιν ἐγνώσθη, ὅτε βαπτισθέντος αὐτοῦ «ἠνεῴχθησαν οἱ οὐρανοί», καὶ ›τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς καταβὰν› «ἔμεινεν ἐπ᾽ αὐτόν», «〈φωνή〉» τε ἠνέχθη πατρικὴ τῷ υἱῷ μαρτυροῦσα· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε».⌝ ταῦτα γὰρ ἦν ἅπαντα σημεῖα τῆς 〈σωτηρίου δόξης ἐν τῇ ἐρήμῳ〉 τοῦ Ἰορδάνου συντελεσθέντα, ὑπό τε Ἰωάννου τοῦ βαπτιστοῦ μαρτυρηθέντα, οὐ μὴν ἀλλὰ καὶ κατὰ διάνοιαν ἐπὶ τὴν πάλαι τοῦ θεοῦ 〈ἔρημον〉 τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἀνεπέμπετο εἰσέτι καὶ σήμερον ἡ αὐτὴ 〈φωνὴ βοᾷ〉 εὐαγγελιζομένη 〈τὸ σωτήριον τοῦ θεοῦ〉 καὶ προπαρασκευάζουσα τὰς ἀκοὰς τῶν προσιόντων ἐπὶ τὴν παραδοχὴν τῆς 〈δόξης〉 τοῦ «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεοῦ λόγου. οὐ πρὸς παράθεσιν οὐδὲ λόγον ὠνόμασε 〈τὸν ἐν τῇ ἐρήμῳ βοῶντα〉, ἀλλὰ τέως 〈φωνὴν〉 προπαρασκευαστικὴν τοῦ μέλλοντος 〈ὀφθήσεσθαι〉 τελείου λόγου, ᾧ παρασκευάζουσα τὰς τῶν ἀνθρώπων ψυχὰς ἡ 〈φωνὴ βοᾷ〉, δεῖν 〈ἑτοιμάζειν ὁδὸν κυρίου〉 καὶ 〈εὐθείας ποιεῖν τὰς τρίβους τοῦ θεοῦ ἡμῶν〉, κατὰ δὲ τὸν Σύμμαχον 〈φωνὴ ἐν τῇ ἐρήμῳ〉 ἔλεγεν, 〈εὐτρεπίσατε τὴν ὁδὸν κυρίου, ὁμαλίσατε ἐν ἀβάτῳ ὁδὸν τῷ θεῷ ἡμῶν〉· ⌜ὡς γὰρ μέλλοντος ἐπιδημεῖν τῇ 〈ἐρήμῳ〉 καὶ τῇ ἐξ αἰῶνος 〈ἀβάτῳ〉 τοῦ θεοῦ ταῦτα ἐλέγετο. ἦν δὲ τὰ ἔθνη πάντα 〈ἔρημα〉 θεοῦ γνώσεως καὶ 〈ἄβατα〉 πᾶσι τοῖς τοῦ θεοῦ δικαίοις τε καὶ προφήταις ἀνδράσι.

διόπερ ἡ 〈φωνὴ〉 παρακελεύεται 〈ὁδὸν εὐτρεπίζειν〉 τῷ τοῦ θεοῦ λόγῳ καὶ τὴν 〈ἄβατον〉 καὶ τραχεῖαν 〈ὁμαλὴν〉 ποιεῖν, ἵνα ἐπιβῇ ἐπιδημήσας ὁ 〈θεὸς ἡμῶν〉⌝ μετὰ προσθήκης τῆς 〈ἡμῶν· εὐθείας〉 γάρ φησι 〈ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν〉· ὡς γὰρ ἑτέροις προσφωνῶν ταῦτα φάσκει ὁ 〈ἐν τῇ ἐρήμῳ βοῶν〉· ἦσαν γὰρ μυρίοι καὶ ἐξ ἀλλοφύλων ἐθνῶν οἱ προσιόντες τῷ τοῦ Ἰωάννου βαπτίσματι, ἀλλὰ καὶ ὁ εὐαγγελικὸς λόγος ἐν τῇ ἐκκλησίᾳ ταῦτα τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνεσι προσφωνεῖ. ⌜Εἶτα διεγείρει τὰς ἐν βάθει κακίας τεταπεινωμένας ψυχὰς ἐπιλέγων· 〈πᾶσα φάραγξ πληρωθήσεται〉, καὶ τὰς ὑπερηφάνους τε καὶ ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ θεοῦ τὸ ἐναντίον πείσεσθαι διδάσκει λέγων· 〈καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, ἀλλὰ καὶ ἔσται τὰ σκολιά〉 φησιν 〈εἰς εὐθεῖαν〉 καὶ τὴν 〈τραχεῖαν〉 δὲ ψυχὴν 〈ὁμαλὴν〉 γίγνεσθαι προστάττει, ὡς ἂν δεκτικὴ γένοιτο τῆς ἐπιβάσεως τοῦ θεοῦ.⌝ ταῦτα πάντα ἀναγκαίως παρεκελεύσατο ποιεῖν διὰ τὴν ἐπιφερομένην αἰτίαν, ἣν παρίστησιν ἑξῆς λέγων· 〈καὶ ὀφθήσεται ἡ δόξα κυρίου〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈καὶ ἀποκαλυφθήσεται〉.

τίνι δὲ 〈ἀποκαλυφθήσεται〉, διασαφεῖ ἐπιφέρων· 〈καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ〉· ⌜〈σὰρξ〉 δὲ ἦσαν οἱ αὐτοὶ μόνον ‹σάρκινοι› καὶ οὐδαμῶς ‹πνεύματος ἁγίου μέτοχοι› πάντες ἄνθρωποι.⌝ ὃ δὴ παρίστησι καὶ Μωσῆς ἀναγράφων τὸν θεὸν λέγοντα· «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς 〈σάρκας〉». ὅτι μὲν οὖν 〈πᾶσα σὰρξ〉 ἔμελλε 〈τὸ σωτήριον τοῦ θεοῦ〉 γνωρίζειν, διὰ τοῦ πρώτου κηρύγματος ἐδίδασκεν ἡ 〈ἐν τῇ ἐρήμῳ προσβοῶσα φωνή〉· ⌞‹ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος›.⌟ Οὐ μὴν ἔλαθε τὸ προφητικὸν πνεῦμα ἡ ἀπείθεια καὶ ἡ ἀπιστία τοῦ Ἰουδαίων λαοῦ· διόπερ δεύτερον κήρυγμα ἡ αὐτὴ ποιεῖται 〈βοῶσα〉 καὶ λέγουσα· 〈Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου〉. ⌜αὕτη γοῦν ἐστι 〈πάσης σαρκὸς〉 φύσις καὶ τοῦ «τὴν εἰκόνα τοῦ χοϊκοῦ» ‹φοροῦντος› ἀνθρώπου, λέγω δὲ τοῦ φιλοσωμάτου καὶ ‹τοῦ κατὰ σάρκα ζῶντος›· ὁμοίως γοῦν τῷ 〈χόρτῳ〉 τῆς γῆς καὶ τοῖς ὡραίοις 〈ἄνθεσι〉 πρὸς βραχὺ θάλλει καὶ ὡραΐζεται, εἶτ᾽ οὐκ εἰς μακρὸν ὑπὸ τῆς ῥευστῆς καὶ ἀστάτου φύσεως ἀπομαραίνεται, ὅπερ διδάσκει ἡ γραφὴ λέγουσα· 〈ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν〉.⌝ ἀλλὰ ταῦτα μὲν καθολικώτερον ἐδίδαξεν ἡ προφητεία, ἑξῆς δὲ ἀφωρισμένως ἡ Ἑβραϊκὴ λέξις τοῦ Ἰουδαίων λαοῦ μνήμην ποιουμένη ἐπιλέγει· 〈ἀληθῶς χόρτος ὁ λαός· ἐξηράνθη ὁ χόρτος, ἐξέπεσε τὸ ἄνθος〉.

ἀντὶ δὲ τοῦ· 〈τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα〉, ὁ Σύμμαχος ὁ 〈δὲ λόγος τοῦ θεοῦ ἡμῶν στήσεται εἰς τὸν αἰῶνα〉 εἴρηκε. ταῦτα ‹ἡ ἐν τῇ ἐρήμῳ φωνὴ› περὶ τοῦ θεοῦ λόγου ἐθέσπιζε, λέγω δὲ Ἰωάννης περὶ τοῦ Χριστοῦ διδάσκων, ὡς ἄρα μόνος αὐτὸς 〈στήσεται εἰς τὸν αἰῶνα〉, φυλάξει τε τοὺς σὺν αὐτῷ ἑστῶτας καὶ συνδιαμένοντας αὐτῷ τοὺς τὸ 〈σωτήριον〉 αὐτοῦ παραδεδεγμένους. ⌜Σφόδρα καὶ ταῦτα τῇ τῶν προλεχθέντων ἕπεται διανοίᾳ εὐκαίρως καὶ τῶν εὐαγγελιστῶν μνήμην ποιούμενα καὶ παρουσίαν θεοῦ ἀνθρώποις εὐαγγελιζόμενα, μετὰ τὰ περὶ ‹τῆς ἐν τῇ ἐρήμῳ βοώσης φωνῆς›. εἵπετο γὰρ τῇ περὶ Ἰωάννου τοῦ βαπτιστοῦ προφητείᾳ ὁ περὶ τῶν εὐαγγελιστῶν τοῦ σωτῆρος λόγος, ἥ τε τῆς θεοφανείας αὐτοῦ δήλωσις.⌝ κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς ἀντὶ τοῦ· ὁ 〈εὐαγγελιζόμενος, ἡ εὐαγγελιζομένη〉 εἴρηται· λέγει γοῦν ὁ Σύμμαχος· ἐπ᾽ 〈ὄρος ὑψηλὸν ἀνάβηθι σεαυτῇ 〈ἡ〉 εὐαγγελιζομένη Σιών, καὶ ἔπαρον ὑψηλῶς τὴν φωνήν σου 〈ἡ〉 εὐαγγελιζομένη Ἰερουσαλήμ, ἔπαρον, μὴ φοβοῦ〉. καὶ διὰ τούτων δὲ θέα ὡς ἔμψυχον καὶ ζῶσαν τὴν 〈Σιὼν〉 καὶ τὴν 〈Ἰερουσαλὴμ〉 οἶδεν ὁ λόγος· 〈ἀναβῆναι〉 γοῦν αὐτὴν ἑαυτῆς 〈ἐπὶ ὑψηλὸν ὄρος〉 καὶ τὴν 〈φωνὴν〉 αὐτῆς 〈ὑψῶσαι〉 ἐν τῷ 〈εὐαγγελίζεσθαι〉 τὴν τοῦ θεοῦ παρουσίαν παρεκελεύετο. ⌜τίς οὖν ἐστιν αὕτη 〈Σιὼν ἐπ᾽ ὄρος ὑψηλὸν〉 ἕτερον παρ᾽ αὐτὴν ἀνιοῦσα;

καὶ αὕτη γὰρ 〈ὄρος〉 ἦν, ὡς δηλοῖ ἡ φάσκουσα γραφή· «〈ὄρος Σιὼν〉 τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ», καὶ ὁ Ἀπόστολος· «προσεληλύθατε 〈Σιὼν ὄρει〉», ἢ πάντως που ἡ διὰ τῶν ἔμπροσθεν ‹καρδία Ἰερουσαλὴμ› ὠνομασμένη. καὶ μήποτε νῦν ὁ χορὸς ὁ ἀποστολικὸς ὁ ἐκ τοῦ προτέρου λαοῦ ἐκ περιτομῆς ἐξειλεγμένος τοῦτον σημαίνεται τὸν τρόπον; αὕτη γάρ ἐστι 〈Σιὼν〉 καὶ 〈Ἰερουσαλὴμ〉 ἡ «τὸ σωτήριον τοῦ θεοῦ» παραδεδεγμένη, ἐπηρτημένη τις οὖσα καὶ αὕτη καὶ τῷ ὄρει τοῦ θεοῦ τῷ μονογενεῖ αὐτοῦ λόγῳ παρεικασμένη, ᾗ προστάττει 〈εὐαγγελίζεσθαι〉 ἀνελθούσῃ ἐπ᾽ 〈ὄρος ὑψηλὸν〉 τὸν σωτήριον λόγον. καὶ δὴ ὁ εὐαγγελικὸς χορὸς καὶ αἱ ἅγιαι καὶ ἐπηρτημέναι τῷ τῆς ἀρετῆς φρονήματι ψυχαὶ 〈Σιὼν〉 καὶ 〈Ἰερουσαλὴμ〉 ὀνομαζόμεναι 〈ἐπὶ τὸ ὄρος τὸ ὑψηλὸν〉 τῆς θεότητος τοῦ μονογενοῦς τοῦ θεοῦ κελεύονται ἀνιέναι κἀκεῖθεν ἄνωθεν ἀφ᾽ ὑψηλοῦ 〈εὐαγγελίζεσθαι〉 καὶ κηρύττειν ἅπασιν ἀνθρώποις τοῦ Χριστοῦ τοῦ θεοῦ τὴν ἐπὶ γῆς παρουσίαν.⌝ εἶτ᾽ ἐπειδὴ εἰκὸς ἦν ἐπανίστασθαι πολλοὺς αὐτοῖς ἀναγκαίως ἐπιλέγει· 〈ὑψώσατε, μὴ φοβεῖσθε〉.

εἶτα πρὸς τοῖς προτέροις ἀπαγγέλλειν προστάττει 〈ταῖς πόλεσιν Ἰούδα〉, ⌜λέγω δὲ ταῖς Ἰουδαϊκαῖς συναγωγαῖς, ὡς ἄρα εἴη ἐληλυθὼς ὁ πάλαι ἥξειν καὶ ἐπιδημήσειν ἀνθρώποις διὰ τῶν προφητῶν κηρυττόμενος θεὸς καὶ αὐτὸς κύριος ὁ ἐκ μακροῦ προσδοκώμενος αὐτοῖς.⌝ Ἀλλὰ καὶ ὡς αὖθις ἥξει καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν ποιήσεται 〈μετὰ〉 μεγάλης 〈ἰσχύος〉 καὶ ὡς ὁ 〈βραχίων αὐτοῦ〉 ἥξει 〈μετὰ κυρείας〉, ⌜ὡσεὶ σαφέστερον ἔλεγε μετὰ δεσποτικῆς καὶ κυριακῆς αὐθεντείας.⌝ καὶ ἐπιλέγει· 〈ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ᾽ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ〉. ⌜ταῦτα μὲν περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καθ᾽ ἣν ἥξει ‹ἐν δόξῃ ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ›. τοῦτο μὲν οὖν ὡς δεσπότης καὶ κύριος ποιήσει 〈μετὰ ἰσχύος〉 καὶ μετὰ τοῦ καλουμένου 〈βραχίονος〉 αὐτοῦ.⌝ τὸ δ᾽ ἑξῆς ἐπιλεγόμενον· 〈ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ〉, ⌜κατὰ τὴν πρώτην αὐτοῦ πάροδον ἐπληροῦτο, ἐν ᾗ «κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβών, σχήματί τε ὡς ἄνθρωπος εὑρεθείς», ποιμένος τρόπον τὴν τῶν προβάτων δορὰν τὸ σῶμα τὸ ἀνθρώπινον περιβαλόμενος 〈ἐποίμαινε τὸ ποίμνιον αὐτοῦ〉, ⌞ἢ κατὰ τὸν Σύμμαχον· 〈τὴν ἀγέλην αὐτοῦ ἔβοσκεν〉. οὐ γὰρ ὡς κύριος 〈μετὰ ἰσχύος〉 οὐδ᾽ ὡς 〈βραχίων μετὰ τῆς οἰκείας κυρείας τε καὶ δεσποτείας, ἀλλ᾽ ὡς ποιμήν φησι ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ.

ὃ δὴ〉 καὶ ἐμαρτύρει λέγων αὐτὸς ἐν Εὐαγγελίοις· «Ἐγώ εἰμι ὁ 〈ποιμὴν〉 ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων».⌟ 〈καὶ ἐν τῷ βραχίονι〉 δὲ 〈αὐτοῦ συνάξει〉 φησὶν 〈ἄρνας. βραχίων〉 δὲ 〈αὐτοῦ〉 ἦν ἡ κατοικοῦσα ἐν τῷ φαινομένῳ σώματι θεότης, δι᾽ οὗ 〈συνάξειν ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσειν〉 εἴρηται. ⌜〈ἄρνας〉 δὲ τοὺς ‹ἀρτιγενεῖς› καὶ ἐν Χριστῷ ‹ἀναγεγεννημένους› δηλοῖ,⌝ ἐν 〈γαστρὶ〉 δὲ 〈ἐχούσας〉 τὰς πάλαι κυούσας καὶ ὠδινούσας ψυχὰς λέγει διὰ τὴν τῆς αὐτοῦ παρουσίας ἐλπίδα, ἃς 〈παρακαλεῖν〉 εἴρηται διὰ τῆς αὐτοῦ παρουσίας.

διὸ λέλεκται· 〈καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει〉. ⌜καὶ ἄλλως δὲ τῶν ἀποστόλων αὐτοῦ αἱ ψυχαὶ κύουσαι καὶ ὠδίνουσαι τοὺς δι᾽ αὐτῶν ἐν Χριστῷ ἀναγεννωμένους παράκλητον αὐτὸν εἶχον, ὅπερ νοήσεις ἐξ ἑνὸς τοῦ λέγοντος· «τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν»· ⌞ὁρᾷς πῶς ὁ Παῦλος ὑπὲρ τῶν μαθητευομένων αὐτῷ εἶχεν ὠδίνας.⌟ οὕτως οὖν καὶ οἱ λοιποὶ ἀπόστολοι ὥσπερ 〈ἐν γαστρὶ〉 κύουσαι μητέρες τοὺς δι᾽ αὐτῶν ἐν Χριστῷ ἀναγεννωμένους ὤδινον ὑπεραγωνιῶντες, μήπως τις ἔκτρωμα γένηται ἀπολισθήσας καὶ ἐξαμβλωθεὶς τῆς ἐν Χριστῷ μορφώσεώς τε καὶ τελειώσεως.⌝ ⌞διόπερ αὐτὸς ὁ προλεχθεὶς 〈ποιμὴν παρακαλέσειν〉 αὐτοὺς εἴρηται.⌟ ⌜‹Τῶν σοφῶν τοῦ αἰῶνος τούτου› τὸ πᾶν ἀναθέντων αὐτοματισμῷ καί τινι συντυχίᾳ φυσικῇ εἱμαρμένης ἀνάγκῃ ὁ παρὼν λόγος μηδὲν ὡς ἔτυχε τῶν ὄντων εἶναι, ‹πάντα δὲ μέτρῳ καὶ ἀριθμῷ› ὑπὸ τοῦ θεολογουμένου κυρίου συνεστάναι παρίστησι.⌝ τὴν μὲν γὰρ ὑγρὰν οὐσίαν καὶ τὸ νομιζόμενον τοῖς πολλοῖς ἀμέτρητον πέλαγος, πηγάς τε καὶ ποταμοὺς καὶ χειμάρρους μεμετρημένα εἶναι αὐτῷ τοσαῦτά τε εἶναι τῷ πλήθει, ὅσα αὐτῷ παρέστη πρὸς τὴν τοῦ παρόντος αὐταρκῆ χρείαν συστήσασθαι ὡς μήτε περιττεύειν τοῦ δέοντος πλέον μηθ᾽ ὑστερεῖν τοῦ χρειώδους, τὸν δὲ παμμεγέθη οὐρανὸν καὶ τὸ τοσοῦτον ἄπειρον κύτος πάλιν αὐτὸς τῇ ἑαυτοῦ 〈σπιθαμῇ συνεμετρήσατο〉 μηθ᾽ ὑπερεκτείνας ἐπὶ τὸ ἀκατάλληλον τῇ τοῦ παντὸς περιοχῇ μήτε σμικρύνας καὶ συναγαγὼν τοῦ προσήκοντος εἴσω. ⌜τροπικῶς δὲ τοῖς παρ᾽ ἡμῖν συνήθεσι μέτροις κέχρηται ὡς ἂν ἐκ τῶν ἡμῖν γνωρίμων καὶ συνήθων ὀνομάτων εἰς ἔννοιαν ἀφικοίμεθα τῆς τῶν δηλουμένων διδασκαλίας.⌝ ⌞εἶτ᾽ ἐπειδήπερ ‹ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται›, εἰκότως τὰ ἡμῖν ὑπερμεγέθη τῇ τοῦ κρείττονος παραθέσει σμικρύνει ἡμᾶς εἰς ἔννοιαν προκαλούμενος τοῦ τὰ σύμπαντα συστησαμένου.⌟ τὸν γοῦν τοσοῦτον οὐρανὸν τὸν περιβάλλοντα τὸν σύμπαντα κόσμον οὕτως μικρὸν εἶναι λέγει παρ᾽ αὐτῷ τῷ θεῷ ὡς ἐοικέναι μέτρῳ 〈σπιθαμῆς〉 χειρὸς ὑφεστάναι, ὡσαύτως δὲ καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον οὕτω παρ᾽ αὐτῷ βραχύτατον ὑπάρχειν ὡς ἐοικέναι τῇ αὐτοῦ 〈δρακὶ〉 συνειλεῖσθαι.

ἀντὶ δὲ τοῦ· 〈τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ〉, ὁ Ἀκύλας 〈τίς κατεμέτρησεν ἐν λιχάδι αὐτοῦ ὕδατα〉 εἴρηκε, παραβάλλων 〈λιχάδι〉 τῷ βραχυτάτῳ παρ᾽ ἡμῖν δακτύλῳ σμικράν τινα τοῦ θεοῦ δύναμιν, δι᾽ ἧς τὰ τοσάδε καὶ τὰ τοιάδε μεμέτρηται. πρὸς τούτοις εἴ τίς φησι τὰ ἐπὶ γῆς 〈ὄρη〉 καὶ 〈τοὺς βουνοὺς〉 καὶ 〈τὰς νάπας〉 ὑπείληφεν ἄνευ τινὸς λόγου συνεστάναι ἴστω πλανώμενος, ἐπεὶ μηδὲν εἰκῆ καὶ ἀλόγως ἐν τοῖς οὖσιν ὑφέστηκεν. αὐτίκα δ᾽ οὖν τῶν καθ᾽ ὅλης τῆς γῆς 〈ὀρέων〉 τὰ μεγέθη καὶ αἱ διαφοραί, ὕψη τε καὶ βάθη καὶ μήκη τῷ παντὶ χρησίμως ὑπὸ τῆς τοῦ θεοῦ σοφίας τὴν σύστασιν εἴληφε, τῶν τε 〈βουνῶν〉 ὁμοίως τὰ ἐπάρματα καὶ οἱ ὄγκοι πρὸς τὴν τοῦ παντὸς ἀναλογίαν ἁρμόττοντας καὶ καταλλήλους ἔχουσι λόγους ὡς ταλαντεύειν τὰ βάρη δίκην τῶν ἐν τρυτάνῃ 〈ζυγῶν〉 ἁρμοδίως τῇ τοῦ παντὸς ἀναλογίᾳ. ἀντὶ δὲ τοῦ· 〈καὶ τὰς νάπας ζυγῷ〉, οἱ λοιποὶ ἑρμηνευταὶ 〈καὶ τοὺς βουνοὺς〉 ἐκδεδώκασιν. τούτοις ἐπάγει· 〈τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο〉; ταῦτα δὲ ἀποδίδωσιν ὁ λόγος πρὸς τὸ φῆσαν ἐρώτημα· 〈τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ〉; ⌜ἐπειδὴ γὰρ ἠρώτησε, τίς ὁ ταῦτα ὑποστησάμενος καὶ τίς ὁ 〈μέτρῳ〉 καὶ 〈σταθμῷ〉 ταῦτα διαταξάμενος, ἀκολούθως ἀποδίδωσιν ὡς οὐδεὶς ἢ εἷς μόνος ὁ τοῖς πᾶσιν ἀκατάληπτος 〈νοῦς〉.

διὸ ἐπιλέγει· 〈τίς ἔγνω νοῦν κυρίου〉 τὸν τῶν εἰρημένων ἁπάντων ποιητικόν, ὃς οὔτε 〈συμβούλου〉 δεηθεὶς οὔτε παρά τινος γνώμην λαβὼν τῇ αὐτὸς αὐτοῦ σοφίᾳ τὰ μηδαμῆ μηδαμῶς ὑφεστῶτα ἀρρήτῳ δυνάμει «ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι» παρήγαγεν.⌝ Ἑξῆς διδάσκει πάντας τοὺς ἐξ ἐθνῶν ἐπὶ τὴν εὐαγγελικὴν χάριν ἀνακεκλημένους, οἷς καὶ «τὸ σωτήριον τοῦ θεοῦ» διὰ τῶν ἔμπροσθεν εὐηγγελίζετο ‹ἡ ἐν τῇ ἐρήμῳ βοῶσα φωνή›, ὅτι τὸ 〈μηθέν εἰσι ‹πάντα τὰ〉 τὸν θεὸν μὴ εἰδότα 〈ἔθνη〉›. ὄντων γοῦν ἐν οὐρανῷ καὶ ἐν ἀέρι καὶ ἐπέκεινα οὐρανοῦ λογικῶν πνευμάτων καὶ θείων δυνάμεων καὶ πλήθους ἀναριθμήτου λειτουργῶν θεοῦ τῶν τὸν παμβασιλέα περιπολούντων. ‹τὰ τὸν θεὸν μὴ εἰδότα› ἐπὶ γῆς ‹ἔθνη› ἐοικέναι φησὶ 〈σταγόνι〉 βραχυτάτῃ τοῦ τῶν θείων λογικῶν πληρώματος ἀπορρευσάσῃ, τοὺς δ᾽ αὐτοὺς ἐοικέναι 〈ζυγῷ〉 ἑτεροκλινοῦντι βραχυτάτῃ βάρους 〈ῥοπῇ〉 διὰ τὸ καθειλκύσθαι τῷ βάρει τῆς κακίας ἐπὶ τὴν ἄθεον ἁμαρτίαν, ἀλλὰ καὶ 〈σιέλου〉 ἀποπτυσθέντος καὶ τῷ χοῒ τῆς γῆς ἐμφυρέντος τῷ μηδὲν διαφέρειν τοὺς αὐτούς· ταὐτὸν γὰρ 〈σιέλῳ〉 πεπονθέναι λογικοὺς μὲν ὄντας, ἀναφυρέντας δὲ ‹ἀγνωσίᾳ θεοῦ› καὶ δυσσεβείᾳ πάσῃ.

διὸ καὶ πᾶσαν αὐτῶν τὴν δι᾽ αἱμάτων καὶ θυσιῶν λατρείαν διδάσκει μηδὲν θεοπρεπὲς ἔχειν· οὐδὲ γὰρ εἰ 〈πάντα τὰ〉 τῆς γῆς 〈τετράποδα〉 προσφέροι τις οὐδ᾽ εἰ πᾶς ὁ 〈Λίβανος〉 καὶ ἡ τῶν ἐν αὐτῷ φυέντων ὕλη παραλαμβάνοιτο εἰς τὴν τῶν θυμάτων 〈ὁλοκάρπωσιν〉 ἔχοι ἀντὶ τοῦ θεοῦ ἄξιον. οἷς ἐπιλέγει ἑξῆς· 〈καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι καὶ εἰς οὐδὲν ἐλογίσθησαν〉. ⌜ποῖα δὲ ταῦτα ἢ ‹τὰ τὸν θεὸν μὴ εἰδότα›, προστετηκότα δὲ τῇ πλάνῃ τῆς εἰδωλολατρίας; ἃ δὲ καὶ 〈ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ καὶ ὡς σίελος λογισθήσεσθαι〉 ἐλέγετο.⌝ Τούτοις δ᾽ αὐτοῖς ἑξῆς ἐπιπλήττει λέγων· 〈τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτὸν〉 καὶ τὰ ἑξῆς. ⌜ἃ δὴ καὶ ἀκολούθως ἐπήγαγε μετὰ τὸ παραθέσθαι τὴν περὶ τοῦ Χριστοῦ θεολογίαν κηρύξαι τοῖς ἔθνεσιν, ὅσος ἦν ‹ὁ μετρήσας› «τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί», «τά» τε «ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ» ‹συστησάμενος›. τούτοις γοῦν ἀναγκαίως παραβάλλει τὴν προκατέχουσαν πλάνην τῶν ἐθνῶν, ἀποστρέφων μὲν αὐτῆς, ἀνακαλούμενος δὲ ἐπὶ τὴν γνῶσιν τοῦ θεολογουμένου.⌝ τοῦτον δὴ τὸν τρόπον ἐξομαλίζει τῷ εὐαγγελικῷ κηρύγματι τὰς τῶν ἐθνῶν ψυχὰς τὸ πνεῦμα τὸ προφητικὸν ἀποσμῆχον ὥσπερ καὶ ἀποκαθαῖρον αὐτὰς τῆς πατροπαραδότου δεισιδαιμονίας.

Εἶτα διδάξας ὁποία τις ἦν ἡ τῶν παρὰ τοῖς ἔθνεσιν ἐν ἀψύχοις ξοάνοις πλάνη, ἐπιβοᾷ ταῖς πάντων ἀκοαῖς λέγων· 〈οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν〉; ⌜εἰ καὶ μηδὲ ἐκ πατέρων ἐδιδάχθητε, ἀλλὰ νῦν γοῦν σωφρονισθέντες ὠφελήθητε καὶ μάθετε τίς ποτέ ἐστιν ὁ 〈κατέχων τὰ θεμέλια τῆς γῆς〉. εἰ γὰρ μὴ δύνασθε ἄνω πρὸς οὐρανὸν τὴν διάνοιαν ἐπαίρειν, ἀλλ᾽ ἐπιστήσατέ φησιν τῇ γῇ, ἐν ᾗ ποιεῖσθε τὰς διατριβάς. ἐπὶ τίνος τε ἥδρασται ζητήσατε, καὶ τίς ἐστιν οὗτος ὁ τοσοῦτον στοιχεῖον ἀκλινὲς καὶ ἀσάλευτον διακρατῶν;⌝ φυσιολογῶν δὲ περὶ τῆς γῆς σχήματος σφαιροειδὲς αὐτὸ γνωρίζει· διὸ καὶ 〈γῦρον〉 ὠνόμασεν αὐτὸ φήσας· ὁ 〈κατέχων τὸν γῦρον τῆς γῆς〉. πλὴν ἀλλὰ καὶ γνῶναι παρακελεύεται τὸν τὰ σύμπαντα διακρατοῦντα τοῦ θεοῦ λόγον, ὃς πρὸς τοῖς ἄλλοις καὶ τὸ τοσοῦτο στοιχεῖον τῆς γῆς συνέχει πρὸς τὸ μὴ διαπίπτειν μηδὲ τῆς οἰκείας ἕδρας κινεῖσθαι. ⌜τίς δέ φησίν ἐστι καὶ ὁ τοσαῦτα διασπείρας ἐπὶ τῆς γῆς ἔθνη ὡς παραβάλλεσθαι αὐτὰ σμικρότητος ἕνεκα τῶν σωμάτων 〈ἀκρίσιν〉;

εἶτα πάλιν ἀναβὰς ἀπὸ τῆς γῆς τῷ λόγῳ τὴν ἁψῖδα τὴν οὐράνιον, τό τε ὑπὲρ γῆν ἡμισφαίριον 〈καμάρας〉 δίκην ἐπαιωρημένον τοῖς πᾶσιν ἀποθαυμάζειν καὶ τὸν συστησάμενον τὸν οὐρανὸν ἐννοῆσαι ὁπόσης ἐστὶ δυνάμεως παρορμᾷ, λογίσασθαί τε ὡς οὐκ ἀργῶς αὐτὸν ὑπεστήσατο, 〈σκηνῆς δὲ δίκην ἄνωθεν μὲν ἐφηπλωμένον κατὰ τῶν εἴσω οὐρανοῦ πάντων, τοῖς δ᾽ ἐπέκεινα οὐρανοῦ θεῖον ὑπεστρῶσθαι ἐνδιαίτημα. ὥσπερ δὲ 〈γῦρον〉 τὸ 〈τῆς γῆς〉 ὠνόμασε στοιχεῖον φυσιολογήσας, οὕτω τὸ ὑπὲρ γῆς ἡμισφαίριον ἁψῖδι 〈καμάρας〉 ὡμοίωσε τὸ ἅπλωμα τοῦ οὐρανοῦ παραβάλλων 〈σκηνῇ〉 διατεταμένῃ· ὥσπερ δὲ τῆς 〈σκηνῆς〉 προὐνόησεν, οὕτω καὶ τῶν εἴσω τῆς 〈σκηνῆς〉 οἰκούντων. διόπερ κατὰ χρόνους καὶ καιροὺς τοῖς ἐν τῇ γῇ βιοῦσιν ἀνθρώποις 〈ἄρχοντας〉 ἐφίστησι προνοησάμενος 〈ἀρχόντων〉 τοῖς ἀρχομένοις καταλλήλων. διὸ ἐπιλέγει· 〈διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, οὐδὲν〉 δὲ ὀνομάζει τὸν θνητὸν βίον› ⌞ἢ καὶ 〈τὴν γῆν〉 αὐτὴν ὥσπερ 〈οὐδὲν〉 διδάσκει φάσκων ἑξῆς· 〈τὴν δὲ γῆν εἰς οὐδὲν ἐποίησεν〉.⌟ εἶτα τούτοις ἐπιφέρει· 〈οὐ γὰρ μὴ φυτεύσουσιν οὐδὲ μὴ σπείρουσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν〉. πάντα ταῦτα περὶ τῶν κατὰ τοὺς καιροὺς ἀρξάντων καὶ τυραννησάντων ἐπὶ τῆς γῆς εἴρηται ὡς εἰς τοιοῦτο περιστησομένων τέλος.

Ἀλλ᾽ οἱ μέν φησι τοιοῦτοι, ἐμὲ δὲ τὸν τῶν ὅλων θεὸν 〈τίνι ὡμοιώσατε καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος. ἀναβλέψατε εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξε ταῦτα πάντα〉; ⌜οὐδὲ γὰρ ἐξαριθμήσασθαι δυνατὸν οὐδὲ κατὰ μέρος ἐξειπεῖν, ἀρκεῖ δὲ ὀφθαλμοῖς ὁρᾶν ‹τὰ μεγέθη καὶ τὰ κάλλη›, τήν τε ἁρμονίαν καὶ τὴν κίνησιν τοῦ παντός, ἔκ τε τῆς τούτων θέας ‹τὸν πάντων γενεσιουργὸν› ἀποθαυμάζειν,⌝ εἰδέναι τε καὶ γνωρίζειν τὸν κατὰ χρόνους καὶ κατὰ γενεὰς ὥσπερ ἀπό τινων ταμείων καὶ θησαυρῶν αὐτοῦ 〈προφέροντα〉 ἐν τάξει καὶ 〈ἀριθμῷ τὸν ἑαυτοῦ κόσμον〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈τὴν στρατιὰν αὐτοῦ〉. διόπερ 〈κύριος σαβαὼθ〉 ὠνόμασται, ὅπερ ἑρμηνεύεται 〈κύριος στρατιῶν· στρατιαὶ〉 γὰρ ἀγγελικαὶ ὡς ὑπὸ μεγάλῳ βασιλεῖ ὑποτεταγμέναι τὸν σύμπαντα αὐτοῦ διοικοῦσι 〈κόσμον〉, ὧν καὶ τὰς ἐπωνυμίας οὐδὲ εἷς ἢ μόνος αὐτὸς γινώσκει, ὁ καὶ φυσικοῖς καὶ καταλλήλοις αὐτοὺς ὀνόμασι τιμήσας. οὕτω γοῦν καὶ θείων πνευμάτων καὶ ἀρχαγγέλων καὶ τῶν ἐπέκεινα δὲ οὐρανοῦ θεοῦ λειτουργῶν ἀσωμάτων δυνάμεων ἰδιάζουσαι, τίνες εἰσὶν ἐπηγορίαι ἡμῖν ἀκατάληπτοι καὶ ἄγνωστοι. διὸ καὶ ὑπ᾽ αὐτοῦ μόνου 〈καλούμεναι ἐπ᾽ ὀνόματος〉 ὑπακούουσιν ὡς 〈ἀπὸ πολλῆς〉 αὐτοῦ 〈δόξης〉 καὶ ἐξυπερβαλλούσης 〈ἰσχύος〉 μηδένα τῶν 〈καλουμένων〉 ἀπειθεῖν, πάντας δὲ ἐξυπηρετεῖσθαι αὐτοῦ τῷ νεύματι.

Μετὰ τὴν ἀποδοθεῖσαν θεολογίαν ἐπιπλήττει ὁ λόγος τοῖς νομίζουσι μὴ ἐφορᾶν τὸν θεὸν ταῖς αὐτῶν πράξεσιν, οἷα πολλοὶ καὶ ἐν τῷ προτέρῳ λαῷ ὑπελάμβανον. ⌜διὸ πρὸς αὐτοὺς ἀποτείνεται λέγων· Διὰ τί παρὰ σεαυτῷ ταῦτα λογίζῃ καὶ λέγειν τολμᾷς, ὡς 〈τὸν θεὸν ἡ σὴ ὁδὸς ἔλαθε〉, καὶ οὐχ ὑπόκεισαι 〈κρίσει〉 διὰ τὸ ἀγνοεῖν αὐτὸν τὰ ὑπὸ σοῦ δρώμενα;⌝ εἶτ᾽ 〈οὐκ ἤκουσας〉 τῆς προλεχθείσης θεολογίας καὶ ὡς 〈οὐδὲν〉 αὐτὸν 〈λανθάνει〉, ἐλέγετο οὖν ἀρτίως· 〈ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθε〉. πῶς οὖν σαυτὸν ἀπατᾷς λέγων· 〈Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεός μου τὴν κρίσιν μου ἀφεῖλε καὶ ἀπέστη〉. ἄκουε τοίνυν πρὸς ταῦτα, εἰ μὴ καὶ πρότερον ἀνηκόως ἦσθα ἢ εἰ μὴ 〈ἔγνως〉 μηδὲ συνῆκας τὰ πολλάκις σοὶ λελεγμένα, νῦν γοῦν μάνθανε, ὡς ὁ 〈θεὸς ὁ αἰώνιος〉 ὁ τὰ πάντα περιειληφὼς οὗτος αὐτὸς οὐ μόνον τῶν κατ᾽ οὐρανόν, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς κρατεῖ. αὐτὸς δὲ ἐστὶν ὁ 〈κατασκευάσας τὰ ἄκρα τῆς γῆς〉· διὸ οὐδὲ σὺ αὐτὸς 〈λανθάνειν〉 αὐτὸν δυνήσῃ τοιαῦτα δυσσεβῆ καὶ ἄθεα λογιζόμενος. ἀντὶ δὲ τοῦ· 〈οὐ πεινάσει οὐδὲ κοπιάσει〉, ὁ Σύμμαχος 〈οὐκ ἐξελύθη οὐδὲ ἐπείνασεν〉 ἐξέδωκε, καὶ οἱ λοιποὶ παραπλησίως.

ὥσπερ τοίνυν οὐδὲν ἀσθενὲς παρ᾽ αὐτῷ οὐδὲ ἀνθρώπινον, οὕτως 〈οὐκ ἔστιν ἐξεύρεσις τῆς γνώσεως αὐτοῦ〉. ⌜ἀκατάληπτός τε καὶ ἀνέφικτος ἡ παρ᾽ αὐτῷ τυγχάνει σοφία, δι᾽ ἧς ‹τὰ σύμπαντα διοικεῖ›, οὕτως δ᾽ οὖν αὐτῷ μέλει καὶ τῶν καθ᾽ ἕκαστον καὶ κατὰ μέρος ὡς διὰ τὸ ἐφορᾶν αὐτὸν καὶ λόγῳ θείῳ διακρίνειν τὰ κατὰ ἀνθρώπους πράγματα, ἰδιάζειν ἑκάστῳ μεμερισμένον τὸν βίον· ὡς τοῖς μὲν δι᾽ ἔνδειαν τροφῆς 〈πεινῶσιν ἰσχὺν〉 παρέχειν πολλάκις καὶ ῥώμην σώματος φυσικήν, τοῖς δὲ μὴ πεινῶσι, πλούτῳ δὲ περιρρεομένοις φροντίδας ὑπάρχειν καὶ 〈λύπας〉, τὰς τὴν τρυφὴν αὐτῶν κολαζούσας.

Κατὰ τὸν αὐτὸν δὴ λόγον 〈νέους〉 μὲν καὶ 〈νεανίσκους〉, οὓς εἰς τὸ ἀνδρίζεσθαι προσήκει, ἀσθενεῖς ἀπεργάζεται, πάθεσί τισι καὶ νοσήμασι περιβάλλων, μυρίους δὲ νεότητι σφριγῶντας θᾶττον ἀποσβῆναι παρεσκεύασε τοῦ βίου.⌝ ἀλλ᾽ οὐδ᾽ εἰς βαθὺ γῆρας παρέτεινε καίπερ εἰς ἔσχατα πενίας ἐληλακότας ὡς μηδὲ τῆς ἐφημέρου τροφῆς εὐπορεῖν καὶ αὖ πάλιν ἑτέρους πλούτῳ καὶ δόξῃ μεγαλαυχωμένους ἀθρόως ἐξ ἀνθρώπων ἠφάνισεν. ⌜ἀνάπαλιν δὲ τούτοις οἱ ἐν διωγμῶν καιροῖς 〈τὸν θεὸν ὑπομένοντες〉 ἀσθενεῖς ὄντες καὶ οἰκτροὶ κατὰ τὴν παροῦσαν ζωὴν μεταβολῆς θείας ἠξιώθησαν ὡς μὴ μόνον ἀνέσεως καὶ ἐλευθερίας τυχεῖν, ἀλλὰ καὶ δίκην 〈ἀετῶν πτεροφυῆσαι〉, ὥστε ἀναπτῆναι καὶ ὑψωθῆναι καὶ μετεωροπορῆσαι καὶ τέλος τὴν εἰς οὐρανοὺς πορείαν στείλασθαι. τοιαύτη γὰρ ἡ ἀετῶν φύσις⌝ οὐρανοπετὴς οὖσα, μόνη τε ἂν τῷ πεῖν οἷά τε φωτὸς ἡλίου· μαρμαρυγαῖς τούτοις οὖν παραπλησίως καὶ 〈οἱ τὸν θεὸν ὑπομείναντες〉 καὶ διὰ τὸν αὐτοῦ φόβον κατὰ τὸν θνητὸν βίον κακωθέντες ἄοικοί τε καὶ ἀνέστιοι καὶ ἀνελπίδες ὅσον ἐπ᾽ ἀνθρώποις ἐν καιροῖς διωγμῶν γενόμενοι. ⌜μετὰ γοῦν τὰς ὑπερβαλλούσας θλίψεις ἐπισκοπῆς θεοῦ καταξιωθέντες ἐν εἰρήνῃ διετέλεσαν τὸν βίον 〈ἀετῶν〉 δίκην 〈πτεροφυήσαντες〉 καὶ εἰς ὕψος ἀρθέντες.

εἰ δὲ καὶ μαρτυρίῳ τελειωθῆναι συμβέβηκε τοὺς ὑπὲρ εὐσεβείας ἠγωνισμένους καὶ νενικηκότας, πολὺ μᾶλλον τούτοις ἁρμόσειεν ἡ φήσασα ἐπαγγελία·⌝ 〈οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν〉· μεταβαλόντες γοῦν τὸν θνητὸν βίον καὶ εἰς ἀγγελικὴν ζωὴν μεταστάντες στειλάμενοί τε τὴν οὐράνιον πορείαν 〈πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν, ἢ οὐκ ἐκλυθήσονται〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. εἰ τοίνυν τοῖς 〈ὑπομένουσιν〉 αὐτὸν τοιαύτας ἀμοιβὰς παρέξει, τοῖς δ᾽ ἐναντίοις τὰ ἐπίχειρα ἐκ μέρους μὲν κατὰ τὸν παρόντα βίον ἀποδίδωσι, πληρέστατα δὲ κατὰ τὸν τῆς κρίσεως καιρόν, πῶς ὑμεῖς οἱ καλούμενοι «Ἰακὼβ» καὶ «Ἰσραήλ», οἱ τοῖς θείοις μεμαθητευμένοι λογίοις, τολμᾶτε παρ᾽ ἑαυτοῖς λέγειν, ὡς ἄρα «ἀπεκρύβη ἡ ὁδός σου ἀπὸ τοῦ θεοῦ» ‹καὶ ἡ κρίσις σου ἀφῃρέθη› «καὶ ἀπέστη».

Σὺ μὲν οὖν, ὦ Ἰακώβ, τοιαῦτα διανοῇ, ὁ δέ γε τῶν ὅλων σωτὴρ οὐκ ἐν δευτέρῳ τιθέμενος τὴν τῶν ἀνθρώπων σωτηρίαν σοὶ μὲν τὰ πρέποντα διείλεκται, τοῖς δὲ λοιποῖς ἔθνεσι τὰ κατάλληλα προσφωνεῖ σπεύδειν ἐπὶ τὴν αὐτοῦ γνῶσιν τοὺς πάντας προκαλούμενος. διό φησι· 〈Ἐγκαινίζεσθε πρός με, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν〉.

ἀνθ᾽ οὗ ὁ Σύμμαχος· 〈δουλεύσατέ〉 φησιν 〈ἐπ᾽ ἐμοῦ, νῆσοι, καὶ ἔθνη ἀλλαξάτωσαν ἰσχύν〉, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα 〈κωφεύσατε πρός με〉 εἴρηται. ⌜παρακελεύεται δῆτα ταῖς 〈νήσοις κωφεύειν〉 καὶ σιγᾶν, ὡς ἂν ἐπήκοοι γένοιντο θεϊκῆς ὁμιλίας, σωτηρίου τε κηρύγματος. 〈νήσους〉 δὲ ὀνομάζει συνεχῶς τὰς ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίας διὰ τὸ ὥσπερ ὑπὸ θαλάττης περιρρέεσθαι ὑπὸ τῆς ἁλμυρᾶς τοῦ βίου κακίας.⌝ εἶτ᾽ ἀνωτέρω εἰπών· «οἱ δὲ ὑπομένοντες τὸν θεὸν 〈ἀλλάξουσιν ἰσχύν〉», ἐνταῦθά φησιν· 〈οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈καὶ ἔθνη ἀλλαξάτωσαν ἰσχύν〉· ὃ γὰρ ἐπηγγείλατο ἀνωτέρω ‹τοῖς› αὐτὸν ‹ὑπομένουσι›, τοῦτο αὐτὸ ταῖς 〈νήσοις〉 καὶ τοῖς 〈ἔθνεσι〉 προστάττει λέγων· 〈καὶ ἔθνη ἀλλαξάτωσαν ἰσχύν〉, ⌜ὡς ἂν μεταβάλοιεν τὸν ἑαυτῶν τρόπον καὶ ἀλλαγὴν τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα ποιήσοιντο.⌝ εἶθ᾽ ἑξῆς· 〈ἐγγισάτωσάν〉 φησι 〈καὶ λαλησάτωσαν ἅμα〉, ⌜δῆλον δὲ ὅτι τὰ ἔθνη πρὸς μέ φησι, τὸν θεὸν 〈ἐγγισάτωσαν〉 καὶ τὰ ἐμὰ ῥήματα 〈λαλησάτωσαν ὁμοῦ〉 καὶ κατὰ τὸ αὐτὸ γενόμενα ἐν τῇ ἐμῇ δηλαδὴ ἐκκλησίᾳ.⌝ καὶ τίνα προσήκει 〈λαλεῖν〉 τοὺς καλουμένους, ἑξῆς διδάσκει λέγων· 〈τότε κρίσιν ἀναγγειλάτωσαν〉· ⌜τὸν γὰρ περὶ τῆς κρίσεως λόγον βούλεται μαθόντα τὰ 〈ἔθνη〉 καὶ ἑτέροις 〈ἀπαγγέλλειν〉.⌝ Ἀλλὰ καὶ τοῦτο μαθεῖν τοῖς αὐτοῖς προστάττει τὸ γνῶναι· 〈τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; ⌜δικαιοσύνης〉 γὰρ ἔργον ἦν τὸ μὴ Ἰουδαίους μόνον ἀλλὰ καὶ τὰ λοιπὰ ἔθνη καλεῖσθαι ἐπὶ τὴν τοῦ θεοῦ γνῶσιν.⌝ τίς οὖν ἐστιν ὁ 〈ἐκ τῶν ἀνατολῶν〉 τοῦ φωτὸς ταύτην 〈ἐγείρας〉 τὴν 〈δικαιοσύνην, καλέσας〉 τε αὐτὸν εἰς τὸ ἕπεσθαι αὐτῷ;

τίς δὲ ὁ 〈δεδωκὼς〉 αὐτὴν 〈ἐναντίον〉 πάντων τῶν 〈ἐθνῶν〉 ὡς 〈ἐκστῆναι〉 ἐπὶ τῷ προστάγματι τοὺς τῶν 〈ἐθνῶν βασιλεῖς〉 καὶ θορυβηθῆναι τὰ πρῶτα, πειραθῆναί τε διωγμοὺς καὶ πολέμους κινῆσαι κατὰ τοῦ λόγου τῆς 〈δικαιοσύνης〉, νικηθῆναι δὲ ὑπὸ τοῦ τῆς 〈δικαιοσύνης〉 θεοῦ, ὃς ὑπερμαχῶν τῶν ὑποδεδεγμένων αὐτήν. τὰ μὲν πολεμικὰ τῶν τῆς 〈δικαιοσύνης〉 ἐχθρῶν 〈φρυγάνων〉 τρόπον ἠφάνισεν, ἑαυτῷ δὲ ὁδὸν ἐξωμάλισεν ἐν 〈εἰρήνῃ διελθεῖν τοὺς πόδας αὐτοῦ〉.

Τίς οὖν ὁ ταῦτα πάντα κατεργασάμενος ἀλλ᾽ ἢ ὁ ἐπὶ πάντων θεός; διὸ ἐπιλέγει ἑξῆς· 〈ἐκάλεσεν αὐτήν〉, δηλονότι τὴν 〈δικαιοσύνην, ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς, ἐγὼ θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι〉, ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· 〈ἐγὼ κύριος πρῶτος, καὶ μετὰ τῶν ἐσχάτων ἐγώ εἰμι〉· ⌜αὐτὸς γὰρ ἦν ὁ καὶ τοῖς 〈πρώτοις πρό〉παλαι καὶ ἐξ 〈ἀρχῆς〉 θεοφιλέσι γενομένοις γνωσθεὶς καὶ ὁ μετὰ τὸν πρότερον λαὸν τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ πεπιστευμένος.⌝ διὸ ἐπιλέγει· 〈εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν〉. ⌜μαρτυρεῖ δὲ ὁ λόγος ὠφέλειαν οὐ τὴν τυχοῦσαν τοῖς ἔθνεσιν, εἴ γε μεταβαλόντα τὴν προτέραν ἀβλεψίαν τῆς πολυθεΐας ἴδοιεν τὸν εἰρηκότα· 〈ἐγὼ θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι〉.

καὶ 〈ἰδόντα ἐφοβήθησαν〉 ἐν ‹ἀρχῇ› γενόμενα ‹σοφίας›· «ἀρχὴ γὰρ σοφίας φόβος κυρίου».⌝ ἀλλὰ καὶ 〈τὰ πέρατα τῆς γῆς ἐξεπλάγησαν〉· ⌜τὸ γὰρ παράδοξον τοῦτ᾽ ἦν, ὅτι καὶ τὰ βάρβαρα φῦλα καὶ τὰ πορρωτάτω ἀπῳκισμένα τῆς Ἰουδαϊκῆς χώρας, καθ᾽ ἣν μόνην γνωρίζεσθαι ἐνομίζετο τὸ παλαιὸν ὁ θεός, γνῶσιν ἀνείληφε θεοσεβείας ὡς 〈ἐκπλαγῆναι〉 τῆς τοῦ θεοῦ δικαιοσύνης, τὴν χάριν σπεῦσαί τε καὶ ἐλθεῖν ἀκολούθως τῷ φήσαντι κηρύγματι· «〈ἐγγισάτωσαν〉 καὶ λαλησάτωσαν ἅμα».⌝ ἀλλ᾽ ἐκεῖ μὲν ἐκελεύοντο ἀπαντᾶν καὶ 〈λαλεῖν〉, δῆλον δ᾽ ὅτι δοξάζειν τὸν θεόν, ἐνταῦθα δέ φησιν ὁ λόγος· 〈ἤγγισαν καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι〉. ⌜οὐ γὰρ μόνον ἑαυτοὺς σῴζειν οἱ κεκλημένοι ἦλθον, ἀλλὰ καὶ τοὺς 〈πλησίον〉 κατὰ τοὺς τῆς φιλανθρωπίας νόμους.⌝ διὸ τοὺς 〈πλησίον〉 θεραπεύειν καὶ τοὺς ἑαυτῶν 〈ἀδελφοὺς〉 καὶ γνωρίμους ἐθέλοντες τοὺς ἔτι ἐν ἀτοπίᾳ ὄντας ταῦτα πρὸς αὐτοὺς ἔλεγον. ⌜Ἦν ποτε χρόνος ὅτε καὶ ἡμῶν αὐτῶν 〈κατίσχυσεν ἀνὴρ τέκτων〉, ὁ τὴν εἰδωλολατρίαν κατεργασάμενος, 〈καὶ χαλκεὺς τύπτων σφύρᾳ〉 τοὺς ἑαυτοῦ θεούς· ἀλλὰ νῦν ἔγνωμεν τὸ μηθὲν ὄντας ἐκείνους καὶ τῆς πατρικῆς κατέγνωμεν πλάνης, ὃ δὴ καὶ ὑμᾶς προσήκει μανθάνοντας ὠφελεῖσθαι.

δεῖγμα δὲ τῆς ἀδρανείας τῶν πάλαι νομισθέντων ἡμῖν θεῶν τὸ μηδὲ ἑστάναι δύνασθαι, εἰ μὴ γόμφοις τισὶ καὶ 〈ἥλοις〉 ἐμπαρεῖεν.⌝ ἐπειδὰν δὲ δι᾽ ἑτέρων ἱδρυθέντα στῇ, ἄλλος ἔλεγχος αὐτῶν τῆς ἀζωΐας γίνεται τὸ μηκέτι 〈κινεῖσθαι〉 αὐτὰ δύνασθαι· ὅτε τοίνυν οὔτε ἑαυτοῖς ἑστάναι οὔτε ὑπὸ ἑτέρων ἑδρασθέντα 〈κινεῖσθαι〉 οἷά τέ ἐστι. πῶς ἂν εἶεν θεοὶ ταῦτα πρὸς τοὺς πέλας φησί ποτε τὰ ἔθνη ὁ λόγος θεσπίζει, καὶ ἐπειδήπερ ἀνωτέρω προστέτακτο τὰ αὐτὰ ἔθνη μὴ μόνον ‹ἐγγίζειν› τῷ θεῷ ἀλλὰ καὶ ‹λαλεῖν›· ἐλέγετο γάρ· «ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα». εἰκότως ὅτε ‹ἤγγισαν› διὰ τῶν προκειμένων καὶ ἐλθόντα τινά ποτε καὶ ὁποῖα τοῖς γνωρίμοις αὐτῶν διείλεκται, εἴρηται διὰ τῆς προφητείας.

Ἐν μὲν τοῖς ἀνωτέρω τῷ Ἰακὼβ καὶ Ἰσραὴλ ἐμέμφετο ὁ θεὸς διὰ τὸ λέγειν· «Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεὸς τὴν κρίσιν μου ἀφεῖλε καὶ ἀπέστη», διὰ δὲ τῶν μετὰ χεῖρας 〈παῖδα〉 αὐτοῦ ὀνομάζει τὸν 〈Ἰσραὴλ〉 καὶ τὸν 〈Ἰακὼβ ἐκλελεγμένον〉 εἶναί φησι, σαφῶς τοῦ λόγου δύο τάγματα παριστῶντος τοῦ ἐκ περιτομῆς λαοῦ, ἓν μὲν τὸ κατηγορούμενον καὶ ἐπιτιμώμενον, ἕτερον δὲ ᾧ τὰς παρούσας ἐπαγγελίας πεποίηται. τὸ μὲν οὖν πρῶτον τὸ τῶν ἐκπεσόντων τοῦ θεοῦ διὰ τὴν ἀπιστίαν αὐτῶν τυγχάνει, τὸ δὲ ἕτερον τὸ τῶν ὑπακουσάντων τῇ πίστει καὶ διὰ τοῦτο τῆς σωτηρίου χάριτος κατηξιωμένων, ὁποῖοι ἦσαν οἱ μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, οἵ τε λοιποὶ πάντες οἱ εἰς αὐτὸν πεπιστευκότες τοῦ ἐκ περιτομῆς λαοῦ 〈Ἰσραὴλ〉 καὶ 〈Ἰακὼβ〉 ὄντες καὶ αὐτοί. ἀκολούθως τοίνυν τῷ περὶ τῶν ἐθνῶν λόγῳ ἡ ἐκλογὴ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν συνῆπται.

διὸ εἰς αὐτῶν πρόσωπόν φησιν ἡ προφητεία· 〈Σὺ δέ, Ἰσραήλ, παῖς μου, Ἰακώβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα. ⌜παῖδα〉 δὲ πρῶτον ὀνομάζει ἔπειτα 〈ἐκλεκτὸν εἶτα ἀγαπητὸν〉 τὸν μὲν ὡς ἐν ἀρχαῖς ὄντα καὶ φόβῳ δουλείας ἔτι παιδαγωγούμενον, οἷος ἦν ὁ ἀποστολικὸς χορός, τὸν πρῶτον βίον «ὑπὸ τὸν παιδαγωγὸν» ‹νόμον› γεγονώς, τὸν δ᾽ αὐτὸν 〈ἐκλεκτὸν〉 ὀνομάζει, ὡς ἂν προκόψαντα καὶ τῆς σωτηρίου κλήσεώς τε καὶ ἐκλογῆς κατηξιωμένον. 〈σπέρμα〉 δὲ 〈Ἀβραὰμ〉 ἕτερον τάγμα τυγχάνον παρὰ τὸ τῶν 〈ἐκλεκτῶν〉, ποῖον ἂν εἴη ἢ τὸ πλῆθος τῶν Ἰουδαίων, πρὸς οὓς διαλεγόμενος ὁ σωτὴρ ἔλεγεν· «Οἶδα ὅτι 〈σπέρμα Ἀβραάμ〉 ἐστε»; ἕτεροι δ᾽ ἦσαν οὗτοι παρὰ τὰ «τέκνα τοῦ 〈Ἀβραάμ〉», περὶ ὧν ἐδίδασκε λέγων· «εἰ τέκνα τοῦ 〈Ἀβραὰμ〉 ἦτε, τὰ ἔργα τοῦ 〈Ἀβραὰμ〉 ἐποιεῖτε». 〈Ἀβραὰμ〉 μὲν οὖν 〈ἀγαπητὸς〉 ἦν τοῦ θεοῦ καὶ 〈φίλος〉· διὸ λέλεκται· 〈σπέρμα Ἀβραάμ〉, ὃν 〈ἠγάπησα〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈σπέρμα Ἀβραὰμ τοῦ φίλου μου〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈σπέρμα Ἀβραὰμ ἀγαπητοῦ μου〉.

τό γε μὴν 〈σπέρμα〉 αὐτοῦ οὐκέτι 〈ἠγαπῆσθαι〉 ὁμοίως τῷ Ἀβραὰμ λέλεκται· πλὴν ἀλλὰ καὶ τὸ 〈σπέρμα〉 τοῦ 〈Ἀβραὰμ〉 καλεῖ διὰ τῶν ἐκλεκτῶν αὐτοῦ εἰπὼν αὐτοῖς· «πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ».⌝ Καὶ ἐπειδήπερ τὸ 〈σπέρμα〉 τοῦτο τοῦ 〈Ἀβραὰμ〉 διεσπαρμένον εἰς πᾶσαν τὴν γῆν, τούτου χάριν ἐπιλέγει ἑξῆς· 〈οὗ ἀντελαβόμην ἀπ᾽ ἄκρου τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈καὶ ἀπὸ τῶν ἀγκώνων αὐτῆς ἐκάλεσά σε〉. ⌜σημαίνει δὲ διὰ τούτων τοὺς ἐν τῇ διασπορᾷ τοῦ Ἰουδαίων λαοῦ, οὓς πρώτους κατηξίου τῆς αὐτοῦ κλήσεως·⌝ ὥσπερ οὖν καὶ ὁ ἀπόστολος Παῦλος παρίστη πρὸς Ἰουδαίους λέγων· «ὑμῖν ἔδει πρώτοις κηρυχθῆναι τὸν λόγον· ἐπεὶ δὲ ἀποστρέφεσθε πορευόμεθα εἰς τὰ ἔθνη». τοῖς οὖν ἐκ τούτων ὑπακούσασι τῇ κλήσει καὶ τὸν εὐαγγελικὸν λόγον παραδεδεγμένοις φησὶ τό· 〈οὗ ἀντελαβόμην ἀπ᾽ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε〉· ⌜πολλοὶ γὰρ ἦσαν κατὰ τοὺς ἀποστολικοὺς χρόνους οἱ ἀπὸ Ἰουδαίων τὸν Χριστοῦ λόγον παραδεδεγμένοι, οὐ μόνον ἐπὶ τῆς Ἰουδαίας γῆς ἀλλὰ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.⌝ ἀλλὰ γὰρ τοῦ 〈σπέρματος〉 τοῦ 〈Ἀβραὰμ〉 μέχρι τούτου μνημονεύσας ἀνατρέχει ἐπὶ τὴν ἐκλογὴν τοῦ χοροῦ τοῦ ἀποστολικοῦ καί φησι πρὸς αὐτούς· 〈Παῖς μου εἶ〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈Δοῦλός μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε〉.

εἰκότως οὖν καὶ ὁ θεῖος Ἀπόστολος ‹〈δοῦλον〉› εἶναι ἑαυτὸν ὡμολόγει σεμνυνόμενος ὡς ἐπὶ μεγάλῳ ἀξιώματι τῇ τοῦ σωτῆρος δουλείᾳ, ἐπειδὴ καὶ προϊὼν ὁ λόγος τοῦτο παρίστησιν, ἐν οἷς φησι· «Μέγα σοί ἐστι τὸ κληθῆναί 〈σε παῖδά〉 μου». πάλιν δὲ κἀνταῦθα πρῶτον 〈δοῦλον〉 ἑαυτὸν γεγονέναι, ἔπειτα ἐκλελέχθαι διδάσκει λέγων· 〈Παῖς μου εἶ, ἢ Δοῦλός μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε, ἢ οὐκ ἀπεδοκίμασά σε〉 κατὰ τὸν Σύμμαχον. ⌜Ἐπιθαρσύνει τὴν ἐκλογὴν ταύτην πρὸς τὸ ἀδεῶς εἰς πάντα τὰ ἔθνη κηρύξαι τὸ εὐαγγέλιον,⌝ ⌞ὃ δὴ καὶ αὐτὸς ἐδήλου ἐν Εὐαγγελίοις ὁ σωτὴρ φάσκων· «ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος».⌟ 〈εἶτ᾽〉 ἐπιλέγει· 〈μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι〉, ἀλλὰ 〈μηδὲ πλανῶ〉 φησιν, 〈ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου〉. ⌜ὅρα γάρ φησι μήποτε διανοηθῇς ὡς τῇ σαυτοῦ ἰσχύι δεδύνησαι τῷ τοσούτῳ κηρύγματι διακονήσασθαι· οὐδεὶς γὰρ ἂν ἦσθα οὐδ᾽ ἂν ἐδυνήθης τι, εἰ μὴ ἐγὼ 〈μετὰ σοῦ〉 ὢν καὶ σὺν σοὶ διαπορευόμενος πάντα τὰ ἔθνη 〈ἐνίσχυσά σε〉 ὑπομονὴν καὶ καρτερίαν καὶ δύναμίν σοι δεδωρημένος⌝ 〈καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου〉, ⌜ὡς μηδὲν ἐμποδών σοι γενέσθαι κώλυμα κηρύττοντι τὸ εὐαγγέλιον εἰς πάντας.

Εἰ δὲ καί τινες 〈ἀντικείμενοι〉 τῷ ὑπὸ σοῦ κηρυττομένῳ λόγῳ πειραθεῖεν ἐμποδών σοι γενέσθαι, ἀλλ᾽ ἐντεῦθεν ἤδη θάρσει τούτων ἁπάντων καταφρονῶν εἰδώς, ὅτι 〈αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε〉. ⌜εἰ γὰρ καὶ πρὸς ὀλίγον ἔδοξαν εἶναί τινες, καθ᾽ ὃν καιρὸν 〈ἐπολέμουν〉 καὶ ἐδίωκόν σε· ἀλλὰ σὺ μὲν ἔσῃ καὶ διαμενεῖς καὶ ὄψει αὐτῶν τὴν ἀπώλειαν, οἱ δὲ 〈οὐκ ἔσονται〉 ᾗ τάχος ἀφανιζόμενοι τοῦ βίου.

Διὸ καρτερεῖν σε προσήκει καὶ ὑπομένειν τὰς ἐξ αὐτῶν ἐπαγομένας θλίψεις,⌝ τὸ περιμένον αὐτοὺς τέλος ἀφορῶντα καὶ τῇ ἐμῇ θαρσοῦντα ἐπαγγελίᾳ ἐντεῦθεν ἤδη ἀψευδῶς ἐμοῦ σοι προλέγοντος· 〈ὅτι ἐγὼ κύριος ὁ θεός σου καὶ κρατήσω τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ φοβοῦ, ἐγὼ ἐβοήθησά σοι〉. μὴ κείμενα δὲ παρὰ τοῖς Ἑβδομήκοντα τό· 〈ἐγὼ ἐβοήθησά σοι, μὴ φοβοῦ σκώληξ Ἰακώβ〉, ἀπὸ τῶν λοιπῶν πρόσκειται ἑρμηνευτῶν. οὗτος δὲ αὐτὸς ὁ ἀνωτέρω ‹ἐκλεκτὸς› ὠνομασμένος κατὰ τό· «Ἰακώβ, ὃν ἐξελεξάμην», νῦν 〈σκώληξ〉 ὠνόμασται διὰ τὸ 〈σκώληκος〉 δίκην ὑποδύνειν εἰς τὰς τῶν ἀπίστων ἐθνῶν πόλεις καὶ πᾶσαν αὐτῶν τὴν πολύθεον πλάνην καὶ τὴν δαιμονικὴν ἐνέργειαν ἐξ αὐτοῦ βάθους τῆς τῶν ἀνθρώπων διανοίας φθείρειν καὶ ἀφανίζειν καὶ διὰ τὸ εὐτελὲς καὶ ἰδιωτικὸν τοῦ κηρύγματος τοῦ ἀποστολικοῦ. οὕτω γοῦν καὶ αὐτὸς ὁ σωτὴρ 〈σκώληκα〉 ἑαυτὸν ἀπεκάλει λέγων· «ἐγὼ δέ εἰμι 〈σκώληξ〉 καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ». ⌜εἶτ᾽ ἐπειδήπερ ὀλίγοι τὸν ἀριθμὸν ἐτύγχανον οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, «δώδεκα» μὲν ὄντες ἀπόστολοι, «ἑβδομήκοντα» δὲ οἱ μετὰ τούτους,⌝ τούτου χάριν ἐπιλέγει· 〈ὀλιγοστὸς Ἰσραήλ〉, ἢ κατὰ τὸν Σύμμαχον 〈ἀριθμὸς Ἰσραήλ〉, ἢ κατὰ τὸν Ἀκύλαν 〈τεθνεῶτες Ἰσραήλ〉, καὶ κατὰ τὸν Θεοδοτίωνα δὲ οἱ 〈νεκροὶ Ἰσραὴλ〉 εἴρηται.

πλὴν ἀλλὰ 〈σκώληκας〉 αὐτοὺς ὀνομάσας καὶ 〈ὀλιγοστοὺς〉 εἰπὼν ἐπιφέρει· 〈μὴ φοβοῦ, ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε, ὁ ἅγιος Ἰσραήλ〉. καὶ προστίθησιν· 〈ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς〉· ⌜οὕτω γὰρ ἡ δύναμις τοῦ ‹ἐνισχύοντος› αὐτοὺς ἐδείκνυτο, ὅτε αὐτοὶ μὲν 〈σκώληκος〉 οὐδὲν διέφερον, ἀλλὰ καὶ 〈ὀλιγοστοὶ〉 ἦσαν καὶ 〈νεκροὶ〉 καὶ 〈τεθνεῶτες τοῦ Ἰσραὴλ〉 ἐτύγχανον. ὅμως τοιοῦτοι ὄντες ὥσπερ τινὰ καλάμην διέτεμνον 〈τροχῶν ἁμάξης〉 τρόπον 〈ἀλοῶντες〉 καὶ καταπρίζοντες τῶν ἀλλοφύλων καὶ ἀθέων ἐθνῶν τὴν δαιμονικὴν θεοποιΐαν.⌝ διὸ ἐπιλέγει· 〈καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνούς, ⌜ὄρη καὶ βουνοὺς〉 τὰς ἀντικειμένας δυνάμεις τὰς πάλαι κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρομένας αἰνιττόμενος.⌝ ταύτας τοίνυν τὰς δυνάμεις ὡσπερανεὶ ὑψηλὰ 〈ὄρη〉, τά τε ὑποβεβηκότα πνεύματα πονηρὰ ὡσανεὶ 〈βουνούς〉 τινας ὄντας 〈λεπτυνεῖς〉 φησι 〈καὶ ἀλοήσεις καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς〉, ⌜ὡς μηκέτι ἐφιστάναι παρὰ τοῖς ἔθνεσι τὴν δαιμονικὴν πλάνην.

τῶν δὲ ἀποδοθέντων 〈ὀρῶν〉 καὶ τῶν δηλωθέντων 〈βουνῶν〉 ἀφανῶν γενομένων, «σὺ» αὐτός, «ὁ δοῦλός μου ὁ ἐκλεκτός», δι᾽ οὗ ταῦτα κατώρθωται, 〈εὐφρανθήσῃ ἐν τῷ κυρίῳ καὶ ἐν τῷ ἁγίῳ Ἰσραὴλ ἐπαινεθήσῃ〉·⌝ ἀντὶ γὰρ τοῦ· 〈ἐν τοῖς ἁγίοις Ἰσραὴλ ἀγαλλιάσονται〉, ὁ μὲν Ἀκύλας 〈ἐν ἁγίῳ Ἰσραὴλ καυχήσῃ〉, ὁ δὲ Σύμμαχος 〈ἐν τῷ ἁγίῳ Ἰσραὴλ ἐπαινεθήσῃ〉 εἰρήκασι.

Ταῦτα περὶ τῶν ἀποστόλων θεσπίσας ὁ λόγος ἑξῆς ἀπὸ ἑτέρας ἀρχῆς περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς ἐπιλέγει· 〈οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς ζητήσουσιν ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη〉. ἀλλὰ ταῦτα μὲν πάλαι ἦσαν πεπονθότες, νῦν δέ φησι· 〈ἐγὼ κύριος ὁ θεός, ἐπακούσομαι αὐτῶν ὁ θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς, ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς〉. ⌜ὅπως δὲ ταῦτα τέλους ἔτυχε καὶ εἰσέτι καὶ νῦν ἐνεργεῖται ἐν ταῖς διὰ τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων κατὰ πάντα τόπον ἱδρυνθείσαις ἐκκλησίαις τοῦ θεοῦ τὴν διάνοιαν ἐπιστήσας εἴσῃ. αἱ γοῦν τὸ παλαιὸν διαπτωχεύουσαι ἐν τοῖς ἔθνεσι ψυχαὶ καὶ τῆς τοῦ θεοῦ γνώσεως ἐνδεεῖς οὖσαι καὶ μηδὲ ῥανίδα ζωτικοῦ πόματος κεκτημέναι ὡς τὴν γλῶσσαν αὐτῶν καὶ τὸν δι᾽ αὐτῆς προφερόμενον λόγον ἐξηράνθαι, διὰ τὸ μηδεμιᾶς νοτίδος λόγου σωτηρίου μετέχειν αὐτοὺς παραδόξου τετυχήκασιν εὐεργεσίας διὰ τῆς οὐρανίου χάριτος πληρωθεῖσαι 〈πηγῶν〉 καὶ 〈ποταμῶν〉 καὶ παντοίων ζωτικῶν ὑδάτων⌝ ⌞ὡς ἀπολαύουσαι ὕδατος, περὶ οὗ ἀνωτέρω ἐλέγετο· «καὶ πίονται ὕδωρ ἐκ τῶν 〈πηγῶν〉 τοῦ σωτηρίου».

πίνουσί τε ‹ἀπὸ 〈πηγῶν〉 τοῦ Ἰσραήλ›, ὧν ἐμνημόνευσεν ὁ φήσας λόγος· «ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, κύριον ἐκ 〈πηγῶν〉 Ἰσραήλ».⌟ ⌜τοῦτο δὲ ἂν εἴη τὸ πνεῦμα τὸ ἅγιον τὸ πηγάζον ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ ἀνομβροῦν ὕδατα ζῶντα, τοτὲ μὲν ἀπὸ τῆς παλαιᾶς διαθήκης, τοτὲ δὲ ἀπὸ τῆς καινῆς καὶ εὐαγγελικῆς διδασκαλίας.⌝ ἀλλὰ καὶ 〈ποταμοὶ〉 ῥέουσιν ἀένναοι κατακλύζοντες τὴν παλαιὰν 〈ἔρημον〉 οἱ ἀπὸ τοῦ μεγάλου ποταμοῦ τὰς ἀρχὰς εἰληφότες, περὶ οὗ εἴρηται· «τοῦ 〈ποταμοῦ〉 τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ», καί· «ὁ 〈ποταμὸς〉 τοῦ θεοῦ ἐπληρώθη ὑδάτων».

Καὶ ἔστιν ἰδεῖν 〈εἰς τὴν〉 πάλαι 〈ἄνυδρον γῆν〉 τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐκ τῶν τοσούτων ὑδάτων ψυχὰς εὐθαλεῖς καὶ εἰς ὕψος ἀνεπαιρομένας ἀναλογούσας φυτοῖς οὐκ ἄλλως ὑφισταμένοις ἢ ἐν ὑδάτων πλήθει, ὁποῖα ἂν γένοιτο 〈κέδρος καὶ πύξος καὶ μυρσίνη, κυπάριττός〉 τε 〈καὶ λεύκη〉 κατὰ τοὺς Ἑβδομήκοντα, κατὰ δὲ τὸν Σύμμαχον· 〈κέδρος καὶ ἄκαπνον ξύλον ἐλαίου κυπάρισσος καὶ πτελέα καὶ πύξος ἐπὶ τὸ αὐτό〉. ⌜ταῦτα πάντα οὐδ᾽ ἄλλως ἢ ἐν ὑδάτων πλήθει τρεφόμενα καὶ αὐξανόμενα εἰς τὴν εἰκόνα περιείληπται τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ εὐθαλῶν ψυχῶν ἀπὸ πολυπληθείας θείων καὶ λογικῶν ὑδάτων εἰς ὕψος ἐπηρμένων. καὶ ὅτε μὲν οὖν τοὺς καρποὺς τῆς ἐκκλησίας βούλεται παραστῆσαι ὁ λόγος, εἰκόνι χρῆται ‹ἐλαίας› ἢ ‹φοίνικος› ἢ ‹ἀμπέλου›· νῦν δὲ ὅτε τὸ εὐθαλὲς καὶ διεγηγερμένον, νεαρόν τε καὶ ἀκμαῖον τῶν ἐν τῇ ἐκκλησίᾳ προκοπτόντων δηλοῖ τῇ τῶν προλεχθέντων φυτῶν συνεχρήσατο εἰκόνι· ἃ οὐδ᾽ ἄλλως ἢ ἐξ ὑδάτων πλήθους καὶ γῆς ἑδραίας καὶ γονίμου συνίστασθαι πέφυκεν. ὃ δὴ καὶ ἀντὶ παραδόξου παρείληφεν, εἰ ἐν τῇ 〈ἀνύδρῳ〉 καὶ καταξήρῳ καὶ διψαλέᾳ γῇ τοσαύτην ὑδάτων χορηγίαν ἔσεσθαι ἐπήγγελται ὡς τοιαῦτα βλαστῆσαι φυτά, ὁποῖα κατείλεκται.

τὸν αὐτὸν δὴ τρόπον ἔσεσθαι καὶ ἐπὶ τῆς πάλαι 〈ἐρήμου〉 καὶ 〈ἀνύδρου γῆς〉 τῶν πάλαι ἀλλοφύλων καὶ ἀθέων ἐθνῶν· τοσαύτην γὰρ γενήσεσθαι καὶ ἐπ᾽ αὐτῶν μεταβολὴν προφητεύει εἰς ἔνδειξιν τῆς σωτηρίου εὐεργεσίας.⌝ Διὸ ἐπιλέγει· 〈ἵνα εἰδῶσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησε ταῦτα καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν〉· ⌜εἰ γὰρ μὴ θεὸς ἦν καὶ 〈χεὶρ κυρίου〉 ἡ διὰ τῶν ἀποστόλων αὐτοῦ τὴν τοσαύτην μεταβολὴν ἐν τοῖς ἔθνεσιν εἰργασμένη, πῶς ἂν συνέστησαν ἐν τῇ τοσαύτῃ τῶν ἐθνῶν ἐρημίᾳ ἐκκλησίαι θεοῦ καὶ τὰ ἐν αὐτῇ λογικὰ ὕδατα πληθύνοντα πανταχοῦ γῆς ὡς γεωργεῖσθαι τῶν ἐρήμων πρότερον καὶ ἀνίκμων ἐθνῶν τὰς ψυχὰς τῷ τῆς θεοσεβείας λόγῳ, φύειν τε ὑψηλὰ καὶ μετέωρα βλαστήματα, κάτω μὲν ἐπὶ γῆς ἐρριζωμένα, λέγω δὲ ἐν τῷ θνητῷ καὶ ἀνθρωπίνῳ βίῳ, ἄνω δὲ εἰς ὕψος ἐπαιρόμενα ὡς καὶ μέχρι τῆς βασιλείας τῶν οὐρανῶν ἐκτείνεσθαι κἀκεῖ τὰς ἑαυτῶν ἀναρτᾶν ἐλπίδας; διὸ φυτοῖς εὐώδεσι καὶ εἰς ὕψος ἐπηρμένοις παραβέβληνται.⌝ Πληρώσας ὁ λόγος τῆς πάλαι 〈ἐρήμου〉 καὶ ἀκάρπου καὶ 〈ἀνύδρου〉 χώρας τὴν ἐπὶ τὸ γόνιμον μεταβολήν, δι᾽ ἧς ᾐνίττετο τῆς ἐκκλησίας τοῦ θεοῦ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μετάθεσιν, ἐφ᾽ ἕτερον μεταβαίνει τάγμα τὸ ἀπομεῖναν ἐν τῇ προτέρᾳ πλάνῃ τῆς εἰδωλολατρίας.

διὸ ὡς πρὸς αὐτοὺς ἀποτείνεται λέγων· 〈Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει ὁ θεός〉· ‹ἀναπολόγητοι γάρ ἐστέ› φησιν οἱ μετὰ τὴν τοσαύτην χάριν τὴν τὰ τοσαῦτα κατεργασαμένην τῇ πολυθέῳ ἐναπομείναντες πλάνῃ μὴ ἐννοήσαντες, ὡς 〈χεὶρ κυρίου〉 ἦν ἀληθῶς ἡ τὰ τοσαῦτα κατεργασαμένη καὶ «πρὶν γενέσθαι» μαρτυραμένη, ὅτι ταῦτα ἔσται,⌝ 〈ἵνα εἰδῶσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπιστῶνται ὅτι χεὶρ κυρίου ἐποίησε ταῦτα〉. τοῖς οὖν μὴ ἐπιστήσασι καὶ μὴ ἐπεγνωκόσι μηδὲ ἐννοήσασιν ἀκολούθως ὁ λόγος ἀπειλεῖ φάσκων· 〈Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει κύριος ὁ θεός〉· ἡ γὰρ κατάκρισις αὐτῶν αὐτόθεν αὐτοῖς ἐπάγεται ‹ἀναπολογήτοις οὖσι›. διὸ ἐπιλέγει· 〈ἤγγισαν αἱ βουλαὶ ὑμῶν〉, ἀνθ᾽ οὗ ὁ Σύμμαχος· 〈ἐγγίσατέ〉 φησι 〈τὰ ἰσχυρὰ ὑμῶν〉, ὁ δὲ Θεοδοτίων· 〈ἐγγίσατε κραταιώματα ὑμῶν〉, ὁ δὲ Ἀκύλας· 〈προσεγγίσατε ὀστεώσεις ὑμῶν〉· εἰς μέσον γάρ φησιν ἀγάγετε τὰ νομιζόμενα ὑμῖν εἶναι 〈ἰσχυρὰ〉 καὶ 〈τὰ κραταιώματα ὑμῶν〉, ὡσεὶ σαφέστερον ἔλεγε τοὺς θεοὺς ὑμῶν, φέρετε εἰς μέσον, 〈ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈προσελθέτωσαν καὶ ἀπαγγειλάτωσαν ὑμῖν, ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν. ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ᾽ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε〉.

καὶ γὰρ ἀληθῶς ἐντεῦθεν τῆς τῶν δαιμόνων ἀδρανείας καταγνῶναί ἐστι τῶν πάλαι μαντεύεσθαι προσποιουμένων καὶ προλέγειν διαχρησαμένων τὰ μέλλοντα ἐκ τοῦ μηδένα πώποτε αὐτῶν μαντεύεσθαι καὶ προειπεῖν, ὡς ἄρα ἥξει καὶ ἐπιδημήσει ποτὲ ἀνθρώποις ὁ Χριστὸς τοῦ θεοῦ καταλύσων αὐτῶν τὴν θεοποιΐαν ὡς ἐρημωθῆναι τοὺς κατὰ πόλεις αὐτοῖς ἀνεγηγερμένους ναούς, ἐλεγχθῆναι δὲ αὐτῶν τὰς μαντείας καὶ τὰ χρηστήρια· ταῦτα γὰρ ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν διὰ τῆς παρουσίας τοῦ σωτῆρος ἡμῶν ἐπετελέσθη. ἅπερ ἐχρῆν μὴ ἀγνοῆσαι τοὺς καταμαντεύεσθαι καὶ εἰδέναι τὰ μέλλοντα προσποιουμένους πονηροὺς δαίμονας· ἔδει γοῦν ταῦτα προγνῶναι καὶ προφητεῦσαι, εἴπερ τις ἦν ἐν αὐτοῖς θεία δύναμις. διό φησιν ὡς πρὸς αὐτοὺς ὁ λόγος· 〈τί τὰ ἔσχατα καὶ τί τὰ ἐπερχόμενα, εἴπατε ἡμῖν. ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ᾽ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε〉. ⌜οἱ μὲν τοῦ θεοῦ προφῆται ἐνθέου πνεύματος μετασχόντες προεῖπον τὰ ἔσχατα διαρρήδην θεσπίσαντες τῆς ἀνύδρου καὶ ἀγόνου καὶ ἀκάρπου χώρας τῶν ἐθνῶν τὴν ἐπὶ τὰ κρείττω μεταβολήν, τήν τε τοῦ Χριστοῦ παρουσίαν καὶ τῶν ἀποστόλων αὐτοῦ τὸ κήρυγμα καὶ ὅσα ἄλλα ταῖς αὐτῶν ἐμφέρεται προφητείαις· ὅθεν γνωρίζεται θεὸς ὢν ἀληθῶς ὁ ἐν αὐτοῖς καὶ δι᾽ αὐτῶν ταῦτα θεσπίσας.

οἱ δὲ πονηροὶ δαίμονες πόθεν ἐδύναντο γινώσκειν βουλὴν καὶ ἐνθύμησιν τοῦ ἐπὶ πάντων θεοῦ ἢ τὰ ὁρισθέντα ὑπ᾽ αὐτοῦ περὶ τῆς Χριστοῦ παρουσίας, περί τε τῆς αὐτῶν καθαιρέσεως καὶ ἀπωλείας; διὸ μὴ εἰδότες 〈τὰ ἐπερχόμενα〉 μηδὲ τὰ ἐν 〈ἐσχάτοις〉 καιροῖς μέλλοντα 〈συμβήσεσθαι〉 περὶ τῆς κλήσεως τῶν ἐθνῶν, τῆς τε αὐτῶν ἐρημίας. εἰκότως οὐδὲ τὰ πρότερα ἐγνώριζον, ὅθεν οὐδεὶς αὐτῶν δεδύνηται τοῖς αὐτοῖς προφήταις ὑποβάλλειν ταῦτα, ἅπερ οἱ τοῦ πνεύματος τοῦ θεοῦ καταξιωθέντες γραφῇ παραδεδώκασιν.⌝ οἷος ἦν Μωϋσῆς γράφων τὰ πρότερα καὶ λέγων· «Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος». ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια 〈τὰ πρότερα〉 ἦν, 〈τὰ〉 δὲ 〈ἔσχατα〉 περὶ τῆς ἐθνῶν ἐπιστροφῆς, τοῦ τε ἐλέγχου τῆς δαιμονικῆς πλάνης, τά τε περὶ ‹τῆς συντελείας τοῦ αἰῶνος› καὶ τῆς μετὰ ταῦτα ἐπιστησομένης ‹τοῦ θεοῦ δικαιοκρισίας›· οἱ δὴ οὖν μήτε 〈τὰ ἔσχατα〉 δυνάμενοι εἰδέναι μήτε λέγειν, πῶς ἂν εἶεν 〈θεοί〉. εἶτα μεταβαίνει ἐπὶ ἕτερον ἔλεγχον φάσκων· 〈εὖ ποιήσατε καὶ κακώσατε, καὶ ὀψόμεθα καὶ θαυμασόμεθα ἅμα〉· ⌜εἰ γὰρ καὶ τὰ μάλιστα 〈κακοποιεῖν〉 οἷοί τέ ἐστε δαίμονες ὄντες πονηροί, ἀλλ᾽ οὐκ ἐκ τούτου γνώρισμα τῆς θεϊκῆς ἐνεργείας ἕξετε.

διόπερ τὸ ἰδιάζον ἐπὶ θεοῦ πρῶτον ὑμᾶς ἐπιδείξασθαι χρή, λέγω δὲ τὸ 〈εὖ ποιῆσαι〉, ἔπειτα εἰ ἄρα κρίσει δικαίᾳ χρήσεσθε καὶ τοὺς ἀξίους κακώσεως τιμωρήσασθε.⌝ νῦν δὲ ὅτε τοὺς τῇ ὑμετέρᾳ πλάνῃ προσιόντας ἀδιακρίτως ὑποδέχεσθε ἐπαγγελλόμενοι τοῖς πᾶσι χρηστὰς ἐπαγγελίας μέχρι φωνῆς καὶ συνθέσεως ῥημάτων λοξῶν διὰ τὸ κρύπτειν τὴν ἄγνοιαν τῷ τῆς ἀμφιβολίας παρακαλύμματι, ἤδη δὲ καὶ αἰσχροῖς ἀνδράσι καὶ γυναιξὶν ἀκολάστοις ἀδιαφόρως τοὺς ἐξ ὑμῶν παρέχετε χρησμούς, πῶς ἂν εἴητε 〈θεοί〉.

Διὸ ἐπιλέγει ἑξῆς· 〈ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν〉; καὶ ἐπάγει τὴν ὑπόστασιν τῆς ὕλης ἐλέγχων διὰ τοῦ φάσκειν· 〈ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς〉· κἂν γὰρ χρυσὸς καὶ ἄργυρος ᾖ, κἂν σίδηρος καὶ χαλκὸς ἢ λίθος, πάντα ταῦτα 〈γῆς〉 ἐστι περιττώματα· ἃ δὴ ληφθέντα εἰς θεοποιΐαν 〈βδέλυγμα〉 γέγονεν οὐκ ὄντα τῇ φύσει τοιαῦτα, ἐπειδὴ πᾶν ἔργον θεοῦ καλόν, τὰ δ᾽ ἀνθρώπων κακοτεχνία φαύλων ἐπ᾽ ἀθεότητι παραληφθέντα μιαρὰ καὶ βδελυκτὰ καὶ μίσους ἄξια, ἃ καὶ ἄψυχα ὄντα οὔτε 〈εὖ ποιεῖν〉 οὔτε 〈κακοποιεῖν〉 δύνανται, ⌜ὡς ἐντεῦθεν παρίστασθαι τὰς νομιζομένας ἐνεργείας ἢ τοὺς χρησμοὺς ἀνδρῶν εἶναι γοήτων ἀπάτας τῇ τῶν πολλῶν ἠλιθιότητι καταχρωμένων.⌝ ταῦτ᾽ εἰπὼν ὁ λόγος καὶ ὥσπερ ἀποδείξας τοῖς ἐναπομείνασι τῇ εἰδωλολατρίᾳ τὴν σφῶν αὐτῶν πλάνην ἐπιφέρει· 〈ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ἐξεγερῶ ἀπὸ βορρᾶ, καὶ τὸν ἀφ᾽ ἡλίου δὲ ἀνατολῶν〉, οἳ καὶ 〈κληθήσονταί〉 φησι 〈τῷ ὀνόματί μου〉. ⌜σημαίνει δὲ διὰ τούτων 〈τὸν〉 μὲν ἀπ᾽ 〈ἀνατολῶν ἡλίου〉 τὸν Χριστὸν καὶ τὴν αὐτοῦ ‹δικαιοσύνην›· τοῦτο γὰρ ἐδήλου καὶ διὰ τῶν ἔμπροσθε φήσας· «τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην»; ἣν καὶ τοῖς ἔθνεσι δεδωρῆσθαι ἐδήλου· 〈τὸν〉 δὲ 〈ἀπὸ βορρᾶ〉 τὸν ἐξ ἐθνῶν λαὸν πάλαι ὄντα ἐν τῷ 〈βορρᾷ〉 κατὰ τό· «ἀπὸ προσώπου 〈βορρᾶ〉 ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν».

τοῦτον οὖν τὸν ἐξ ἐθνῶν λαὸν 〈ἐξήγειρά〉 φησιν 〈ἀπὸ βορρᾶ〉, ἵνα μηκέτι ᾖ ἐν αὐτῷ, καλέσω δὲ καὶ 〈τὸν ἀφ᾽ ἡλίου ἀνατολῶν〉, δηλαδὴ τὸν Χριστὸν τοῦ θεοῦ.⌝ καὶ πρὸς τούτοις ἐπιλέγει· 〈κληθήσονται τῷ ὀνόματί μου〉· τίνες δ᾽ ἂν εἶεν καὶ οὗτοι, ἑξῆς διδάσκει λέγων· 〈ἐρχέσθωσαν ἄρχοντες〉, ⌜ἤτοι τοὺς τὴν αὐτοῦ βασιλείαν δορυφοροῦντας ἀγγέλους οὕτως ὀνομάζων, δι᾽ ὧν τὴν καθαίρεσιν τῆς ἀθέου πλάνης γεγενῆσθαί φησιν, ἢ τοὺς 〈ἄρχοντας〉 καὶ προεστῶτας τῆς ἐκκλησίας αὐτοῦ.⌝ ἐπειδὰν οὖν ὁ 〈ἀπὸ βορρᾶ〉 λαὸς συναχθῇ καὶ ὁ 〈ἀπὸ ἡλίου ἀνατολῶν〉, οἵ τε δηλωθέντες 〈ἄρχοντες〉 ἐπὶ τὸ αὐτὸ γένωνται, τί ἔσται ἑξῆς ἐπιφέρει λέγων· 〈καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε〉, ⌜ὑμεῖς δηλαδή, οἷς ἐλέγετο· 〈ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς〉.⌝ διὸ ὡς πρὸς αὐτοὺς πάλιν ἀποτείνεται καί φησι· 〈τίς ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθής ἐστι〉; ταῦτ᾽ εἰπὼν ὡς πρὸς τοὺς δηλωθέντας καὶ τὸν αὐτὸν ἔλεγχον αὐτοῖς ἐπαγαγὼν προστίθησιν· 〈οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ἀκούων ὑμῶν τοὺς λόγους〉. δύο δὴ πάλιν καὶ διὰ τούτων ὁ λόγος σημαίνει· ἀφανισμὸν τῶν χρηστηρίων καὶ τῶν πάλαι παρ᾽ αὐτῶν πλανωμένων ἀνδρῶν ἀνάνηψιν.

καὶ τὸ λέγειν δέ· 〈οὐκ ἔστιν ὁ ἀκούων τοὺς λόγους ὑμῶν〉, ⌜διπλῆν ἔχει διάνοιαν ὡς μήτε αὐτῶν ἐχόντων λόγον διὰ τὸ μηδὲν δύνασθαι μήτε εἰδέναι μήτε τῶν πάλαι περὶ αὐτὰ πλανωμένων ἐπιμενόντων τῇ πλάνῃ· ὠφελημένων δὲ ὑπὸ τοῦ τῆς ἀληθείας λόγου, ὡς μηκέτ᾽ ἐκείνοις παρέχειν τὰς ἀκοὰς διὰ τὸ κατεγνωκέναι τῆς παλαιᾶς ἀπάτης.⌝ Τούτοις ἑξῆς ἐπιφέρει λέγων· 〈ἀρχὴν Σιὼν δώσω καὶ Ἰερουσαλὴμ παρακαλέσω εἰς ὁδόν〉. ⌜ὃ λέγει τοιοῦτόν ἐστιν· γινώσκετε, ὦ ἄνθρωποι, ὡς τῇ ἐκκλησίᾳ τῇ ἐμῇ τῇ καὶ διὰ τῶν ἔμπροσθεν ὠνομασμένῃ 〈Σιὼν〉 καὶ 〈Ἰερουσαλὴμ〉 αὐτὸς ἐγὼ 〈δώσω〉 τὴν κατὰ πάντων 〈ἀρχὴν〉 καὶ τὴν ἐκκλησίαν μου 〈παρακαλέσω〉 καὶ θήσω αὐτὴν 〈εἰς ὁδόν〉.⌝ ἐν γὰρ τοῖς 〈ἔθνεσι〉 τοῖς ἐναπομείνασι τῇ ἀπιστίᾳ 〈οὐδεὶς〉 εὕρηται θεὸς 〈καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων〉· ⌜ἠλέγχθησαν γοῦν τὸ μηθὲν ὄντες καὶ διὰ τοῦτο μηθὲν δυνάμενοι.

διὸ 〈καὶ ἐὰν ἐπερωτήσω αὐτούς Πόθεν εἶεν〉, οὐδεὶς αὐτῶν ἀπόκρισιν δώσει·⌝ δῆλοι γάρ εἰσιν οἱ ποιηταὶ αὐτῶν ἄνδρες χειροτέχναι, ἐπειδὴ πάντα «τὰ εἴδωλα τῶν ἐθνῶν ἔργα χειρῶν» τυγχάνει «ἀνθρώπων». 〈μάτην ἄρα πεπλανῆσθε〉 πάντες ὑμεῖς· διόπερ εἰδέναι ὑμᾶς βούλομαι, ὡς αὐτὸς ἐγὼ τῇ ἐμαυτοῦ ἐκκλησίᾳ τὴν κατὰ πάντων 〈ἀρχὴν δώσω〉 καὶ τὴν ἐξουσίαν τῆς ἐμῆς βασιλείας μόνῃ τῇ ἐμῇ 〈Σιὼν〉 δωρήσομαι καὶ τὴν ἐμὴν 〈Ἰερουσαλὴμ παρακαλέσω〉 τάξων αὐτὴν 〈εἰς ὁδὸν〉 ὑπὲρ τοῦ πάντας τοὺς ὁδεύοντας ἐν αὐτῇ ἐπὶ τὸ τρισμακάριον ὁδεύειν τέλος τὸ ἄγον πρὸς τὸν ἐπὶ πάντων θεὸν καὶ τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.