Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Ο Εκλεκτός Παις του Θεού και η απελευθέρωση από την πλάνη (Ησ. 42-44:23)

Ο πράος χαρακτήρας και το απολυτρωτικό έργο του Χριστού, η κλήση των εθνών στη θεογνωσία, η μοναδικότητα του Δημιουργού και η οριστική αναίρεση της ειδωλολατρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 15 από 25

Σφόδρα ἀκολούθως τῷ περὶ τῶν εἰδώλων ἐλέγχῳ ἀντιπαρέθηκε τὴν περὶ τοῦ Χριστοῦ προφητείαν καὶ τὴν ταύτῃ παρεπομένην τῶν ἐθνῶν κλῆσιν· ἀλλὰ γὰρ πρὸ τῆς εἰς τοὺς τόπους θεωρίας ἐπιτηρῆσαι ἄξιον, ὡς οὔτε τὸ τοῦ 〈Ἰακὼβ〉 ὄνομα οὔτε τὸ τοῦ 〈Ἰσραὴλ〉 ἐν τῇ προκειμένῃ ἐμφέρεται προφητείᾳ. διὸ οὐδὲ οἱ λοιποὶ ἑρμηνευταὶ οὐδὲ ἡ Ἑβραϊκὴ ἀνάγνωσις ἐμνημόνευσεν αὐτῶν, ἀλλ᾽ ὁ μὲν Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· 〈ἰδοὺ ὁ δοῦλός μου, ἀνθέξομαι αὐτοῦ· ὁ ἐκλεκτός μου, ὃν εὐδόκησεν ἡ ψυχή μου〉, ὁ δὲ Ἀκύλας· 〈ἰδοὺ ὁ δοῦλός μου ἀντιλήψομαι ἐν αὐτῷ〉. διὰ μὲν οὖν τῶν ἔμπροσθεν ὁ ἀποστολικὸς χορὸς ὠνομάζετο 〈Ἰακὼβ〉 καὶ 〈Ἰσραήλ〉, ἐν οἷς εἴρηται· «Σὺ δέ, 〈Ἰακώβ〉, ὁ παῖς μου, 〈Ἰσραήλ〉, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα». ἐν δὲ τοῖς μετὰ χεῖρας, ἐπειδὴ τὸ κρεῖττον εἰσῆκται πρόσωπον ὡς ἂν μὴ ὁ αὐτὸς εἶναι νομισθείη τοῖς προδηλωθεῖσιν οὐκ ὠνομάσθη οὔτε 〈Ἰακὼβ〉 οὔτε 〈Ἰσραὴλ〉 οὔτε 〈σπέρμα Ἀβραάμ〉, σαφῶς δὲ περὶ τοῦ Χριστοῦ τοῦ θεοῦ λέλεκται, καθὼς ἐμαρτύρησεν ὁ Εὐαγγελιστὴς τό· 〈ἔδωκα τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει〉.

καὶ μετὰ πάντα 〈ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν〉, ἃ οὐχ ἥρμοζε τῷ ἀποστολικῷ λέγεσθαι χορῷ· εἰκότως ἄρα ἐν τῇ προκειμένῃ προφητείᾳ τὸ τοῦ 〈Ἰακὼβ〉 ὄνομα καὶ τὸ τοῦ 〈Ἰσραὴλ〉 σεσιώπηται· ἕτερος οὖν τίς ἐστιν ὁ ἐνταῦθα λεγόμενος 〈παῖς〉 τοῦ θεοῦ καὶ 〈ἐκλεκτὸς〉 αὐτοῦ.

διὸ πρόσκειται τό· 〈προσεδέξατο αὐτὸν ἡ ψυχή μου〉· μόνος γὰρ ἦν οὗτος ὁ 〈ἐκλεκτὸς〉 τοῦ θεοῦ, καὶ τοῦτον 〈προσεδέξατο〉 ἡ λεγομένη 〈ψυχὴ〉 τοῦ θεοῦ, ⌜συνήθως τῆς θείας γραφῆς τῷ τῆς 〈ψυχῆς〉 ὀνόματι καταχρωμένης ἐπὶ τοῦ θεοῦ, ἐπεὶ καὶ πόδας καὶ χεῖρας καὶ δακτύλους καὶ ὀφθαλμοὺς θεοῦ εἴωθεν ἀνθρωπινώτερον προφέρεσθαι.⌝ 〈ἔδωκα τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει〉. ⌞εὕροις δ᾽ ἂν ταῦτα συνῳδὰ τοῖς διὰ τῶν ἔμπροσθεν περὶ τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσομένου τεθεσπισμένοις. 〈ἐκλεκτὸς〉 δὲ οὐκέθ᾽ ὁμοίως τοῖς ἀποστόλοις, ἐπειδὴ μόνῳ αὐτῷ λέλεκται τό· «ὃν ᾑρέτισεν 〈ἡ ψυχή〉 μου», ἀλλὰ καὶ ‹τὸ 〈πνεῦμα〉 τοῦ θεοῦ ἐπὶ μόνον αὐτὸν ἐπανεπαύσατο›· «ἐν αὐτῷ γὰρ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς».⌟ τὸ δὲ 〈πνεῦμα〉 τὸ δοθὲν ἐπὶ τὸν «〈ἐκ〉 ῥίζης Ἰεσσαὶ» προελθόντα αὐτὸς ἦν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ὃ δὴ καὶ ὁ Ἀπόστολος ἐδήλου φάσκων· «ὁ δὲ κύριος τὸ 〈πνεῦμά〉 ἐστι». ⌜διόπερ ὡς μόνος χωρήσας τὸ 〈πνεῦμα〉 τὸ πατρικὸν τὰ ἑξῆς πάντα ἐργάζεται ἐξαγγέλλων τὰ περὶ τῆς καθολικῆς 〈κρίσεως〉 τοῖς 〈ἔθνεσιν〉 εἰς τὸ παρασκευάζεσθαι τοὺς πάντας εἰς τὴν μέλλουσαν τοῦ θεοῦ 〈κρίσιν〉.⌝ διὸ λέλεκται· 〈κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει〉. ⌜Εἶτ᾽ ἐπειδήπερ ἡσύχως καὶ πράως τὸν ἀνθρώπινον διώδευσε βίον ὡς μηδὲ τοῖς ὑπ᾽ αὐτοῦ θεραπευομένοις ἐπιτρέπειν αὐτὸν φανερὸν ποιεῖν τοῖς πᾶσι.⌝ τούτου χάριν εἴρηται· 〈οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ〉, ἀλλ᾽ 〈οὐδὲ κάλαμον συντρίψει τεθλασμένον〉· ⌜οὕτω γὰρ ἀψοφητὶ καὶ ἡσύχως διελεύσεται τὸν ἐν ἀνθρώποις βίον, ὡς μηδὲ τὸν τυχόντα ἄνθρωπον λυπῆσαι τὸν πάντων ταπεινώτερον καὶ ἀσθενέστερον, 〈καλάμῳ〉 διὰ τὸ ἀσθενὲς ἀπεικασμένον.⌝ ἀλλ᾽ 〈οὐδὲ λίνον καπνιζόμενον σβέσει〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈οὐδὲ λίνον ἀμαυρὸν σβέσει〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈καὶ λίνον ἀμαυρὸν οὐ σβέσει〉, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈καὶ στίππυον ἀμαυρὸν οὐ σβέσει. ⌜λίνον〉 δὲ τυφόμενον εἴποις ἂν εἶναι τὸν ἐκφυσιούμενον ὑπὸ τῆς σαρκὸς τοῦ νοὸς αὐτοῦ ἐπηρμένον τινὰ καὶ τετυφωμένον, ὃν οὐ κωλύσειν οὐδὲ παύσειν ἐλέγετο τοῦ ἐπάρματος ὁ προφητευόμενος.

ὃ δὴ καὶ ἔργῳ ἐπλήρου ὁ Χριστὸς τοῦ θεοῦ ἐπιδημῶν τῷ θνητῷ βίῳ· οὔτε οὖν ταπεινόν τινα καὶ ἀσθενῆ ἐν ἀνθρώποις ἐλύπησεν οὔτε τινὰ τῶν ἐπηρμένων καὶ ὑπερηφάνων μετῆλθε· πρὸς ἅπαντας δὲ ἀνθρώπους «πρᾶος» ἦν «καὶ ταπεινὸς τῇ καρδίᾳ».

Σὺν ἀληθείᾳ δὲ καὶ παρρησίᾳ τοῖς πᾶσι διεστέλλετο τὰ περὶ τῆς τοῦ θεοῦ κρίσεως καὶ οὐ πρότερόν γε ἐπαύσατο ἢ φωτὸς δίκην 〈ἐκλάμψαι〉 διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἣν ὁ προφητικὸς λόγος ᾐνίξατο εἰπών· 〈ἀναλάμψει καὶ οὐ θραυσθήσεται· θραῦσαι〉 μὲν γὰρ αὐτὸν καὶ 〈ἀποσβέσαι〉 πεπείρανται οἱ τὸν θάνατον αὐτῷ κατασκευάσαντες· ἐπεὶ καὶ πᾶν τὸ θνητὸν γένος θανάτῳ 〈θραύεσθαι〉 πέφυκεν. ἀλλ᾽ οὐ καὶ αὐτὸν 〈ἔθραυσαν〉· μόνος δὲ τῶν ἐξ αἰῶνος εἷς οὗτος θανάτου κρείττων ἀποφανθείς, εἰκότως ἀπὸ τῆς προφητείας μεμαρτύρηται φησάσης· 〈ἀναλάμψει καὶ οὐ θραυσθήσεται〉.⌝ εἶτ᾽ ἐπιφέρει· 〈ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι〉. ⌜διὸ καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν φωτὸς δίκην εἰς πάντα τὸν κόσμον 〈ἐκλάμψας〉 οὐ πρότερον ἐπαύσατο ἢ διατάξασθαι ἐπὶ τῆς γῆς τὴν περὶ τῆς ἐκκλησίας αὐτοῦ διοίκησίν τε καὶ 〈κρίσιν〉, ἣν τοῖς αὐτοῦ παρέδωκε μαθηταῖς.⌝ Ὧν οὕτως εἰρημένων ἐπιφέρεται ἑξῆς· 〈οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾽ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν〉.

ὅρα δὲ ὅπως 〈τὸν〉 μὲν 〈οὐρανὸν πεπῆχθαι〉 εἴρηκεν, ἐπειδὴ κατὰ τὴν Μωσέως κοσμοποιΐαν ἐξ ὑδάτων πήξεως συνεστάναι λέγεται· οὐχὶ δὲ κατὰ τοὺς Ἕλληνας φυσιολόγους οἱ ἐκ πυρὸς εἶναι τὸν αἰθέρα καὶ τὸν 〈οὐρανὸν〉 αὐτὸν ὑπειλήφασι, 〈τὴν〉 δὲ 〈γῆν〉 φησιν 〈ἐστερεῶσθαι〉 καταλλήλως διὰ τὸ μέσην οὖσαν τοῦ παντὸς ἀκίνητον εἶναι, ὅπερ οὐχ ἥρμοζεν ἐπὶ τοῦ 〈οὐρανοῦ〉 λέγεσθαι. ἀντὶ δὲ τοῦ· 〈καὶ τὰ ἐν αὐτῇ〉 ὁ Σύμμαχος· 〈ἐστερέωσάς〉 φησι 〈τὴν γῆν καὶ τὰ πορευόμενα ἐπ᾽ αὐτῆς〉. τίνα δὲ ταῦτα τυγχάνει, διασαφεῖ λέγων ἑξῆς· ὁ 〈διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾽ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν〉. ⌞χρὴ γὰρ ἡμᾶς μαθεῖν ἐκ τίνος προσώπου ἦν τὰ περὶ Χριστοῦ λεχθέντα. ἐπειδὴ γὰρ ἀθρόως ἐπέβαλλεν ὁ προφητικὸς λόγος ἐν ἀρχῇ εἰπών· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν»· τίς δὲ ἦν ὁ ταῦτα εἰρηκὼς οὐ προεδίδαξεν, ἀναγκαίως ἐπὶ τοῦ παρόντος διασαφεῖ τὸν ταῦτα τεθεσπικότα. διὸ ἐπιφέρει τό· 〈οὕτως εἶπεν κύριος ὁ θεός〉· αὐτὸς γὰρ ἦν ὁ τὰ πρῶτα εἰρηκὼς καὶ τὰ ἑξῆς ἐπιλεγόμενα.

εἰ γὰρ καὶ τὰ μάλιστα μὴ οἷοί τέ ἐστέ φησιν ὑμεῖς οἱ ἄνθρωποι, τὴν ἀφανῆ καὶ ἀσώματον οὐσίαν ἐποπτεῦσαι θεοῦ· ἀλλ᾽ ἀναβλέψαντες εἰς τὸ μέγεθος τοῦ τοσούτου 〈οὐρανοῦ〉, λογίσασθε ὁποῖός τις τυγχάνει ὁ τοσοῦτο μέγεθος διαπηξάμενος· ἀλλὰ καὶ εἰς τὴν 〈γῆν〉 αὐτὴν ἀποβλέψαντες, ὁπόση τίς ἐστι καὶ ὡς ἀκινήτως τὸν σύμπαντα αἰῶνα ἥδρασται ἐρριζωμένη καὶ τεθεμελιωμένη, ὡς μηδαμῆ μηδαμῶς κινεῖσθαι, ἐννοήσατε ὅσης ἀρρήτου ὑπάρχει δυνάμεως ὁ 〈στερεώσας〉 αὐτήν, γόνιμόν τε καὶ καρπῶν οἰστικὴν αὐτὴν ἀπεργασάμενος, ὡς τοσαῦτα ζῷα καὶ φυτὰ προβάλλεσθαι. ὁ δὴ οὖν τὰ τοσαῦτα κάλλη καὶ μεγέθη κατασκευάσας κύριος καὶ θεὸς τῶν ὅλων, οὗτος τὰ προλεχθέντα περὶ τοῦ Χριστοῦ αὐτοῦ ἐθέσπισεν.⌟ σφόδρα δὲ ἀκολούθως καὶ ἐπιτετηρημένως καθ᾽ ὅλου μὲν 〈τῷ〉 ἐπὶ τῆς γῆς 〈λαῷ〉, τοῦτ᾽ ἔστι πᾶσιν ἀνθρώποις τοῖς τὴν γῆν λαχοῦσιν οἰκεῖν, 〈πνοὴν δεδωκέναι〉 εἴρηται, ἐπειδὴ καὶ κατὰ τὴν πρώτην τοῦ ἀνθρώπου δημιουργίαν «ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ 〈πνοὴν〉 ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν», ὡς ἐξ ἐκείνου πάντας ἀνθρώπους μετέχειν τῆς ζωῆς, οὐκέτι δὲ καὶ τοῦ κρείττονος 〈πνεύματος〉· μόνοις γὰρ 〈τοῖς καταπατοῦσι〉 τὴν γῆν 〈δίδοσθαι〉 τὸ 〈πνεῦμα〉 εἴρηται.

ὅποι δ᾽ ἂν εἶεν οἱ τὸ γεῶδες φρόνημα 〈καταπατοῦντες〉, εἴποι δ᾽ ἄν τις καὶ ἄλλως πᾶν γένος δηλοῦσθαι τῶν τε λογικῶν ἐπὶ γῆς ζῴων καὶ ἀλόγων διὰ τῶν προκειμένων.

Πρὸς δὲ τοῖς λεχθεῖσιν ἔτι καὶ τὰ ἐπιλεγόμενα ὁ αὐτὸς 〈κύριος〉 καὶ 〈θεὸς〉 τῷ Χριστῷ αὐτοῦ προσφωνεῖ λέγων· 〈ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε〉. ⌜προσφωνεῖ δὲ ταῦτα τῷ ἀνωτέρω λεχθέντι ‹παιδὶ› αὐτοῦ, ᾧ ‹τὸ ἑαυτοῦ πνεῦμα δώσειν› ἐλέγετο, πρῶτον δὲ αὐτὸν 〈ἐν δικαιοσύνῃ καλεῖ〉 κατ᾽ ἀξίαν τὴν κλῆσιν αὐτοῦ καὶ κατὰ τὸ δικαιότατον ποιούμενος· ἔπειτα 〈κρατήσειν τῆς χειρὸς〉 αὐτοῦ καὶ 〈ἐνισχῦσαι〉 αὐτὸν καὶ τρίτον χαριεῖσθαι αὐτὸν δῶρον ὥσπερ τι 〈φῶς〉 μέγα πᾶσι τοῖς 〈ἔθνεσιν〉 ἐπαγγέλλεται λέγων· 〈καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν〉.

πάλαι οὖν διὰ Μωσέως τὴν παλαιὰν διαθήκην τῷ Ἰουδαίων ἐδίδου λαῷ· ἐνταῦθα δὲ τὸν προφητευόμενον 〈εἰς διαθήκην τοῦ γένους〉 τῶν ἀνθρώπων καὶ 〈εἰς φῶς ἐθνῶν〉 δωρήσασθαί φησιν.⌝ εἰκότως ἄρα ἐπειδήπερ αὐτὸς ἦν ἡ 〈διαθήκη〉 ὁ Χριστὸς τοῦ θεοῦ οὐδὲ γραφὴν οὐδὲ βιβλίον ἐξέδωκεν ὁμοίως Μωσεῖ· αὐτὸς γὰρ ἦν ἡ 〈διαθήκη〉, ἅτε πρῶτος «μεσίτης» ὑπάρχων «θεοῦ καὶ ἀνθρώπων», ἀλλὰ καὶ 〈εἰς φῶς ἐθνῶν δίδοται〉, ⌜ὅπως ἐν αὐτῷ φωτιζόμενοι τῶν πάλαι τὰς ψυχὰς 〈τυφλῶν οἱ ὀφθαλμοὶ διανοίγωνται〉 καὶ ἀναβλέπωσι διορῶντες τὴν τοῦ θεοῦ γνῶσιν ὡς μηκέτι λίθοις καὶ ξύλοις καὶ ἀψύχων ὕλῃ τὴν τοῦ θεοῦ τιμὴν ἀπονέμειν.⌝ ⌜ἐπειδὴ δὲ αὐτοὶ οὗτοι ‹σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἦσαν κατεσφιγμένοι› ἐν σκότῳ δὲ κακίας πεπεδημένοι, ἔμελλον δὲ διὰ τῆς τοῦ Χριστοῦ χάριτος ἁμαρτιῶν ἀφέσεως καταξιοῦσθαι καὶ ὥσπερ ἐκ δεσμωτηρίων ἀπολύεσθαι, ἐλευθεροῦσθαί τε καὶ ἀπαλλάττεσθαι τῆς τοῦ διαβόλου εἱρκτῆς.⌝ τούτου χάριν ἐπιφέρεται ἑξῆς τό· 〈ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει〉. ταῦτα πάντα διὰ τοῦ Χριστοῦ αὐτοῦ ὁ μεγαλόδωρος θεὸς οὐ τῷ Ἰσραὴλ οὐδὲ τῷ Ἰουδαίων ἔθνει, πᾶσι δὲ ἀθρόως τοῖς 〈ἔθνεσι δώσειν〉 ἐπαγγέλλεται.

Καὶ ἐπιλέγει· 〈ἐγὼ κύριος ὁ θεός, τοῦτό ἐστι τὸ ὄνομά μου· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω〉. καὶ τήρει, ὅπως κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς καὶ κατ᾽ αὐτὴν τὴν Ἑβραϊκὴν ἀνάγνωσιν ὁμοίως εἴρηται τό· τὴν 〈δόξαν μου ἑτέρῳ οὐ δώσω〉. εἰ δὲ «τὰ λόγια κυρίου πεπυρωμένα» ἐστι καὶ χρὴ μὴ παρέργως ἐντυγχάνειν αὐτοῖς, ⌜ἐπιστῆσαι ἄξιον ὡς οὐκ εἴρηται· 〈τὴν δόξαν μου οὐδενὶ δώσω〉· τὸ μὲν γὰρ 〈οὐδενὶ〉 ἀναιρετικὸν ἦν παντός, τὸ δὲ 〈ἑτέρῳ〉 μὴ 〈δώσειν〉 ἑνὶ μόνῳ τὴν συγχώρησιν γεγενῆσθαι ἐμφαίνει, δηλαδὴ τῷ προσφωνουμένῳ. οὗτος δὲ ἦν πρὸς ὃν ἐλέγετο· 〈ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν.⌝ ἐπεὶ τοίνυν σοὶ 〈δέδωκά〉 φησι 〈τὴν ἐμὴν δόξαν〉, εἰδέναι προσήκει ὡς οὐκ ἂν καὶ 〈ἑτέρῳ μεταδῴην〉 ταύτης, τίς δὲ ἦν ἡ 〈δόξα〉 τοῦ ταῦτα λέγοντος, προεδίδαξεν εἰπών· 〈ἐγὼ κύριος ὁ θεός, τοῦτό ἐστι τὸ ὄνομά μου· τὸ ὄνομα〉 τοίνυν, δι᾽ οὗ δοξάζεται ὡς 〈κύριος〉 καὶ 〈θεὸς〉 τῶν ὅλων, 〈ἑτέρῳ〉 φησὶν 〈οὐ δώσω〉, ἀλλ᾽ ἢ σοὶ μόνῳ, ὃν 〈εἰς φῶς ἐθνῶν〉 ἐδωρησάμην. ὅθεν ἀκολούθως τῇ ἐπαγγελίᾳ καὶ ὁ Χριστὸς τοῦ θεοῦ παρὰ πᾶσι τοῖς 〈ἔθνεσι κύριος〉 καὶ 〈θεὸς〉 ἀναγορεύεται τοῦ πατρὸς μόνῳ αὐτῷ ταύτην χαρισαμένου 〈τὴν δόξαν〉.

ἐπιλέγει δὲ ἑξῆς· 〈οὐδὲ τὰς ἀρετάς μου δώσω τοῖς γλυπτοῖς〉, ἢ κατὰ τὸν Ἀκύλαν· 〈καὶ τὴν ὕμνησίν μου τοῖς γλυπτοῖς〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈οὐδὲ τὸν ἔπαινόν μου τοῖς γλυπτοῖς〉. ⌜διὰ τούτων δὲ οἶμαι τῶν λόγων πάντα τὰ ἔθνη παιδεύειν μηδένα μὲν θεὸν ὑμνεῖν τῶν πάλαι νομιζομένων αὐτοῖς θεῶν· μόνον δὲ τὸν Χριστὸν τοῦ θεοῦ καὶ ‹τὸν πέμψαντα αὐτὸν πατέρα› δοξάζειν.⌝ δι᾽ ὃν καὶ αὐτὸς ὁ Χριστὸς θεολογεῖται μόνος, ἐπειδήπερ μόνῳ αὐτῷ καὶ οὐδ᾽ ἄλλῳ 〈τὴν δόξαν〉 αὐτοῦ καὶ 〈τὰς ἀρετὰς〉 αὐτοῦ ὁ ἐπὶ πάντων θεὸς ἐδωρήσατο.

Τούτοις ἑξῆς εἴρηται· 〈τὰ ἀπ᾽ ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἃ ἐγὼ ἀναγγέλλω, πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈τὰ πρῶτά〉 φησιν 〈ἰδοὺ ἦλθε, καινὰ δὲ ἀναγγέλλω, πρὸ τοῦ ἀναγγεῖλαι αὐτὰ ἀκουστὰ ποιήσω ὑμῖν〉· ὥσπερ γὰρ 〈τὰ πρῶτά〉 φησιν ἐπληρώθη δι᾽ ἔργων, καθὼς γὰρ ἐπηγγειλάμην τῷ Ἀβραὰμ περὶ τοῦ ‹σπέρματος› αὐτοῦ, οὕτως καὶ ἐποίησα. ἐπληρώθη δὲ καὶ τὰ διὰ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν προηγορευμένα, οὕτω νῦν κἀγὼ εὐαγγελίζομαι τοῖς πᾶσί φησι καὶ 〈πρὶν ἀναγγεῖλαι〉 καὶ εἰς φανερὸν ἐλθεῖν διὰ ταύτης τῆς προφητείας 〈ἀκουστὰ ὑμῖν ἐποίησα〉. τίνα δὲ ταῦτα, ἑξῆς διεξέρχεται λέγων.

Προειπὼν 〈καινὰ〉 ποιήσειν διὰ τῶν προρρηθέντων, τίνα ἂν εἴη τὰ 〈καινά〉, διὰ τῶν προκειμένων διδάσκει, προστάττει δὴ 〈καινὸν ὕμνον τῷ κυρίῳ ὑμνεῖν, ἢ καινὸν ᾄδειν ᾆσμα〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. τοῦτο δὲ χρῆναι ποιεῖν πάντας ἀνθρώπους, ἐπειδὴ ἡ 〈ἀρχὴ αὐτοῦ〉 φησι καὶ ἡ βασιλικὴ ἐξουσία 〈δοξάζεται〉 ἐν πάσῃ τῇ γῇ καὶ 〈ἐπὶ τὸ ὄνομα αὐτοῦ μέχρι τῶν ἄκρων τῆς γῆς〉 ἔφθασεν ⌜ὡς ἀπὸ τῆς τοῦ Χριστοῦ προσηγορίας Χριστιανῶν τὴν σύμπασαν πεπληρῶσθαι.⌝ κατὰ δὲ τὸν Σύμμαχον· ἡ 〈αἴνεσις αὐτοῦ ἀπ᾽ ἄκρων τῆς γῆς〉. τὸ δὲ 〈καινὸν ᾆσμα〉 καὶ τὸν 〈ὕμνον τὸν καινὸν τῷ κυρίῳ〉 παρακελευσάμενος 〈ὑμνεῖν〉, τίσι τὸ κήρυγμα προσφωνεῖ, διδάσκει ἑξῆς λέγων· 〈οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν〉, ⌜ἄντικρυς τοὺς ἀποστόλους τοῦ σωτῆρος σημαίνων, οὓς «παράγων παρὰ τὴν θάλασσαν εἶδε βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς», ὁμοίως δὲ καὶ τοὺς λοιπούς.⌝ τούτοις οὖν τὸ προφητικὸν ἀνεφώνει πνεῦμα λέγον· 〈Ὑμνήσατε τῷ κυρίῳ ὕμνον καινόν, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν〉. ⌜οἱ αὐτοὶ δὲ οὗτοι καὶ τὴν καθ᾽ ἡμᾶς 〈περιπλέοντες θάλασσαν〉, ποτὲ μὲν ἐν ταῖς 〈νήσοις〉 ἐκήρυττον τὸ εὐαγγέλιον, ποτὲ δὲ διέβαινον ἐπέκεινα Σπανίας τε καὶ Ἰταλίας, ὡς ἐν ὀλίγῳ χρόνῳ καὶ αὐτὴν τὴν βασιλεύουσαν πόλιν πληρῶσαι τῆς τοῦ Χριστοῦ διδασκαλίας.

καὶ ἄλλως δὲ οἱ τὴν τοῦ ἀνθρωπίνου βίου 〈θάλασσαν ἐμπλέοντες〉 καὶ πᾶσι τοῖς ἔθνεσιν ἐν μέσαις ταῖς 〈νήσοις〉 κηρύττοντες τὸ εὐαγγέλιον διὰ τῶν προκειμένων δηλοῦνται· ἐπεὶ καὶ οὗτοι τὸν 〈καινὸν ὕμνον〉 πᾶσι κατήγγελλον ἀνθρώποις ἐν μέσαις ταῖς ἐκκλησίαις κηρύττοντες καὶ διδάσκοντες.⌝ διὸ ἑξῆς τούτοις τὸν 〈καινὸν ὕμνον〉 προστάττει 〈ὑμνεῖν〉 ταῖς 〈νήσοις〉, δῆλον δ᾽ ὅτι ταῖς ἐκκλησίαις τοῦ θεοῦ ταῖς ὑπὸ τῆς προλεχθείσης θαλάσσης περιρρεομέναις καὶ πανταχόθεν ὑπὸ τῶν ἔξωθεν ἀνέμων καταπνεομέναις. διὸ ἐπιλέγει· 〈αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς〉, ⌜τοὺς ἐν ταῖς ἐκκλησίαις συναγομένους τοῦτον ἐμφαίνων τὸν τρόπον.⌝ Εἶτα πάλιν τὴν 〈ἔρημον〉, περὶ ἧς μυρία ἐν τοῖς ἔμπροσθεν ἐλέγετο, εὐαγγελίζεται λέγων· 〈εὐφράνθητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς〉, ⌜ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈καὶ αἱ πόλεις αὐτῆς〉· πολλαὶ γὰρ 〈πόλεις〉 κατὰ τὰς διαφόρους πολιτείας ἐν τῇ ἐκκλησία τοῦ θεοῦ ἐπινοοῦνται, ὡς ἐδείκνυτο ‹ἐν τῇ ὁράσει Αἰγύπτου›, ἐν ᾗ ἐλέγοντο ‹ἔσεσθαι› «πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι⌝ καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου σαβαώθ».

ἀλλὰ καὶ τὰς 〈ἐπαύλεις〉 καὶ τοὺς 〈οἰκοῦντας Κηδὰρ〉 καὶ ἔτι πρὸς τούτοις τοὺς 〈κατοικοῦντας Πέτραν εὐφρανθήσεσθαι〉 ἐπαγγέλλεται. ⌜ἡ 〈Κηδὰρ〉 δὲ ἐπέκεινα τῆς Ἀραβίας τυγχάνει ἐπὶ τῆς ἐσχάτης ἐρήμου, ἣν κατέχειν φασὶ τὸ Σαρακηνῶν γένος, δι᾽ ὧν ὁ λόγος ἐβουλήθη πάντας τοὺς τὰς ἐρήμους καὶ τὰ ἔσχατα τῆς γῆς οἰκοῦντας δηλῶσαι, ὡς τῆς τοῦ θεοῦ λογικῆς εὐφροσύνης διὰ τῆς τοῦ Χριστοῦ χάριτος καὶ μέχρις ἡμῶν φθάνειν μελλούσης. καὶ 〈Πέτρα〉 δέ τίς ἐστι πόλις τῆς Παλαιστίνης δεισιδαιμόνων ἀνδρῶν καὶ πολλῇ τῇ πλάνῃ τῇ δαιμονικῇ βεβαπτισμένων, ἧς καὶ αὐτῆς τοὺς ἐνοίκους τῆς χάριτος μεταλήψεσθαί φησι λέγων· 〈εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν〉. τούτων δὲ τῶν λόγων τὴν ἀλήθειαν ἡ διὰ τῶν πραγμάτων ἔκβασις ἐπιστώσατο ἐκκλησιῶν Χριστοῦ καὶ ἐπ᾽ αὐτῆς τῆς Πετραίων πόλεως, κατά τε τὴν χώραν αὐτῆς καὶ ἐν ταῖς ἐρήμοις τῶν Σαρακηνῶν καθ᾽ ἡμᾶς αὐτοὺς ἱδρυμένων.

καὶ ἄλλως δὲ 〈Κηδὰρ〉 ἑρμηνεύεται σκοτασμὸς διὰ τοὺς μεταβαλόντας ἀπὸ τοῦ σκοτασμοῦ ἐπὶ τὸ κατηγγελμένον ‹φῶς τοῖς ἔθνεσιν›. 〈εὐφρανθήσεσθαι〉 ὁ λόγος φησὶ καὶ τοὺς 〈κατοικοῦντας〉 δὲ 〈Πέτραν〉 ὁμοίως· «ἡ δὲ 〈πέτρα〉 ἦν ὁ Χριστός».⌝ ὁμοῦ δὲ πάντας τούτους οὓς ἡ προφητεία κατέλεξεν ἐν ὕψει γενομένους καὶ ἐν τοῖς τοῦ θεοῦ μετεώροις λόγοις ὥσπερ ἐν ὄρεσι στάντας ἄνωθεν, πόθεν τῷ θεῷ ὑμνεῖν καὶ 〈δώσειν αὐτῷ δόξαν〉, θεσπίζει λέγων· 〈ἀπ᾽ ἄκρου τῶν ὀρέων φωνήσουσι καὶ δώσουσι τῷ θεῷ δόξαν〉. ⌞οὕτω δὲ καὶ ἀνωτέρω ἐλέγετο τό· «ἐπ᾽ 〈ὄρος〉 ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ».⌟ Ἀλλὰ γὰρ ταῦτα τῇ 〈ἐρήμῳ〉 καὶ ταῖς 〈νήσοις〉 καὶ τῇ 〈Κηδάρ〉, ἃ δὴ ὁμολογουμένως ἀλλότρια ἦν τοῦ Ἰουδαίων ἔθνους, ὁ λόγος ἐπαγγειλάμενος ἐπιφέρει ἑξῆς τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ σημαίνων ἐν τῷ λέγειν· 〈κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈κύριος ὡς δυνατὸς ἐξελεύσεται ὡς ἀνὴρ πολεμιστής〉. ὁρᾷς ὅπως αὐτὸν τὸν κύριον ἐν σχήματι 〈ἀνδρὸς〉 προσελεύσεσθαί φησι καὶ δίκην 〈ἀνδρὸς πολεμιστοῦ〉 πολεμήσειν τοὺς ἐχθροὺς αὐτοῦ.

εἶτ᾽ ἐπιλέγει· 〈ἐπεγείρει ζῆλον〉, περὶ οὗ καὶ Μωϋσῆς ἐδίδαξεν εἰπὼν περὶ τοῦ Ἰουδαίων ἔθνους· «αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾽ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς»· τοῦτον οὖν ἐκεῖνον τὸν 〈ζῆλον ἐπεγείρει〉 φησὶν εἰσποιούμενος μὲν καὶ ἐξοικειούμενος τὴν 〈Κηδὰρ〉 καὶ τὰς 〈νήσους〉 καὶ τὰ ἀλλόφυλα ἔθνη, ἀποσειόμενος δὲ καὶ ἀπωθούμενος τὸν Ἰουδαίων λαὸν καὶ τοῦτο πράττων μετὰ λογισμοῦ καὶ εὐλόγου ἀπολογίας. διὸ ἐπιλέγει· καὶ 〈βοήσεται πρὸς τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος〉. ⌜Οὐ γὰρ ἀλόγως αὐτοὺς πολεμήσει, ἀλλὰ μετὰ τοῦ τὴν αἰτίαν ἐξειπεῖν καὶ μετὰ μεγάλης βοῆς φανερὸν ποιήσει, ἣν καὶ διδάσκει λέγων· 〈ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι〉; ἐν γὰρ τῷ παρανομεῖν αὐτοὺς καὶ ἀσεβεῖν ἀνεξικακῶν καὶ φέρων αὐτοὺς τῇ αὐτοῦ μακροθυμίᾳ μηδὲ παραχρῆμα τὴν ὀργὴν αὐτοῖς ἐπάγων 〈ἐσιώπησα〉. καὶ ἄλλως δὲ κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συκοφαντούμενος ‹〈ἐσιώπησε〉› καὶ ψευδομαρτυρούμενος «οὐδὲν ἀπεκρίνατο».⌝ ἀλλὰ τότε μέν φησιν 〈ἐσιώπησα〉, οὐ μὴν 〈καὶ ἀεὶ σιωπήσομαι〉· τότε δὲ καὶ 〈ἐκαρτέρησα ὡς ἡ τίκτουσα〉, νυνὶ δὲ ‹καιρὸς ἀνταποδόσεως›, διὸ 〈ἐκστήσω καὶ ξηρανῶ ἅμα〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ἀναπνεύσω καὶ ἐκφυσήσω ὁμοῦ〉.

Εἶτ᾽ ἐπιλέγει κατὰ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν καὶ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ πάντα τὸν χόρτον αὐτῶν ξηρανῶ, ὄρη καὶ βουνοὺς〉 τοὺς ἄρχοντας τοῦ λαοῦ αἰνιττόμενος, 〈χόρτον〉 δὲ τὰς ἁμαρτίας αὐτῶν. τὰ μὲν οὖν ἐπάρματα αὐτῶν καὶ τὰ ὕψη τῶν παρ᾽ αὐτοῖς ἀρχόντων καθελεῖν ἀπειλεῖ, 〈τὸν〉 δὲ 〈χόρτον αὐτῶν ξηρανεῖν〉. καὶ ὅτι ταῦτα περὶ αὐτῶν λέγεται, οὐκ εἰς μακρὸν ὁ λόγος προϊὼν ἀποδείξει. ἔτι δὲ καὶ τοὺς ἐν αὐτοῖς 〈ποταμούς〉, ⌜τὰς πάλαι 〈ποταμῶν〉 δίκην χορηγουμένας αὐτοῖς διδασκαλίας,⌝ 〈θήσω〉 φησὶν 〈εἰς νῆσον〉· ἔτι δὲ καὶ τὰ παρ᾽ αὐτοῖς λιμνάζοντα ὑδάτων λογικῶν χωρία ὡς παραβάλλεσθαι 〈ἕλεσι〉, καὶ ταῦτά φησι 〈ξηρανῶ〉.

Καὶ δὴ ταῦτα περὶ αὐτῶν ἀπειλήσας μεταβαίνει πάλιν ἐπὶ τὴν χάριν τὴν τοῖς ἔθνεσιν δοθησομένην. διὸ ἐπιλέγει· 〈καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνωσαν〉· ⌜τίνες δὲ ἦσαν οὗτοι ἐδίδαξε διὰ τῶν ἔμπροσθεν εἰπὼν εἰς πρόσωπον τοῦ Χριστοῦ· «ἔδωκά σε εἰς διαθήκην γένους μου, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς 〈τυφλῶν〉»; τούτους δὴ οὖν αὐτοὺς τοὺς πάλαι 〈τυφλοὺς〉 ἐν τοῖς ἔθνεσιν, 〈ἣν μὴ ἐγίνωσκον ὁδὸν〉 βαδίσαι ποιήσειν ἐπαγγέλλεται. πόθεν γὰρ ἡμῖν 〈γινώσκειν〉 παρῆν τὴν κατὰ θεὸν 〈ὁδὸν〉 ἢ διὰ τῆς θείας αὐτοῦ χάριτος;⌝ ἐπεὶ δὲ ἑνικῶς εἴρηται κατὰ πάντας τοὺς ἑρμηνευτὰς τό· 〈καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ᾔδεισαν〉, παρίστησι δὲ ὁ σωτὴρ ταῦτα λέγων· «ἐγώ εἰμι ἡ 〈ὁδός〉».

θέα ὅπως ὃν μὴ πρότερον ἠπιστάμεθα Χριστὸν καὶ τὸν λόγον αὐτοῦ τὸν σωτήριον ἡμῖν τοῖς 〈τυφλοῖς〉 ἐπαγγέλλεται, ἀλλὰ 〈καὶ τρίβους, ἃς οὐκ ᾔδειμεν〉, ⌜τὰς προφητικὰς δηλαδὴ γραφὰς καὶ τοὺς βίους τοὺς ὑπὸ τῆς θείας διδασκαλίας ὑποβαλλομένους συνήσεσθαι ἡμᾶς φησι⌝ καὶ 〈τὸ σκότος〉 δὲ 〈ποιήσειν〉 ἡμῖν 〈εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν〉· ⌜τὴν γὰρ ἄγνοιαν τοῦ θεοῦ τὴν πάλαι ταῖς ψυχαῖς ἡμῶν ἐπιπολάζουσαν 〈εἰς φῶς〉 γνώσεως μεταβαλεῖσθαι καὶ τὰ πάλαι δὲ 〈σκολιὰ〉 ἡμῖν καὶ ἀσαφῆ νομιζόμενα τοῦ θεοῦ λόγια, καὶ ταῦτα ὁμαλὰ 〈ποιήσειν〉 ἐπαγγέλλεται.⌝ καὶ ἐπιφέρει· 〈ταῦτα τὰ ῥήματα ποιήσω αὐτοῖς〉, σφόδρα δὲ ἀπηκριβωμένως οὐχὶ λαλήσειν αὐτοῖς 〈τὰ ῥήματα〉, ἀλλὰ 〈ποιήσειν〉 ἐπαγγέλλεται· πάλαι μὲν γὰρ παρὰ τοῖς προφήταις ἐλαλεῖτο ταῦτα, δι᾽ ἔργων δὲ αὐτὰ ἐπιτελέσειν ὑπισχνεῖται, 〈καὶ οὐκ ἐγκαταλείψω αὐτούς〉 φησιν. εἶτα ταῦτα εἰπὼν περὶ τῶν πάλαι 〈τυφλῶν〉 αὖθις ἐπιστρέφει τὸν λόγον ἐπὶ τοὺς πάλαι μὲν ὄντας πλησίον τοῦ θεοῦ, 〈ἀποστραφέντας〉 δὲ 〈εἰς τὰ ὀπίσω〉 ⌜τοὺς ἐκ περιτομῆς αἰνιττόμενος, περὶ ὧν φησιν· 〈αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω〉.

εἶθ᾽ ὥσπερ ἐπιδεικνὺς αὐτοῖς τὴν τῶν ἐθνῶν μεταβολήν, καὶ ἐξ οἵας πλάνης μεταβεβλήκασιν 〈εἰς φῶς〉 ἐλθόντες ἀπὸ τοῦ σκότους, ὀνειδιστικῶς πρὸς ἐκείνους εἰδωλολατροῦντας ἐπιλέγει· 〈αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς⌝ οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς ἐστε θεοὶ ἡμῶν〉. καὶ γὰρ ἀληθῶς τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν μεταβεβληκότων εἰς θεοσέβειαν τὸ Ἰουδαίων ἔθνος 〈ᾐσχύνθη〉· διὸ καθ᾽ οὓς μὲν προεφητεύετο ταῦτα χρόνους εἰδωλολατρίαις προσεῖχον, ἐπαύσαντο δὲ νῦν 〈αἰσχυνόμενοι〉 διὰ τὴν τῶν ἐθνῶν μεταβολήν. ὅθεν προφητικῶς τοῦτ᾽ ἐδηλοῦτο ἐν τῷ λέγεσθαι· 〈αἰσχυνθήσονται αἰσχύνην〉· ἐπειδὰν γάρ φησιν ἴδωσι τοὺς πάλαι 〈τυφλοὺς〉 μεταβαλόντας 〈εἰς φῶς〉 τὸ τηνικαῦτα καὶ αὐτοὶ 〈αἰσχυνθήσονται〉 καὶ παύσονται τοῦ 〈λέγειν τοῖς χωνευτοῖς Ὑμεῖς θεοὶ ἡμῶν〉.

Ταῦτα εἰπὼν ὁ λόγος ὡς εἰς 〈κωφῶν〉 ὦτα κραυγὴν ἀφιεὶς ἐπιβοᾷ· 〈Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν〉. ⌜καὶ ἵνα μή τις ταῦτα νομίσειε περὶ τῶν ἐθνῶν λέγεσθαι τῶν πάλαι 〈τυφλῶν〉 καὶ 〈κωφῶν〉, ἀναγκαίως διασαφεῖ καὶ ἑρμηνεύει τὴν διάνοιαν ἑξῆς ἐπιλέγων· 〈καὶ τίς τυφλὸς ἀλλ᾽ ἢ οἱ παῖδές μου καὶ κωφοὶ ἀλλ᾽ ἢ οἱ κυριεύοντες αὐτῶν〉;⌝ εἶτα κατὰ τὸν Σύμμαχον πρόσκειται· 〈τίς τυφλὸς ὡς ὁ τέλειος〉; καὶ ἔτι μᾶλλον διερμηνεύει τὸν λόγον φάσκων· 〈καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈οἱ τυφλοί〉 φησιν, 〈ἀναβλέψατε, καὶ οἱ κωφοί, ἀκούσατε· τίς τυφλὸς εἰ μὴ ἂν ὁ δοῦλός μου καὶ κωφὸς ὡς ὁ ἄγγελός μου, ὃν ἀπέστειλα; τίς τυφλὸς ὡς ὁ τέλειος καὶ κωφὸς ὡς ὁ δοῦλός μου〉; ἰσοδυναμεῖ δὲ καὶ τὰ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. 〈δοῦλον〉 δὲ αὐτοῦ τίνα λέγει ἢ τὸν ἐκ περιτομῆς λαὸν τὸν αὐτὸν δὲ καὶ 〈ἄγγελον〉 ὀνομάζει καὶ 〈τέλειον〉 καὶ 〈δοῦλον κυρίου〉 εἰς κατάκρισιν αὐτοῦ. ταῦτα λέγων ἐγὼ γὰρ καὶ 〈δοῦλον〉 καὶ 〈τέλειον〉 καὶ 〈ἄγγελον〉 ἐμαυτοῦ τὸν λαὸν τοῦτον ἐβουλήθην ἔχειν, οἱ δὲ 〈ἐτυφλώθησαν〉.

Πῶς δὲ 〈τυφλοὶ〉 καὶ 〈κωφοὶ〉 γεγόνασι, διεξέρχεται λέγων· 〈εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε〉. τοιαῦτα δὲ ἦν καὶ τὰ ἔμπροσθεν εἰρημένα ἐν τῷ· «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου». κατὰ δὲ τὸν Σύμμαχον· 〈εἶδές〉 φησι 〈πολλά, καὶ οὐ μὴ φυλάξεις· ἀνεῳγμένα τὰ ὦτα αὐτοῦ, καὶ οὐ μὴ ἀκούσεις. κύριος ἠθέλησεν ἵνα δικαιώσῃ αὐτὸν μεγαλῦναι νόμον καὶ θαυμάσαι. αὐτὸς δὲ λαὸς διηρπασμένος καὶ προνενομευμένος〉. ⌜ὁρᾷς ὅτι πάντα ταῦτα περὶ τοῦ λαοῦ εἴρηται τοῦ ἐκ περιτομῆς.

ἀλλ᾽ ὁ μὲν 〈κύριος ἐβούλετο ἵνα δικαιώσῃ αὐτὸν καὶ ἵνα μεγαλύνῃ αἴνεσιν〉· οἱ δὲ ἐξεδόθησαν τοῖς τὰς ψυχὰς αὐτῶν πολεμοῦσι⌝ καὶ γεγόνασι 〈λαὸς διηρπασμένος καὶ προνενομευμένος· ἡ γὰρ παγὶς〉 ἔνδον 〈ἐν τοῖς ταμείοις〉 τῶν ψυχῶν αὐτῶν 〈καὶ ἐν τοῖς οἴκοις αὐτῶν ἅμα〉. ⌜ἐν γὰρ αὐτοῖς τοῖς λογισμοῖς, οὓς 〈ἔκρυπτον〉 τὰ κατὰ τοῦ Χριστοῦ βουλευόμενοι ἐν αὐτοῖς ἐκείνοις ἦν ἡ κατ᾽ αὐτῶν 〈παγίς, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος〉 οὐδὲ ὁ 〈ῥυόμενος〉 οὐδὲ ὁ 〈λέγων Ἀπόδος〉.⌝ Εἶτ᾽ ἐπειδήπερ ὡς 〈κωφοῖς〉 ἐλάλει, ἀπορῶν ἐν αὐτοῖς ἀκροατῶν φησι· 〈Τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, καὶ τίς εἰσακούσεται εἰς τὰ ἐπερχόμενα〉; ⌜εἰ γὰρ καὶ μήπω ἐνέστηκεν ἡ τῶν πραγμάτων ἔκβασις, ἀλλ᾽ ἐν τοῖς ἐπιοῦσι χρόνοις ἐπιτελεσθήσεται.⌝ καὶ 〈τίς〉 ἄρα ἔσται ὁ ταῦτα νοήσων 〈ἐν ὑμῖν〉;

τίς ἐπιζητήσει τὸν αἴτιον τῆς 〈ἁρπαγῆς〉 τοῦ λαοῦ ὥστε εἰπεῖν· 〈Τίς ἔδωκεν εἰς διαρπαγὴν Ἰακὼβ καὶ Ἰσραὴλ τοῖς προνομεύουσιν αὐτόν〉; ⌜εἰ δέ τις ζητήσειε τίς ὁ ταῦτα πράξας, εὕροι δ᾽ ἂν ὅτι οὐδ᾽ ἄλλος 〈ἔδωκεν〉 αὐτοὺς 〈εἰς διαρπαγὴν〉 ἢ αὐτός, ᾧ 〈ἡμάρτοσαν αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι〉· καλούμενοι γὰρ εἰς τὰς εὐαγγελικὰς ὁδοὺς οὐχ ὑπήκουσαν, ἀλλ᾽ 〈οὐδὲ ἀκούειν〉 ἤθελον τοῦ 〈νόμου〉 τῆς καινῆς διαθήκης.⌝ διὸ 〈ἐπήγαγεν ἐπ᾽ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν ἐπ᾽ αὐτοὺς πόλεμος〉. ⌜πάλαι μὲν γὰρ πρὸς καιρόν τινα πολεμούμενοι αὖθις ἀνελάμβανον ἑαυτούς, ὡς καὶ τὴν Ἰερουσαλὴμ καὶ τὸ ἐν αὐτῇ βασίλειον αὐτῶν συνεστάναι· νῦν δὲ 〈κατίσχυσεν αὐτῶν ὁ πόλεμος〉, οὐχ ὁ ἔξωθεν μόνος, ἀλλὰ καὶ ὁ τῶν τὰς ψυχὰς αὐτῶν πολιορκούντων.⌝ διὸ εἴρηται· 〈καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ〉 ταῦτα πάσχοντες 〈οὐκ ἐνόησαν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν〉, ὡς λογίσασθαι τὴν αἰτίαν τῶν κατειληφότων αὐτοὺς κακῶν.

Εἰ μεμνήμεθα τῶν ἀρτίως περὶ τοῦ ἐκ περιτομῆς λαοῦ εἰρημένων, οὓς ‹τυφλοὺς› καὶ ‹κωφοὺς› ἀπεκάλει ὁ λόγος λέγων· «καὶ τίς τυφλὸς ἀλλ᾽ ἢ οἱ παῖδές μου καὶ κωφοὶ ἀλλ᾽ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ», καὶ πάλιν· «καὶ ἐγένετο ὁ λαὸς προνενομευμένος καὶ διηρπασμένος» καὶ τὰ τούτοις ἀκόλουθα, δι᾽ ὧν ‹ὀργὴν καὶ θυμὸν καὶ πόλεμον ἐπάξειν αὐτοῖς› ἠπείλει, τὰ παρόντα περὶ τῶν αὐτῶν οὔποτ᾽ ἂν λέγεσθαι ἡγησόμεθα. μεταβαίνει τοιγαροῦν ὁ λόγος ἐπὶ τὸ κρεῖττον τάγμα τῶν ἀπὸ τοῦ λαοῦ τὸν σωτήριον λόγον παραδεδεγμένων καὶ τούτοις προσφωνεῖ φάσκων· 〈Καὶ νῦν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε, Ἰακώβ, καὶ ὁ πλάσας σε, Ἰσραήλ〉. ⌜εἰ γὰρ καὶ τὰ μάλιστα οἱ ἐξ ὑμῶν ἄπιστοι ‹τυφλοὶ› καὶ ‹κωφοὶ› γενόμενοι καὶ τοιαῦτα πράξαντες τῇ ὀργῇ τοῦ θεοῦ παρεδόθησαν, ἀλλ᾽ ὑμεῖς ἔτι καὶ νῦν ἀκούσατε. ὑμᾶς δὲ λέγω ‹τοὺς τὸν ἑαυτῶν ποιητὴν καὶ πλάστην μὴ ἀγνοήσαντας›, ἀλλὰ καὶ τὸ ποίημα τὸ ἐν ὑμῖν καὶ τὸ πλάσμα σῶον καὶ ἀλώβητον διατηρήσαντας.⌝ πρὸς σὲ τοιγαροῦν τὸν ἀληθῶς 〈Ἰακὼβ〉 καὶ τὸν ἄξιον τῆς τοῦ 〈Ἰσραὴλ〉 προσηγορίας ὁ ποιήσας σε τὰ προκείμενα διεξέρχεται καὶ πρὸς σὲ ταῦτά φησι· πολλοὶ μὲν οἱ διαφθονούμενοι τῇ σῇ σωτηρίᾳ καὶ τὸν ὑπὸ σοῦ κηρυττόμενον εὐαγγελικὸν λόγον κωλῦσαι παραθησόμενοι, ἀλλὰ τούτων 〈μηδένα φοβεῖσθαι〉 παρακελεύομαί σοι.

αὐτὸς γὰρ ⌜ἐγὼ 〈κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε, ποιήσας〉 μὲν κατὰ ψυχὴν ‹τὴν κατ᾽ εἰκόνα θεοῦ πεποιημένην›, 〈πλάσας〉 δὲ κατὰ τὸ σῶμα τὸ «ἀπὸ γῆς» ληφθὲν καὶ ὑπ᾽ ἐμοῦ πεπλασμένον· ‹λύτρον› ὑπὲρ τῆς σῆς σωτηρίας τὸ ἐμαυτοῦ παραδοὺς αἷμα 〈ἐλυτρωσάμην σε καὶ ἐκάλεσά σε〉· ἀλλὰ καὶ κτῆμα ἐμαυτοῦ ἐποιησάμην σε, ὥστε ‹εἶναί σε μὲν ἐμὸν λαόν, κἀμὲ δὲ σοῦ αὐτοῦ θεόν›. θάρσει τοιγαροῦν τοσούτων παρ᾽ ἐμοῦ κατηξιωμένος καὶ βάδιζε τὴν ὁδὸν ἣν ἐκελεύσθης, θαρρῶν τε ‹κήρυττε πᾶσι τοῖς ἁπανταχοῦ γῆς ἔθνεσι τὸν εὐαγγελικὸν λόγον›· κἂν γὰρ 〈πῦρ〉 φλέγον ἐπίῃ κἂν 〈ὕδατα〉 καὶ 〈ποταμοὶ ἐπικλύζωσιν〉, οὐδέν σε ταῦτα λυπήσει διὰ τὸ ἐμὲ σοὶ πανταχοῦ εἶναι. ἀψευδῶς γὰρ ἐπηγγειλάμην τό· «Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος».⌝ Καὶ τοῦτο δὲ ἴσθι, ὥσπερ ἐγώ σε τὸν ἐμαυτοῦ λαὸν «ἐλυτρωσάμην» ‹τὸ τίμιόν μου αἷμα› ὑπὲρ τῆς σῆς σωτηρίας παραδούς, οὕτω καὶ σὺ ἐκείνων ἔσῃ 〈ἄλλαγμα〉, λέγω δὲ τῶν διὰ σοῦ σωθησομένων ἐθνῶν, ἐν οἷς ἔσονται 〈Αἰγύπτιοι〉 καὶ 〈Αἰθίοπες〉 καὶ οἱ τὴν 〈Συήνην〉 οἰκοῦντες, ἀνθ᾽ οὗ 〈καὶ Σαβὰ〉 οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν.

ὁ δὲ Σύμμαχος· 〈ἔδωκά〉 φησιν 〈ἐξιλασμόν σου Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σαβὰ ἀντὶ σοῦ〉. ⌜οὕτω γὰρ παρ᾽ ἐμοὶ 〈γέγονας τίμιος〉 καὶ οὕτως 〈ἐναντίον μου ἐδοξάσθης〉, καὶ οὕτως 〈ἠγάπησά σε〉, ὡς καὶ μέχρι τῶν ἐσχατιῶν γῆς φθάσαι τὴν διὰ σοῦ πᾶσιν ἀνθρώποις προξενουμένην κατὰ θεὸν σωτηρίαν· καὶ ὡς αὐτοὺς τοὺς πάντων ἀνθρώπων δεισιδαιμονεστάτους Αἰγυπτίους τῆς διὰ σοῦ κλήσεως καταξιωθῆναι. διὰ μὲν οὖν τῶν Αἰγυπτίων πάντας ᾐνίξατο τοὺς δεισιδαίμονας καὶ εἰδωλολάτρας, διὰ δὲ τῆς 〈Αἰθιοπίας〉 καὶ 〈Συήνης〉 τοὺς μέχρι τῶν ἐσχατιῶν τῆς καθ᾽ ἡμᾶς οἰκουμένης οἰκοῦντας. ἐὰν δὲ ἡ καὶ 〈Σαβὰ〉 〈μνημονεύεται〉, ἰστέον ὥς ἐστι Σαβαϊτῶν ἔθνος, ὅθεν ‹βασίλισσα 〈Σαβὰ〉› ἐπεδήμει κατὰ τοὺς Σολομῶντος χρόνους.⌝ τούτους μὲν οὖν 〈ἀντὶ σοῦ〉 φησιν ἢ 〈ὑπὲρ σοῦ〉 πάντας οἰκείους ἐκτησάμην, τοὺς δὲ σὲ πολεμοῦντας διὰ τὸν ὑπὸ σοῦ καταγγελλόμενον λόγον ἀπωλείᾳ παραδώσω.

Διόπερ θαρσεῖν σοι παρακελεύομαι ὡς ἂν ἐμοῦ διὰ παντὸς συνόντος σοι, καὶ τὰ 〈σπέρματα〉 δέ, ἃ καθ᾽ ὅλης τῆς οἰκουμένης ἔσπειρας, ⌜πολλὰ τέκνα κατὰ θεὸν γεννήσας 〈συνάξω〉 εἰς ‹τὴν ἐπουράνιόν μου πόλιν› μετεώρους αὐτοὺς ἀναλαβὼν δι᾽ ἀέρος ὥσπερ πτηνοῖς ἀνέμοις ὑποκουφιζομένους, λέγω δὲ ἀγγελικαῖς δυνάμεσι.⌝ καὶ τοὺς μὲν 〈ἀπὸ βορρᾶ〉 παραλήψομαι, τοὺς δὲ 〈ἀπὸ λιβός〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈ἀπὸ νότου〉· ⌜ἐγὼ γὰρ αὐτοῖς τοῦτο ποιεῖν προστάξω διὰ τὸ ἐμοὺς εἶναι 〈υἱοὺς〉 καὶ 〈θυγατέρας〉 ἐμὰς τοὺς δι᾽ ὑμῶν σπαρέντας καὶ ἀναγεννηθέντας ἐν τῇ ἐμῇ ἐκκλησίᾳ.⌝ Εἰ δὲ δεῖ τούτους ὀνομαστὶ τίνες εἶεν δηλῶσαι, ἐντεῦθεν ἤδη τοῖς πᾶσι φανερὸν ποιῶ, ὡς ἄρα οὗτοί εἰσιν 〈οἱ ἐπικληθησόμενοι τῷ ὀνόματί μου〉. ⌜πόθεν δὲ ἄλλοθεν ὑπέστη τὸ Χριστιανῶν ὄνομα ἢ ἐκ τῆς τοῦ Χριστοῦ προσηγορίας;

αὐτὸς δὲ ἦν ὁ διὰ τοῦ προφήτου ταῦτα θεσπίζων.⌝ ἀντὶ δὲ τοῦ· 〈ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτόν〉, οἱ λοιποὶ ἑρμηνευταί· 〈εἰς δόξαν μού〉 φησιν 〈ἔκτισα αὐτόν〉· τοῦτον γὰρ τὸν νέον λαὸν 〈εἰς δόξαν ἔκτισα〉 πρὸς τὸ δοξάζεσθαί με δι᾽ αὐτοῦ, ἀλλὰ 〈καὶ ἔπλασα αὐτὸν〉 ἄπλαστον ὄντα τοῖς τρόποις. 〈Καὶ ἐξήγαγον〉 δὲ αὐτὸν πρότερον ὄντα φησὶν ἐν σκότῳ καὶ 〈λαὸν〉 ὄντα 〈τυφλόν〉· ⌜εἰ γὰρ καὶ ἐδόκουν 〈ὀφθαλμοὺς〉 ἔχειν ψυχῆς καί τινα ἀνθρωπίνην φρόνησιν, ἀλλ᾽ ὅμως ἦσαν ἀβλεπτοῦντες περὶ τὴν πλάνην τῆς εἰδωλολατρίας.⌝ τούτοις ἑξῆς εἴρηται· 〈πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν〉. καὶ τούτου δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα ἡ τῶν πραγμάτων ἐνέργεια παρίστησι· ⌜διὰ γὰρ τῶν ἀποστολικῶν σπερμάτων καὶ τῆς διδασκαλίας αὐτῶν μεταβαλόντες οἱ πάλαι 〈τυφλοὶ〉 καὶ 〈κωφοὶ συνήχθησαν〉 εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἤδη δὲ καὶ 〈ἄρχοντες ἐξ αὐτῶν〉 τούτων τῶν ἐθνῶν ἐπὶ τὸν λαὸν τοῦ θεοῦ κατέστησαν.⌝ ταῦτ᾽ εἰπὼν ὁ προφήτης θαύματος καὶ ἐκπλήξεως ἐφ᾽ οἷς ἐθέσπισε πληρωθεὶς ἀνεφώνει λέγων· 〈Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ〉.

τίς ἄρα ἔσται φησὶν ὁ μέλλων τούτων τῶν λόγων τὰς ἐκβάσεις 〈ὀφθαλμοῖς〉 ποτε ὁρᾶν, τίνες δὲ οἱ μάρτυρες τῶν ἀποτελεσμάτων ἡκέτωσαν, 〈δικαιωθήτωσαν〉 μαρτυρήσαντες, ⌜ἐπειδὴ 〈κἀγὼ〉 ὁ θεὸς 〈μάρτυς〉 αὐτῶν γενήσομαι, 〈καὶ ὁ παῖς, ὃν ἐξελεξάμην〉,⌝ ⌞περὶ οὗ ἀνωτέρω ἔλεγεν· «ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου».⌟ ⌜ἐγὼ τοίνυν αὐτὸς ὁ 〈θεός, καὶ ὁ παῖς〉 οὗτος ὁ 〈ἐκλεκτός μου〉.⌝ ⌞ὃ δὴ καὶ ὁ σωτὴρ ἐν Εὐαγγελίοις ἐδήλου λέγων· «ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς».⌟ ⌜μαρτυρήσω τοῖς ἐμοῖς μάρτυσιν,⌝ 〈ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι, ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται〉. ⌜τὸ γὰρ αἴτιον τῆς τοῦ Χριστοῦ παρουσίας καὶ τῆς τῶν ἀποστόλων αὐτοῦ εἰς πάντα τὰ ἔθνη μαρτυρίας οὐδὲν ἕτερον ἦν ἢ τὸ κηρύξαι τὴν τοῦ ἐπὶ πάντων θεοῦ γνῶσιν καὶ τὴν εἰς αὐτὸν πίστιν καὶ τὴν περὶ αὐτοῦ σύνεσιν τοῖς πρὶν ἀσυνέτοις καὶ ἀσυνθέτοις καὶ ἀπίστοις καὶ ἐν ἀγνωσίᾳ οὖσιν αὐτοῦ καὶ διὰ τοῦτο τυφλώττειν τοὺς τῆς διανοίας ὀφθαλμοὺς καὶ περὶ τὴν πλάνην τῆς ἀθέου εἰδωλολατρίας εἱλεῖσθαι.⌝ διὸ προφήσας· 〈γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην〉, ἐπήγαγεν· 〈ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι, ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται〉. ⌞μιᾶς γὰρ οὔσης ἀρχῆς μία εἴη ἂν θεότης, ᾗ συμπαραλαμβάνεται καὶ ἡ τοῦ μονογενοῦς αὐτοῦ θεολογία.⌟ ἐπιμένων δὲ ὁ λόγος τῇ αὐτῇ διδασκαλίᾳ ἐπιφέρει· 〈ἐγὼ θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων〉.

ταῦτα δὲ φάσκει προειπὼν διὰ τῶν ἔμπροσθεν τό· 〈κἀγὼ κύριος ὁ θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην〉, ὡς ἂν μὴ ἁμαρτεῖν καὶ ἐπὶ τοῦ παρόντος τὸν τῇ προκειμένῃ θεολογίᾳ συνάπτοντα τὸν περὶ τοῦ 〈παιδός, ὃν ἐξελέξατο〉, λόγον· 〈ἐγὼ θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην〉· ⌜ὡς γὰρ 〈μάρτυς〉 αὐτὸς ἐλέγετο, 〈καὶ ὁ παῖς, ὃν ἐξελέξατο〉, οὕτως καὶ 〈θεὸς σῴζων〉 εἴη ἂν οὗτος, 〈καὶ ὁ παῖς, ὃν ἐξελέξατο〉. ἐὰν δὲ λέγῃ· 〈πάρεξ ἐμοῦ σῴζων οὐκ ἔστιν〉, οὐκ ἀπαγορεύων τὸν σωτῆρα εἶναι τὸν παῖδα, 〈ὃν ἐξελέξατο〉, τοῦτ᾽ ἂν εἴποι· οἶδε γοῦν αὐτὸν ‹σωτῆρα› ὁ παρὼν προφήτης, ἐν οἷς φησι· «καὶ ἀποστελεῖ αὐτοῖς κύριος σωτῆρα, ὃς σώσει αὐτούς,⌝ κρίνων σώσει αὐτούς». ἀλλ᾽ εἰ καὶ 〈σῴζει〉 οἷα ‹σωτὴρ› ὁ 〈παῖς, ὃν ἐξελεξάμην〉 φησίν, ἀλλ᾽ οὐ 〈πάρεξ ἐμοῦ σῴζει〉, μετ᾽ ἐμῆς δὲ γνώμης καὶ ἐξ ἐμοῦ νεύματος· δίχα γὰρ τῆς ἐμῆς βουλῆς 〈καὶ πάρεξ ἐμοῦ οὐκ ἔστι〉 τις 〈σῴζων〉.

Καὶ ταῦτα δέ φησιν 〈ἐγὼ αὐτὸς ὁ θεὸς προαπήγγειλα〉 διὰ τῶν ἐμῶν προφητῶν, ἀκολούθως τε τοῖς ἐμαυτοῦ λόγοις ἔσωσα τοὺς ἀξίους σωτηρίας διὰ τοῦ ἐμοῦ παιδός. ⌜ἀντὶ δὲ τοῦ 〈ὠνείδισα〉 οἱ λοιποὶ ἑρμηνευταὶ πάντες 〈καὶ ἠκούτισα〉 εἰρήκασι.⌝ προλαβὼν γὰρ ταῦτα ἀκουστὰ ἐποίησα μόνος ὢν ἐν ὑμῖν θεὸς μὴ ὄντος τινὸς 〈ἀλλοτρίου〉 μηδὲ ἀπεξενωμένου. καὶ τούτων δὲ 〈ὑμεῖς μάρτυρες〉, ὡς οὐδεὶς ἦν ξένος οὐδὲ 〈ἀλλότριος ἐν ὑμῖν〉, ὅτε ταῦτα ἐθέσπιζεν διὰ τῶν ἐμῶν προφητῶν. 〈μάρτυς〉 δὲ ἤμην 〈κἀγὼ κύριος ὁ θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην〉. οὐκοῦν ὅτε ταῦτα ἐθέσπιζε συνῆν αὐτῷ, ἦν ἐξ ἐκείνου καὶ σὺν αὐτῷ ταῦτα, διὰ τῶν προφητῶν ἐμαρτύρετο ὁ 〈παῖς, ὃν ἐξελέξατο〉.

Διαρρήδην δ᾽ ἐν τούτοις ὁ λόγος προϋπάρχειν τῆς ἐνανθρωπήσεως τὸν Χριστὸν καὶ τῷ πατρὶ συνεῖναι παρίστησιν, ἀλλ᾽ ἀπ᾽ 〈ἀρχῆς〉 ταῦτά φησιν ὁρίσας ἵστημι τὴν ἐμαυτοῦ βουλήν, καὶ οὐκ ἔστιν ὁ δυνάμενος αὐτὴν παραγαγεῖν ἢ παρατρέψαι· ὅτε γὰρ ‹μή ἐστι μηδ᾽ ὑπάρχει ἕτερος θεός›, δῆλον ὡς 〈οὐκ ἔσται〉 ὁ δυνάμενος 〈ἐκ τῶν χειρῶν μου ἐξαιρεῖσθαι〉 οὐδὲ ἀνατρέψαι τὰ ὑπ᾽ ἐμοῦ ὡρισμένα. ταῦτα δὲ λέλεκται μὲν εἰς πρόσωπον τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραήλ, ἀναφέρεται δὲ ἐπὶ τὸν χορὸν τὸν ἀποστολικόν. διήκει δὲ ὁ λόγος καὶ ἐπὶ πάντας τοὺς ἀπὸ τοῦ Ἰουδαίων γένους τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένους. ⌜Ὁ νοῦς τῶν προκειμένων τοιοῦτός ἐστι· πάλαι μὲν τὰς ἐμὰς παρέχων εὐεργεσίας τῷ Ἰουδαίων ἔθνει, παιδεύων μὲν αὐτοὺς καὶ σωφρονίζων Βαβυλωνίοις παρέδωκα, οὐκ εἰς μακρὸν δὲ ἐλευθέρους ἀνῆκα τῆς 〈εἰς Βαβυλῶνα〉 αἰχμαλωσίας, ἅτε θεὸς ὢν καὶ κύριος τῶν ὅλων. αὐτούς τε Βαβυλωνίους τοὺς ἐπιβάντας τῇ Ἰερουσαλὴμ ἀναστάτους ἐποίησα ὡς καὶ φυγῇ χρήσασθαι τοὺς παρ᾽ αὐτοῖς 〈Χαλδαίους〉, δεσμίους τε ἀχθῆναί τινας αὐτῶν 〈πλοίοις〉 ἐμβληθέντας ἐν τῇ παρ᾽ αὐτοῖς θαλάσσῃ ὑφ᾽ ἑτέρων τινῶν πολεμίων δυνάμεων κραταιοτέρων αὐτῶν. 〈ταῦτα ἐγὼ〉 διεπραξάμην ὁ 〈θεὸς〉 δεικνὺς τὴν ἐμὴν βασιλείαν ἀνθρώποις.⌝ ἀντὶ δὲ τοῦ· ὁ 〈καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν〉, ὁ Σύμμαχος· 〈ἐγώ〉 φησι 〈κύριος ὁ ἅγιος ὑμῶν, κτίστης Ἰσραὴλ βασιλεὺς ὑμῶν〉.

ἀλλὰ ταῦτα μὲν ἐπὶ τῶν Βαβυλωνίων καὶ τῶν Χαλδαίων διεπραξάμην, προφητικῶς δὲ ταῦτα μήπω γενόμενα μέλλοντα δὲ ἔσεσθαι ὡς ἂν ἤδη πεπραγμένα παρ᾽ αὐτῷ ὁ θεὸς διῆλθεν, ἀλλὰ καὶ ἔτι πρότερον ἐν τοῖς παλαιοτάτοις χρόνοις φησὶ τὴν ἐμαυτοῦ θεότητα τοῖς ἐν Αἰγύπτῳ δεικνὺς διήγαγον τὸν ἐμαυτοῦ λαὸν διὰ τῆς ἐρυθρᾶς 〈θαλάσσης〉 ποιήσας δίοδον 〈ἐν ὕδατι ἰσχυρῷ〉 καὶ 〈τρίβον〉 ξηρὰν δι᾽ αὐτῆς τῆς 〈θαλάσσης〉, ὅτε καὶ «〈ἅρματα〉 Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψα εἰς 〈θάλασσαν〉» ὡς 〈κοιμηθῆναι〉 αὐτοὺς ‹δύντας κατὰ τοῦ βυθοῦ› καὶ μηκέτ᾽ 〈ἀναστῆναι〉, οἵτινες ἐοικότες πάλαι πρότερον φλέγοντι πυρὶ γεγόνασιν 〈ὡς λίνον ἐσβεσμένον〉. ταῦτα μὲν οὖν εἰργασάμην ἐν τοῖς πρόπαλαι μνημονευομένοις χρόνοις, καὶ ταῦτ᾽ ἦν τὰ θαυμαζόμενα καὶ διὰ στόματος μνημονευόμενα παρὰ τοῖς παλαιοῖς, νυνὶ δὲ ἐπὶ τοῦ παρόντος παραινῶ μηκέτι θαυμάζειν ἐκεῖνα μήτε τὰ ἐν Βαβυλῶνι πεπραγμένα μήτε τὰ ἐν Αἰγύπτῳ. διό φημι· Μὴ 〈μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈μὴ ἐννοεῖσθε〉.

Διὰ τί δὲ οὐ βούλομαι ἐκεῖνα τοῦ λοιποῦ θαυμάζειν ὑμᾶς ἢ ὅτι ἕτερά τινα καινότερα θαύματα οὐ λειπόμενα τῶν παλαιῶν ἐκείνων φωτὸς δίκην 〈ἀνατελεῖ〉 εἰς πάντας ἀνθρώπους, ἃ καὶ κατὰ τὸν καιρὸν 〈γνώσεσθε〉. τίνα δὲ ἔστι ταῦτα· 〈ἐν τῇ ἐρήμῳ〉 φησὶ 〈ποιήσω ὁδόν〉; ⌜δηλοῖ δὲ πάλιν τὴν ἐν τοῖς ἔθνεσι συστησομένην ἐκκλησίαν, ἥτις 〈ἔρημος〉 ἦν θεοῦ γνώσεως, πρὶν ἐπιδημῆσαι τὸν Χριστὸν τοῦ θεοῦ τὸν εἰπόντα· «ἐγώ εἰμι ἡ 〈ὁδός〉». ἀλλ᾽ ἐν ἐκείνῃ φησὶ τῇ πάλαι 〈ἐρήμῳ ὁδὸν ποιήσω〉, ὥσπερ καὶ πρότερον ἐπὶ τῆς ἐρυθρᾶς πεποίηκα θαλάσσης.

ῥεύσουσι δὲ καὶ 〈ποταμοὶ〉 θείων λογίων ἐκ διδασκαλίας ἁγίου πνεύματος 〈εἰς τὴν〉 πάλαι 〈ἄνυδρον〉, ὡς καὶ ἐπὶ Μωϋσέως ‹ἔρρευσαν› 〈ἐν τῇ ἐρήμῳ ποταμοί〉, ἀλλ᾽ ἐκεῖ μὲν ὕδατος σωματικοῦ ῥευστῆς οὐσίας ὄντος καὶ φθαρτοῦ, νυνὶ δὲ ἐκ τῆς ἐνθέου χορηγίας τοῦ λογικοῦ καὶ πνευματικοῦ ὕδατος.⌝ ἐπειδὰν δὲ 〈ὁδὸς ἐν τῇ ἐρήμῳ〉 γένηται καὶ 〈ποταμοὶ〉 ἐμῶν πηγῶν τὴν 〈ἄνυδρον〉 χώραν κατακλύσωσι, περὶ ὧν ‹πηγῶν› ἀνωτέρω ἐλέγετο· «καὶ πίεσθε ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου», τὸ τηνικαῦτα 〈τὰ θηρία τοῦ ἀγροῦ〉, ⌜αἱ ἀπηγριωμέναι ψυχαὶ μεταβληθήσονται τῆς θηριώδους καταστάσεως ἐκ τῆς τοῦ ποταμοῦ δυνάμεως ἀλλοιωθεῖσαι, ὡς αὐτοὺς τοὺς πάλαι 〈θῆρας εὐλογῆσαί με〉,⌝ ὅπερ οὐ γέγονεν ἐξ αἰῶνος πώποτε· οὔτε γὰρ ἐπὶ τοῦ προτέρου λαοῦ οὔτε ἐπὶ τῆς Αἰγύπτου οὔτε κατὰ τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου οὔτ᾽ ἐπὶ τῆς ἐν Βαβυλῶνι διατριβῆς ἱστόρηταί τι τοιοῦτον γεγονός. ⌜εἰ δὲ καὶ 〈σειρῆνές〉 τινες ἦσαν θέλγουσαι ἡδονῇ καὶ ᾄσματι δαιμονικῷ τὰς τῶν ἀνθρώπων ψυχὰς ἐν ποιητῶν πλάσμασιν εὐεπείᾳ λόγων κεκοσμημένοις, ἀλλὰ καὶ αὗται μεταβαλοῦσαι 〈εὐλογήσουσί με〉. ἔτι μὴν 〈καὶ θυγατέρες στρουθῶν〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈καὶ στρουθοκάμηλοι〉, ζῷον ἐν ἐρημίαις καὶ χώραις ἀοικήτοις γινόμενον καὶ αὐτὸ ἡμερωθὲν 〈εὐλογεῖν ἐμὲ〉 τὸν θεὸν μαθήσεται.

τούτων δὲ αἴτιον ἔσται τὸ ὑπ᾽ ἐμοῦ δοθὲν ἐν τῇ 〈ἐρήμῳ ὕδωρ〉 καὶ ἡ τῶν 〈ποταμῶν〉 δύναμις τῶν ἐν 〈τῇ ἐρήμῳ〉 ῥευσάντων.⌝ ἐπειδὰν δὲ οἱ ἄγριοι θῆρες καὶ αἱ 〈σειρῆνες〉 καὶ οἱ 〈στρουθοὶ〉 ἐμπιόντες τοῦ ἐμοῦ ὕδατος εἰς ἥμερον καὶ λογικὴν μεταβάλωσι φύσιν, μαθήσονται, ἅτε δὴ 〈λαός μου〉 καὶ 〈γένος μου ἐκλεκτὸν〉 γενόμενοι 〈τὰς ἀρετάς μου διηγήσασθαι, ἢ τὸν ὕμνον μου〉 κατὰ τὸν Σύμμαχον.

Τούτων δὲ οὕτως παραδόξως ἀποτελεσθέντων, ἴσθι σύ, ὦ 〈Ἰακώβ〉, ὡς οὐκ ἄξιος γενήσῃ τῆς ἐμῆς κλήσεως τότε, ἢ κατὰ τὸν Σύμμαχον· 〈οὐδὲ ἐμὲ ἐκάλεσας, Ἰακώβ〉, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· 〈καὶ οὐκ ἐμὲ ἐκάλεσας Ἰακώβ〉. ⌜οἱ μὲν γὰρ 〈θῆρες〉 οἱ ἄγριοι καὶ αἱ 〈σειρῆνες〉 καὶ 〈αἱ θυγατέρες τῶν στρουθῶν εὐλογήσουσί με〉· σὺ δὲ, ὦ 〈Ἰακώβ〉, οὐδὲν τοιοῦτο διεπράξω, ἀλλ᾽ οὐδὲ ἠξίωσας ἐπικαλέσασθαί με, 〈ἐκοπιάθης δὲ εἰς ἐμὲ〉 κατὰ τὸν Σύμμαχον, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· 〈ὅτι ἐκοπίασας ἐν ἐμοί〉, καίτοι ἐμοῦ 〈μὴ ποιήσαντός σε κοπιάσαι〉.⌝ ὅσα γοῦν καὶ ἐνομίζετο κόπους σοι παρέχειν, ταῦτα παρῄτημαι ἤδη καὶ πρότερον εἰπών· «τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι». ἀλλ᾽ 〈οὐδὲ θυμίαμα οὐδὲ λίβανον οὐδὲ θυσίας〉 οὔτ᾽ ἔτι τῶν τοιούτων ᾔτησα παρὰ σοῦ ἐν τοῖς τῆς καινῆς διαθήκης νόμοις, οἷς διεταξάμην ‹διὰ τοῦ παιδός μου›, «ὃν ἐξελεξάμην», ἀλλ᾽ οὐδὲ σὺ ταῦτά μοι προσήνεγκας. εἰ δὲ χρὴ τἀληθῆ λέγειν, ἕτερα ἀνθ᾽ ἑτέρων ἔπραξας· 〈ἐν〉 γὰρ 〈ταῖς σαῖς ἁμαρτίαις προέστην σου〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈ἐν ταῖς ἁμαρτίαις σου ἐκάλεσάς με καὶ ἐν ταῖς ἀδικίαις σου〉.

ὁρᾷς ⌜ὅπως καὶ ἐν τοῖς προκειμένοις τῇ μὲν ‹ἐρήμῳ› καὶ τοῖς ἐν αὐτῇ ‹θηρίοις› ἀγαθῶν ἐλπίδας εὐαγγελίζεται, τὸν δὲ λαὸν τὸν ἐκ περιτομῆς ἐπ᾽ ἀσεβείαις ἐλέγχει, ὃν 〈Ἰακὼβ〉 καλεῖ νῦν καὶ 〈Ἰσραήλ〉· οὕτως ἁπλῶς ξηροῖς ὀνόμασιν οὔτε ‹δοῦλον› αὐτοῦ οὔτε ‹ἐκλεκτὸν› εἰπών, ὅπερ ἐποίει ἐπὶ τοῦ κρείττονος τάγματος.⌝ Πλὴν οὖν ἀπελέγξας τοὺς διαβεβλημένους παρορμᾷ καὶ προτρέπει αὐτοὺς ἐπιστρέφειν, συγχωρήσειν τε αὐτοῖς τὰ ἁμαρτήματα ἐπιστρέψασι. διό φησιν· 〈ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσομαι. σὺ δὲ μνήσθητι〉, ἐν οἷς γέγονας· ⌜καλὴ γὰρ ἡ μνήμη τῶν προτέρων ἁμαρτημάτων δι᾽ ἐξομολογήσεως ἐξαγορευομένη. διὸ ἐπιφέρει· 〈λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου〉· τοῦτο γὰρ ποιῶν 〈δικαιωθήσῃ〉, ἐπειδὴ «δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ».⌝ ἴσθι γε μήν, ὡς ἐκ 〈πατέρων〉 ἁμαρτωλὸς πέφυκας, καὶ 〈οἱ ἄρχοντές〉 σου οἱ κατὰ καιροὺς γενόμενοι 〈ἠσέβησαν εἰς ἐμέ〉. ἀντὶ δὲ τοῦ· 〈καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ〉, ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος 〈καὶ οἱ ἑρμηνεῖς σου〉 ἐκδεδώκασιν. εἶτά φησι· 〈καὶ οἱ ἄρχοντές σου ἐμίαναν τὰ ἅγιά μου〉.

τρία δὲ τάγματα ἐν τούτοις τίθησι· 〈πατέρας〉 καὶ 〈ἑρμηνεῖς〉 καὶ 〈ἄρχοντας, ἄρχοντας〉 μὲν τοὺς καθηγουμένους τοῦ ἔθνους δηλῶν, 〈ἑρμηνεῖς〉 δὲ τοὺς ἐξηγητὰς τῶν θείων γραφῶν, 〈πατέρας〉 δὲ τοὺς ἐν αὐτοῖς ἡλικίᾳ καὶ χρόνῳ παλαιοτέρους, οὓς δὴ πάντας 〈ἠσεβηκέναι〉 εἰπὼν αἰτίους γεγονέναι παρίστησι τῆς τοῦ 〈Ἰακὼβ〉 ἀπωλείας. δι᾽ αὐτοὺς γάρ φησιν· 〈ἔδωκα τοῦ ἀπολέσαι τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ εἰς ὀνειδισμόν, ἢ εἰς βλασφημίας〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς.

Πάλιν δὲ κἀνταῦθα 〈Ἰακὼβ〉 καὶ 〈Ἰσραὴλ〉 δίχα τινὸς προσθήκης τοὺς διαβεβλημένους ὠνόμασε, τοὺς δὲ ἑξῆς ἐπιφερομένους οὐκέτ᾽ ὁμοίως, ἀλλὰ μετὰ τῆς συνήθους προσθήκης. διὸ ἐπιλέγει· 〈νῦν δὲ ἄκουσον, Ἰακὼβ παῖς μου καὶ Ἰσραήλ, ὃν ἐξελεξάμην〉, ⌜δι᾽ ὧν τὸν χορὸν αὖθις τὸν ἀποστολικὸν ἀνακαλεῖται⌝. οἷς καὶ προσφωνεῖ λέγων· 〈〈οὕτως λέγει〉 κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηθηθήσῃ〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈ἐκ κοιλίας ἔτι βοηθῶν σοι〉.

τί οὖν φησι πρὸς αὐτούς· 〈Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ καὶ ὁ ἠγαπημένος Ἰσραήλ, ὃν ἐξελεξάμην· ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ〉, καὶ πῶς διασαφεῖ λέγων· 〈ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου〉. ⌜διὰ γὰρ τοῦ πνεύματος τοῦ ἁγίου τὸ λογικὸν καὶ γόνιμον καὶ πνευματικὸν 〈ὕδωρ〉 τῇ 〈ἀνύδρῳ〉 καὶ 〈ἐρήμῳ〉 χορηγήσειν ἔμελλε. 〈σπέρμα〉 δὲ τῶν ἀποστόλων αἱ ἐκκλησίαι τοῦ θεοῦ καὶ 〈τέκνα〉 αὐτῶν οἱ πανταχοῦ γῆς καὶ ἐν πᾶσι τοῖς ἔθνεσι ‹διὰ τοῦ πνεύματος τοῦ ἁγίου ἀναγεννηθέντες›, 〈οἳ καὶ ἀνατελοῦσί〉 φησιν 〈ὡς ἀνὰ μέσον ὕδατος χόρτος〉,⌝ κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ ἀνατελοῦσιν ἀνὰ μέσον χλόης ὡς ἰτέαι ἐπὶ ῥέον ὕδωρ〉, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈ἀνὰ μέσον χλόης ἐπὶ ῥέον ὕδωρ〉. ⌜καὶ ἐνταῦθα δὲ τὴν 〈ἰτέαν〉 παρέλαβε διὰ τὸ ἀειθαλὲς καὶ νεαρὸν τοῦ φυτοῦ εἰς παράστασιν τοῦ πλήθους τῶν λογικῶν ὑδάτων τῶν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ ῥευσόντων.⌝ Τοσαύτη δέ τις ἔσται τότε προκοπὴ καὶ κατόρθωσις θεοσεβείας τῶν πάλαι τὴν 〈ἄνυδρον〉 καὶ τὴν 〈ἔρημον〉 οἰκούντων ὡς προστρέχειν τῷ θεῷ τοὺς πάντας, εἶθ᾽ ὥσπερ ἐν δρόμῳ προαρπάζειν τὴν τοῦ θεοῦ χάριν καὶ τὸν μὲν 〈λέγειν Τοῦ θεοῦ〉 εἰμι, 〈ἕτερον〉 δὲ 〈ἐπιγράφεσθαι〉 τὸ τοῦ 〈Ἰακὼβ ὄνομα〉, καίτοι μὴ ὄντα ἐξ αὐτοῦ, ἀπὸ δὲ τῆς 〈ἐρήμου〉 καὶ 〈ἀνύδρου〉 ὁρμώμενον ὅμως 〈ἐπιβοήσεται〉 τὴν προσηγορίαν τοῦ πάλαι χρηματίσαντος λαοῦ τοῦ θεοῦ.

διὸ εἴρηται· 〈οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈κληθήσεται τῷ ὀνόματι Ἰακώβ, καὶ ἄλλος ἐπιγράψει τῇ χειρὶ αὐτοῦ λέγων Τοῦ θεοῦ εἰμι, καὶ〉 πάλιν 〈ἕτερος ἐπὶ τῷ ὀνόματι τοῦ Ἰσραὴλ 〈βοήσεται〉〉, ⌜σεμνύνει ἑαυτὸν λέγων εἶναι 〈Ἰσραήλ〉. θαυμάσαι δὲ ἔστι καὶ καταπλαγῆναι ἀληθῶς τὴν τῶν προφητικῶν λόγων δύναμιν, ὡς αὐτοῖς ἔργοις τὰ ἀποτελέσματα παρειλήφαμεν. ἐν γοῦν τοῖς καθ᾽ ἡμᾶς αὐτοὺς γενομένοις διωγμοῖς πολλοὺς τῶν ἀλλοφύλων ἐθνῶν ἐθεασάμεθα προαρπάζοντας ἑαυτοῖς τὰς τῶν ἁγίων ἀνδρῶν προσηγορίας, ὧν ὁ μὲν ἑαυτὸν 〈Ἰακὼβ〉 ἐκάλει καὶ 〈ἕτερος Ἰσραήλ〉, ἄλλος δὲ Ἰερεμίαν καὶ Ἠσαΐαν ἕτερος καὶ Δανιὴλ πάλιν ἄλλος· τοιαῦτα γοῦν 〈ἐπιγραφόμενοι ὀνόματα〉 ἐπὶ τὸ μαρτύριον τοῦ θεοῦ σὺν πολλῷ θάρσει καὶ παρρησίᾳ παρῄεσαν.

ὃ δὴ σημαίνουσα ἡ προφητεία φησίν· 〈οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἄλλος ἐπιγράψει τῇ χειρὶ αὐτοῦ Τοῦ θεοῦ εἰμι, καὶ ἄλλος ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται〉.⌝ Περιγράψας ὁ λόγος τὴν προτέραν ὑπόθεσιν εὐαγγελικὴν οὖσαν διὰ τὸ θεσπίζειν τὴν εἰς ἀνθρώπους ἐπίλαμψιν τοῦ ἐκλεκτοῦ τοῦ θεοῦ καὶ εὐαγγελίζεσθαι τὰ κάλλιστα τῇ πάλαι ποτὲ ἀνύδρῳ καὶ 〈ἐρήμῳ〉 τῶν ἐθνῶν χώρᾳ, ἐξ ἑτέρας ἀρχῆς τὸν λόγον ἐνταῦθα ποιεῖται πρὸς τοὺς εἰδωλολάτρας τοῦ Ἰουδαίων ἔθνους, πρὸς οὕς φησιν· 〈Οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς Ἰσραήλ〉. ποίου δὲ 〈Ἰσραὴλ βασιλέα〉 αὐτὸν λέγει, διασαφεῖ ἑξῆς ἐπιφέρων· 〈καὶ ὁ ῥυσάμενος αὐτὸν θεὸς σαβαώθ〉, διδάσκων ὡς μόνου τοῦ 〈ῥυσθέντος Ἰσραὴλ〉 γένοιτ᾽ ἂν 〈βασιλεύς〉, οὐχὶ δὲ τῶν κατηγορουμένων ἐπὶ εἰδωλολατρίᾳ. τούτοις δὲ αὐτοῖς ὡς ἂν ταπεινοῖς τὰς φρένας καὶ ἐπτοημένοις ἔτι τότε περὶ τὴν εἰδωλολατρίαν ἔλεγχον προσάγει τῆς πλάνης παραινῶν καὶ διδάσκων μηδ᾽ ἕτερον ἡγεῖσθαι 〈θεὸν〉 ἢ μόνον αὐτὸν τῷ μηδὲ εἶναι μηδὲ μετ᾽ αὐτὸν ἕτερον. διό φησιν· 〈Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστι θεός〉. ἔνθα πάλιν προσήκει παρατιθέναι καὶ συνάπτειν τό· «καὶ ὁ παῖς, ὃν ἐξελεξάμην».

ἅπαξ γὰρ εἰρημένου διὰ τῶν ἔμπροσθεν τοῦ λόγου ἡμᾶς χρὴ μνημονεύοντας αὐτοῦ ἐφ᾽ ἑκάστῃ θεολογίᾳ τὸν αὐτὸν συμπαραλαμβάνειν λόγον· τὸ γὰρ εἰρημένον ἅπαξ καὶ μεμαρτυρημένον ὑπὸ τοῦ θεοῦ εἴρηται ἀληθῶς, τὸ δ᾽ ἀληθῶς λελεγμένον πανταχοῦ περιλαμβανόμενον ἀληθές ἐστι. τίς δὲ ἦν «ὁ παῖς, ὃν ἐξελέξατο» ἢ ἐκεῖνος περὶ οὗ εἴρηται· «ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι» καὶ τὰ τούτοις ἑπόμενα, δι᾽ ὧν τὸν Χριστὸν τοῦ θεοῦ σαφῶς ὁ λόγος παρίστη; ἀλλὰ τοῦτο μὲν διὰ τῶν ἔμπροσθεν παντοίαις ἀποδείξεσι παρέστη, πρὸς δέ γε τοὺς ἐμμένοντας τῇ εἰδωλολάτρῳ πλάνῃ καὶ πολλοὺς θεοὺς ὑπειληφότας εἶναι ὁ παρὼν λόγος διδασκαλίαν ἐκτίθεται τοῦ ‹πλὴν ἑνὸς μηδένα ἕτερον θεὸν› ἡγεῖσθαι· ἓν γὰρ τὸ ἀγέννητον καὶ μία ἡ κατὰ πάντων μοναρχικὴ ἐξουσία. εἰ δὲ καὶ ὁ λόγος τοῦ θεοῦ συμπεριλαμβάνεται τῇ τοῦ πατρὸς θεολογίᾳ· «Ἐν ἀρχῇ» γὰρ «ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἀλλ᾽ οὐκ ἦν εὔκαιρον τοῖς ἔτι ἐπτοημένοις περὶ τὰ ξόανα καὶ ἀγάλματα καὶ τὴν ἄψυχον ὕλην ἀνακαλύπτειν τὸ περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ μυστήριον.

διὸ τοῦτο μὲν ἐταμιεύετο εἰς τὴν αὐτοῦ τοῦ υἱοῦ παρουσίαν καὶ τὴν δι᾽ αὐτοῦ πᾶσι τοῖς μηκέτ᾽ εἰδωλολατροῦσι δωρηθεῖσαν χάριν, τοῖς γε μὴν ἔτι πλανωμένοις ἐν τῇ περὶ πλειόνων θεῶν δόξῃ ὡς καὶ ἀγάλμασιν ἀψύχοις καὶ παντοίοις ξοάνοις ὡς θεοῖς προσιέναι. τοιοῦτοι δὲ ἦσαν οἱ κατὰ τὸν προφήτην Ἰουδαῖοι.

Καταλλήλως τὸν ἔλεγχον ὁ λόγος προσφέρει λέγων· 〈τίς ὥσπερ ἐγώ; στήτω καλεσάτω καὶ ἀναγγειλάτω καὶ ἑτοιμασάτω μοι ἀφ᾽ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα〉· ⌜λεγέτω γὰρ εἴ τίς ἐστι θεός, ποῖον ἔργον ἑαυτοῦ δείκνυσι τῶν ἐν τῷ παντί. εἰ γὰρ εἷς ὁ κόσμος καὶ οὗτος συμφυὴς καὶ αὐτὸς ἑαυτῷ συνημμένος, εἷς ἂν γένοιτο καὶ ὁ τούτου δημιουργός· ἀλλ᾽ οὗτος «ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων», οἷα τοῦ παντὸς «γενεσιουργὸς θεωρεῖται». εἰ δέ τις εἰσάγει ἕτερον, δεικνύτω τοιοῦτον ὁμοίως κόσμον ἕτερον παριστάς· ἀλλ᾽ οὐκ ἔστιν ἕτερος παρὰ τὸν ὁρώμενον κόσμον, ‹οὐδὲ θεὸς ἄρα ἕτερος ἔσται›. εἰ δὲ ἔστι, 〈στήτω〉 φησὶ τοῦτο πρῶτον, λέγω δὲ τὴν ἑαυτοῦ δειξάτω ὕπαρξιν· ὅτι τέ ἐστιν ἐν οὐσίας ὑποστάσει καὶ ὅτι ἐφ᾽ ἑαυτῷ μένει καὶ ἕστηκεν. ἔπειτα φωνὴν ἀφεὶς λογικὴν καὶ θεῷ πρέπουσαν 〈ἀναγγειλάτω〉, τίνα ἔσται τὰ μετὰ ταῦτα γενησόμενα ἐν τῷ βίῳ, ἢ τὰ πάλαι ἐξ ἀρχῆς ὑποστάντα, ἀφ᾽ οὗ τὸν ἄνθρωπον ἐθέμην ἐπὶ τῆς γῆς καὶ μέχρι τοῦ παρόντος χρόνου· ἀπὸ γὰρ τούτου γνωσόμεθα, ὅτι ἔστι τις ἐν αὐτῷ λόγος.⌝ ἀλλὰ γὰρ «μὴ συσχηματίζεσθε» ἐγκαλυπτόμενοι ὡς εἰδότες μέν τι οὐ βούλομαι δὲ λέγειν· 〈οὔτε〉 γὰρ 〈ἠνωτίσασθε〉 οὔτε ἔγνωτε 〈ἀπ᾽ ἀρχῆς〉 τούτων οὐδέν.

ἐγὼ δὲ καὶ προεῖπον καὶ 〈προαπήγγειλα〉 διὰ τῶν ἐμαυτοῦ προφητῶν, ἀλλὰ καὶ ἔργοις ἐνεδειξάμην θεϊκῆς δυνάμεως πράξεις, ὧν 〈ὑμεῖς μάρτυρες〉, οἷς ταῦτα προσδιαλέγομαι, οἳ τὰ Μωσέως λόγια μεμαθηκότες, ὡς ὁμολογεῖν ὑμᾶς κἂν μὴ βούλοισθε μὴ 〈εἶναι πλὴν ἐμοῦ θεὸν ἕτερον〉. καθ᾽ ὃν γὰρ καιρὸν παρεῖχον ὑμῖν ὁρᾶν ‹τὰς› τῆς ἐμαυτοῦ θεότητος ‹ἀρετὰς› τὰς ἐν Αἰγύπτῳ φέρε ἢ τὰς ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης ἢ τὰς ἐπὶ τῆς ἐρήμου, ἐφ᾽ ἧς μυρία θαύματα ἐνεδειξάμην. οὐδεὶς ἦν σὺν ἐμοὶ τούτων οὐδ᾽ ἔτι πρότερον, ⌜οὐκ 〈ἀπ᾽ ἀρχῆς〉 φησι, τοῦτ᾽ ἔστι πρὸ τῶν τοῦ κατακλυσμοῦ χρόνων, καθ᾽ οὓς οὐδ᾽ αὐτῶν τῶν ἀψύχων ξοάνων τέκτονες ὑπῆρχον. καὶ τούτων 〈ὑμεῖς μάρτυρες〉 ὡς 〈οὐκ ἦσαν τότε〉, λέγω δὲ κατὰ τὴν ἀρχὴν τῆς τοῦ θνητοῦ βίου συστάσεως, 〈οἱ πλάσσοντες καὶ γλύφοντες θεοὺς〉 οὔπω γλυπτικῆς οὐδὲ πλαστικῆς τέχνης ἐν ἀνθρώποις εὑρημένης.⌝ εἰ δὲ καὶ ὀψέ ποτε ἐν τοῖς μετὰ ταῦτα χρόνοις πλεῖστοί τινες ἀνεφύησαν τοιοῦτοι, ἀλλ᾽ 〈αἰσχυνθήσονται πάντες〉 καὶ παύσονται λοιπὸν τῆς πλάνης ἐρυθριῶντες καὶ ἐγκαλυπτόμενοι· εἰ δὲ ἐπιμένοιεν τῇ ἑαυτῶν πλάνῃ, ἀπωλείᾳ παραδοθήσονται κατὰ τὸν τῆς ἐκδικήσεως καιρόν. ⌜τέως δὲ ὑμεῖς ἐπὶ τοῦ παρόντος, πρὸς οὓς ὁ παρὼν λόγος.

Τί δή ποτε μὴ λογίζεσθε παρ᾽ ἑαυτοῖς, τίς ἡ φύσις τῶν ἐν ἀψύχοις ἀγάλμασι θεοποιουμένων ὑμῖν; ἄρα γὰρ οὐ πρόχειρον τοῖς πᾶσιν ὁρᾶν ὡς ‹〈τεκτόνων〉› εἶεν ἔργα, 〈σκεπάρνοις〉 καὶ τρυπάνοις καὶ τοιούτοις τισὶν ὀργάνοις ἐσκευωρημένα, πένητος καὶ ἐνδεοῦς ἀνδρὸς ἐπίνοια, ὃς δι᾽ ἔνδειαν τροφῆς ἐνεργείας 〈ἄρτου〉 σχολῆς μηχανὴν πλάνης ἐξεύρετο;⌝ τί δὲ μὴ λογίζεσθε, τίς θεοῦ φύσις καὶ εἰ θεὸς τροφῆς δεῖται καὶ εἰ μὴ θυόντων ὑμῶν 〈πεινήσει〉, ἄρα 〈καὶ ἀσθενήσει〉 μὴ τραφεὶς ὁ θεός, ἢ κατὰ τὸν Σύμμαχον· 〈πεινάσει καὶ ἀσθενήσει καὶ ἀτονήσει καὶ οὐ πίεται ὕδωρ〉. διὰ τί γάρ φησι μὴ καὶ 〈ὕδωρ πίεται〉, εἰ ὅλως ἐν χρείᾳ ποτοῦ καθέστηκεν, εἰ δὲ μηδενὸς τούτων ὁμοίως ἀλόγῳ θρέμματι μεθέξει; τί δή ποτε πεπλάνησθε, ὦ μάταιοι, ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ εἰς ἔλεγχον τῆς τῶν ξοάνων ἀδρανείας;

Διελθὼν πρὸς τοὺς εἰδωλολάτρας τοῦ Ἰουδαίων ἔθνους ἐπιλέγει· 〈Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραήλ〉, ⌜ὡς ἐπιλελησμένων δὲ καὶ δεομένων τῆς τούτων ὑπομνήσεως διὰ παχύτητα λογισμοῦ ταῦτά φησιν.⌝ εἶθ᾽ ὑπομιμνῄσκει τὸν 〈Ἰσραὴλ〉 λέγων· 〈ὅτι παῖς μου εἶ 〈σύ〉· ἔπλασά σε〉 εἰς τὸ εἶναί 〈σε παῖδά μου〉. ⌜διόπερ ὀφείλεις τῆς σαυτοῦ μνημονεύειν ἀξίας καὶ πλάσμα θεοῦ ὢν αὐτὸς μὴ καθύβριζε σεαυτὸν ἄψυχον ὕλην χερσὶ βαναύσων ἀνδρῶν πεπλασμένην σεαυτοῦ προτιμῶν καὶ θεοποιῶν.⌝ εἶτα προτρέπων σπεύδειν ἐπὶ μετάνοιαν ἐπαγγέλλεται, εἰ ἐπιστρέψειαν ἄφεσιν αὐτοῖς τῶν προτέρων ἁμαρτημάτων παρέξειν.

διό φησιν· 〈ἀπήλειψα〉, ἀντὶ τοῦ· 〈ἀπαλείψω, ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου〉, καὶ προστίθησιν· 〈ἐπιστράφητι πρός με, καὶ λυτρώσομαί σε〉 ⌜ὡς ἀπεστραμμένῳ καὶ τοῖς πολεμίοις ἐκδεδομένῳ.⌝ Καὶ τοῦτο φήσας εἶτα προορῶν ὁ προφήτης πολλοὺς ἐξ αὐτῶν ὑπακουσομένους τῷ προφητικῷ λόγῳ ἐνατενίσας τούτοις χαίρειν τοὺς 〈οὐρανούς〉, λέγω δὲ τὰς οὐρανίους δυνάμεις ἐπὶ τῇ τούτων σωτηρίᾳ, προσφωνεῖ λέγων· 〈εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ἰσραήλ〉, ⌜ὡς ἂν ‹χαρᾶς ἐν 〈οὐρανῷ〉 γενησομένης ἐπὶ τοῖς μέλλουσι μετάνοιαν› τῶν προτέρων κακῶν ποιεῖσθαι,⌝ ἀλλὰ καὶ 〈σαλπίσατέ〉 φησι 〈τὰ θεμέλια τῆς γῆς〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈ἀλαλάξατε τὰ κατώτατα τῆς γῆς〉· ⌜εἰ γάρ τινές εἰσιν αἱ τὴν 〈γῆν〉 αὐτὴν ὑποστηρίζουσαι θεῖαι δυνάμεις, καὶ αὗται ἀλαλαγμὸν καὶ ὕμνον ἀναπεμπέτωσαν τῷ θεῷ. εἰκὸς δὲ 〈θεμέλια γῆς〉 χρηματίζειν τοὺς προφήτας αὐτοὺς καὶ πάντας τοὺς δικαίους καὶ θεοφιλεῖς ἄνδρας· τοῦτο γοῦν ἐδίδασκεν ὁ Ἀπόστολος φήσας· «ἐποικοδομηθέντες ἐπὶ τῷ 〈θεμελίῳ〉 τῶν ἀποστόλων καὶ προφητῶν».

ἀλλὰ καὶ 〈τὰ ὄρη βοάτωσάν〉 φησιν 〈εὐφροσύνης〉 ἀφιέντα φωνὰς καὶ 〈οἱ βουνοὶ δὲ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς〉 ὁμοίως δοξαζέτωσαν τὸν θεὸν ἐπὶ τῇ τῶν εἰρημένων μετανοίᾳ τε καὶ σωτηρίᾳ, 〈ὄρη〉 μὲν τὰς ἐπηρμένας καὶ μετεώρους ψυχὰς αἰνισσόμενος, 〈βουνοὺς〉 δὲ τὰς τούτων μετριωτέρας, 〈ξύλα〉 δὲ τὰς καρποφόρους. ἀλλὰ καὶ ἄλλως δὲ πάντα τὸν κόσμον καὶ τὰ τούτου μέρη τὸν θεὸν ὑμνεῖν προστάττει ἐπιλέγων· 〈ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται〉,⌝ ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈καὶ ἐν τῷ Ἰσραὴλ δοξασθήσεται〉. ὃ δὴ καὶ αὐτὸ ἔργοις ἐπληροῦτο ἐπὶ τῶν ἐν τῷ προτέρῳ λαῷ ἐκ τῆς τῶν προφητικῶν λόγων διδασκαλίας ὠφελημένων καὶ μεταβαλόντων ἐκ τῆς εἰδωλολάτρου πλάνης ἐπὶ τὴν κατὰ θεὸν εὐσέβειαν. ⌜Ἔλεγχον εἰδωλολατρίας προεκθέμενος ὁ λόγος διὰ τῶν προκειμένων ὡς ἂν παυσομένης τῆς εἰδωλολατρίας τοῖς ὠφελημένοις ἐκ τῆς προφητικῆς διδασκαλίας ἐπαγγελίας ποιεῖται ἐπανόδου τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας· ἐπειδὴ γὰρ εἰδωλολατροῦντες τοῖς Βαβυλωνίοις παρεδόθησαν, αὐτή τε ἡ Ἰερουσαλὴμ πολιορκίαν ὑπέμεινε καὶ παντελῆ καταστροφὴν κατὰ τοὺς Ἀσσυρίων χρόνους διὰ τὰ ἐν αὐτῇ τετολμημένα τοῖς οἰκήτορσι θεσπίζει τοῖς ταῦτα πεπονθόσιν ἐλευθερίαν κακῶν, εἰ παύσαιντο τῆς πλάνης.