Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Η κλήση του Κύρου, η πτώση της Βαβυλώνας και η αποκάλυψη της θείας βουλής (Ησ. 44:24-48)

Η προαναγγελία του Κύρου ως οργάνου του Θεού, η ανακαίνιση της Ιερουσαλήμ, ο έλεγχος της αλαζονείας των Χαλδαίων και οι πνευματικές επαγγελίες για το μέλλον του Ισραήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 16 από 25

ἐπληροῦτο δὲ ταῦτα κατὰ τοὺς Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος χρόνους· διόπερ καὶ αὐτοῦ μέμνηται ὀνομαστὶ τοῦ ‹Κύρου› σφόδρα θαυμασίως ἐγγύς που διακοσίοις ὕστερον ἔτεσι γενομένου καὶ τῆς αἰχμαλωσίας ἐλευθερώσαντος τὸν Ἰουδαίων λαόν, τόν τε νεὼν προστάξαντος τὸν ἐν τῇ Ἰερουσαλὴμ ἀνεγεῖραι.⌝ διόπερ ὡς ἐπὶ τοιαύτῃ ἀγαθῶν ἐπαγγελίᾳ διὰ τῶν ἔμπροσθεν ἐπεφώνει τοῖς 〈οὐρανοῖς〉 καὶ τοῖς 〈θεμελίοις τῆς γῆς〉, τοῖς τε 〈ὄρεσι〉 καὶ τοῖς 〈βουνοῖς〉 καὶ 〈πᾶσι〉 τοῖς 〈ξύλοις〉 ὑμνεῖν καὶ δοξάζειν τὸν θεόν, οἷς ἀκολούθως καὶ τὰ διὰ τῶν ἐν χερσὶν ἐπιφέρει λέγων· 〈Οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας〉. τίς δέ ἐστιν ὁ 〈πλάσσων ἐκ κοιλίας〉, διδάξει ἡ τοῦ Ἰερεμίου γραφή, ἐν ᾗ εἴρηται· «καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· πρὸ τοῦ με 〈πλάσαι〉 σε ἐν 〈κοιλίᾳ〉 ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε», λόγον κυρίου σαφῶς ὁ προφήτης ὑποστησάμενος τοῦτον εἶναι τὸν τῶν κατὰ γαστρὸς κυουμένων σωμάτων πλάστην διδάσκει. εἶτ᾽ ἐπειδήπερ ἐπάνοδον αὐτοῖς τὴν ἀπὸ τῆς αἰχμαλωσίας ᾐνίττετο, 〈λυτρούμενον〉 αὐτὸν εὐκαίρως ὠνόμασεν. ἐπεὶ δὲ σωματικώτεροι ἦσαν, οἷς ταῦτ᾽ ἐλέγετο, εἰκότως αὐτοὺς ὑπομιμνῄσκει, ὡς ἄρα αὐτὸς εἴη ὁ 〈ἐκ κοιλίας〉 αὐτοὺς 〈πλάσας〉. καὶ ἐπιλέγει· 〈Ἐγὼ κύριος ὁ συντελῶν πάντα〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὁ 〈ποιήσας πάντα〉.

καὶ πρῶτον μὲν 〈τὸν οὐρανόν〉 φησι 〈μόνος ἐξέτεινα〉, ἔπειτα 〈ἐστερέωσα τὴν γῆν〉· ⌜«πάντα» γὰρ «δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». 〈ἐξέτεινε〉 δὲ 〈τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσε τὴν γῆν〉 νεύματι καὶ βουλῇ τοῦ πατρός· «αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν».⌝ διὸ ἐν Παροιμίαις εἴρηται ἐξ αὐτοῦ προσώπου· «ἡνίκα ἡτοίμαζε τὸν 〈οὐρανόν〉, συμπαρήμην αὐτῷ»· ‹ἑτοιμάζοντι› μὲν γὰρ τῷ πατρὶ διὰ τοῦ βούλεσθαι καὶ διατάττειν ‹συμπαρῆν›, εἰς ἔργα δὲ προάγοντι διηκονεῖτο ἔργοις ἐπιτελῶν τὸ πρὸς τοῦ πατρὸς ὡρισμένα. διό φησιν· 〈ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν〉. ⌜ἡ μὲν οὖν 〈γῆ〉 ναστὴ οὖσα καὶ στερέμνιος, ὡς ἡδράσθαι ἀκινήτως τὸν σύμπαντα αἰῶνα, εἰκότως 〈ἐστερεῶσθαι〉 λέγεται· ὁ δὲ 〈οὐρανὸς〉 ἅτε ἐξηπλωμένος δι᾽ ὅλου 〈ἐκτετάσθαι〉. διὸ καὶ ἐν ἑτέροις εἴρηται· «〈ἐκτείνας τὸν οὐρανὸν〉 ὡσεὶ δέρριν».

Τίνα δέ ἐστιν ἅπερ ὁ τοσοῦτος διδάσκει κύριος, ἑξῆς ἐπιφέρει λέγων· 〈τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας〉; σημαίνει δὲ ὡς ἔσται τις μετὰ ταῦτα καιρός, ἐν ᾧ πᾶσαι αἱ 〈μαντεῖαι〉 καὶ τὰ χρηστήρια τῶν πάλαι νομιζομένων θεῶν 〈διασκεδασθήσεται〉 τῇ αὐτοῦ δυνάμει.⌝ ἀλλὰ καὶ ‹τοὺς› νομιζομένους ‹τοῦ αἰῶνος τούτου› 〈φρονίμους ἀποστρέψω〉 φησὶν 〈εἰς τὰ ὀπίσω〉 ‹μωρὰν› ἀποδεικνὺς ‹τὴν› νομιζομένην ‹αὐτῶν σοφίαν›. ⌜ταῦτα μὲν οὖν οὕτω διαθήσομαι· ‹τοῦ δὲ ἐμοῦ παιδὸς τοῦ ἀγαπητοῦ καὶ ἐκλεκτοῦ›, λέγω δὲ τοῦ Χριστοῦ μου, περὶ οὗ διὰ τῶν ἔμπροσθεν πλεῖστα ὅσα εἴρηται, 〈συστήσω τὰ ῥήματα καὶ τῶν ἀγγέλων〉 δὲ 〈αὐτοῦ〉, λέγω δὲ τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν, 〈τὴν βουλὴν ἐπαληθεῦσαι〉 ποιήσω. ἐγὼ δὲ τοίνυν ὁ ταῦτα μέλλων ποιεῖν ἐντεῦθεν ἤδη προλέγω καὶ ἐπαγγέλλομαι, ὅτι τὴν 〈Ἰερουσαλὴμ〉 μετὰ τὴν πρώτην καθαίρεσιν τὴν ὑπὸ Βαβυλωνίων γενησομένην ἀνακαινισθῆναι ποιήσω, ὡς καὶ 〈τὰς τῆς Ἰουδαίας πόλεις κατοικηθῆναι〉 καὶ τὰ ἐν αὐταῖς 〈ἔρημα〉 πάλιν «ὡς τὸ ἀπ᾽ ἀρχῆς» συστῆναι.

Ἀλλὰ καὶ τὴν πολυπλήθειαν τῆς κακίας 〈ἄβυσσον〉 ὀνομαζομένην 〈ἔρημον〉 καταστήσω καὶ 〈τοὺς ποταμοὺς〉 τῆς πολυπληθείας τῶν πόλεων 〈ἀποξηρανῶ〉, ὡς μηκέτι τὴν Βαβυλῶνα συστῆναι μήτε 〈τοὺς ποταμοὺς〉 αὐτῆς τοὺς πολλὰ δεδυνημένους ἐν πλήθει ὑποστῆναι. ταῦτα δὲ πάντα ποιήσω διακόνῳ χρησάμενος ἀνδρὶ τοῦ Περσῶν γένους βασιλεύοντι πρώτῳ. εἰ δὲ χρὴ καὶ ἐπ᾽ ὀνόματος προφητεῦσαι τούτου τὴν προσηγορίαν, 〈Κῦρος〉 ὄνομα θεσπιζομένῳ, ὃν προστήσομαι τῶν ἐμῶν λόγων ὑπηρέτην 〈φρόνησιν〉 αὐτῷ δωρησάμενος εὐσεβῆ, ὡς πάντα τὰ καταθύμιά μοι 〈ποιῆσαι〉 καὶ προστάξαι 〈τὴν Ἰερουσαλὴμ οἰκοδομηθῆναι〉 καὶ τὸν νεὼν τὸν ἐν αὐτῇ 〈θεμελιωθῆναι〉,⌝ ἢ κατὰ τὸν Σύμμαχον· ὁ 〈λέγων Κύρῳ Ποιμήν μου καί Πᾶν τὸ θέλημά μου πληρώσει, καὶ λέγων τῇ Ἰερουσαλήμ Οἰκοδομηθήτω, καὶ ὁ ναὸς θεμελιωθήσεται〉.

Ταῦτα γὰρ ἐμοῦ πράξαντος καὶ βουληθέντος ἔργοις ἐπιτελέσει 〈Κῦρος〉 ὁ Περσῶν βασιλεύς, διὸ καὶ 〈χριστὸν〉 αὐτὸν ὠνόμασα ὡς ὑπ᾽ ἐμοῦ προαχθέντα εἰς τὴν βασιλείαν. 〈χριστοὶ〉 γὰρ παρὰ τοῖς Ἑβραίοις πάντες οἱ ὑπὸ τοῦ θεοῦ προαγόμενοι βασιλεῖς ἐχρημάτιζον. ⌜ἀγαθὸν δὲ ὑπηρέτην ‹τῆς ἐμῆς βουλῆς› εὑρὼν τὸν δηλωθέντα ‹ἄνδρα›· ἐντεῦθεν ἤδη ἐπαγγέλλομαι 〈κρατήσειν αὐτοῦ τῆς δεξιᾶς〉 πρὸς τὸ μὴ παρατρέπεσθαι μηδὲ νικᾶσθαι ὑπό τινος κρείττονος. ὑποτάσσω δὲ αὐτῷ πλεῖστα ὅσα ἐν τοῖς λοιποῖς ἔθνεσι βασιλεύονται· δι᾽ αὐτοῦ δὲ 〈τὴν ἰσχὺν διαρρήξω〉 πάσης τῆς ἐν τοῖς λοιποῖς ἔθνεσι δυναστείας. πάντα δὲ λεῖα καὶ ὁμαλὰ καταστήσας πρὸ τῶν αὐτοῦ ποδῶν, θύρας πόλεων καὶ αὐτὰς ὅλας τὰς πόλεις ὑποχειρίους αὐτῷ παραδώσω ὡς μηδεμίαν ἐναντίαν αὐτῷ γενέσθαι.⌝ Ἀκουσάτω δὲ καὶ αὐτὸς ὁ 〈Κῦρος〉 τῆς τούτων προγνώσεως κατηξιωμένος τὰ πρὸς αὐτὸν λεγόμενα. ἴσθι τοίνυν, ὦ οὗτος, ὡς 〈ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ καὶ θύρας χαλκᾶς συντρίψω〉 καὶ τὰ δυ ..... καὶ ἑτέροις ἄλυτα ὡς ἂν 〈μοχλοῖς σιδηροῖς〉 ἀποκεκλεισμένα, ⌜τούς τε εἴσω τούτων τεταμιευμένους 〈θησαυροὺς〉 ἀφανεῖς καὶ 〈ἀοράτους〉 τοῖς προτέροις βασιλεῦσι γενομένους ἀναπετάσω σοι, ὡς ἂν αὐτοῖς ἔργοις γνῷς, ὅστις ποτέ εἰμι ὁ πρὸ τοσούτων ἐτῶν τὴν σὴν προσηγορίαν ταῖς προφητικαῖς γραφαῖς μου ὥσπερ ἐν στήλαις αἰωνίοις ἐγχαράξας.

εἰμὶ δὲ ὁ 〈θεὸς Ἰσραήλ〉, ὃν προσήκει καὶ σὲ μὴ ἀγνοεῖν, ὦ Κῦρε· πάντα γὰρ τὰ προλεχθέντα χαριοῦμαί σοι οὐ διά τι ἕτερον, ἀλλ᾽ 〈ἕνεκεν〉 τοῦ ἐμοῦ ‹λαοῦ›, ὃν ἐμαυτῷ ‹ἐξελεξάμην ἐξ ἁπάντων τῶν ἐθνῶν› διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν τιμήν.⌝ ἤδη γοῦν 〈ἐπ᾽ ὀνόματός σε καλέσας〉 καὶ 〈χριστὸν〉 ἀναγορεύσας προσεδεξάμην σε ὡς ἐμαυτοῦ οἰκεῖον καίπερ μὴ 〈ἐγνωκότα με〉, ἀλλ᾽ ‹ἑτέροις θεοῖς›, οὓς ἐκ πατέρων παρείληφας, προσανακείμενον καὶ μὴ εἰδότα, 〈ὅτι οὐκ ἔστιν ἕτερος πλὴν ἐμοῦ〉. πλὴν ἀλλ᾽ εἰ καὶ πρότερον μὴ τοῦτ᾽ ἠπίστασο, νῦν γοῦν μάθε, ἀφ᾽ ὧν διαπράξομαι, δι᾽ ὧν πάντες οἱ τὴν σύμπασαν οἰκουμένην οἰκοῦντες 〈γνώσονται, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ θεὸς ἕτερος〉. ⌜ἐξ αὐτῶν γὰρ τοῦτο μαθήσονται τῶν ἔργων· ὅτε γὰρ λυπηρὰ μὲν ἐχρῆν ἐπαγαγεῖν τῷ ἐμῷ λαῷ ἐπὶ ἐπιστροφῇ καὶ παιδείᾳ, τοῖς πολεμίοις αὐτὸν ἐξέδωκα ὥσπερ σκότῳ καὶ ὀργῇ παραδοὺς αὐτὸν τῶν ἀσεβημάτων αὐτοῦ χάριν. ὅτε δὲ λοιπὸν ἐπιστρέψαντα καὶ ὠφελημένον προσήκει ἀναλαβεῖν, ἀκόλουθον ἂν εἴη 〈φῶς εἰρήνης〉 καὶ πάντων τῶν ἀγαθῶν ἀνατελεῖν ἐπ᾽ αὐτόν· ἐξ ἐμοῦ γὰρ καὶ τὸ φῶς χορηγεῖται καὶ τὰ τῆς 〈εἰρήνης〉 πάντα, κρίσει δὲ τῇ ἐμῇ καὶ τὰ τῆς ὀργῆς ἐπάγεται.

διόπερ δόγμα παρ᾽ ἐμοῦ τοῦτο μάνθανε· ὡς ἄρα ἐγὼ αὐτὸς καὶ 〈φωτός〉 εἰμι δημιουργὸς καὶ 〈εἰρήνης〉 χορηγός, ὁμοίως δὲ καὶ 〈σκότους〉 καὶ τῶν νομιζομένων λυπηρῶν· ἅπερ 〈κακὰ〉 τοῖς πολλοῖς εἶναι νενόμισται, ὧν ποιητὴς ἂν λεχθείην κρίσει δικαίᾳ τὰ κατάλληλα τοῖς ἀξίοις ἐπάγων. 〈εἷς〉 τοίνυν 〈ἐγὼ θεός, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ ἕτερος ὁ ποιῶν ταῦτα πάντα〉, κἂν ἐναντία εἶναι δοκῇ, οὐκ ὄντα τῇ φύσει εἶναι ἐναντία. ἐπεὶ καὶ τὰ νομιζόμενα ὑπ᾽ ἐμοῦ ἐπάγεσθαι 〈κακὰ〉 τὰ μέγιστα συμβάλοιτ᾽ ἂν πρὸς ὠφέλειαν καὶ σωτηρίαν τῶν δι᾽ αὐτῶν σωφρονιζομένων.⌝ Ταῦθ᾽ ὥσπερ εὐαγγελισάμενος ὁ λόγος καὶ προθεσπίσας τὴν ἐπάνοδον τοῦ λαοῦ τὴν ἀπὸ τῆς πολεμίας τὴν κατὰ τοὺς χρόνους Κύρου γενομένην αὖθις ταῖς οὐρανίαις δυνάμεσιν ἐπιφωνεῖ λέγων· 〈εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην〉. ⌜ὥσπερ γὰρ ἦν καιρός ποτε, ‹ὅτε ταῖς 〈νεφέλαις〉 ἐνετειλάμην τοῦ μὴ βρέξαι› εἰς τὸν ἀμπελῶνα ‹ὑετόν›, οὕτω νῦν κατὰ καιρὸν ‹ταῖς ἐμαῖς 〈νεφέλαις〉› λογικαῖς οὔσαις προστάσσω μὴ αἰσθητὸν ὕδωρ, ἀλλ᾽ αὐτὴν 〈δικαιοσύνην ἄνωθεν〉 ἐξ ὕψους 〈ἐπιρραίνειν〉 τοῖς τὴν γῆν οἰκοῦσι.⌝ καὶ ἡ 〈γῆ〉 δὲ ἡ πάλαι διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ γενομένη ἔρημος ἀνανεωθεῖσα 〈βλαστησάτω〉 καρποὺς θεοσεβείας 〈ἔλεος καὶ δικαιοσύνην〉 ἐργαζομένη, 〈γῆν〉 δὲ καλῶ τοὺς οἰκήσοντας τὴν γῆν.

καὶ ταῦτ᾽ ἔσται φησὶν πάντα, ἐπείπερ 〈ἐγὼ κύριος ὁ κτίσας σε〉 ταῦτα γενέσθαι παρεκελευσάμην· ὡς γὰρ «ἐκ τοῦ μὴ ὄντος» ὑπέστησά σε καὶ παρήγαγον εἰς φῶς μὴ πρότερον ὄντα, οὕτω τῇ δυνάμει τῇ ποιητικῇ καὶ τὰ προλεχθέντα πάντα ἐπὶ πέρας ἄξω ἀνανεῶν σε καὶ ὥσπερ ἐξ ὑπαρχῆς 〈κτίζων σε〉. διὰ δὴ τούτων ἁπάντων ὁ προφητικὸς τυγχάνει λόγος προτρεπτικὰς ποιῶν τῷ λαῷ παρακλήσεις εἰς ἀποστροφὴν τῆς πολυθέου πλάνης ὁμοῦ καὶ τὴν τῶν μελλόντων πρόγνωσιν εἰδέναι παρέχων τοῖς ἐντυγχάνουσιν. εἰκὸς δὲ ἐκ τῆς παρούσης γραφῆς θάρσος ἀναλαβεῖν τὸν Κῦρον καὶ προθυμότερον γενέσθαι εἰς τὸ πρᾶξαι τὰ διηγορευμένα μεμαθηκότα, οἷα περὶ αὐτοῦ προλαβὼν ὁ θεὸς εἴρηκεν· τοιαύτης γὰρ βίβλου σῳζομένης παρὰ τοῖς ἐν Βαβυλῶνι Ἰουδαίοις οὐδὲν ἦν θαυμαστὸν τὸ καὶ ἐκφῆναι τὴν προφητείαν τῷ βασιλεῖ Κύρῳ ἅπαξ ὁρμήσαντι ἐξ ὑποβολῆς θεοῦ τὰ τῆς εἰς αὐτοὺς ἐνδείξασθαι εὐεργεσίας. ⌜μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ ἐν ταῖς Ἱστορίαις ὁ Ἰώσηπος τοῦτον γράφων κατὰ λέξιν τὸν τρόπον· Κῦρος ὁ βασιλεὺς λέγει· «ἐπεί με ὁ θεὸς ὁ μέγιστος τῆς οἰκουμένης ἀπέδειξε βασιλέα, πείθομαι τοῦτον εἶναι ὃν τὸ τῶν Ἰσραηλιτῶν ἔθνος προσκυνεῖ. καὶ γὰρ τοὐμὸν προεῖπεν ὄνομα διὰ τῶν προφητῶν, καὶ ὅτι τὸν ναὸν οἰκοδομήσω τὸν ἐν Ἱεροσολύμοις ἐν τῇ Ἰουδαίᾳ χώρᾳ».

ταῦτα δὲ ἔγνω Κῦρος ἀναγινώσκων τὸ βιβλίον, ὃ τῆς αὐτοῦ προφητείας ὁ Ἠσαΐας καταλέλοιπε πρὸ ἐτῶν διακοσίων δέκα. ταῦτα δὲ εἴρηται ἐν τῷ ἑνδεκάτῳ τῆς Ἀρχαιολογίας τόμῳ.⌝ Ἀντὶ τοῦ· 〈Ποῖον βέλτιον κατεσκεύασα〉 καὶ τῶν ἑξῆς ἀσαφῶς εἰρημένων παρὰ τοῖς Ἑβδομήκοντα, σαφεστέραν διάνοιαν ἐξέδωκεν ὁ Σύμμαχος οὕτως εἰπών· 〈Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτὸν καὶ ὄστρακον σὺν ὀστράκοις τῆς γῆς· μὴ ἐρεῖ πηλὸς τῷ πλάσαντι αὐτόν Τί ποιεῖς; καὶ τῷ ἔργῳ σου Οὔκ εἰσι χεῖρες αὐτῶν〉; κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται τοῦτον τὸν τρόπον· 〈Ὠὶ δικαζόμενος σὺν πλάσσοντι αὐτόν, κεράμιον σὺν τέκτοσι χθονός· μήτι ἐρεῖ ὁ πηλὸς τῷ πλάσσοντι αὐτόν Τί ποιήσεις; καὶ κατ᾽ ἔργου σου [οὗ] Οὔκ εἰσι χεῖρες αὐτῷ〉; κατὰ δὲ τὸν Θεοδοτίωνα οὕτως ἔχει· 〈Οὐαὶ ὁ κρινόμενος μετὰ τοῦ πλάσσοντος αὐτόν, ἀροτριῶν ἀροτριῶντας τὴν γῆν· μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ Τί ποιεῖς; καὶ τὸ ἔργον σου Οὐκ ἔχεις χεῖρας〉;

καί μοι δοκεῖ διὰ τούτων ὁ λόγος ἐπιτιμᾶν τοῖς μετὰ τὰς τοσαύτας εὐεργεσίας, ἃς κατέλεξε περὶ τῆς ἐπανόδου τῆς αἰχμαλωσίας καὶ περὶ τῆς ἀνοικοδομήσεως τοῦ ἐν τῇ Ἰερουσαλὴμ ναοῦ, μὴ προστρέχουσι τῷ θεῷ μηδ᾽ ὁμολογοῦσιν αὐτὸν εἶναι μόνον τὸν ἐπὶ πάντων θεὸν παιδεύοντα μέν, ὅτε καὶ βούλεται, τὸν ἑαυτοῦ λαόν, ἀναλαμβάνοντα δὲ αὐτὸν πάλιν καὶ εἰς τὴν ἑαυτοῦ χώραν ἐπανάγοντα, ὅτε τοῦτο γενέσθαι κρίνει· ⌜ὡς γὰρ πρὸς τοὺς ἀντιλέγοντας τῇ καθ᾽ ὅλου προνοίᾳ τε καὶ διοικήσει φησίν· 〈Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν〉. ὅτε μὲν γὰρ παιδείας καὶ ἐπιστροφῆς χρεία ἦν, καὶ συνέτριψα τὴν Ἰερουσαλὴμ ὡς ὄστρακον καὶ τὸν λαὸν ἐχθροῖς καὶ πολεμίοις παραδέδωκα· ὅτε δὲ πάλιν χρὴ μετὰ τὴν αὐτάρκη παιδείαν τὰ τῆς φιλανθρωπίας ἐνδείξασθαι, τότε 〈βελτίονα〉 τοῦ προτέρου 〈κατεσκεύασα〉 τὸν τότε νεὼν καὶ τὴν πόλιν 〈ὡς πηλὸν κεραμέως〉 μεταβαλὼν καὶ ἀνανεωσάμενος τὰ πάλαι συντετριμμένα.⌝ καὶ παρὰ τῷ Ἰερεμίᾳ δὲ τὰ ὅμοια ὧδέ πως λέλεκται· «καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· καὶ διέρριψε τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐναντίον αὐτοῦ τοῦ ποιῆσαι. καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ»;

καὶ ἐπὶ τοῦ παρόντος τοίνυν φησίν, ὅτι νῦν 〈βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως〉 τὸν πάλαι συντριβέντα λαόν. ἀντὶ δὲ τοῦ· 〈μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν〉, ὁ Θεοδοτίων οὕτως ἐξέδωκεν· 〈ὁ ἀροτριῶν τοὺς ἀροτριῶντας τὴν γῆν〉. αὐτὸς γὰρ ἐγὼ ὁ θεός, ὁ ὥσπερ δι᾽ ἀρότρου τοῦ ἐμοῦ λόγου τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους γεωργῶν καὶ 〈ἀροτριῶν〉 αὐτὸς 〈κατεσκεύασα ὡς πηλὸν κεραμέως〉 τὸν λαὸν καὶ τὸν νεὼν 〈βέλτιον〉 ἔργον ἀπεργασάμενος τοῦ προτέρου. μήτι οὖν δύναται ὁ 〈πηλὸς〉 διατάττειν 〈τῷ κεραμεῖ〉 ἢ ἀντιλέγειν τῷ πλάστῃ αὐτοῦ ἢ καταμέμφεσθαι αὐτῷ καὶ λέγειν· 〈Τί ποιεῖς ἢ τί οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας〉; ἀλλ᾽ ὥσπερ οὐκ ἂν εἴποι ταῦτα 〈τῷ κεραμεῖ ὁ πηλός〉, οὕτως οὐ θέμις τῷ πάντων ποιητῇ καὶ δημιουργῷ θεῷ, παρ᾽ ᾧ πάντες 〈πηλὸς〉 λελογίσμεθα, καταμέμφεσθαι. ⌜παιδευέσθω τοιγαροῦν πᾶς ἄνθρωπος ὁ «ἀπὸ γῆς» ληφθεὶς καὶ σῶμα γεῶδες περικείμενος, 〈πηλοῦ〉 τε μηδὲν διαφέρων παραθέσει τοῦ κτίσαντος αὐτόν, μὴ τολμᾶν ταῖς τοῦ θεοῦ διοικήσεσιν ἀντιλέγειν μηδὲ καταμέμφεσθαι τῆς προνοίας τοὺς λόγους·⌝ 〈οὐαὶ〉 γὰρ ὁ 〈ἀντιλέγων τῷ πλάσαντι αὐτόν〉.

Ἐξαιρέτως δὲ ὁ τῷ θεῷ ἀνακείμενος λαὸς καὶ 〈πατέρα〉 αὐτὸν ἐπιγραφόμενος φυλαττέσθω τι φθέγγεσθαι προπετῶς· 〈οὐαὶ〉 γὰρ ὁ 〈λέγων τῷ πατρὶ αὐτοῦ Τί γεννήσεις; καὶ τῇ μητρὶ αὐτοῦ Τί ὠδίνεις〉; κατὰ δὲ τὸν Σύμμαχον· 〈Τί ἐγέννησας καὶ τῇ γυναικί Τί ὠδίνεις〉; ⌜πολλοὶ γάρ εἰσιν οἱ φιλεγκλήμονες αἰτιᾶσθαι εἰωθότες· καὶ τί γὰρ ἀναγκαῖον ἦν τὴν ἀρχὴν εἰς τὸν βίον παρελθεῖν λέγοντες· Διὰ τί δὲ ταῦτα οὕτως γίνεται; Τίς δὲ τῶν τοιούτων ἦν χρεία;

ἔδει δὲ οὕτως γεγενῆσθαι, ἀλλὰ τούτοις μὲν ἀπόκειται τό· 〈οὐαί〉.⌝ Ἐπιλέγει δὲ ἑξῆς ὁ αὐτὸς 〈κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι〉, ὡς ἂν συμβουλεύοντές μοι ἤτοι 〈περὶ τῶν ἐμῶν υἱῶν ἢ περὶ τῶν ἔργων τῶν χειρῶν μου〉, ⌜τῆς μὲν νοερᾶς καὶ λογικῆς οὐσίας διὰ τῶν 〈υἱῶν〉 δηλουμένης, τῶν δὲ τοῦ κόσμου μερῶν διὰ 〈τῶν ἔργων τῶν χειρῶν〉 αὐτοῦ παρισταμένων.⌝ περὶ ὧν εἴ τις ἂν ἔχοι φησὶ πρὸς ἐπανόρθωσιν λέγειν τι, φερέτω εἰς μέσον καὶ λεγέτω· εἰ δὲ μηδὲν ἔχοι τις διδάσκειν, ἐρωτησάτω εἰ βούλοιτο καὶ πυνθανόμενος λόγον αἰτησάτω παρ᾽ ἐμοῦ 〈περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου〉, μανθανέτω δέ τίνα τρόπον διέπω καὶ διοικῶ προνοῶν καὶ κηδόμενος τῶν ἐπὶ γῆς ἁπάντων, ἐξαιρέτως δὲ τῶν διὰ τὴν ἐν αὐτοῖς λογικὴν οὐσίαν 〈υἱῶν μου〉 χρηματίσαι ἠξιωμένων 〈τῶν〉 τε 〈ἔργων τῶν χειρῶν μου〉, ὧν οὐ διαλείπω πρόνοιαν ποιούμενος. περὶ ὧν εἴ τινα ἀγνοεῖτε, μάθετε παρ᾽ ἐμοῦ διὰ τῶν ἐμῶν προφητῶν ἐρωτήσαντες.

Ταῦτ᾽ εἰπὼν ἑξῆς ἐπιφέρει διδασκαλίαν εὐσεβῆ τῆς αὐτοῦ παραστατικῆς προνοίας λέγων· 〈ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾽ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην〉. ⌜τίνα οὖν ἔχοιεν ταῦτα μέμψιν; ποῖον δὲ οὐχ ὑπεραίρει κάλλος ἢ ποῖον οὐ καλύπτει μέγεθος; τί δ᾽ οὐχὶ συμβαλεῖται ταῦτα πρός τε τὴν τοῦ παρόντος διακόσμησιν καὶ πρὸς τὸν ἐν ἀνθρώποις βιωφελῆ βίον; 〈γῆν〉 μὲν γὰρ 〈ἐποίησα〉 οὐκ ἔρημον οὐδὲ ἄχρηστον στοιχεῖον, οἰκητήριον δ᾽ ἀνθρώπων. διὸ καὶ τὰ λοιπὰ ζῷά τε καὶ φυτὰ εἰς χρῆσιν καὶ ὑπηρεσίαν ἀνθρώποις παρεσκεύασα, 〈οὐρανόν〉 τε 〈ἐστερέωσα〉 κοσμήσας 〈ἄστροις〉, οἷς 〈ἐνετειλάμην〉 εὔτακτον καὶ ἐναρμόνιον ποιεῖσθαι τὴν κίνησιν, ὡς τοτὲ μὲν «φαίνειν» τοῖς «ἐπὶ τῆς γῆς», τοτὲ δὲ εἶναι «εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ μῆνας καὶ ἐνιαυτούς».⌝ 〈Ἐγὼ〉 τοίνυν ὁ τῶν τοσούτων δημιουργὸς ἔργων μετὰ τῶν ἄλλων καλῶν καὶ τοῦτο διεπραξάμην τοῦ ἐμοῦ λαοῦ χάριν καὶ 〈ἤγειρα μετὰ δικαιοσύνης βασιλέα〉. ⌜τίνα δὲ τοῦτον ἢ ποῖον; ὁ μέν τις ἐρεῖ τὸν τῶν Περσῶν βασιλέα ‹Κῦρον›, οὗ καὶ διὰ τῶν ἔμπροσθεν ἐμνημόνευσεν ὁ λόγος, ὥστε περὶ αὐτοῦ λέγεσθαι τό· 〈καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈καὶ πάσας τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ〉.

καὶ 〈οὗτος οἰκοδομήσει τὴν πόλιν μου〉· δυνάμει γὰρ αὐτὸς ἦν ὁ 〈τὴν πόλιν οἰκοδομήσας〉 τὴν Ἰερουσαλὴμ διὰ τοῦ συγχωρῆσαι τοῖς ἐθέλουσιν ἀνιέναι ἀπὸ τῆς Βαβυλῶνος καὶ ἀνεγείρειν τὸν τόπον,⌝ ἀλλὰ 〈καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μού〉 φησιν 〈ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε κύριος ὁ θεός〉, ὃ καὶ ⌜αὐτὸ ἐπλήρου κατὰ τὴν ἱστορίαν ὁ δηλωθεὶς Περσῶν βασιλεύς. ἄλλος δ᾽ ἂν εἴποι ταῦτα λέγεσθαι περὶ τοῦ Ζοροβάβελ, ὃς ἀπὸ τοῦ βασιλικοῦ γένους ὁρμώμενος ἐκ φυλῆς Ἰούδα καὶ τῆς τοῦ Δαυὶδ διαδοχῆς⌝ καθηγήσατο μὲν τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τῶν ἐπανελθόντων εἰς τὴν Ἰουδαίαν, ᾠκοδόμησε δὲ τὸν νεὼν προφητευόντων Ἁγγαίου καὶ Ζαχαρίου, ὡς περὶ αὐτοῦ λελέχθαι τό· «αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν». ἕτερος δέ τις παρὰ τούτους ἀνοίσει τὰ προκείμενα ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ, «ὃν ὁ πατὴρ ἤγειρεν ἐκ νεκρῶν» «λύσας τὰς ὠδῖνας τοῦ θανάτου», κατέστησέ τε 〈μετὰ δικαιοσύνης βασιλέα〉, ὥστε αὐτὸν ἐπαληθεύοντα λέγειν· «ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ».

μόνου δὲ τοῦ Χριστοῦ 〈πᾶσαι〉 ἀληθῶς 〈αἱ ὁδοὶ〉 ἦσαν 〈εὐθεῖαι〉, καὶ αὐτὸς 〈ᾠκοδόμησε〉 τὴν ἀληθινὴν 〈πόλιν〉 τοῦ θεοῦ, καθ᾽ ἣν πεποίηται ἐπαγγελίαν εἰπών· «ἐπὶ τὴν πέτραν 〈οἰκοδομήσω〉 μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». 〈πόλις〉 γὰρ ὡς ἀληθῶς αὕτη ‹ἐκ λίθων› συνεστῶσα ‹ζώντων› τυγχάνει 〈πόλις〉 θεοῦ ἀκαθαίρετος «ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν» διήκουσα καὶ πληροῦσα πάντα τὰ ἔθνη διὰ τοῦ θεοσεβοῦς πολιτεύματος, ⌜ἀλλὰ καὶ τὴν τῶν ψυχῶν 〈αἰχμαλωσίαν〉 μόνος ὁ Χριστὸς τοῦ θεοῦ ὑπέστρεψε τῆς δαιμονικῆς πλάνης ἐλευθερώσας αὐτὰς καὶ δουλείας. καὶ τοῦτ᾽ ἔπραξεν 〈οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων〉, ὃ δὴ διδάσκει ὁ Ἀπόστολος εἰπών· «χάριτί ἐσμεν σεσῳσμένοι». καὶ εἴποι δ᾽ ἄν τις τὰ κατὰ τὸν Ζοροβάβελ ἢ κατὰ τὸν Κῦρον ἱστορικῶς γενόμενα εἰκόνας καὶ σύμβολα περιέχειν τῶν ἀληθῶν, τὰ δὲ κατὰ τὸν ἀληθῆ κύριον καὶ τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ πνευματικῶς πεπληρῶσθαι ὡς ἐπ᾽ αὐτοῦ μᾶλλον ἀληθεύειν τὸν λόγον τὸν φήσαντα· «τάδε λέγει κύριος τῷ χριστῷ μου Κύρῳ». κατὰ γὰρ τὸν πρόχειρον λέξιν οὔτε Χριστὸς ὢν τοῦ θεοῦ ὁ Περσῶν βασιλεὺς φαίνεται 〈οἰκοδομήσας〉 τὴν Ἰερουσαλήμ, ἀλλ᾽ οὐδ᾽ ὅλως κατὰ τὴν αὐτοῦ ζωὴν προὔκοψε τῆς οἰκοδομῆς τὸ ἔργον· μόνον γὰρ ἤρξαντο τῶν θεμελίων κατὰ τοὺς αὐτοῦ χρόνους, εἶτ᾽ ἐπισχεθέντος τοῦ ἔργου διέμεινεν ἔρημος ὁ τόπος μέχρι τῆς Δαρείου βασιλείας.

καὶ τὰ ἑξῆς δὲ ἐπιλεγόμενα μᾶλλον τῷ Χριστῷ τοῦ θεοῦ ἢ τῷ τῶν Περσῶν βασιλεῖ ἐφαρμόσειεν ἂν καὶ μᾶλλον τῷ ἡμετέρῳ σωτῆρι ἢ τῷ Ζοροβάβελ.⌝ 〈Οὕτως〉 γάρ φησι 〈λέγει κύριος σαβαώθ Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις. ⌜Αἴγυπτον〉 δέ φησι 〈κεκοπιακέναι〉 διὰ τῆς εἰδωλολάτρου πλάνης, ὁπηνίκα τῷ διαβόλῳ καὶ τοῖς περὶ αὐτὸν δαίμοσι πονηροῖς καταδεδούλωτο· πλὴν ἀλλ᾽ ὅμως διαναπαύεσθαι τοῦ κόπου τὴν 〈Αἴγυπτον〉 ἐπαγγέλλεται δι᾽ αὐτῆς πᾶν τὸ τῶν εἰδωλολατρῶν γένος αἰνιττόμενος.⌝ 〈καὶ ἡ ἐμπορία〉 δέ φησιν 〈Αἰθιόπων καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ〉 τὸν προφητευόμενον βασιλέα 〈διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι〉, ⌜δι᾽ ὧν σημαίνειν ἔοικε βάρβαρά τινα καὶ ἀνήμερα καὶ ἐν τοῖς ἐξωτάτω τῆς γῆς οἰκοῦντα ἔθνη, ἃ δὴ δουλεύσειν τῷ Χριστῷ θεσπίζει. διὸ ἐπιλέγει· 〈ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις⌝ καὶ προσκυνήσουσί σοι. Σαβὰ〉 δὲ ἔθνος ἐστὶν Αἰθιοπικόν, ὅθεν ‹βασίλισσα Σαβὰ› παραγέγονε ‹τῆς σοφίας Σολομῶντος ἀκουσομένη›.

ἀλλὰ καὶ τούτοις τέλος ἀγαθὸν ὑπισχνεῖται τὸ 〈προσκυνήσειν〉 τῷ προφητευομένῳ καὶ τὸ 〈προσεύξασθαι〉 ἐν αὐτῷ, ἐπειδήπερ ὁ θεὸς ἐν αὐτῷ ἦν καὶ διὰ τὸν ἐνοικοῦντα ἐν αὐτῷ θεὸν καὶ αὐτὸς θεὸς ἦν. 〈οὐκ ᾔδεισαν〉 δὲ τοῦτο πάλαι πρότερον οἱ 〈προσκυνοῦντες〉 αὐτόν, ὅμως δὲ γνόντες τὰ μεγάλα ὤναντο. αὐτὸς δὲ ἦν καὶ 〈τοῦ Ἰσραὴλ σωτήρ〉, διὸ καὶ τὸ Ἰησοῦς ὄνομα εἰς τὸν 〈σωτῆρα〉 μεταλαμβάνεται. ἐπειδὰν οὖν αἱ τῶν εἰδωλολατρῶν ψυχαὶ καὶ αἱ τῶν ἀνημέρων καὶ βαρβάρων ἀνδρῶν καταδουλωθεῖσαι τῷ Χριστῷ τοῦ θεοῦ 〈προσκυνήσωσιν〉 αὐτῷ καὶ αὐτῷ 〈προσεκύνησαν〉 γνοῦσαι αὐτὸν εἶναι θεὸν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα. τὸ τηνικαῦτα 〈αἰσχυνθήσονται 〈καὶ ἐντραπήσονται〉 πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ〉. ⌜ὅπως δὲ 〈κατῃσχύνθησαν καὶ ἐνετράπησαν πάντες οἱ〉 κατὰ καιροὺς 〈ἀντικείμενοι〉 γενόμενοι τῷ Χριστῷ, αὐτοί τε οἱ ἐκ περιτομῆς καὶ τῶν ἐθνῶν πάντες οἱ τοὺς κατὰ τῆς αὐτοῦ ἐκκλησίας διωγμοὺς ἐξάψαντες, παντὸς λόγου μᾶλλον ἡ διὰ τῶν ἔργων μαρτυρία παρίστησιν.⌝ ἀντὶ δὲ τοῦ· 〈ὅτι ἐν σοὶ ὁ θεός ἐστι, καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ〉, κατὰ τὸν Θεοδοτίωνα τοῦτον ἔχει τὸν τρόπον· 〈πλὴν ἐν σοὶ ἰσχυρός, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ〉· τοῦ γὰρ ἐν σοὶ κατοικοῦντος θεοῦ 〈ἕτερος οὐκ ἔστι〉.

πάλιν ἀντὶ τοῦ· 〈σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν〉, ὁ μὲν Σύμμαχος· 〈ὄντως〉 φησὶ 〈σὺ θεὸς κρυφαῖος〉, ὁ δὲ Ἀκύλας· 〈ἄρα σὺ ἰσχυρὸς ἀποκρυπτόμενος〉, ὁ δὲ Θεοδοτίων· 〈διὰ τοῦτο σὺ ἰσχυρὸς κρυφαῖος〉, τὸ ἀπόρρητον τῆς τοῦ Χριστοῦ θεολογίας διὰ τοῦ 〈κρυφαῖον θεὸν〉 αὐτὸν ὀνομάσαι δηλώσας. τούτοις ἑξῆς ἐπιφέρει· 〈ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος〉. ⌜καὶ ταῦτα δὲ ἀκολούθως συνῆπται περὶ τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ σωτῆρος ἡμῶν· αὐτοὶ γὰρ ἦσαν ὁ 〈σῳζόμενος Ἰσραήλ〉, καὶ δι᾽ αὐτῶν 〈ἀνεκαινίσθησαν〉 αἱ πολλάκις διὰ τῶν ἔμπροσθεν δηλωθεῖσαι 〈νῆσοι〉. αὗται δὲ ἦσαν αἱ ἐκκλησίαι τοῦ θεοῦ ὡς ὑπὸ θαλάσσης κυκλούμεναι ὑπὸ τῆς τοῦ βίου κακίας.⌝ ταύτας οὖν φησιν 〈ἐγκαινίζεσθαι〉 καὶ πρὸς αὐτὸν ἐπιστρέφειν διὰ τῆς τῶν ἀποστόλων αὐτοῦ κλήσεως, οἵτινες ἦσαν 〈Ἰσραὴλ σῳζόμενος ὑπὸ κυρίου σωτηρίαν αἰώνιον〉, οἷς καὶ τό· 〈οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος〉, ἐναργῶς ἥρμοττε μαρτυροῦντος τοῦ δι᾽ αὐτῶν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐπιτελεσθέντος ἔργου διὰ τῶν ἐκκλησιῶν τοῦ θεοῦ. ⌜Θέα δέ μοι διὰ τούτων ὅπως μεγάλως τετίμηται παρὰ τῷ πάντων ποιητῇ θεῷ τὸ τῶν ἀνθρώπων γένος.

διὸ καὶ τῆς κλήσεως αὐτὸς τῆς σωτηρίου κατηξίωσε καὶ πάντων τῶν διὰ τῆς παρούσης προφητείας ἐπηγγελμένων· ὥσπερ γὰρ τὸν οὐρανὸν εἰς διατριβὴν ἀγγέλων καὶ πνευμάτων ἁγίων ἀναγκαίως ὑπεστησάμην εἰς σύστασίν τε καὶ εἰς κόσμον τοῦ παντός, τὸν αὐτὸν τρόπον καὶ τὸ τῆς γῆς στοιχεῖον οὐκ εἰς ἀργὸν οὐδὲ εἰς ἄχρηστον κατεσκεύασα· οἰκητήριον δὲ αὐτὸ καὶ διατριβὴν τῶν ἐν αὐτῷ λογικῶς πολιτευομένων εἰργασάμην, οἳ καὶ θεὸν εἰδέναι καὶ θεοσεβῶς βιοῦν οἷοί τε ἦσαν, ἅτε ‹κατ᾽ εἰκόνα θεοῦ› πεποιημένοι. ὅπερ δ᾽ οὖν ἐν οὐρανῷ ‹ἄγγελοι λειτουργοὶ θεοῦ›, τοῦτ᾽ ἐπὶ γῆς ἄνδρες τῷ θεῷ μεμελημένοι⌝. ἐπεὶ τοίνυν τοσαύτης ἠξίωται παρ᾽ ἐμοὶ τιμῆς τὸ τῶν ἀνθρώπων γένος ὡς δι᾽ αὐτοὺς τὴν σύμπασαν γῆν ὑποστήσασθαι, εἰκότως τὸ κήρυγμα τὸ εὐαγγελικὸν προφανῶς πᾶσιν ἀνθρώποις ἀνεκήρυξα, ὅπως μὴ μόνοι Ἰουδαῖοι, ἀλλὰ καὶ πάντα τὰ ἐπὶ γῆς ἔθνη τῆς παρ᾽ ἐμοῦ τύχοιεν σωτηρίας. διὸ ἐπιλέγει· 〈Ἐγώ εἰμι κύριος, καὶ οὐκ ἔστιν ἔτι.

οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ〉· ⌜ἐπεὶ γὰρ ‹πᾶσα ἡ γῆ καὶ οἱ ἐν αὐτῇ› πάντες ἄνθρωποι ‹ἐμοί εἰσι›, διὰ τοῦτό φησι τοὺς ἐμαυτοῦ λόγους οὐκ εἴασα κρύπτεσθαι οὐδ᾽ ὥσπερ ἐν σκότῳ λανθάνειν, εἰς φανερὸν δ᾽ ἀγαγὼν πᾶσιν ἥπλωσα ‹ὡς πᾶσιν ἔθνεσι κηρυχθῆναι τὸ σωτήριον εὐαγγέλιον›.⌝ διὸ «εἰς πᾶσαν τὴν γῆν ὁ φθόγγος ἐξῆλθε» τῶν ἐμῶν ἀποστόλων «καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». σφόδρα δὲ ἀκολούθως συμβάλλεται ταῦτα τῷ· «ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος». δι᾽ ὧν ὁ λόγος τῶν ἐκκλησιῶν τοῦ θεοῦ καὶ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν μνημονεύσας ἀκολούθως ἐπήγαγε τό· 〈οὐκ ἐν κρυφῇ λελά〈λη〉κα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ〉, καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· 〈οὐ κρυφῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ〉. ⌜ἄντικρυς δὲ ταῦτα μόνῳ τῷ εὐαγγελικῷ ἁρμόζοιεν ἂν κηρύγματι· τὰ γὰρ Μωσέως λόγια εἴ τις ἐξετάζειν ἐθέλοι, εὕροι ἂν αὐτὰ 〈κρυφῇ λελαλημένα〉, γλώσσῃ δὲ Ἑβραΐδι, χαρακτῆρσι δὲ ἰδιάζουσι καὶ μὴ γνωριζομένοις παρὰ πᾶσιν. ἀλλὰ καὶ εἴ τις ἐννοήσειε τὸ «ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ» ὁ Μωσέως ἐξεδόθη νόμος, εὕροι ἂν αὐτὸν 〈ἐν τόπῳ γῆς σκοτεινῷ λελαλημένον〉.

οὐ μὴν ὁμοίως καὶ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· «εἰς πᾶσαν» γοῦν «τὴν γῆν 〈ἐξῆλθεν〉 ὁ φθόγγος» τῶν ἀποστόλων αὐτοῦ «καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». παντοίᾳ δὲ γλώττῃ καὶ πάσῃ φωνῇ, χαρακτῆρσί τε τοῖς καθ᾽ ἕκαστον ἔθνος παραδέδοται εἰς ἐξάκουστον πᾶσι τοῖς ἔθνεσι.⌝ διὸ εἴπερ τι ἄλλο καὶ τοῦτο θαυμαστῶς καὶ εὐκαίρως ἀναπεφώνηται, λέγω δέ· 〈οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ〉. τούτοις ἑξῆς ἐπιλέγει· 〈οὐκ εἶπον τῷ σπέρματι Ἰακώβ Μάταιον ζητήσατε〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈οὐκ εἶπον τῷ 〈σπέρματι〉 Ἰακώβ Ματαίως ζητήσατέ με〉, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· 〈οὐκ εἶπον τῷ σπέρματι Ἰακώβ Κενῶς ζητήσατέ με〉. ⌜πρώτους μὲν γάρ φησιν ἐκείνους ἀνεκαλεσάμην διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος καὶ πρώτοις αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγειλάμην ὥσπερ μισθοὺς τῆς εἰς ἐμὲ πίστεως αὐτοῖς ὑπισχνούμενος πρὸς τὸ μὴ νομίσαι αὐτοὺς 〈ματαίως〉 θεοσεβεῖν. διὸ καὶ ζωὴν αἰώνιον ἐπηγγειλάμην καὶ ἀγαθά, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». ἐπεὶ δὲ 〈θεός εἰμι λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν〉, κατὰ τὸν τῆς 〈δικαιοσύνης〉 λόγον μετ᾽ ἐκείνους πάντας ἀνθρώπους πρὸς ἐμαυτὸν ἀνεκαλεσάμην.

Ἐντεῦθεν ἤδη τοῖς πᾶσι κηρύττω λέγων· 〈συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν〉.⌝ ἀντὶ δὲ τοῦ· 〈βουλεύσασθε ἅμα〉, ὁ Σύμμαχος· 〈προσεγγίσατέ μοι οἱ διαπεφευγότες τῶν ἐθνῶν〉. ⌜ὁρᾷς ὅπως τοὺς 〈ἀπὸ τῶν ἐθνῶν〉 βουλομένους 〈σῴζεσθαι〉 προσκαλεῖται.⌝ ἐπειδὴ δὲ μὴ ὑπακούειν ἔμελλον τῷ κηρύγματι μηδὲ ὑποδέχεσθαι τῆς κλήσεως τὴν χάριν, ἐναπομένειν δὲ τῇ ἑαυτῶν ἀθέῳ πλάνῃ, ἀκολούθως καὶ τὴν περὶ τούτων ἐπισυνάπτει μνήμην λέγων· 〈οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ προσευχόμενοι πρὸς θεούς, οἳ οὐ σῴζουσιν αὐτούς〉. εἰ δ᾽ ἔχοιέν τι ὑπὲρ τῶν οἰκείων θεῶν λέγειν, προσίτωσάν μοι καὶ 〈ἐγγισάτωσάν〉 μοι· ⌜‹〈γνώσονται〉› γὰρ ἐγγὺς γενόμενοι «τὸν ἀληθινὸν θεόν», οὗ μέγα δεῖγμα τῆς θεότητος τοῦ προφητεῦσαι ταῦτα διὰ τῶν ἐμῶν προφητῶν καὶ τὸ 〈ἀπ᾽ ἀρχῆς ἀπαγγεῖλαι〉 ταῦτα εἰς τὰς ἀκοὰς ὑμῶν.⌝ διό φησι· 〈τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ᾽ ἀρχῆς; τότε ἀνηγγέλη ὑμῖν〉. ἀνθ᾽ οὗ ὁ Σύμμαχός φησιν· 〈ἐκ πρώτης τότε εἶπον αὐτά〉. εἰ γάρ τινα οἴεσθε εἶναι θεόν, εἴπατε τίς ἕτερος θεὸς ταῦτα γνοὺς προεῖπε; τίς δὲ προαπήγγειλε τὰ γενησόμενα; ἀλλ᾽ οὐδεὶς ἕτερος ἔγνω οὐδεὶς προεῖπεν, ἐπεὶ μηδὲ ἦν 〈ἄλλος θεός〉, μόνος δὲ ἐγὼ ταῦτα ἐθέσπισα.

διό φημι· 〈Ἐγὼ κύριος ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ〉. ⌜ἐθέσπισα δὲ καὶ προεῖπον, ἐπεὶ 〈δίκαιός〉 εἰμι 〈καὶ σωτήρ〉, διόπερ κατὰ τὸν τοῦ δικαίου λόγον πάντα τὰ ἔθνη καλῶ εἰς τὴν παρ᾽ ἐμοὶ σωτηρίαν.⌝ Οἷς ἀκολούθως ἐπιλέγει· 〈ἐπιστράφητε ἐπ᾽ ἐμὲ καὶ σωθήσεσθε, οἱ ἀπ᾽ ἐσχάτου τῆς γῆς〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈τράπητε πρός με καὶ σώθητε πάντα τὰ πέρατα τῆς γῆς〉. ⌜ὁρᾷς ὅπως καθολικὸν κήρυγμα πᾶσι τοῖς ἔθνεσι καταγγέλλει.⌝ καὶ προστίθησιν· 〈ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος. κατ᾽ ἐμαυτοῦ ὀμνύω Εἰ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη〉. καὶ πάλιν τὴν 〈δικαιοσύνην〉 προΐσχετε ‹μεθ᾽ ὅρκου› παραλήψεως «εἰς βεβαίωσιν» ‹τῆς ἐπαγγελίας›, «ἵνα διὰ δύο» φησὶν ὁ θεῖος Ἀπόστολος «πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν σχῶμεν». διὰ δὲ τῆς 〈δικαιοσύνης〉 τῆς παρ᾽ αὐτοῦ πᾶσιν ἀνθρώποις ἐπαγγέλλεται σωτηρίαν. καὶ 〈οἱ λόγοι〉 δέ 〈μού〉 φησιν οὗτοι 〈οὐκ ἀποστραφήσονται〉· ⌜ποῖοι δὲ 〈λόγοι〉 ἢ δι᾽ ὧν ἔλεγεν· 〈ἐπιστράφητε ἐπ᾽ ἐμὲ καὶ σωθήσεσθε, οἱ ἀπ᾽ ἐσχάτου τῆς γῆς〉;⌝ καὶ ἐπιφέρει· 〈ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ, ἤ· καὶ ὀμεῖται〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς 〈πᾶσα γλῶσσα τῷ θεῷ〉. θεσπίζει δὲ καὶ διὰ τούτων, ὅτι αὐτῷ 〈κάμψει πᾶν γόνυ〉, ⌜οὐχὶ τὸ Ἰουδαίων μόνον, ἀλλὰ καὶ τῶν λοιπῶν ἐθνῶν, οὗ μακαριώτερον οὐδὲν ἂν γένοιτο.

καὶ ταύτης δὲ τῆς προφητείας τὸ ἀποτέλεσμα ἐπληροῦτο τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ, μεθ᾽ ἣν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ τῇ καθ᾽ ὅλης τῆς οἰκουμένης πάντες συγκροτούμενοι λαοὶ 〈γόνυ〉 κλίνειν τῷ θεῷ ἐν ταῖς προσευχαῖς ἐδιδάχθησαν, καίτοι Ἰουδαίων τοῦτο ποιεῖν οὐκ εἰδότων.⌝ διὸ λέλεκται· 〈ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ〉· οὐκέτι γὰρ θεοῖς ἑτέροις οὐδὲ τῇ πλάνῃ τῆς εἰδωλολατρίας, ἀλλ᾽ 〈ἐμοὶ κάμψει πᾶν γόνυ〉 φησὶ τῷ ταῦτα προαγορεύοντι θεῷ ⌜〈καὶ ἐμοὶ ὀμεῖται πᾶσα γλῶσσα〉. ὅπερ καὶ ἀκόλουθον ἦν· οἱ γὰρ ἐμὲ τὸν θεὸν ἐπιγνόντες ἐν πᾶσι τοῖς ἔθνεσι διὰ παντοίας 〈γλώσσης〉 καὶ ὁμιλίας, ‹βαρβάρου τε καὶ Ἑλληνικῆς›, ‹ἐν τοῖς ὅρκοις› ἐμὲ μάρτυρα ‹παραλήψονται βεβαιοῦντες τὰς ἑαυτῶν πίστεις›.⌝ Οἱ δ᾽ αὐτοὶ οὗτοι ἐροῦσι 〈Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈δικαιοσύνη καὶ ἰσχὺς εἰς αὐτὸν ἐλεύσεται〉. ⌜πᾶσαι αἱ ἐν ἀνθρώποις ἀρεταὶ τέλος αὐτὸν ἕξουσι καὶ πᾶσα ἰσχὺς ἀνθρώπων τῶν ὑπὲρ θεοσεβείας ἀγωνισαμένων 〈πρὸς αὐτὸν ἐλεύσεται〉 καὶ τὸν τῶν καμάτων καρπὸν τήν τε ἀμοιβὴν τῆς ἀρετῆς λήψονται,⌝ 〈οἱ δὲ διορίζοντες ἑαυτοὺς ἀπ᾽ αὐτοῦ αἰσχυνθήσονται〉. διὸ καὶ ἐν ἑτέροις λέλεκται· «〈αἰσχυνθήσονται〉 πάντες οἱ προσκυνοῦντες γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν». πότε δὲ οὗτοι 〈αἰσχυνθήσονται〉 ἢ ὅταν 〈πᾶν γόνυ κάμψῃ τῷ θεῷ καὶ ἐξομολογήσηται αὐτῷ πᾶσα γλῶσσα〉.

Ἑξῆς τούτοις λέγεται· 〈δικαιωθήσονται καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ〉. ⌜καὶ θέα τὴν ἀκρίβειαν τοῦ λόγου· οὐ γὰρ τὸν 〈Ἰσραὴλ〉 εἶπεν οὐδὲ 〈τὸ σπέρμα Ἰσραήλ〉, ἀλλὰ 〈τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. υἱοὶ〉 δὲ 〈Ἰσραὴλ〉 ἐτύγχανον οἱ πρῶτοι κήρυκες τοῦ σωτηρίου εὐαγγελίου, ὧν 〈τὸ σπέρμα〉 καὶ τὴν διαδοχὴν 〈δικαιωθήσεσθαι〉 καὶ 〈δοξασθήσεσθαι〉 εἴρηται.⌝ καὶ ἐν ἀρχῇ δὲ τῆς προφητείας περὶ τῶν αὐτῶν εἴρητο· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν 〈σπέρμα〉, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν».

Περιγράψασα ἡ προφητεία τὰ περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν καὶ τὰ περὶ τῆς ἐκλογῆς 〈τοῦ σπέρματος τῶν υἱῶν Ἰσραὴλ〉 ἐπιστρέφει πάλιν πρὸς Ἰουδαίους τὸν λόγον καὶ τὴν τῆς εἰδωλολατρίας παντελῆ κατάλυσιν σημαίνει λέγουσα· 〈Ἔπεσε Βήλ, συνετρίβη Δαγών, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη. ⌜Βὴλ〉 δὲ εἴδωλον ἦν, ὅπερ Ἕλληνες καλοῦσιν ἤλ, ἑρμηνεύοντες αὐτὸν εἶναι τὸν παρ᾽ αὐτοῖς καλούμενον Κρόνον, περὶ ὃν οὕτως ἦσαν οἱ παλαιοὶ ἐπτοημένοι ὡς κατασφάττειν αὐτῷ τὰ ἑαυτῶν φίλτατα καὶ ἄλλας μυρίας ἀνθρωποθυσίας αὐτῷ κατὰ πάντα τόπον προσφέρειν. 〈Δαγὼν〉 δὲ καὶ αὐτὸ ξόανον ἦν τῶν ἀλλοφύλων τῶν τὴν Ἀσκάλωνα καὶ τὴν Γάζαν οἰκούντων. καὶ δὴ μερικῶς τούτων μνημονεύσας ὁ λόγος ἑξῆς καθολικώτερον περὶ πάντων τῶν ἁπανταχοῦ θεοποιουμένων ἐπιφέρει· 〈ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη〉. καὶ ταῦτα δέ ἐστι καθ᾽ ὅλης συνιδεῖν τῆς Αἰγύπτου, ἔνθα πᾶν 〈θηρίων〉 καὶ 〈κτηνῶν〉 γένος σέβειν ὡς θεοὺς εἰώθασι.⌝ κατὰ δὲ τὸν Σύμμαχον· 〈ἐγένετο τὰ εἴδωλα αὐτῶν ζῴοις ἔκδοτα〉, ἅτε δὴ ἀπορριφέντα καὶ εἰς παντελῆ καταστάντα ἐρημίαν. τούτοις ἑξῆς εἴρηται· 〈αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ κτήνεσιν βαστάγμασιν ὑμῶν γόμοι ἄρσεως εἰς ἔκλυσιν.

ἐβαρήθησαν, ὑπερεταλάντησαν ὁμοῦ, οὐκ ἐδυνήθησαν ἐπισῶσαι τὸν βασταγμόν〉. ⌜ταῦτα δὲ καὶ αὐτοῖς ἔργοις καθ᾽ ἡμᾶς ἐπληροῦτο πρὸς λέξιν, καὶ κατὰ διάνοιαν δὲ βαρὺ καὶ δυσβάστακτον καὶ διαβολικὸν 〈φορτίον〉 ταῖς τῶν ἀνθρώπων ψυχαῖς τῆς εἰδωλολάτρου πλάνης ἐπέκειτο πάλαι.⌝ διὸ λέλεκται· ὥσπερ 〈πεινῶντι〉 καὶ μηκέτι ἔχοντι 〈ἰσχὺν〉 ἀλλ᾽ 〈ἐκλελυμένῳ〉 ἀπὸ ἀτροφίας ἐπιθείη τις 〈φορτίον〉, οὕτω βαρύτατα εἶναι τὰ δαιμονικὰ βάρη τοῖς δεδουλωμένοις αὐτῶν τῇ πλάνῃ ἀσώτοις τισὶ καὶ μὴ οἵοις τε 〈σωθῆναι ἀπὸ〉 τοῦ καταλαβόντος αὐτῶν τὰς ψυχὰς 〈πολέμου〉, ἐν ᾧ δίκην 〈αἰχμαλώτων〉 κλοιοῖς καὶ δεσμοῖς διαβολικοῖς περιβληθέντες 〈ἀπήχθησαν〉. διό φησιν· 〈οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν〉.

Ταῦτα τὸ Ἰουδαίων ἔθνος διδάσκων ὁ λόγος εἰς ἀποτροπὴν τῆς συνεχούσης αὐτοὺς εἰδωλολατρίας εἰς αὐτῶν πρόσωπον ἑξῆς προσφωνεῖ λέγων· 〈Ἀκούσατέ μου, οἶκος τοῦ Ἰακὼβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ〉, ⌜ἀλλ᾽ οὔτε 〈Ἰακὼβ〉 αὐτοὺς καλεῖ οὔτε 〈Ἰσραὴλ〉 ὀνομάζει, 〈οἶκον〉 δὲ αὐτὸν μόνον τοῦ 〈Ἰακὼβ〉 διὰ τὴν κατὰ σάρκα οἰκειότητα καὶ κατάλοιπον ὡσανεὶ περίττευμα καὶ τρύγα τοῦ Ἰσραήλ.⌝ εἶτ᾽ ὀνειδίζει αὐτοὺς τὴν ἐξ ἁπαλῶν ὀνύχων μελέτησιν καὶ ἐκμάθησιν τῶν θείων ἀναγνωσμάτων, ἃ δὴ μανθάνοντες 〈ἐκ παιδίου〉 καὶ εἰς 〈γῆρας〉 ‹εἰς κενὸν ἐμελέτησαν›, ὡς διὰ τοῦτ᾽ εἰρῆσθαι τό· «καὶ λαοὶ ἐμελέτησαν κενά». δεῖγμα δὲ μέγιστον τοῦ ‹εἰς κενὸν καὶ μάταιον› τὴν τῶν θείων γραφῶν μελέτην αὐτοὺς πεποιῆσθαι τὸ εἰσέτι τότε εἰδωλολατρεῖν καὶ δεῖσθαι λόγων προφητικῶν εἰς ἔλεγχον καὶ ἀποτροπὴν τῆς πλάνης. ἀλλ᾽ εἰ καὶ ὑμεῖς φησι τοιοῦτοι, 〈ἐγὼ〉 θεὸς ὢν ὁ αὐτὸς ἐμαυτῷ ἔσομαι καὶ οὐ παύσομαι εἰσφερόμενος σπουδὴν πρὸς τὸ 〈σῶσαι ὑμᾶς〉.

Ἔτι καὶ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποτείνεται, ὃν οὐκέτι ‹παῖδα αὐτοῦ› ἐκάλει οὐδὲ ‹ἐκλεκτὸν καὶ ἀγαπητὸν Ἰσραήλ›· αὗται γὰρ αἱ προσθῆκαι διὰ τῶν ἀνωτέρων τὴν ἐξ αὐτῶν ἐκλογὴν ἐδήλουν. φησὶν οὖν πρὸς αὐτούς· Ὑμεῖς μέν, ὦ οὗτοι 〈ἐκ παίδων〉 καὶ 〈ἐξ〉 αὐτῆς 〈κοιλίας〉 ὡς εἰπεῖν τὰ θεῖα λόγια 〈παιδευόμενοι〉 καὶ 〈καταγηρῶντες〉 ἐν αὐτοῖς, οὐδὲν πρὸς ψυχῆς ὠφέλειαν ἐξ αὐτῶν ἐκαρπώσασθε· 〈ἐγὼ〉 δὲ καὶ μετὰ τοσαύτας ὑμῶν ἀποπτώσεις ἔτι καὶ νῦν 〈ἀνεχόμενος〉 εἰς μετάνοιαν ὑμᾶς προσκαλοῦμαι, ἐπειδήπερ ἐμὸν τυγχάνετε ὄντες ποίημα. 〈ἐγὼ〉 γὰρ 〈ἐποίησα〉, διὸ 〈κἀγὼ ἀνέχομαι〉· ἐπαγγέλλομαι δὲ καὶ συγχώρησιν ποιήσασθαι τῶν ἡμαρτημένων ὑμῖν, εἰ μεταβαλεῖσθε. διό φημι· 〈καὶ ἐγὼ ἀνήσω〉 καὶ πάλιν 〈ἀναλήψομαι ὑμᾶς καὶ σώσω〉.

Καὶ τὰ μὲν τῆς ἐμῆς προτροπῆς τοιαῦτα, ⌜ὑμεῖς δὲ λογίσασθε εἰς ποίας ἐκπεπτώκατε θεομαχίας καὶ δυσσεβείας τολμήσαντες 〈ὁμοιῶσαί με〉 τοῖς μὴ οὖσι καὶ ἐν οὐδενὶ λόγῳ θέσθαι τὴν ἐμὴν θεότητα. ἰσότιμον δέ με ἔθεσθε τῇ ἀψύχῳ ὕλῃ, ἣν ἐπλάσασθε· 〈χρυσίον〉 καὶ 〈ἀργύριον〉 ἐκ συμβολῆς συνάγοντες καὶ διὰ χειρῶν ἀνθρωπίνων ἀνειδωλοποιήσαντες, οἷς δὲ 〈προσκυνεῖν〉 οὐκ αἰσχύνεσθε μήτε βαδίζειν μήτε 〈κινεῖσθαι〉 δυνατοῖς οὖσιν, ἀλλ᾽ ἐπ᾽ 〈ὤμων〉 φερομένοις καὶ ὑφ᾽ ἑτέρων ὠθουμένοις καὶ μήτε 〈ἀκούειν〉 μήτε αὐτοὺς 〈σῴζειν〉 δυνατοῖς.

τούτοις ὅμοιον κἀμὲ εἶναι ἐλογίσασθε, ὦ τὰς ψυχὰς πεπηρωμένοι.⌝ Ἀλλὰ γὰρ βραχύ τι διαβλέψαντες ἐννοήσατε εἰς οἷον ἀσεβείας βυθὸν ἐξωκείλατε· τούτων δὲ αὐτῶν 〈μνησθέντες μετανοήσατε καὶ ἐπιστρέψατε〉 ὀρθοῖς λογισμοῖς εἰς ἔννοιαν τῆς ἐμῆς θεότητος, ἐννοήθητέ τε παρ᾽ ἑαυτοῖς ὡς ἐξ αἰώνων ἀπείρων καὶ πρὸ παντὸς ἐπινοουμένου χρόνου 〈ἐγώ εἰμι, καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ θεός〉. ⌜Τούτου δὲ μέγιστον ἀνθρώποις μαρτύριον διὰ τῶν ἐμαυτοῦ προφητῶν παρεστησάμην τὰ μέλλοντα θεσπίσας καὶ τὰ μακροῖς ὕστερον χρόνοις γενησόμενα προειπών, ἃ καὶ δι᾽ ἔργων ἐξετέλεσα καὶ αὖθις ἐπιτελέσω ἐν τοῖς ἐπιοῦσι χρόνοις. 〈καὶ πάντα〉 δὲ 〈ὅσα βεβούλευμαι〉 καὶ ὥρισα ἀραρότως γενήσεται ἐμοῦ τέλος ἐπιθήσαντος τοῖς ἐμαυτοῦ λόγοις· ὅτε καὶ 〈βούλομαι〉 διὰ τοῦ καλεῖν τοὺς ἐμαυτοῦ ὑπηρέτας δι᾽ ἀέρος φερομένους ὀρνέων καὶ πετηνῶν δίκην, λέγω δὲ τὰς ἀγγελικὰς δυνάμεις καὶ «τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν».⌝ οὕτως γοῦν 〈καλῶν ἀπὸ ἀνατολῶν πετηνόν, ἢ ὄρνεον〉 κατὰ τὸν Σύμμαχον, 〈καὶ ἀπὸ γῆς πόρρωθεν〉 τὰς ἐμοὶ διακονουμένας θείας δυνάμεις. ἅπερ πρότερον 〈ἐλάλησα〉 διὰ τῶν ἐμαυτοῦ προφητῶν, ταῦτα δι᾽ αὐτῶν ἔργοις ἐπιτελέσω.

κατὰ δὲ τὸν Σύμμαχον καὶ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈πᾶν〉 φησι 〈τὸ θέλημά μου ποιήσω, καλῶν ἀπὸ ἀνατολῶν ὄρνιν ἀπὸ γῆς πόρρωθεν, ἄνδρα βουλῆς μου· καίγε ἐλάλησα, καίγε ἄξω αὐτό, 〈ἔπλασα〉 καὶ ποιήσω αὐτό. ἄνδρα δὲ βουλῆς〉 αὐτοῦ τίνα ἂν εἴποις ἢ τὸν Χριστὸν αὐτοῦ, ὃν ἀνακαλεσάμενός φησιν 〈ἐκ γῆς πόρρωθεν〉, δηλαδὴ ἐκ τῶν τοῦ ᾅδου μυχῶν. πάντα ὅσα πρὸ τούτου ἐπηγγειλάμην, εἰς ἔργα δι᾽ αὐτοῦ χωρῆσαι 〈ποιήσω〉.

Ἔτι καὶ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν εἴρηται, ἅπερ συνάψαι προσήκει τοῖς ἀνωτέρω εἰρημένοις, δι᾽ ὧν προσφωνήσας αὐτοῖς ὁ λόγος καὶ εἰπών· «Ἀκούσατέ μου, οἶκος τοῦ Ἰακὼβ καὶ τὸ κατάλοιπον τοῦ οἴκου Ἰσραὴλ» ἐπήγαγε· «τίνι 〈με〉 ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι». ἀλλ᾽ ἐκεῖ ‹πλανωμένους› αὐτοὺς ὠνόμαζεν, ἐνταῦθα δὲ 〈ἀκούσατέ μού〉 φησιν, 〈οἱ ἀπολωλεκότες τὴν καρδίαν〉, ἀνθ᾽ οὗ ὁ Σύμμαχος 〈σκληροκάρδιοι〉 ἡρμήνευσε. καὶ προστίθησιν· 〈οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης〉, ἀλλ᾽ ὑμεῖς μέν φησιν 〈ἐμακρύνατε〉 ἑαυτοὺς τῆς ἐμῆς 〈δικαιοσύνης〉, ἐγὼ δὲ οὐ καθ᾽ ὑμᾶς ἔπραξα, κατὰ δὲ τὴν φιλανθρωπίαν ὡς θεὸς ἀγαθὸς καὶ δίκαιος 〈τὴν δικαιοσύνην μου ἤγγισα καὶ τὴν σωτηρίαν τὴν παρ᾽ ἐμοῦ οὐ βραδυνῶ〉. καὶ ταῦτα πράξω οὐ μέλλων οὐδὲ 〈βραδύνων〉, ἀλλ᾽ ἐντεῦθεν ἤδη 〈δώσω ἐν Σιὼν σωτηρίαν καὶ τῷ Ἰσραὴλ δόξαν〉· οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· 〈δώσω ἐν Σιὼν σωτήριον καὶ τῷ Ἰσραὴλ δόξαν〉. τῇ μὲν οὖν ἐμαυτοῦ φιλανθρωπίᾳ χρώμενος ταῦτα τῇ 〈Σιὼν〉 καὶ τῷ 〈Ἰσραὴλ δώσω, τὴν〉 δὲ 〈δικαιοσύνην μου〉 ἐνδείξομαι ἐν τῷ ἐπεξιέναι τοῖς πολιορκήσασιν αὐτούς.

Χαλδαῖοι δὲ ἦσαν οὗτοι καὶ Βαβυλώνιοι, πρὸς οὓς μεταβαίνων ἀποτείνεται προαγορεύων αὐτοῖς καθαίρεσιν τῆς βασιλείας καὶ ταπείνωσιν τοῦ ὕψους, ἐφ᾽ ᾧ ἐμεγαλαύχουν μακροῖς χρόνοις δυναστεύσαντες τῶν ἐθνῶν. ⌜προσωποποιεῖται δὲ ἐν τούτοις τὴν βασιλείαν αὐτῶν 〈θυγατέρα Βαβυλῶνος〉 ὀνομάζων αὐτήν· καλεῖ δὲ αὐτὴν καὶ 〈παρθένον〉 διὰ τὸ ὡραΐζεσθαι καὶ καλλωπίζεσθαι 〈παρθένου〉 δίκην, βούλεσθαί τε φαίνεσθαι νέαν καὶ κόρην εἶναι νομίζεσθαι. εἶθ᾽ ὡς ἐν ὕψει καθημένῃ διαναστῆναι αὐτῇ προστάττει καὶ 〈καταβῆναι〉 ἀπὸ τοῦ ἑαυτῆς θρόνου, 〈καθεσθῆναί〉 τε 〈ἐπὶ τῆς γῆς〉 καὶ ἀποκρύψαι ἑαυτῆς τὴν ἀσχημοσύνην, ἣν πείσεται ἐκ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς.⌝ τοῦτο δὲ σημαίνει φάσκων· 〈εἴσελθε εἰς τὸ σκότος〉. εἶθ᾽ ὡς ἐπὶ 〈παρθένου〉 προσωποποιῶν τὴν βασιλείαν 〈οὐκέτι〉 φησὶ 〈κληθήσῃ ἁπαλὴ καὶ τρυφερά〉.

Ὁποῖα ἐτύγχανες πάλαι ποτὲ κατεντρυφῶσα ὡς πάντας τοὺς ἀρχομένους ὑπὸ σοῦ τοιούτοις τισὶν ὀνόμασιν ἐπὶ σοῦ κεχρῆσθαι. διὸ ⌜ἀποθεμένη τὴν βασιλικὴν ἐκείνην τρυφὴν θεραπαίνης τρόπον κακοπαθοῦς τινος καὶ μυλωθρίδος παρασκεύασον σεαυτὴν δουλεύειν τοῖς σαυτῆς δεσπόταις, 〈μύλον〉 δηλαδὴ 〈λαβοῦσα〉 ἐν αὐτῷ 〈ἄλεσον〉 τὴν σκληρὰν ταύτην καὶ ἐπίπονον θητείαν τῆς παλαιᾶς τρυφῆς ἀντικαταλλαξαμένη.⌝ ἀλλὰ καὶ 〈τὸ κατακάλυμμά σου〉, ᾧ τὴν κεφαλὴν περιέσκεπες χρυσῷ καὶ λίθοις καὶ τῇ λοιπῇ κομμωτικῇ περιεργίᾳ κατακεκοσμημένη περίελε ἀπὸ σοῦ. καὶ ἐπειδὴ μακροῖς χρόνοις παλαιωθεῖσα καὶ καταγηράσασα ἐν τῇ τῶν ἐθνῶν κατατυράννιδι ἀπέκρυπτες τὸ γῆρας καὶ τὴν παλαιότητα 〈ἐγκαλύπτουσα〉 τὰς σαυτῆς 〈πολιὰς〉 τῇ τοῦ κόσμου περιβολῇ ὡς νομίζεσθαί σε 〈παρθένον ἁπαλὴν καὶ τρυφερὰν〉 εἶναι. ἄκουε νῦν ἐλεγχομένη ὡς δεήσει σε 〈τὰς〉 ἐπὶ τῆς κεφαλῆς 〈πολιὰς ἀνασῦραι〉 καὶ τοῖς πᾶσι τὴν σαυτῆς ἐνδείξασθαι παλαιότητα. κατὰ δὲ τὸν Σύμμαχον· 〈κάλυψαί〉 φησιν 〈ὦτα, ἀποκάλυψαι κνήμην, πάρελθε ποταμούς· ἀποκαλυφθήτω ἡ αἰσχύνη σου, καὶ γὰρ ἐφάνη τὸ ὄνειδός σου· ἐκδίκησίν σου λήψομαι, καὶ οὐκ ἀντιστήσεται ἐν ἐμοὶ ἄνθρωπος〉. ταῦτα κατὰ τὸν Σύμμαχον, δι᾽ ὧν ἀπαγωγήν τινα τὴν ἐπ᾽ ἀλλοδαπῆς χώρας καὶ ὥσπερ αἰχμαλωσίαν τὴν ὑπ᾽ ἐχθροῖς καὶ πολεμίοις ὁ λόγος ἀποτελεῖ τῇδε δουλωμένῃ.

ἐκ δὲ τῆς τούτων παραθέσεως καὶ ἡ παρ᾽ ἡμῖν ἀνάγνωσις σαφηνισθήσεται. ἀντὶ γὰρ τοῦ· 〈τὸ δίκαιον ἐκ σοῦ λήψομαι, οὐκέτι μὴ παραδῶ ἀνθρώποις〉, ὁ Σύμμαχος· 〈ἐκδίκησίν〉 φησι 〈λήψομαι, καὶ οὐκ ἀντιστήσεταί μοι ἄνθρωπος〉. ἀντὶ δὲ τοῦ· ὁ 〈ῥυσάμενός σε, κύριος σαβαώθ〉, Ἀκύλας· 〈ἀγχιστεύων ἡμῶν κύριος〉, ὁ δὲ Σύμμαχος· 〈λυτρωτὴς ἡμῶν κύριος δυνάμεων〉, ὁ δὲ Θεοδοτίων· ὁ 〈λυτρούμενος ἡμᾶς κύριος τῶν δυνάμεων, ὄνομα αὐτῷ ἅγιος Ἰσραήλ〉.

Ταῦτα γάρ φησι κατὰ σοῦ ὥρισεν ὁ ἡμέτερος κύριος ‹λυτρούμενος ἡμᾶς› καὶ ἐλευθερῶν ἀπὸ τῆς ὑπὸ σὲ ταλαιπωρίας. διό 〈φησιν〉· 〈Κάθισον κατανενυγμένη〉, ἢ κατὰ τὸν Σύμμαχον 〈σιωπῶσα〉, ἡ πάλαι ἐπαιρομένη καὶ μεγαλαῦχος, ἡ ὡς οἰκέταις προστάσσουσα τοῖς λοιποῖς ἔθνεσι καὶ ὥσπερ μεταμελομένη, ἐφ᾽ οἷς ἔπραξας, καὶ τὴν ψυχὴν 〈κατανενυγμένη. κάθισον〉 ἐν αὐτῷ ἐδάφει ταπεινή, ἢ εἰ δυνατὴ τυγχάνεις, ἀπόκρυψον σαυτὴν καὶ 〈σκότῳ〉 παράδος, ἵνα μὴ ἀσχημονῇς. εἶτα κατὰ τὸν Σύμμαχον εἴρηται· 〈οὐκέτι γὰρ κληθήσῃ δέσποινα βασιλειῶν. ὠργίσθην κατὰ τοῦ λαοῦ μου, ἐβεβήλωσα τὴν κληρονομίαν μου〉. κἀγὼ μὲν κατὰ τὸ δίκαιον παιδείας ἕνεκεν καὶ ἐπιστροφῆς εἰς τὰς σὰς χεῖρας παρέδωκα τὸν ἐμαυτοῦ λαὸν σωφρονίζων αὐτόν, σὺ δὲ ἐκ περιττοῦ καὶ τοῦ δέοντος ἔπραξας πλέον οὐδὲν φιλάνθρωπον ὡς πρὸς ὁμοιωπαθεῖς ἐνδειξαμένη.

Καὶ τὰ λοιπὰ δὲ σαφέστερα ὄντα τὸ ὑπερήφανον τῆς τῶν Χαλδαίων βασιλείας διαγράφει καὶ τὴν ἀλαζονείαν τῶν παρ᾽ αὐτοῖς βασιλευσάντων ἀνδρῶν, ὅπως τε ὑπέγραφον ἑαυτοῖς ἀθάνατον κράτος καὶ ἀκαθαίρετον ἕξειν τὴν ἀρχήν. ἀλλ᾽ ὑφ᾽ ἕνα καὶ τὸν αὐτὸν καιρὸν 〈ἥξει ἐπὶ σέ〉 φησι καὶ ἀνδρὸς στέρησις καὶ τέκνων ἀπώλεια, ἀνδρὸς μὲν τοῦ ἐν σοὶ βασιλεύοντος, τέκνων δὲ τῶν ὑπὸ σοῦ βασιλευθησομένων. ἀθρόως δὲ ταῦτα 〈ἥξει ἐπὶ σὲ〉 ὡς καὶ 〈χήραν καὶ ἄτεκνον〉 ἀποδειχθῆναί σε· ταῦτα δὲ σοὶ συμβήσεται, οὐ διὰ τὰ προλεχθέντα μόνον, ἀλλὰ καὶ 〈διὰ τὸ πλῆθος τῶν φαρμακειῶν σου καὶ τῶν ἐπαοιδῶν σου〉, ἐφ᾽ οἷς τὰς ἐλπίδας ἔχουσα ἀγαυριᾷς μονουχὶ λέγουσα· 〈Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα〉. ἀντὶ δὲ τοῦ· 〈γνῶθι ἡ σύνεσις τούτων ἔσται〉, ὁ Σύμμαχος· 〈καὶ ἡ γνῶσίς σού〉 φησιν 〈αὕτη ἐξηπάτησέ σε, διὸ εἶπας ἐν τῇ καρδίᾳ σου Ἐγώ εἰμι, καὶ οὐχ ὑπάρχει μετ᾽ ἐμὲ ἔτι〉.

Ἀλλ᾽ ἐπελθούσης σοι τῆς ἐκ θεοῦ ὀργῆς χρῆσαι 〈ταῖς ἐπαοιδαῖς καὶ ταῖς φαρμακείαις〉, αἷς εἴωθας εἴ πως ἄρα βοηθείας τεύξῃ· ⌜ταῦτα γὰρ ἦν σοῦ τὰ μαθήματα, ἃ 〈ἐμάνθανες〉 ἐξ ἀρχείων χρόνων καὶ 〈ἐκ νεότητός σου〉.⌝ ἔστι δὲ ἀπὸ τῆς τοῦ Δανιὴλ γραφῆς γνῶναι, ὅπως διέπρεπον παρὰ τοῖς Χαλδαίοις τοῖς τὴν Βαβυλῶνα κατοικοῦσι ‹μάγοι› τινὲς καὶ ‹γαζαρηνοὶ› καὶ ‹φάρμακοι› καὶ οἱ περὶ ταῦτα καὶ τὰ τοιαῦτα δεινοί τε καὶ ‹σοφοί›. καὶ εὐδοκίμουν παρὰ τῷ βασιλεῖ ὡς δι᾽ αὐτῶν κατορθουμένης τῆς βασιλείας, ἀλλ᾽ ἐπεὶ μὴ μόνον 〈φαρμακείαις καὶ ἐπαοιδίαις〉 ἐσχόλαζον, ἤδη δὲ καὶ ἐπὶ τῇ τῶν μαθηματικῶν θεωρημάτων γνώσει μέγα ἐφρόνουν τὰ οὐράνια ἐπίστασθαι ἐπαγγελλόμενοι καὶ ‹τῶν ἀστέρων› τὰς κινήσεις, τά τε ἐκ τούτων ἀποτελέσματα καὶ τούτοις ἐπὶ τοῦ παρόντος χρῆσαι κατὰ καιρόν, ὡς ἂν μάθοις τὰ μέλλοντά σε διαλήψεσθαι. ἀλλ᾽ οὐδεὶς ἔσται ὁ δυνησόμενος ἐκ τῆς τούτων θεωρίας τὸ μέλλον ἐξειπεῖν· μάλιστα γὰρ αὐτοὺς καταλήψεται τοὺς ἐπὶ τούτοις μέγα φρονοῦντας ἡ «διὰ πυρὸς» τιμωρία. ἐπειδὰν καὶ ‹πᾶσα ἡ πόλις πυρίκαυστος› γίγνεσθαι μέλλῃ, τότε γοῦν ἐλεγχθήσονται τῷ μὴ δεῖν ἑαυτοῖς ἐπαμύνειν δύνασθαι καὶ ὅλην δὲ σὲ τοῦτο τὸ τέλος περιμένει, λέγω δὲ τὸ ἐν 〈ἄνθραξι〉 καὶ 〈πυρὶ καυθῆναι〉. καὶ μᾶλλον οἱ 〈ἄνθρακές〉 σου τότε τῆς παλαιᾶς τρυφῆς κρείττους γενήσονταί σοι ἐπιστρεπτικοί τινες ὄντες καὶ ὠφέλιμοι.

τὸ δέ· 〈ἔσονταί σοι βοήθεια〉, οὐκ εἴρηται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. τούτῳ δέ φησι περιβληθήσῃ τῷ τέλει, ὦ σὺ Χαλδαία, ἐπειδήπερ μακροῖς χρόνοις πλάνῃ σεαυτὴν ἐκδοῦσα καὶ ὡς εἰπεῖν 〈ἐξ〉 αὐτῆς 〈νεότητος ἐκοπίασας ἐν τῇ μεταβολῇ σου〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈οἱ ἔμποροί σου ἀπὸ νεανιότητός σου, ἕκαστος εἰς τὸ πέραν ἑαυτοῦ ἐπλανήθησαν, ἐξ ὧν οὐδεὶς εὕρηταί σοι σωτήρ, 〈ἢ〉 διὸ οὐκ ἔστιν ὁ σῴζων σε〉 κατὰ τὸν Σύμμαχον. ⌜Τὰ ἐπελευσόμενα τῇ Βαβυλῶνι, τοῖς τε οἰκήτορσι καὶ τοῖς βασιλεῦσιν αὐτῆς προαναφωνήσας ὁ λόγος τὸν Ἰουδαίων ἀπελέγχει λαὸν διὰ τῶν προκειμένων φάσκων, ὅτι διὰ τὸ παρ᾽ ἐμοὶ δίκαιον ἐπάξω ταῦτα κατὰ τῶν Χαλδαίων· οὐ μὴν ὅτι σὺ βοηθείας ἦσθα ἄξιος. καὶ ταῦτα προλαβὼν προεῖπον «πρὶν γενέσθαι» τὰ πράγματα προγνώσει θεϊκῇ θεσπίσας, ἵν᾽ ἐπειδὰν εἰς πέρας ἀχθῇ καὶ δι᾽ ἔργων χωρήσῃ τὰ κατὰ τῶν Χαλδαίων προηγορευμένα, μὴ οἷς νομίζεις θεοῖς τὴν αἰτίαν ἀναθῇς⌝ μηδὲ εἴπῃς, ὅτι θεοί μου, οἷς εἰδωλολατρῶν προσεῖχον. ταύτην παρὰ τῶν πολεμίων τὴν τιμωρίαν εἰλήφασιν, ἐμοῦ γὰρ ἐντεῦθεν ἤδη προφητεύσαντος τὰ συμβησόμενα καὶ ἀπειλήσαντος διὰ τῶν ἐμῶν προφητῶν ἐπάξειν τὰ προλεχθέντα τῇ Βαβυλωνίων βασιλείᾳ. ἐπειδὰν δι᾽ ἔργων ταῦθ᾽ οὕτως χωρήσειε καθὼς διεστειλάμην, ἀνάγκη πᾶσα ὁμολογεῖν ὑμᾶς ἐμὲ μόνον εἶναι θεὸν τὸν ἐπαληθεύσαντα τοὺς ἐμαυτοῦ λόγους.

καλεῖ δὲ αὐτοὺς 〈οἶκον Ἰακὼβ〉 ὡς μὴ ὄντας ἀξίους τῆς τοῦ προπάτορος αὐτῶν ἐπωνυμίας, ἀλλὰ καὶ 〈οἱ κεκλημένοι〉 φησὶν 〈ἐπὶ τῷ ὀνόματι Ἰσραήλ〉, οὐκ ὄντες 〈Ἰσραὴλ〉 οὐδὲ φερώνυμοι τῆς προσηγορίας ὄντες ὅμως οὕτως ὠνομάζοντο. εἶτ᾽ ἐπιλέγει· 〈καὶ ἐξ ὕδατος Ἰούδα ἐξελθόντες〉· ⌜μηδὲν γὰρ ἔχοντες ἄξιον τῆς τοῦ πατριάρχου ψυχῆς, 〈ἐκ τοῦ ὕδατος〉 δὲ αὐτοῦ καὶ τοῦ σωματικοῦ σπέρματος ὑποστάντες· σωματικοὶ καὶ σάρκινοι μόνον ἦσαν υἱοί, οὐχὶ δὲ καὶ ψυχῆς ἀληθινὰ τέκνα. σημαίνει δὲ διὰ τοῦ 〈ὕδατος Ἰούδα〉 ‹τὸ βασιλικὸν γένος› ἐκ διαδοχῆς Δαυὶδ καὶ ἐκ φυλῆς 〈Ἰούδα〉 ἔτι τότε κατὰ τοὺς προφητικοὺς χρόνους διαμένον ἐν τῇ Ἰερουσαλήμ.⌝ ὥσπερ δὲ ἐπιπλάστως καὶ 〈Ἰακὼβ〉 καὶ 〈Ἰσραὴλ〉 καὶ 〈Ἰούδας〉 ἐχρημάτιζον οἱ νῦν κατηγορούμενοι οὐκ ὄντες κατὰ ἀλήθειαν ἄξιοι τούτων τῶν προσηγοριῶν, οὕτως καὶ 〈ὀμνύοντες τῷ ὀνόματι κυρίου〉 καὶ μνήμην ποιούμενοι τοῦ 〈θεοῦ Ἰσραὴλ〉 μέχρι χειλέων καὶ στόματος ταῦτ᾽ ἔπραττον. 〈οὐ〉 μὴν 〈μετὰ ἀληθείας〉 τῇ τῶν ὅρκων ἐχρῶντο παραλήψει, ἀλλὰ καὶ τῆς 〈πόλεως〉 τῆς τῷ θεῷ ἀνακειμένης 〈ἀντεχόμενοι〉 ἐδόκουν 〈ἀντιστηρίζεσθαι ἐπὶ τῷ θεῷ〉 καὶ τοῦτο μεθ᾽ ὑποκρίσεως πράττοντες.

Ταῦτα τῷ Ἰουδαίων προσφωνήσας λαῷ ἑξῆς διαστέλλεται τοῖς αὐτοῖς λέγων Μὴ νομίσητέ με, ὦ οὗτοι, ἀργῶς τὰ μέλλοντα προαγορεύειν· τοῦτο γὰρ ὅλον γίνεται, ὅπως οἱ ἐν ὑμῖν ἄπιστοι ἐκ τῆς τῶν πραγμάτων ἐκβάσεως μάθοιεν, ὅτι οὐκ ἀνθρώπινοι ἦσαν οἱ τῶν ἐμῶν προφητῶν λόγοι· οὐ γὰρ ἀνθρώπου φύσεως τὸ γνῶσιν ἔχειν τῶν μελλόντων. θεὸς δέ εἰμι ὁ ταῦτα θεσπίζων, ἤδη μὲν οὖν καὶ διὰ τῶν ἔμπροσθεν χρόνων, ἀλλά τινα προηγόρευσα καὶ λόγοι τινὲς 〈ἐξῆλθον διὰ στόματος〉 ἑτέρων μου προφητῶν, ὡς εἰς ἀκοὰς ἐλθεῖν πολλῶν τὰ προλελεγμένα, οἷς καὶ τὰ ἔργα ἐπηκολούθησε σύμφωνα ταῖς προαγορεύσεσιν.

Ὅμως ἐπειδὴ σὺ ὁ Ἰουδαίων λαὸς 〈τράχηλον〉 ἀκαμπῆ καὶ 〈σιδήρεον〉 ἔοικας φέρειν, ἤδη δὲ καὶ ἀναίσχυντος οὕτως εἶ ὡς μὴ ἄν τινα σφαλῆναι φήσαντα 〈μέτωπον〉 ἔχειν σε 〈χάλκεον〉. Τούτου χάριν καὶ νῦν 〈προαπήγγειλά σοι〉 τὰ ἐσόμενα, ⌜μήποτε τῶν πραγμάτων ἐπελθόντων ἀπατῶν σαυτὸν τοὺς πεπλανημένως νομιζομένους θεοὺς 〈πεποιηκέναι〉 αὐτὰ νομίσειας. πλὴν καὶ τοῦτο τὴν ἐμὴν οὐ λανθάνει πρόγνωσιν τὸ μηδ᾽ ἐκ τούτων ὠφεληθήσεσθαί σε τῶν λόγων. ὅμως δ᾽ οὖν ἐπιμένων τῇ ἐμαυτοῦ φιλανθρωπίᾳ ἔτι καὶ νῦν μαρτύρομαι καὶ διαστέλλομαί σοι τὰ συμβησόμενα τῇ Βαβυλῶνι καὶ τοῖς Χαλδαίοις τοῖς μέλλουσί σε καταπολεμεῖν.⌝ ἰδοὺ γὰρ ἐντεῦθεν προαπεφηνάμην ὡς ἂν εἰδείης τὸν καταληψόμενον αὐτοὺς ὄλεθρον, ἵν᾽ ἐπειδὰν οἱ πολέμιοι παραγένωνται ἐκ Βαβυλῶνος ἐπιστάντες γνωρίσῃς τὸν θεὸν τὸν προφήσαντά σοι ταῦτα καὶ βοηθὸν αὐτὸν ἀνακαλέσῃ ὡς ἂν ἤδη προαποφηνάμενον τὸ διαληψόμενον αὐτοὺς τέλος. ταῦτα δέ σοι ἐκ τῶν ἐμῶν γιγνώσκειν παρέσχον λόγων, ἄλλοθέν ποθεν οὐδὲ μίαν αὐτῶν εἰληφότι γνῶσιν. ⌜μὴ γὰρ σαυτὸν ἀπάτα μηδὲ λέγε, ὅτι πρὸ τῆς ἐμῆς προφητείας ἐγίνωσκες αὐτά· πόθεν γάρ σοι παρῆν ταῦτα γινώσκειν; πλὴν οὐδέν σε ἐκ τούτων ὠφεληθήσεσθαι τῶν λόγων πέπεισμαι.⌝ Οἶδα γὰρ καὶ πρὸ τούτου γινώσκων, ὡς 〈ἀθετῶν ἀθετήσεις〉· διὸ παρ᾽ ἐμοὶ ὡς παρὰ θεῷ προγνώστῃ πάντων καὶ πρὶν γεννηθῆναί σε 〈ἄνομος〉 καὶ παράνομος 〈ἐκέκλησο〉.

διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈καὶ ἀσύνθηκος ἐκ κοιλίας ἐκλήθης〉· ⌜ὅμως γοῦν οὐ διὰ σέ, ἀλλὰ διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἐντεῦθεν ἤδη καὶ προεῖπον καὶ ἐπέδειξά σοι τὸν μέλλοντα κατὰ τῶν σῶν πολεμίων ἐπιέναι ὄλεθρον σπουδάζων διὰ πάσης προφάσεως σωθῆναί σε.⌝ Ὅθεν ἐν τῷ παραδιδόναι σε τοῖς ἐχθροῖς σου ⌜〈οὐχ ἕνεκεν ἀργυρίου ἐπίπρασκόν σε〉· ἐπ᾽ ὠφελείᾳ δὲ τῇ σῇ καὶ τοῦτ᾽ ἔπραττον ὡς ἂν τοῦτον σωφρονισθείης τὸν τρόπον, ὅτι μὴ τὴν διὰ λόγων καὶ παραινέσεων ὑπεδέξω παιδείαν. τοῖς δὲ πολεμίοις 〈οὐχ ἕνεκεν ἀργυρίου ἐπίπρασκόν σε〉, ἀλλὰ τῶν σῶν ἁμαρτημάτων καὶ ἀσεβημάτων χάριν· «ταῖς γὰρ ἁμαρτίαις ὑμῶν ἐπράθητε». καὶ ὅμως οὐδ᾽ οὕτως εἴασα ὑμᾶς διὰ παντὸς τοῖς ἐχθροῖς δουλεύειν, ἀλλὰ πάλιν λυτρώσομαι καὶ ὥσπερ 〈ἀπὸ καμίνου πτωχείας〉 ἐκ τῆς ὑπὸ τοῖς Βαβυλωνίοις κακώσεως αὖθις ὑμᾶς ἐλευθερώσω.⌝ Καὶ ταῦτα πάντα 〈διὰ τὸ ἐμὸν ποιήσω ὄνομα〉, ἐπειδὴ λαβόντες εἰς τὸ περιττὸν οἱ πολέμιοι τὴν ἐμὴν κατεβλασφήμουν θεότητα. οὐκ ἐνόμιζον δὲ παραδεδωκέναι ὑμᾶς αὐτοῖς, θρασυνόμενοι δὲ καὶ μέγα φρονοῦντες ἐφ᾽ ἑαυτοῖς τὸ μηθὲν εἶναί με ὑπελάμβανον, τοὺς δὲ αὐτῶν ἐδόξαζον θεοὺς ὡς αἰτίους αὐτοῖς γενομένους τῆς καθ᾽ ὑμῶν νίκης. διὸ 〈τὴν ἐμαυτοῦ δόξαν〉 οὐ καθυφίημι οὐδὲ 〈ἑτέρῳ〉 παραχωρήσαιμι τὴν ἐμὴν θεότητα, ἥτις δικαιοσύνης τῆς εἰς πάντας ἀνθρώπους ἐκτεινομένης συνίσταται.

Ἔτι καὶ ταῦτα πρὸς τοὺς αὐτοὺς καὶ περὶ τῶν αὐτῶν ὁ λόγος ἀποτείνεται καί φησιν· 〈Ἄκουέ μου, Ἰακὼβ καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ〉, ἢ κατὰ τὸν Σύμμαχον· ὁ 〈κλητός μου〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈κλητέ μου〉. ⌜ἐν τούτοις τοὺς κατορθοῦντας ἀνακαλεῖται διὰ τῶν ἔμπροσθεν ἑτέρους τοὺς παρ᾽ αὐτοῖς διαβεβλημένους ὀνομάσας, ἀλλ᾽ ἐνταῦθα τοῖς κρείττοσι διαλέγεται, οὓς 〈κλητοὺς〉 αὐτοῦ ὀνομάζει· ἦσαν γὰρ ἐξ ἐκείνου «πολλοὶ 〈κλητοί〉, ὀλίγοι δὲ ἐκλεκτοί», πλὴν οἱ δηλούμενοι οὐκ ἦσαν 〈ἐκλεκτοί〉, ἀλλὰ 〈κλητοί〉.⌝ ὑπομιμνῄσκει δὲ αὐτοὺς τῆς ἑαυτοῦ θεολογίας 〈πρῶτον〉 καὶ 〈ἔσχατον〉 εἶναι ἑαυτὸν λέγων. διὸ κατὰ τοὺς λοιποὺς εἴρηται· 〈ἐγὼ πρῶτος καὶ ἐγὼ ἔσχατος〉. εἴρηται δέ που ‹περὶ τοῦ μονογενοῦς τοῦ θεοῦ›, ὅτι αὐτός ἐστιν «ὁ 〈πρῶτος καὶ ἔσχατος〉», καί· «τὸ Ἄλφα καὶ τὸ Ὦ». πῶς δὲ 〈πρῶτος〉 καὶ πῶς 〈ἔσχατος〉, ἑξῆς διασαφεῖ φάσκων· «ὁ ζῶν, καὶ ἐγενόμην νεκρός». ἀρχὴ μὲν γὰρ ζωῆς αὐτός, ὅτι ‹αὐτὸς ἦν ἡ ζωή›, καὶ 〈ἔσχατος〉 δὲ πάλιν αὐτός, ἐπεὶ «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ γενόμενος ὑπήκοος τῷ πατρὶ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ».

Εἶθ᾽ ἑξῆς τὴν ὑπερμεγέθη δύναμιν αὐτοῦ παρίστησι φάσκων· 〈ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν〉. διὸ λέγεται ἐν Παροιμίαις· «ὁ θεὸς τῇ σοφίᾳ 〈ἐθεμελίωσε τὴν γῆν〉». ἀλλὰ 〈καὶ ἡ δεξιά μου ἐστερέωσέ〉 φησι 〈τὸν οὐρανόν, ἢ τοὺς οὐρανοὺς〉 κατὰ τοὺς λοιπούς, δηλαδὴ τὰς θείας καὶ οὐρανίας δυνάμεις. καὶ ἐπιφέρει· 〈καλέσω αὐτούς, καὶ στήσονται ἅμα〉· ⌜ὡς γὰρ δεσπότῃ προστάττοντι ὑπακούσουσιν αἱ προλεχθεῖσαι δυνάμεις, ἀλλὰ καὶ 〈συναχθεῖσαι〉 ἐπὶ τὸ αὐτὸ ἑστᾶσιν 〈ἀκουσόμεναι〉 τῶν αὐτοῦ λόγων. τοῦτό τοι ἐδήλου καὶ ἐν ἀρχῇ τῆς βίβλου φάσκων ὁ λόγος· «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν».⌝ δυσωπεῖ δὲ διὰ τούτων τοὺς ἀκούοντας· εἰ γὰρ αἱ θεῖαι δυνάμεις τοιαύτην ἐνδείκνυνται σὺν εὐλαβείᾳ ὡς πρὸς δεσπότην τῶν ὅλων ὑπακοήν, ὑμεῖς ἄνθρωποι ὄντες, πῶς οὐ μᾶλλον τὸν θεῖον ἀναλήψεσθε φόβον; ἀντὶ δὲ τοῦ· 〈τίς αὐτοῖς ἀνήγγειλε ταῦτα〉; ὁ Σύμμαχος 〈τίς αὐτοῖς ἀπήγγειλε ταῦτα, ὃν ὁ κύριος ἠγάπησεν, 〈ὃς ποιήσει〉 τὸ θέλημα αὐτοῦ〉 ἐξέδωκεν. ὅτι δὲ καὶ αἱ οὐράνιαι δυνάμεις ὑπακούουσι καλούμεναι καὶ ἄγονται ἀκουσόμεναι τῆς τοῦ θεοῦ βουλῆς, πόθεν ἐγνώσθη ἀνθρώποις τοῦτο;

εἰ γνῶναι ποθεῖς μάνθανε, ὅτι αὐτὸς ὁ κύριος 〈ἀπήγγειλε〉 καὶ σοὶ τοῦτο φανερὸν ἐποίησε διὰ τὸ 〈ἀγαπᾶν σε〉, κατὰ δὲ τὸν Ἀκύλαν τοῦτον εἴρηται τὸν τρόπον· 〈τίς ἐν ἀνθρώποις ἀπήγγειλε ταῦτα, κύριος ἠγάπησεν αὐτόν〉, ὁμοίως τῷ Συμμάχῳ φήσαντι· 〈τίς αὐτοῖς ἀπήγγειλε ταῦτα, ὃν ὁ κύριος ἠγάπησεν〉. αὐτὸς οὖν οὗτος, 〈ὃν ὁ κύριος ἠγάπησεν〉, ἀκουστὰ ἐποίησε ταῦτα 〈ἀνθρώποις〉· ὁ δ᾽ αὐτὸς οὗτος, 〈ὃν ἠγάπησε κύριος〉, ‹τὸ 〈θέλημα〉 τοῦ πατρὸς› ἐνεργήσει τὰ προλεχθέντα διὰ τῶν ἔμπροσθεν κατὰ τῆς Βαβυλῶνος ἐπάξων καὶ ἀνακαλεσάμενος τὸν ἑαυτοῦ λαὸν ἀπὸ τῆς πολεμίας γῆς, 〈ἐπανάξων〉 τε αὐτὸν εἰς τὴν οἰκείαν καὶ ὁδηγήσων 〈τὴν ὁδὸν αὐτοῦ〉. ταῦτα μὲν οὖν κατὰ καιρὸν τὸν μέλλοντα ποιήσω, ὑμεῖς δὲ ταῦτα προμεμαθηκότες 〈οὐκ ἐν κρυφῇ λαλούμενα〉, ἀλλὰ μετὰ παρρησίας ὑμῖν ἀπαγγελλόμενα, ἥκετε πρός με σπεύδοντες. καὶ γὰρ ὅτε ἐβουλεύετο ταῦτα ὁ πατήρ, παρ᾽ αὐτῷ 〈ἤμην, καὶ νῦν〉 αὐτὸς 〈κύριος〉 ὢν ὁ ἐπὶ πάντων θεὸς καὶ 〈τὸ πνεῦμα〉 τῆς ἁγιωσύνης 〈αὐτοῦ ἀπέστειλέ με〉 τὰ ἅπαξ ὑπ᾽ αὐτοῦ ὡρισμένα διαπράξασθαι.

Ἄκουε τοίνυν, ὦ Ἰσραήλ, ἅπερ διδάσκει σε ὁ 〈ῥυσάμενός σε κύριος〉· μέμνησο δὲ μεταξὺ παντὸς λόγου, πῶς 〈ἐγώ εἰμι ὁ θεός σου〉, ‹καὶ οὐκ ἔστιν ἕτερος›· ταῦτα γὰρ πάντα 〈δείκνυμί σοι〉 ὑπὲρ 〈τοῦ εὑρεῖν σε ‹ὁδὸν〉 σωτηρίας›. εἰ γοῦν καὶ τὴν ἀρχὴν ὑπήκοός μοι ἐγεγόνεις, οὐκ ἄν ποτε τοῖς ἐχθροῖς παρεδόθης· τοσοῦτο δὲ ‹πλῆθος 〈εἰρήνης› ἐφυλάττετό σοι ὡς 〈ποταμοῦ〉 ῥεύματι ἐοικέναι τὸ πολὺ ‹πλῆθος› τῆς ἐπιρρεούσης σοι ἐξ ἐμοῦ ‹〈εἰρήνης〉›, διαβόητος δ᾽ ἂν 〈ἐγένετό σου ἡ δικαιοσύνη ὥσπερ〉 τι 〈κῦμα θαλάσσης〉 εἰς τὰς πάντων ἐξήχουν ἀκοάς. τήρει δὲ ἐν τούτοις, ὅπως 〈ποταμῷ〉 ἀπεικάζει ‹τὸ πλῆθος τῆς 〈εἰρήνης〉› καὶ 〈κύματι θαλάσσης, ἢ κύμασι θαλάσσης〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, τὴν τοῦ λαοῦ 〈δικαιοσύνην〉, ἵν᾽ εἴ ποτε συμβαίη λέγεσθαι. καὶ ἐπὶ ἑτέρων μὴ πάντως ἐπὶ τὸ πρόχειρον ἐκπίπτοι μὲν ὡς νομίζειν περὶ 〈θαλάσσης〉 καὶ 〈ποταμῶν〉 σωματικῶν τὰ τοιαῦτα λέγεσθαι, ἀλλὰ καὶ 〈τὸ σπέρμα σού〉 φησιν ἐπληθύνθη ἂν εἰς ἀνήριθμον πλῆθος 〈ὡς τῇ ἄμμῳ〉 παραβάλλεσθαι αὐτὸ καὶ 〈τῆς κοιλίας σου〉 τὰ γεννήματα 〈τῷ χοῒ τῆς γῆς〉 ἀπεικάζεσθαι πλήθους ἕνεκα, εἰ ἐγεγόνεις φύλαξ τῶν ἐμῶν 〈ἐντολῶν〉. ἀντὶ δὲ τοῦ· 〈ὡς ὁ χοῦς τῆς γῆς, ὡς αἱ κέγχροι αὐτῆς〉, οἱ λοιποὶ ἑρμηνευταὶ εἰρήκασιν.

εἰ μὲν οὖν σωματικώτερον ταῦτά τις ἐκδέχοιτο ὡς πρὸς Ἰουδαίους σαρκίνους ὄντας καὶ σωματικωτέρους, εἴποι ἂν εἰρῆσθαι τὴν ἐπαγγελίαν σεμνυνομένως ἐπὶ τῇ τῶν παίδων πολυπληθείᾳ διὰ τὸ μηδὲν σεμνὸν μηδὲ θεοπρεπὲς ἐννοεῖν. εἰ δὲ πρὸς τὴν ἐπαγγελίαν τοῦ θεοῦ τὸ ἀξίωμα τοῦ λέγοντος ἀπίδοις, νόει μοι 〈σπέρμα〉 τὸ ἐκ τοῦ Ἰσραὴλ ἐκεῖνο καὶ τὸ διὰ τῶν ἔμπροσθεν δεδηλωμένον ἐν τῷ· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν 〈σπέρμα〉, ὡς Σόδομα ἂν ἐγενήθημεν», δι᾽ οὗ ἐδηλοῦτο ὁ ἀποστολικὸς χορὸς καὶ πάντες οἱ τοῦ σωτῆρος ἡμῶν ἐξ Ἰουδαίων γενόμενοι μαθηταί. οἱ πατέρες κατέστησαν τῶν τῆς οἰκουμένης ἐκκλησιῶν καὶ τοῦ πλήθους τῶν ἐν αὐταῖς κατὰ θεὸν ἀναγεννημένων, «οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν». ἀλλὰ ταῦτά φησιν ἐγένετο ἂν περὶ σέ, 〈εἰ ἤκουσας τῶν ἐντολῶν μου〉. εἴποι δ᾽ ἄν τις ὡς πρὸς Ἰουδαίους καὶ μὴ παρακούσασιν αὐτοῖς καὶ μὴ φυλάξασι τὰς 〈ἐντολάς〉, ἀλλὰ καὶ εἰδωλολατροῦσι καὶ ‹τοὺς προφήτας ἀναιροῦσι› πολυπλήθει τὰ τῆς κατὰ σάρκα παιδοποιΐας. πῶς οὖν ὡς ἐξαίρετον ἐπαγγελίαν μεθ᾽ ὑποστολῆς ὑπισχνεῖται ὁ λόγος φάσκων· εἰ τάδε πεποιήκεις, 〈ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κύματα θαλάσσης, καὶ τὸ σπέρμα σου καὶ τὰ ἔκγονά σου〉.

τοσάδε τῷ πλήθει εἰ μὲν οὖν δικαιοπραγοῦσιν αὐτοῖς ‹τὸ τῆς 〈εἰρήνης〉 πλῆθος› παρῆν καὶ σὺν τούτῳ τὰ τῆς πολυπαιδίας, οὐκ ἦν ἄλλο τι φάναι. εἰ δὲ κακῶς πράττοντες 〈εἰρήνης〉 μὲν ‹μακρὰν ἀφεστήκασι› ὡς τοῖς ἐχθροῖς αὐτοὺς εἰσέτι καὶ νῦν δεδουλῶσθαι, ‹ἔρημον› δὲ ‹καὶ ἄβατον› αὐτοῖς εἶναι τὸν πάλαι σεπτὸν καὶ ἅγιον τόπον, λελῦσθαι δὲ αὐτῶν τὰ νόμιμα καὶ τὴν βασιλείαν, οὕτω δὲ πράττοντες κακῶς ἐν μόνῃ τῇ τῶν σωμάτων γονῇ σκωλήκων δίκην πληθύνουσιν. ὥρα μὴ ἑτέρως ἢ κατὰ τὴν ἀποδοθεῖσαν ἡμῖν ἑρμηνείαν τὴν τῆς προφητείας διάνοιαν παραδέχεσθαι, ἀλλὰ καὶ νῦν φησιν, ὅτε μὴ τὰς 〈ἐντολὰς〉 ἐφυλάξατε, ἀλλ᾽ ὅμως διὰ τὴν ἐμὴν φιλανθρωπίαν 〈οὐ μὴ ἐξολοθρευθῆτε οὐδὲ μὴ ἐξαλειφθήσεται τὸ ὄνομά σου ἐνώπιόν μου〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ἐξ ἔμπροσθέν μου〉. ⌜Διόπερ ἐντεῦθεν ἤδη ἐπαγγελλόμενος 〈μὴ ἐξολοθρεῦσαί σε μηδὲ ἐξαλείψειν τὸ ὄνομά σου〉, εἶπά σοι 〈ἐξιέναι ἀπὸ Βαβυλῶνος〉 ἄφετον καὶ ἐλεύθερον τοῦ τῶν πολεμίων φόβου γενόμενον.

λαβὼν δὲ τὴν ἐξουσίαν τῆς εἰς τὰ οἰκεῖα ἐπανόδου μὴ ὑπτίως μηδὲ νωχελῶς ποιοῦ τὴν πορείαν σὺν πάσῃ δὲ σπουδῇ· ἀπαντήσει γάρ σοι 〈φωνὴ εὐφροσύνης〉 ἐντεῦθεν ἤδη ἀκουομένης, ἀλλὰ καὶ πάντες οἱ τούτων τῶν ἐμῶν λόγων ἀκούοντες συγχαρήσονταί σου τῇ σωτηρίᾳ.⌝ βοήσονταί τε εἰς ἐξάκουστον ὡς πᾶσι τοῖς 〈εἰς τὰ ἔσχατα τῆς γῆς〉 οἰκοῦσι τὴν ἀκοὴν γνωσθῆναι 〈λεγόντων〉· 〈Ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. καὶ ἐὰν διψήσωσι, δι᾽ ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος〉. ⌜καὶ ταῦτα δὲ πρὸς μὲν ἱστορίαν οὐκ ἐπληροῦτο κατὰ τὸν χρόνον τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τῶν ἠλευθερωμένων ὑπὸ Κύρου καὶ Δαρείου τῶν βασιλευσάντων ἐν Πέρσαις· πρὸς δὲ διάνοιαν, ἐπεὶ μὴ ἔστι πρὸς λέξιν εὑρεῖν ἐν τῇ ἱστορίᾳ 〈πέτραν ὑδάτων〉 ῥεύσασαν κατὰ τὴν ἐπάνοδον τοῦ λαοῦ, φήσομεν τοῖς τῆς νοητῆς αἰχμαλωσίας ἠλευθερωμένοις, περὶ ὧν ὁ Χριστὸς ἔλεγε τοῦ θεοῦ· «εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν» ἐπαληθεύειν τὴν ἐπαγγελίαν.

τούτοις γὰρ αὐτοῖς τὸ λογικὸν πόμα ἐκ τῆς ἀληθινῆς 〈πέτρας〉 ἐξομβρεῖ· «ἡ πέτρα δὲ ἦν ὁ Χριστὸς» κατὰ τὸν Ἀπόστολον·⌝ ὃ δὴ καὶ παρίστησιν αὐτὸς ὁ σωτὴρ ἡμῶν λέγων· «ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον». τὰ μὲν οὖν τῆς ἐπαγγελίας τοῦ θεοῦ τοιαῦτα ἐπεὶ δὲ συνεώρα ὁ λόγος πολλοὺς τῶν ἀκροωμένων τῆς προφητείας ἀναξίους γενομένους τῶν ἐπαγγελιῶν, ὅπως μὴ ἀδιακρίτως Ἰουδαίων παῖδες ὑπολάβωσι περὶ αὐτῶν εἰρῆσθαι τὰ λεγόμενα, ἀναγκαίως ἐπιφέρει ταῖς ἐπαγγελίαις τό· 〈οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος〉· ⌜εὐσεβοῦσι γὰρ πᾶσα παρέσται ἡ παρὰ θεοῦ τρυφὴ καὶ χαρὰ καὶ εὐφροσύνη καὶ ὅσα ἐπήγγελται ἄλλα, τοῖς δὲ ἀσεβοῦσιν οὐδεὶς λόγος πρὸς τὰ ἐπηγγελμένα.⌝ Αὐτάρκως ὁ λόγος διαλαλήσας τὰ κατάλληλα τῷ Ἰουδαίων λαῷ ἐξ ἑτέρας ἀρχῆς διὰ τῶν προκειμένων αὖθις ἐπὶ τὴν τῶν ἐθνῶν μεταβαίνει κλῆσιν ὁμοῦ καὶ τὰ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφανείας θεσπίζων. διὸ ἀνακαλεῖται ἀρχόμενος τὰς ἐκκλησίας τοῦ θεοῦ τὰς ἁπανταχοῦ γῆς μεταξὺ τῶν ἀπίστων ἐθνῶν ἱδρυμένας καὶ ὥσπερ ὑπὸ θαλάσσης πανταχόθεν περικλυζομένας ὑπὸ τῶν τῆς κακίας ἁλμυρῶν κυμάτων. διὸ 〈νήσους〉 αὐτὰς ὀνομάζει καί φησιν· 〈Ἀκούσατέ μου, νῆσοι〉.