Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Η κλήση της Εκκλησίας εξ εθνών και η ελπίδα της νέας Σιών (Ησ. 49-51)

Ο Χριστός ως φως των εθνών, η πολυτεκνία της άλλοτε στείρας Εκκλησίας, η παραμυθία της Σιών και η προτροπή στους πιστούς για καρτερία μπροστά στους διωγμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 17 από 25

ἀλλ᾽ ἵνα μή τις συκοφαντῇ τὴν ἡμετέραν ἑρμηνείαν ὡς οὐκ ὀρθῶς ἀποδεδομένην, διασαφεῖ τοῦ λόγου τὴν διάνοιαν ἐπιφέρων ἑξῆς καὶ λέγων· 〈καὶ προσέχετε, ἔθνη〉, ⌜μονονουχὶ σαφῶς διαστελλόμενος, ὅτι μὴ πρὸς Ἰουδαίους τὰ παρόντα συντείνει μηδ᾽ ὡς ἔτυχε πρός τινας προχείρως νοουμένας 〈νήσους〉, ἀλλὰ πρὸς τὰ 〈ἔθνη〉 καὶ τὰς μεταξὺ τῶν ἐθνῶν μεσολαβουμένας τοῦ θεοῦ ἐκκλησίας. ὅθεν κατὰ τὸν Σύμμαχον τοῦτον εἴρηται τὸν τρόπον· 〈Ἀκούσατέ μου, νῆσοι, καὶ ἀκροάσασθε, ἔθνη〉. τί τοίνυν βούλεται διδάξαι τὰς ἐκκλησίας αὐτοῦ, ἐπιλέγει· 〈διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος〉.

καὶ πρῶτον ἐπιτηρητέον, ὡς ἐκ προσώπου τοῦ κυρίου ταῦτα προφέρεται καὶ τὰ ἑξῆς τούτοις ἐπιφερόμενα, ἐν οἷς αὐτὸς ὁ τοῦ λόγου κατάρξας κύριος ὡς περὶ ἑτέρου διδάσκει τὰ ἐπιλεγόμενα, ἀλλὰ καὶ γεγεννῆσθαι ἑαυτὸν ὁμολογεῖ καὶ 〈δοῦλον〉 ἑαυτὸν ὀνομάζει καὶ ὅσα ἄλλα παρίστησι διὰ τῶν ἑξῆς ἐπιφερομένων.⌝ τί δὴ οὖν προσφωνῶν ταῖς 〈νήσοις〉 καὶ τοῖς 〈ἔθνεσιν〉 ὁ παρὼν κύριος διδάσκει, ἐπακουστέον. ⌜μὴ νῦν φησιν ὅτε ταῦτα διεξέρχομαι προσδοκήσητε τῶν λόγων ὄψεσθαι τὰ ἀποτελέσματα· μακρὸς γὰρ ἔσται μεταξὺ χρόνος, ἐν ᾧ δι᾽ ἔργων συστήσεται τὰ προφητευόμενα.⌝ ἀντὶ δὲ τοῦ· 〈διὰ χρόνου πολλοῦ στήσεται〉, οἱ λοιποὶ ἑρμηνευταὶ 〈μακρόθεν〉 εἰρήκασι, συνάψαντες τὸ 〈μακρόθεν〉 τῇ ἀνωτέρω διανοίᾳ, διόπερ ὁ Σύμμαχος 〈καὶ ἀκροάσασθε, ἔθνη, μακρόθεν〉 ἡρμήνευσεν. εἶτ᾽ ἐπήγαγε· 〈κύριος ἐκ γαστρὸς ἐκάλεσέ με καὶ ἐκ κοιλίας μητρός μου ἀνέμνησε τὸ ὄνομά μου〉· ⌜τοῦτο γὰρ παιδεύθητε, ὦ 〈ἔθνη〉 καὶ ὑμεῖς αἱ 〈νῆσοι〉. ποῖον δὲ τοῦτο ἢ ὅτι κύριος ὁ πάντων δεσπότης καὶ πρὶν εἰς ἀνθρώπους ἐμὲ τὸν κύριον προελθεῖν ἔτι κυόμενον κατὰ 〈γαστρὸς〉 ἀνεκαλέσατο, αὐτὸς δέ μοι καὶ 〈ὄνομα〉 ἐδωρήσατο; ὅτι μὲν ὡς αὐτῷ μόνῳ γνώριμόν ἐστι· κατὰ καιρὸν δὲ καὶ ὑμῖν αὐτοῖς, λέγω 〈δὴ〉 πᾶσι τοῖς 〈ἔθνεσι〉, φανερὸν γενήσεται.

Ἀλλὰ 〈καὶ ἔθηκεν〉 ὁ αὐτὸς θεὸς καὶ πατὴρ 〈τὸ ἐμὸν〉 τοῦ ταῦτα λέγοντος κυρίου 〈στόμα ὡς μάχαιραν ὀξεῖαν〉, τμητικὴν οὖσαν εἰς τὸ διαιρεῖν καὶ ἀφορίζειν τοὺς ἀξίους τοῦ θεοῦ ἀπὸ τῶν μὴ τοιούτων. ὃ δὴ καὶ ἐν Εὐαγγελίοις ὁ αὐτὸς ἐμαρτύρει λέγων· «Μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τὴν γῆν.⌝ οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ 〈μάχαιραν〉»· οὕτως οὖν καὶ ἐνταῦθά φησιν· 〈καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν〉. καὶ ἐπιλέγει· 〈καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με〉 ⌜τὴν κρύφιον καὶ τὴν τοὺς πολλοὺς λανθάνουσαν οἰκονομίαν τῆς ἐνσάρκου παρουσίας αὐτοῦ ὧδέ πη αἰνιξάμενος. ὥσπερ δὲ 〈μάχαιραν ὀξεῖαν〉 τὴν γλῶσσαν ἑαυτοῦ ὠνόμασεν, οὕτω καὶ 〈βέλος ἐκλεκτόν〉 φησι 〈τεθεῖσθαι〉 ἑαυτὸν ὑπὸ τοῦ πατρός, ἵν᾽ ὅτε βούλοιτο τιτρώσκῃ τοὺς ἀξίους τῶν αὐτοῦ κέντρων· ὁποία ἦν ἡ λέγουσα ψυχή· «ὅτι τετρωμένη ἀγάπης ἐγώ». πλὴν ἀλλὰ καὶ τοῦτο τὸ 〈βέλος〉 ὡς 〈ἐν φαρέτρᾳ〉 καὶ θήκῃ βελῶν 〈ἀπέκρυψεν〉 ὁ θεὸς καὶ πατήρ, ἵνα μὴ πάντες αὐτὸ θεωρῶσι μηδὲ νοῶσιν εἰ μὴ μόνον οἱ ἄξιοι. καταλλήλως δὲ ἐπὶ τῇ τοῦ 〈βέλους〉 ἐπηγορίᾳ τῷ τῆς 〈φαρέτρας〉 ὀνόματι κέχρηται. 〈φαρέτραν〉 δὲ καὶ βελοθήκην οὐκ ἂν ἁμάρτοις εἰπὼν τὸ σαρκίον ὃ ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος ἐπιδημῶν ἀνθρώποις.

Τοιοῦτον δὲ κατεσκεύασας ἐμὲ τὸν ταῦτα λέγοντα κύριον, ὁ ἐμὸς θεὸς καὶ πατὴρ 〈εἶπέν μοι Δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι〉. ἐπειδὴ γὰρ προῆλθες 〈ἐκ κοιλίας μητρὸς〉 καὶ γένεσιν ὑπέμεινας τὴν ἐκ σπέρματος Ἰσραήλ, οὐκ ἐν ἑτέρῳ τε γένει οὐδ᾽ ἐν ἀλλοφύλοις ἔθνεσι τὴν ἐνανθρώπησιν ἐποιήσω, ἀλλ᾽ ἐν τῷ Ἰσραὴλ «ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα» καὶ «ἐκ φυλῆς Ἰούδα» γενόμενος, εἰκότως καὶ αὐτὸς Ἰσραὴλ χρηματιεῖς ἂν καὶ 〈δοῦλος〉 διὰ τὸ «μορφὴν 〈δούλου〉» ‹ἀνειληφέναι› καίτοι ‹μονογενῆ› ὄντα ‹υἱόν›· ἀλλὰ γὰρ ὁμοίως τοῖς ἔμπροσθεν καὶ ἐνταῦθα τὸ μὲν τοῦ υἱοῦ ὄνομα ἀποκρύπτει, 〈δοῦλον〉 δὲ ὀνομάζει τὴν τοῦ υἱοῦ προσηγορίαν τῇ αὐτοῦ παρουσίᾳ καὶ τῇ δι᾽ αὐτοῦ πᾶσιν ἀνθρώποις ἀνακαλυφθείσῃ χάριτι ταμιευόμενος. εἶθ᾽ ὅπερ οὐδενὶ τῶν πώποτε 〈δούλων〉 ὑπῆρξεν, τοῦτο διὰ σοῦ φησι γενήσεται· 〈ἐν σοὶ γὰρ δοξασθήσομαι〉. ταῦτα μὲν οὖν ὁ θεὸς καὶ πατήρ· ἐγὼ δὲ ὁ ταῦτα λέγων κύριος τούτων ἀκούσας τῶν λόγων ἀπεκρινάμην καὶ εἶπον· Καὶ πῶς ‹δοξασθήσῃ ἐν ἐμοί, ὦ πάτερ›; ὁπότε πολλὰ καμὼν καὶ μυρίους κόπους ὑπομείνας ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας οὐδὲν ἤνυσα· οἱ πλείους γὰρ αὐτῶν ‹ἐναπέμειναν τῇ ἀπιστίᾳ› καὶ πρῶτόν γε τὸ Ἰουδαίων ἔθνος.

διό φημι· 〈Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου〉.⌝ εἶτ᾽ ἐπιφέρει· 〈διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈τὸ κρίμα μου παρὰ τῷ κυρίῳ καὶ τὸ ἔργον μου παρὰ τῷ θεῷ μου〉. ⌜εἰ γὰρ καὶ μὴ ἄνθρωποι κατορθοῦσι μηδὲ ἀξίως τῶν ἐμῶν πόνων, ὧν ὑπέμεινα δι᾽ αὐτούς, ὠφελοῦνται· ἀλλ᾽ ἐγὼ τὰ παρ᾽ ἐμαυτοῦ πράξας 〈ἐναντίον τοῦ θεοῦ μου〉 τὸ πατρικὸν ἐτελείωσα βούλημα. διὸ πρώτοις αὐτοῖς ἐκήρυξα τοῖς ἐκ περιτομῆς τὴν πατρικὴν χάριν· ὁ γὰρ 〈πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ〉 καὶ ἐκ τοῦ Ἰσραὴλ ‹〈τὸ σῶμά〉 μοι κατασκευάσας› πρώτοις αὐτοῖς κηρύξαι βεβούληταί με τὴν αὐτοῦ χάριν εἰς τὸ 〈συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ τὸν Ἰσραήλ〉.⌝ ⌞εἰκότως οὖν παραινεῖ λέγων· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου 〈Ἰσραήλ〉».⌟ ⌜ὁ μὲν οὖν πατὴρ εἰς τὸ 〈συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ〉 εὐδόκησε τὴν εἰς ἀνθρώπους πάροδόν με ποιήσασθαι εἰπών· 〈ἐν σοὶ δοξασθήσομαι. ἐγὼ〉 δὲ ‹τὴν ἀπιστίαν καὶ τὴν σκληροκαρδίαν› θεωρῶν τοῦ Ἰσραὴλ 〈εἶπον〉 ἤδη πρότερον, ὅτι 〈κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου〉.

καὶ ἐν ἑτέροις τοῦτ᾽ αὐτὸ δηλῶν εἶπον· «τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν»;⌝ νῦν δέ φημι, ὅτι εἰ πολλοὶ τῶν ἀνθρώπων ἀπιστοῦσι καὶ τῇ ἑαυτῶν ἐπιμένουσι σκληροκαρδίᾳ, ἀλλ᾽ ἐγὼ 〈συναχθήσομαι ἐναντίον κυρίου, καὶ ὁ θεός μου ἔσται μοι ἰσχύς〉· ⌜μόνη γὰρ ἡ παρ᾽ αὐτοῦ μοι δόξα πεφύλακται, καὶ αὐτός 〈μού ἐστιν ἰσχύς〉. τὰ γοῦν θαυμάσια καὶ παράδοξα ἔργα τὰ δι᾽ ἐμοῦ πεπραγμένα τῆς αὐτοῦ δυνάμεως ἦν παραστατικά.⌝ Ἑξῆς τούτοις ἐπιλέγει· 〈καὶ εἶπέ μοι Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, ἢ δοῦλόν μου〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, 〈τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι〉. ⌜καὶ γὰρ ἦν ὡς ἀληθῶς μέγιστον ἔργον τοῦ σωτῆρος ἡμῶν τὸ «μορφὴν δούλου» ‹ἀναλαβεῖν› καὶ τὴν ἐν ἀνθρώποις ὑπομεῖναι γέννησιν.⌝ διὸ εἴρηται πρὸς αὐτόν· 〈Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, ἢ δοῦλόν μου〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. ⌜τὸ δ᾽ αἴτιον τοῦ 〈δοῦλον〉 γενέσθαι τὸν σωτῆρα τοῦτ᾽ ἦν, λέγω δὲ τό· 〈στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὰς διασπορὰς Ἰσραὴλ ἐπιστρέψαι〉. διὸ αὐτοῖς πρώτοις ‹ἐκήρυττεν αἰχμαλώτοις› οὖσι τὰς ψυχὰς ‹τὴν ἄφεσιν καὶ τυφλοῖς› οὖσι ‹τὴν ἀνάβλεψιν›.

ἐπειδὴ δὲ μὴ παρεδέχοντο τὴν χάριν ἐκεῖνοι, ἀκολούθως εἴρηται ἑξῆς· 〈ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς〉.⌝ Ἑξῆς τούτοις τὸ προφητικὸν πνεῦμα τοῖς ἔθνεσι προσφωνεῖ λέγων· 〈Οὕτως λέγει κύριος〉. εἶτ᾽ ἐπεὶ μὴ ἐγίνωσκον, τίς ποτε ἦν ὁ κύριος ἐπιφέρει· ὁ 〈ῥυσάμενος τὸν Ἰσραήλ〉, κατὰ δὲ τὸν Σύμμαχον· ὁ 〈λυτρούμενος τὸν Ἰσραήλ〉, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· 〈ἀγχιστεύων Ἰσραήλ〉. ⌜αὐτὸς γάρ φησιν ἐκεῖνος ὁ πάλαι 〈τὸν Ἰσραὴλ ῥυσάμενος〉 ‹ἐκ χειρὸς Αἰγυπτίων›, αὐτὸς δὲ ὑμῖν τοῖς ἔθνεσι ταῦτα προσφωνεῖ καὶ διατάττεται λέγων· 〈Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ〉· ὅσῳ γὰρ «ἑαυτὸν ἐταπείνωσε μέχρι θανάτου καὶ θανάτου σταυροῦ», τοσούτῳ ὑμεῖς αὐτὸν δοξάζετε,⌝ λέγω δὲ τοῦτον 〈τὸν βδελλυσσόμενον ὑπὸ τῶν ἐθνῶν〉 τῶν ἀπίστων τῶν δουλευόντων ‹τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου›, ⌜λέγω δὲ τοῖς πονηροῖς δαίμοσιν, οἳ γὰρ ἔτι τούτοις καταδεδουλωμένοι τὸν Χριστὸν τοῦ θεοῦ βλασφημοῦντες 〈βδελλύττονται〉, διασύροντες καὶ χλευάζοντες καὶ 〈φαυλίζοντες〉 αὐτοῦ τὸν θάνατον.

ἀλλὰ γὰρ ὑμεῖς οἷς ὁ λόγος προσφωνεῖ τοῦτον αὐτὸν 〈ἁγιάσατε〉 δοξάζοντες, ἐπεὶ καὶ «πᾶν γόνυ κάμψει αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πᾶσά τε γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός».⌝ τότε γοῦν τότε 〈βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ〉, ⌜«ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς μετὰ τῶν ἀγγέλων αὐτοῦ καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ», «κρίνων ζῶντας καὶ νεκρούς». τότε γὰρ πάντες 〈προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου〉 τοῦ πατρὸς αὐτοῦ, 〈ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραήλ, ὁ ἐκλεξάμενος αὐτόν〉. ἀντὶ δὲ τοῦ· 〈καὶ ἐξελεξάμην σε〉, ὁ Σύμμαχος 〈ὃς ἐξελέξατό σε〉 εἴρηκε.

Ταῦτα μὲν οὖν τοῖς ἔθνεσι παραδέδοται, τὰ δὲ ἐπιλεγόμενα εἰς αὐτοῦ πρόσωπον τοῦ σωτῆρος θεσπίζεται· ᾧ καί φησι τὸ πνεῦμα τὸ προφητικὸν ἐκ προσώπου τοῦ σωτῆρος· 〈Καιρῷ δεκτῷ ἐπήκουσά σου⌝ καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν〉. ⌜σφόδρα δὲ θαυμαστῶς εἴρηται τό· 〈Καιρῷ δεκτῷ ἐπήκουσά σου〉, οὗτος δὲ ἦν ὁ τῆς ἀναστάσεως αὐτοῦ χρόνος· κατὰ μὲν γὰρ τὸν καιρὸν τοῦ πάθους «ἀνεβόησεν» ὁ σωτὴρ εἰπών· «ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτ᾽ 〈ἔστι〉· θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες»; ἀλλὰ καὶ προσεύχεται λέγων τό· «πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο». εἶθ᾽ ὡς ἀνανεύοντα τὸν πατέρα ἑώρα, ἐπήγαγε· «πάτερ, εἰ μὴ δυνατὸν παρελθεῖν αὐτό, γενηθήτω τὸ θέλημά σου». ταύτην οὖν τὴν εὐχὴν εἰς καιρὸν δεχόμενος ὁ πατὴρ μετὰ τὸ πάθος καὶ μετὰ τὴν εἰς ᾅδου κάθοδον καιρὸν τῆς ἀναστάσεως αὐτοῦ δεικνύς φησι πρὸς αὐτόν· 〈Καιρῷ δεκτῷ ἐπήκουσά σου⌝ καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι〉. ἀντὶ δὲ τοῦ· 〈καὶ ἔπλασά σε, 〈καὶ〉 διετήρησά σε〉 οἱ λοιποὶ ἑρμηνευταὶ εἰρήκασι. δι᾽ ὧν αἰνιξάμενος αὐτοῦ τὴν ἀνάστασιν ἐπιφέρει· 〈καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν〉, τῆς καινῆς διαθήκης κατὰ καιρὸν μνημονεύσας. εἶτα διασαφεῖ λέγων· 〈τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους〉.

πάλαι μὲν οὖν πρὸ τοῦ πάθους καὶ πρὶν χεῖρας ἐπιβαλεῖν αὐτῷ τοὺς ἐκ περιτομῆς ἐλέγετο· 〈τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι〉. ἀλλ᾽ ἐπεὶ μὴ κατεδέξαντο τὴν χάριν, οὐκέτι μὲν ἐκείνων μέμνηνται, περὶ δὲ τῶν ἐθνῶν ἐνταῦθά φησι· 〈καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ἀνεγεῖραι τὴν γῆν καὶ κληροδοτῆσαι κληροδοσίας ἠφανισμένας〉. ⌜τοιαῦται δὲ ἦσαν αἱ τῶν ἀθέων καὶ πολυθέων ψυχαὶ 〈ἔρημοι〉 θεοῦ καὶ ἀληθῶς παντελῶς 〈ἠφανισμέναι〉.⌝ Ἀλλὰ καὶ εἰς τὸ εἰπεῖν φησι 〈τοῖς ἐν δεσμοῖς Ἐξέλθετε〉· ἦσαν δὲ οὗτοι ‹σειραῖς ταῖς ἑαυτῶν ἁμαρτίαις κατεσφιγμένοι›, οἷς τὴν ἄφεσιν κηρύξας καὶ τὸν τῆς ἀναγεννήσεως τρόπον παραδοὺς αὐτοῖς ἔργοις εἶπε 〈τοῖς ἐν δεσμοῖς Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι〉· ⌜«ἦμεν» γὰρ «πάντες τέκνα ὀργῆς» καὶ «ἦμέν ποτε 〈σκότος〉, νῦν δὲ φῶς ἐν κυρίῳ». εἶτ᾽ εὐαγγελίζεται τοὺς τῶν προτέρων 〈δεσμῶν〉 καὶ τοῦ προτέρου 〈σκότους〉 ἠλευθερωμένους λέγων· 〈ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν.

ὁδοὶ〉 δὲ καὶ 〈τρίβοι〉, ἃς διώδευσαν οἱ πάλαι τοῦ θεοῦ ἄνδρες, αἱ θεόπνευστοί εἰσι γραφαί, ἐν αἷς βοσκόμενοι οἱ τῆς ἐπαγγελίας τυχόντες τῆς ἐνθέου καὶ λογικῆς τρυφῆς ἀπολαύουσιν ἀγαθὴν νομὴν ταύτην εὑρόμενοι,⌝ ὥστε λέγειν· «κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με».

Οὕτω δὴ λογικῶς τρεφόμενοι 〈οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος. ⌜καύσωνα〉 δὲ καὶ 〈ἥλιον〉 τὸν φλογμὸν τοῦ θνητοῦ βίου ἀποκαλεῖ καὶ τοῦ νομιζομένου ἐν ἀνθρώποις φωτὸς τὴν πρόσκαιρον ἀπόλαυσιν. ἀλλ᾽ οὐδὲ ταῦτά φησι καθάψονται αὐτῶν,⌝ 〈ἀλλ᾽ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς〉· ⌜πολλαὶ δὲ ‹πηγαὶ〉 Ἰσραὴλ› καὶ ‹〈πηγαὶ〉 σωτηρίου›, αἱ μὲν τῆς παλαιᾶς διαθήκης, αἱ δὲ τῆς καινῆς. 〈Καὶ θήσω〉 δέ φησι 〈πᾶν ὄρος εἰς ὁδόν〉, ἵνα μηδὲν αὐτοῖς ἄναντες ᾖ μηδὲ δύσβατον καὶ τραχύ, ἀλλὰ 〈καὶ πᾶσαν τρίβον〉 πάλιν 〈εἰς βόσκημα〉 θήσειν 〈αὐτοῖς〉 ἐπαγγέλλεται.⌝ ⌞ἤδη καὶ πρότερον ἡμῖν εἴρηται ὡς κατὰ τρόπους τρεῖς προσήκει νοεῖν τὴν Σιὼν καὶ τὴν Ἰερουσαλήμ· καθ᾽ ἕνα μὲν τρόπον ταπεινὸν καὶ Ἰουδαϊκόν, καθ᾽ ἕτερον δὲ πᾶν τὸ θεοσεβὲς πολίτευμα συγκρίματι ψυχῶν νοούμενον, κατὰ δὲ τὸν ἐπαναβεβηκότα τρόπον ἡ ἐν οὐρανοῖς ἀγγελικὴ πολιτεία, περὶ ἧς φησιν ὁ Ἀπόστολος· «ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν», καί· «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ».

ὧν οὕτως ἐχόντων ὁ παρὼν λόγος πρὸς τὸ θεοσεβὲς πολίτευμα, ὃ πάλαι μὲν παρὰ Ἰουδαίοις συνεστήκει, καθαιρεθὲν δὲ καὶ ὡσπερεὶ πτῶσιν πεπονθὸς παρ᾽ αὐτοῖς μεταβέβληται ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τὰ προκείμενα θεσπίζει.⌟ Τίσι δὲ ταῦτα πάντα εὐαγγελίζεται, διασαφεῖ ἑξῆς λέγων· 〈ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν〉, τῶν τεσσάρων ἐνταῦθα κλιμάτων τῆς γῆς δηλουμένων ἑνὸς μὲν διὰ τοῦ λέγεσθαι· 〈ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈ἰδοὺ οὗτοι μακρόθεν ἥξουσιν〉 σεσιωπημένης τῆς χώρας, τῶν δὲ λοιπῶν τριῶν διὰ τῶν ἑξῆς παρισταμένων· 〈βορρᾶν〉 γὰρ καὶ δύσιν καὶ ἀνατολὴν σαφῶς σημαίνει λέγων· 〈οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν〉. εἰ δὲ οἱ μὲν 〈ἀπὸ βορρᾶ〉, οἱ δὲ 〈ἀπὸ θαλάσσης〉, τῶν δυτικῶν δηλαδὴ μερῶν, 〈ἄλλοι δὲ ἐκ γῆς Περσῶν〉, δι᾽ ὧν τὰ ἀνωτερικὰ σημαίνεται, ἀκόλουθόν ἐστι καὶ τοὺς πρώτους τοὺς ἀπὸ γῆς 〈πόρρωθεν〉 λεγομένους τοὺς μεσημβρινοὺς νοεῖσθαι, ἐπεὶ δὲ ἀκατάληπτος ἀνθρώποις ἡ νότιος γῆ ἐν τοῖς μεσημβρινοῖς τοῦ παντὸς κειμένη. 〈πόρρωθεν ἥξειν〉 αὐτοὺς εἰκότως ἔφη· πλὴν ἀλλὰ πανταχόθεν ἐκ τῶν τεσσάρων κλιμάτων 〈ἥξειν〉 πρὸς τὸν θεὸν καὶ τὰς προλεχθείσας ἐπαγγελίας ἀπολήψεσθαι ὁ λόγος θεσπίζει.

Εἶτ᾽ ἐπὶ τῇ κοινῇ πάντων ἀνθρώπων σωτηρίᾳ ἐπιβοᾷ· 〈εὐφραίνεσθε, οὐρανοί〉· «χαρὰ» γὰρ «ἐν 〈οὐρανῷ〉 γίνεται καὶ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι», 〈καὶ ἀγαλλιάσθω〉 φησὶν ἡ 〈γῆ〉, οἷα μήτηρ χαίρουσα ἐπὶ σῳζομένοις υἱοῖς. ἀντὶ δὲ τοῦ· 〈ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην〉, ὁ Σύμμαχος· 〈ἱλαρευθήσεται ὄρη ἐπὶ πᾶσιν〉, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων 〈κελαδήσατε ὄρη αἴνεσιν〉 εἰρήκασιν· ⌜οὐκοῦν καὶ τὰ 〈ὄρη〉 ὡς λογικὰ χαίρειν καὶ 〈ἀγαλλιᾶν〉 ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ προστάττεται. εἶεν δ᾽ ἂν 〈ὄρη〉 ψυχαὶ ἐπὶ γῆς μὲν ἔτι βιοῦσαι, σφόδρα δὲ εἰς ὕψος ἐπηρμέναι διὰ τῆς τῶν ἀρετῶν κατορθώσεως ἢ καὶ θεῖαι καὶ οὐράνιαι δυνάμεις, αἷς 〈εὐφραίνεσθαι〉 παρακελεύεται,⌝ ἐπειδὴ 〈ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν〉. ⌜τίνες δὲ ἦσαν οὗτοι ἀλλ᾽ ἢ οἱ προδηλωθέντες, δηλαδὴ οἱ ἀπὸ τῶν τεσσάρων κλιμάτων τῆς γῆς τοῦ παντὸς ἀνακεκλημένοι;⌝ Προειπὼν γοῦν περὶ τῆς τῶν ἐθνῶν κλήσεως τὰ δηλωθέντα ὡς περὶ νήσων καὶ ἐθνῶν ἀκολούθως διὰ τῶν παρόντων ἐπήγαγεν, ὅτι εἰ καὶ καθῄρηται ἡ παρὰ Ἰουδαίοις 〈Σιών〉, τοῦτ᾽ ἔστι τὸ θεοσεβὲς πολίτευμα τὸ πάλαι συνεστὼς παρ᾽ αὐτοῖς, ἀλλὰ μὴ λεγέτω 〈Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου〉· ⌜οὔτε γὰρ δυνατὸν λήθην ποιήσασθαι τὸν θεὸν τοῦ ἐν ἀνθρώποις θεοσεβοῦς πολιτεύματος.

καὶ παραδείγματι κέχρηται φυσικῷ· ὡς γὰρ ἀδύνατόν ἐστι 〈μητέρα〉 τοῦ ἰδίου τέκνου λαθεῖν καὶ ὡς οὐ δυνατὸν 〈μὴ ἐλεῆσαι〉 τὴν γεννήσασαν 〈τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς〉, οὕτως κἀμὲ τὰς ἐν ἀνθρώποις λογικὰς ψυχὰς ὥσπερ τέκνα συστησάμενον ἀδύνατόν ἐστιν 〈ἐπιλαθέσθαι〉 τοῦ ἐν ἀνθρώποις θεοσεβοῦς πολιτεύματος.⌝ διὸ μὴ λεγέτω ἡ 〈Σιών Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου〉· θᾶττον γὰρ 〈μήτηρ ἐπιλάθοιτο〉 τῶν ἑαυτῆς σπλάγχνων ἢ ἐγὼ τοῦ τῶν ἀνθρώπων γένους, ὅπερ δεῖ πάντως συνεστάναι, ‹εἴτε ἐξ Ἰουδαίων εἴτε ἐξ Ἑλλήνων› εἴτε ἐξ ὁποίων δὴ ἐθνῶν. σφόδρα δὲ ἀναγκαίως ἐπεξεργάζεται τὴν διάνοιαν λέγων· 〈ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐναντίον μου εἶ διὰ παντός〉, ⌜δι᾽ ὧν ἄντικρυς παρίστησι τὴν ἀληθινὴν Σιὼν ἄπτωτον εἶναι καὶ ἀκαθαίρετον ἀεὶ μένουσαν καὶ διὰ παντὸς συνεστῶσαν.

ὥστ᾽ εἴ τις αὐτῆς ἐν θεωρίᾳ γενέσθαι ποθεῖ μὴ κάτω περιβλεπέσθω μηδὲ ἐπὶ τῆς Παλαιστίνης χώρας αὐτὴν ἀναζητείτω, ἀκουέτω δὲ τοῦ θεοῦ λέγοντος αὐτῇ· 〈ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός· χεῖρες〉 γὰρ ὡς ἀληθῶς θεοῦ τὴν τοιαύτην οἰκοδομοῦσι πόλιν, μᾶλλον δὲ διατυποῦσιν αὐτὴν καὶ διαζωγράφουσιν, ὥσπερ ἐν πίνακος γραφῇ διαχαράττουσαι τὴν θέσιν καὶ τοὺς τύπους τῆς κατὰ θεὸν πολιτείας ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς συνιστῶσαι.⌝ ⌞ὃ δὴ καὶ αὐτὸς ὁ τῆς ἑαυτοῦ πόλεως οἰκοδόμος, δηλαδὴ ὁ τοῦ θεοῦ λόγος ἐδίδασκε λέγων· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς».⌟ τὸ γὰρ θεοσεβὲς πολίτευμα καὶ ἡ ἄπτωτος καὶ ἀκαθαίρετος τοῦ θεοῦ πόλις ἡ λεγομένη 〈Σιὼν〉 καὶ ἐπὶ τῶν κατορθούντων ἐπὶ τῷ προτέρῳ λαῷ νοεῖται καὶ ἐπὶ τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ διαπρεπόντων. διὸ λέλεκται πρὸς αὐτήν· μὴ λέγε 〈Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου· οὐ γὰρ ἐπιλήσομαι σοῦ, εἶπε κύριος. ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός〉.

Εἶτ᾽ ἐπειδήπερ ἐν βραχεῖ χρόνῳ ἡ ἐξ ἐθνῶν ἐκκλησία συνέστη μετὰ τὴν ἀπόπτωσιν τοῦ παρὰ Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος, ἐπιλέγει ἑξῆς· 〈καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ᾽ ὧν καθῃρέθης〉· ⌜ὥσπερ γὰρ Ἰουδαῖοι τῆς καθαιρέσεως αὐτῆς γεγόνασιν αἴτιοι, οὕτω πάλιν ἐξ αὐτῶν ἦσαν οἱ τῆς νέας οἰκοδομῆς ἐργάται, οἱ ἀπόστολοι δηλαδὴ τοῦ σωτῆρος ἡμῶν, μαθηταί τε καὶ εὐαγγελισταί, δι᾽ ὧν ἡ ἐξ ἐθνῶν ἐκκλησία τοῦ θεοῦ ἀνεγήγερται.⌝ καὶ αὐτοὶ δὲ οὗτοι τὴν Ἰουδαϊκὴν ἐθελοθρησκείαν καθελόντες, ὡς ὁ Παῦλος διδάσκει λέγων· «εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ», τὴν νέαν Σιὼν κατὰ τὴν εὐαγγελικὴν συνεστήσαντο πολιτείαν, ἕτεροι δὲ παρὰ τούτους δηλοῦνται ἑξῆς 〈οἱ ἐρημώσαντες〉 μὲν τὴν Σιών, οὐ μὴν καὶ οἰκοδομήσαντες αὐτήν, περὶ ὧν εἴρηται· 〈καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται〉. ⌜θαυμάσαι δέ ἐστιν, ὅπως πρὸς τῇ διανοίᾳ καὶ κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐπληροῦτο τοῦ παντὸς Ἰουδαίων ἔθνους μετὰ τὴν σύστασιν τῆς ἐξ ἐθνῶν ἐκκλησίας ἀποβλήτου γενομένου τῆς αἰσθητῆς πόλεως τῆς κατὰ Παλαιστίνην κειμένης πρὸς τῷ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος ἐκπεσεῖν.⌝ Μετὰ ταῦτα προσωποποιεῖ ὥσπερ τινὰ 〈νύμφην〉 εἰσάγων ἐπὶ πλήθει τέκνων κομῶσαν, προσφωνεῖ τε αὐτῇ λέγων· 〈ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσει〉.

τίνας δὲ 〈πάντας〉 οὐκ εἴρηκεν διὰ τὸ ἤδη προφθάσαι καὶ διδάξαι, τίνες ἦσαν καὶ πόθεν οὗτοι, ἐν οἷς ἔλεγεν· «ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι ἐκ γῆς Περσῶν». οὗτοι 〈πάντες〉 φησὶ 〈συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ καὶ ἐπιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης〉· ⌜κοσμίαις γοῦν ψυχαῖς ταῖς ἐν αὐτῇ διαπρεπούσαις ἡ 〈νύμφη〉 τοῦ κυρίου, ἡ ἐκκλησία δηλαδὴ σεμνύνεται φαιδρυνομένη καὶ καλλωπιζομένη τῷ πλήθει τῶν ἀρετῶν καὶ τῶν ἐξ ἁγίου πνεύματος χορηγουμένων αὐτῇ χαρισμάτων.⌝ Εἶτά φησι· 〈καὶ τὰ ἔρημά σου καὶ τὰ κατεφθαρμένα καὶ τὰ καταπεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων σε〉· ἀντὶ γὰρ τῶν ἀποβλήτων ⌜τοῦ ἐκ περιτομῆς λαοῦ τὸ πολὺ πλῆθος τῆς ἐκκλησίας καθ᾽ ὅλης τῆς οἰκουμένης ἐξ ἁπάντων ἀντεισήχθη τῶν ἐθνῶν.⌝ ἀλλ᾽ οὗτοι μὲν εἰσεποιήθησαν, 〈μακρυνθήσονται〉 δέ φησιν 〈ἀπὸ σοῦ οἱ καταπίνοντές σε〉. ὁποῖοι ἦσαν πάλαι πρότερον οἱ ἐν τῷ ἐκ περιτομῆς λαῷ πολλὰ δυνάμενοι ψευδοπροφῆται καὶ Φαρισαῖοι καὶ Σαδδουκαῖοι κἀκεῖνοι, περὶ ὧν ἐλέγετο· «οἱ καταπίνοντες τὸν λαὸν ὅλῳ τῷ στόματι», οὓς ἐλαθήσεσθαι καὶ 〈μακρυνθήσεσθαι〉 τῆς καινῆς καὶ νέας τοῦ θεοῦ πόλεως προλέγει, τοσοῦτον δὲ ἔσεσθαι τὸ πολὺ πλῆθος τῶν προσιόντων τῇ δηλωθείσῃ πόλει θεσπίζει ὡς ἐθέλειν οἰκοδομὰς εὐρυτέρας καὶ μείζους.

Ὃ δὴ αὐτὸ δηλοῦται ἐν τῷ· 〈ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπώλεσας Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω〉· ⌜ἦσαν γὰρ ἐν ἀπωλείᾳ ποτὲ οὗτοι οἱ διὰ τῆς σωτηρίου χάριτος τῇ πολιτείᾳ τοῦ θεοῦ προσδραμόντες, οὓς ὁρῶσα ἡ ἐκκλησία τοῦ θεοῦ ἀποθαυμάσει λέγουσα· 〈Τίς ἐγέννησέ μοι τούτους〉; τὸ ξένον τῆς τῶν ἐθνῶν κλήσεως ἐκπληττομένη, ὁμολογήσει τε τὴν ἐπισυμβᾶσαν αὐτῇ ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀτεκνίαν.⌝ διό φησιν· 〈ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;

Εἶτ᾽ ἐπειδήπερ ἠπόρησεν, ἀποκρίνεται πρὸς αὐτὴν ὁ θεὸς λέγων· 〈Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ᾽ ὤμων ἀροῦσι〉, ⌜διδάσκων ὅτι 〈υἱοὺς〉 αὐτῆς καὶ 〈θυγατέρας〉, περὶ ὧν εἶπεν, ὅτι 〈οὗτοι δέ μοι ποῦ ἦσαν〉; ἐκ τῆς ἐκλογῆς τῶν ἐθνῶν πρὸς αὐτὴν συνάξει.⌝ 〈τὴν χεῖρα〉 δέ 〈μού〉 φησιν 〈ἀρῶ εἰς τὰ ἔθνη καὶ εἰς τὰς νήσους〉, δηλαδὴ τῆς ἐκκλησίας τὸ 〈σύσσημον〉. ⌜ποῖον δὲ τοῦτο ἢ τοῦ σωτηρίου πάθους καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ τὸ εὐαγγελικὸν κήρυγμα,⌝ μεθ᾽ ὃ 〈ἄξουσί〉 φησι 〈τοὺς υἱούς σου〉 βασταζομένους 〈ἐν ἀγκάλαις〉· οὕτως γὰρ ἡρμήνευσεν ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων· ὁ μὲν εἰπών· 〈καὶ ἄξουσι τοὺς υἱούς σου ἐν ἀγκάλαις〉, ὁ δέ· 〈καὶ οἴσουσι τοὺς υἱούς σου ἐν ἀγκάλαις, τὰς δὲ θυγατέρας σου ἐπ᾽ ὤμων ἀροῦσι〉. ⌜τίνες δὲ τοῦτο πράξουσιν ἢ πάντως που οἱ τοὺς εἰσαγομένους εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ χειραγωγοῦντες αὐτῶν τὴν φρενῶν νηπιότητα;⌝ οἷος ἦν Παῦλος λέγων Κορινθίοις· «γάλα ὑμᾶς ἐπότισα».

Καὶ 〈τιθηνοὺς〉 δὲ ἑξῆς τῆς ἐκκλησίας τοῦ θεοῦ 〈βασιλεῖς〉 εἰσάγει καὶ τὰς 〈ἀρχούσας〉 αὐτῶν τῆς αὐτῆς γενήσεσθαι 〈τροφούς〉 φησιν. ⌜ὅπερ καὶ αὐτὸ κατὰ λέξιν πληρούμενον αὐτοῖς εἴδομεν ὀφθαλμοῖς τῶν κρατούντων τῆς ἀνωτάτω ἀρχῆς 〈τιθηνῶν〉 τρόπον διαβασταζόντων τὴν τοῦ θεοῦ ἐκκλησίαν, αἱ δὲ τούτων 〈ἄρχουσαι〉, δηλαδὴ αἱ καθ᾽ ἕκαστον ἔθνος καὶ καθ᾽ ἑκάστην ἐπαρχίαν ‹ἀρχαὶ καὶ ἐξουσίαι› τῇ ἀνωτάτω βασιλείᾳ διακονούμεναι 〈τροφῶν〉 δίκην ἐξυπηρετήσονται τοῖς ἐνδεέσι τῆς ἐκκλησίας νεύματι βασιλικῷ τὰ σιτηρέσια χορηγοῦσαι αὐτοῖς· διὸ 〈τροφοὶ〉 αὐτῆς ὠνομάσθησαν, ἢ κατὰ τὸν Σύμμαχον 〈γαλοῦχοι〉 φήσαντα· 〈καὶ ἄρχουσαι αὐτῶν γαλοῦχοί σου〉. τίς δὲ ὀφθαλμοῖς ὁρῶν ‹τὰς› εἰρημένας ‹ἀρχὰς καὶ τὰς ἐξουσίας› ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ γόνυ καμπτούσας καὶ τὸ μέτωπον ἐρειδούσας ἐπὶ τοῦ ἐδάφους, οὐκ ἂν ὁμολογήσειε πρὸς λέξιν καὶ πρὸς ἱστορίαν τέλος εἰληφέναι καὶ ταύτην τὴν προφητείαν διαρρήδην φήσασαν· 〈ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν〉.⌝ ἐπειδὰν δὲ ταῦτά φησι δι᾽ ἔργων χωρήσῃ, τότε 〈γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με〉· ⌜καλὸν γὰρ τὸ μὴ ὀλιγωρεῖν μηδ᾽ ἀπογινώσκειν τὴν ἐλπίδα τῶν ἐπηγγελμένων πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως·⌝ 〈οὐ〉 γὰρ 〈αἰσχυνθήσονται οἱ ὑπομένοντες〉 αὐτόν.

Ταῦτ᾽ εἰπὼν ἑξῆς διδάσκει τίνα τρόπον τὰ ὑποχείρια τῷ διαβόλῳ ἔθνη ἠλευθερώθη αὐτοῦ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν δυνάμεως· λέγει γάρ· 〈μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; ⌜γίγαντα〉 σημαίνων τὸν διάβολον καὶ τὴν ἀντικειμένην δύναμιν. μήτι οὖν τῷ τυχόντι φησὶ δυνατόν ἐστι 〈γίγαντα〉 παρατάξασθαι καὶ σκυλεῦσαι τὸν οὕτως ἰσχυρόν; εἰ δὲ καὶ ἐπιχειρήσειέ τις τὸν τοιοῦτον 〈αἰχμαλωτεῦσαι, δικαίως〉 γε ποιῶν ἄρα 〈σωθήσεται〉; οὐχὶ κρατηθεὶς ὑπὸ τοῦ 〈γίγαντος〉 ὡς ὑπὸ ἰσχυροτέρου κινδυνεύσει περὶ τῆς αὐτοῦ σωτηρίας; ἀντὶ δὲ τοῦ 〈ἀδίκως〉 ἡ Ἑβραϊκὴ λέξις 〈δικαίως〉 περιέχει· ὁ γὰρ 〈αἰχμαλωτεύων γίγαντα δικαίως〉 τοῦτο ποιήσειε καὶ ὁ σκυλεύων αὐτὸν ὁμοίως.⌝ ὅθεν ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων 〈δίκαιον〉 ἡρμήνευσαν· 〈δίκαιον〉 γὰρ τὸν τύραννον καὶ πάντα τὸν 〈ἀδίκως〉 κατέχοντα σκυλεύειν καὶ αἰχμάλωτον ποιεῖν, ἀλλὰ γὰρ τίς οὗτος ὁ 〈δυνατὸς〉 παρατάξασθαι τῷ τοιούτῳ καὶ 〈διασωθῆναι〉 ἀνθρώπων μὲν οὐδείς, ‹τὸ δὲ παρὰ ἀνθρώποις ἀδύνατον ὅπως θεῷ δυνατόν ἐστιν›, ἐπακούσατε· 〈Οὕτως λέγει κύριος〉· καὶ 〈γίγας〉 σκυλευθήσεται καὶ ὁ σκυλεύων αὐτὸν 〈σωθήσεται〉. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈ἀλλὰ καὶ αἰχμαλωσία δυνατοῦ ληφθήσεται καὶ λῆψις φοβεροῦ διασωθήσεται〉.

τίς οὖν ἐστιν ὁ ταῦτα πράξων, εὐθὺς παρίστησι λέγων· 〈ἐγὼ δὲ τὴν κρίσιν μου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς μου ῥύσομαι〉, ἑαυτὸν ⌜σαφῶς διδάξας εἶναι τὸν μόνον 〈δυνατὸν〉 ἀφελέσθαι τοῦ δηλωθέντος τὰ 〈σκῦλα〉. εἶθ᾽ ἑξῆς διερμηνεύει, τίνες τὰ 〈σκῦλα〉 τοὺς υἱοὺς αὐτοῦ εἶναι λέγων· διὸ ἐπιφέρει· 〈τοὺς υἱούς μου ῥύσομαι〉, ὧν 〈ῥυσθέντων〉 οἱ ἀφῃρημένοι αὐτῶν ἐξ ἐπηρείας, αὐτοὶ 〈τὰς ἑαυτῶν σάρκας φάγονται καὶ τὸ αἷμα αὐτῶν ὡς οἶνον πίονται〉· οὐκέτι γὰρ ἑτέρων 〈σάρκας ἐσθίειν〉 δυνάμενοι τὰς ἑαυτῶν 〈φάγονται〉 οὐδὲ 〈ἐκπίνειν〉 ἔτι τὸ 〈αἷμα〉 τῶν ἀνθρωπείων ψυχῶν δυνάμενοι 〈τὸ ἑαυτῶν αἷμα πίονται〉 ὡς καὶ 〈μεθυσθῆναι〉 αὐτοὺς ἐξ αὐτοῦ.⌝ τούτων δὲ οὕτως πραχθέντων αἴσθησις ἔσται 〈πάσῃ τῇ σαρκί〉, τοῦτ᾽ ἔστι πᾶσιν ἀνθρώποις καὶ τοῖς ἔτι σαρκίνοις οὖσιν, 〈ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος〉. τίνα δὲ σὲ ἢ τὴν ἐμαυτοῦ πόλιν καὶ τὴν ἀποδοθεῖσαν Σιών, πρὸς ἣν πάντα ταῦτ᾽ ἐλέγετο. τοῦτο οὖν 〈γνώσονταί〉 φησι καὶ ὁμολογήσουσιν ἁπαξαπλῶς πάντες ὡς οὐκ ἦν θνητῆς φύσεως τὸ κατόρθωμα τῆς τοσαύτης τῶν ἐθνῶν σωτηρίας, ἀλλὰ θεοῦ δύναμις, ἣν ἡ τοὺς ἰδίους υἱοὺς 〈ῥυσαμένη〉 ἀπὸ τοῦ προλεχθέντος 〈γίγαντος〉 καὶ τῶν σὺν αὐτῷ.

καθ᾽ ἑτέραν δὲ διάνοιαν ⌜δύναται ταῦτα ἐπὶ τοὺς κατὰ καιρὸν διώκοντας τὴν τοῦ θεοῦ ἐκκλησίαν ἀναφέρεσθαι τοῦ λόγου τὸ τέλος αὐτῶν καὶ τὴν καταστροφὴν διαγράφοντος καὶ ὡς 〈τὰς ἑαυτῶν σάρκας φάγονται καὶ τὸ αἷμα ἑαυτῶν πίονται〉.⌝ ὅτε καὶ 〈γνώσονται〉 πάντες καὶ ὁμολογήσουσιν, ὅτι μὴ θνητὴ δύναμις ἦν ἡ τὴν ἐκκλησίαν τοῦ θεοῦ 〈ῥυσαμένη〉, ἀλλ᾽ ἦν ὁ 〈ἀντιλαμβανόμενος〉 αὐτῆς 〈θεὸς Ἰακώβ〉. ἀντὶ δὲ τοῦ· 〈θεὸς Ἰακώβ, ἰσχυρὸς Ἰακὼβ〉 οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν. εὐκαίρως δὲ τοῦ 〈θεοῦ Ἰακὼβ〉 ἢ τοῦ 〈ἰσχυροῦ Ἰακὼβ〉 ἐμνημόνευσεν ὁ λόγος ἀναπέμπων ἡμᾶς ἐπὶ τὸν ἐν ἀνθρώπου σχήματι τῷ πατριάρχῃ Ἰακὼβ ὀφθέντα θεόν, ὃν οὐδὲ ἕτερον ὑποληπτέον εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ. ⌞ἀσώματον τὸ θεῖον, ἄϋλον, ἀναφὲς καὶ ἁπλοῦν· καὶ οὐκ ἄν τις ἐπ᾽ αὐτῷ τὰ εἰκότα δρῶν φαντασίαν τινὰ λάβοι σωματικήν. πλὴν τὸ γράμμα τὸ ἱερὸν ἀνθρωπίνως ἡμῖν τὸ περὶ αὐτοῦ διαλέγεται.

οὐ γὰρ ἦν ἑτέρως δυνηθῆναι νοεῖν τοὺς ἐν αὐτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ καθάπερ ἐν τάξει παραδειγμάτων παρεκομίσθη τὰ καθ᾽ ἡμᾶς, ἵν᾽ ἐκ τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων κἂν τὸ ἐκ μέρους νοεῖν ἰσχύσωμεν τὰ περὶ τῆς θείας οὐσίας.⌟ Διελθὼν ὁ λόγος τὸ κήρυγμα τὸ εὐαγγελικὸν καὶ τὴν δι᾽ αὐτοῦ γενομένην τῶν ἐθνῶν κλῆσιν, τοῦ τε θεοσεβοῦς πολιτεύματος τὴν σύστασιν καὶ τὴν τοῦ δηλωθέντος 〈γίγαντος〉 καθαίρεσιν μεταβαίνει πάλιν ἐπὶ τὸν ἐκ περιτομῆς λαὸν ὡσπερεὶ πείθων καὶ ἀπολογούμενος, δι᾽ ἣν αἰτίαν ἐπισκοπήσας πάντα τὰ ἔθνη αὐτοὺς ἐκδότους ἐποιήσατο. φησὶν οὖν εἰς αὐτῶν πρόσωπον· Μή μοί τις ὑμῶν καταμεμφέσθω ὡς ἐπιλελησμένῳ, ἧς ἔσῳζον πάλαι πρότερον περὶ ὑμᾶς σπουδῆς μηδέ τις καταιτιάσθω ὡς ἐμοῦ 〈βιβλίον ἀποστασίου〉 δεδωκότος τῇ πάλαι χώραν γαμετῆς ἐπεχούσῃ παρ᾽ ἐμοὶ 〈μητρὶ ὑμῶν〉, ἀλλὰ μηδ᾽ ἐκβιασθέντα με 〈ὑπόχρεως〉 τῶν τινων 〈πεπρα〉κέναι 〈ὑμᾶς〉 νομιζέτω εἰς ἀπόδοσιν τοῦ χρέους· τούτων γὰρ οὐδὲν ἐξ ἐμοῦ γεγένηται. εἰ δὲ χρὴ τἀληθῆ λέγειν· Ὑμεῖς ἑαυτοὺς 〈πεπράκατε ταῖς ὑμετέραις ἁμαρτίαις〉, ὅτι δὲ ταῦθ᾽ οὕτως ἔχει, ὁμολογήσετε ἂν καὶ αὐτοί, ὡς ἐγὼ μὲν οὐκ ὤκνησα θεὸς ὢν καὶ κύριος τῶν ὅλων ὑποκαταβῆναι τοῦ οἰκείου μεγέθους καὶ μέχρις ὑμῶν αὐτῶν ποιῆσαι τὴν ἐμαυτοῦ παρουσίαν.

Ὅθεν καὶ 〈ἦλθον〉 καὶ μέσος ὑμῶν γέγονα καὶ σὺν ὑμῖν ἀνθρώπου δίκην ἐπολιτευσάμην, 〈ἐκάλεσα〉 δὲ πάντας ὑμᾶς πρὸς ἐμαυτὸν καὶ ταῦτα πάντα ἔπραξα δι᾽ ὑπερβάλλουσαν φιλανθρωπίαν. ἀλλ᾽ 〈οὐδεὶς ἦν〉 ὁ ἀπαντῶν πρός με οὐδὲ 〈ὑπακούων〉 βοῶντος καὶ τοὺς πάντας ὑμᾶς πρὸς ἐμαυτὸν ἀνακαλουμένου, ἀλλ᾽ ἔτι καὶ τοιαῦτα τετολμήκατε, ὁποῖα οὐκ ἂν ὑπομένοι ἂν ἀκοῇ. ἃ δὴ καὶ αὐτὰ ἀνεξικάκως ἤνεγκα δυνάμενος μηδὲν μηδ᾽ ὅλως παθεῖν μηδὲ ἐπιτρέψαι τοιαῦτα τολμᾶν ἢ οὐ μέμνησθε ὑμεῖς αὐτοί, ὡς καιρῷ τινι ‹τὴν ἐρυθρὰν θάλασσαν ξηρὰν› κατέστησα βουληθεὶς τοὺς προπάτορας ὑμῶν δι᾽ αὐτῆς ἀγαγεῖν καὶ ‹ἐπὶ τοῦ Ἰορδάνου› δὲ ‹ποταμοῦ› ἀναδραμόντος εἰς τοὐπίσω τοῦ ῥεύματος διῆλθον ὡς διὰ ξηρᾶς χώρας οἱ τηνικαῦτα ὑπὸ τῆς ἐμῆς δυνάμεως ποδηγούμενοι. πάντως δήπου καὶ τὰς κατ᾽ Αἰγυπτίων δέκα πληγὰς οὐκ ἀγνοεῖτε, καθὼς ὡσπερεὶ 〈σάκκῳ〉 περιβαλὼν 〈τὸν οὐρανὸν σκότος〉 τριήμερον εἰργασάμην.

Τί οὖν ὁ τοσαῦτα ἐνδειξάμενος ἐπὶ τῶν ὑμετέρων προπατόρων οὐχ οἷός τε ἤμην καὶ νῦν ἐμαυτὸν καὶ τὸ δι᾽ ἀνθρώπους ἀναληφθέν μοι ὄργανον σωματικὸν τῶν ὑμετέρων ἐξελέσθαι χειρῶν; ἀλλ᾽ ἐπεὶ τοῦτο ἐδόκει τῷ ἐπὶ πάντων καὶ ἀνωτάτῳ κυρίῳ, ὃς καὶ ἐμοῦ αὐτοῦ κύριος ὢν καὶ πατὴρ τυγχάνει, διὸ δὴ καὶ αὐτὸν 〈κύριον〉 ὀνομάζων φημί· 〈Κύριος κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον〉. εἰκότως ‹καὶ ὅτε κατηγορούμενος› ‹ἐσιώπων› καὶ ψευδομαρτυρούμενος παρ᾽ ὑμῶν ‹οὐδὲν ἀπεκρινάμην›, τοῦτ᾽ ἔπραττον παραγγελίᾳ τοῦ πατρός, ἐπεὶ γὰρ ἐχρῆν ‹ὑπήκοον αὐτῷ γενέσθαι› «μέχρι θανάτου». τούτου χάριν σιωπὴν ἦγον τὰς ὕβρεις τὰς ὑπὲρ ὑμῶν ἀναδεχόμενος εὖ εἰδώς, ὅτι ποτὲ ἔσται καιρός, καθ᾽ ὃν ‹οὐκέτι σιωπήσομαι›, ἀλλὰ παρὰ τοῦ πατρὸς λαβὼν 〈γλῶσσαν παιδείας〉 ταύτῃ χρήσομαι εὐκαίρως, 〈ἡνίκα δεῖ εἰπεῖν λόγον〉. γένοιτο δ᾽ ἂν οὗτος ὁ καιρός, καθ᾽ ὃν τὰς ἐμὰς ἐκκλησίας καθ᾽ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης ἱδρύσω· τότε γὰρ οὐκέτι μὲν σιωπῇ χρήσομαι, βοήσομαι δὲ εἰς ἐπήκοον πᾶσι τοῖς ἔθνεσι τὸν ἐμαυτοῦ γνωρίζων πατέρα, ὃς κατὰ τὸν εἰρημένον χρόνον χαριεῖταί μοι 〈ὠτία〉 ἀκουστικὰ συνιέναι δυνάμενα τῆς ἐμῆς διδασκαλίας τὸν νοῦν, ἅπερ ταῖς ἑωθιναῖς ὥραις προσεδρεύοντα τῆς ἐμῆς μεταλήψεται παιδεύσεως. αὐτὸς γὰρ ὁ ἐμὸς κύριος 〈τὰ ἐμὰ ὦτα〉 τὰ ἐμοὶ προσεδρεύοντα καὶ ἐμοὶ μαθητευόμενα 〈διανοίξει〉.

διό φημι· 〈ἔθηκέ μοι πρωΐ〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ἔθηκέ μοι πρωῒ γύρῳ〉, ἢ κατὰ τὸν Ἀκύλαν· 〈ἐγείρει ἐν πρωΐᾳ ἐν πρωΐᾳ ἐξεγείρει μοι ὠτίον τοῦ ἀκούειν〉· ὑμᾶς μὲν γὰρ 〈καλῶν〉 οὐκ εἶχον 〈ὑπακούοντας〉. διὸ ἔλεγον· 〈διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων〉; τοῖς δὲ ὑπὸ τοῦ πατρὸς χαρισθησομένοις μοι μαθηταῖς κατὰ καιρὸν διαλεχθήσομαι τῆς τοῦ πατρὸς χάριτος, ἐμοὶ μὲν τότε λόγον παρεχούσης καὶ 〈γλῶσσαν παιδείας〉, τοῖς δὲ ἐμοῖς μαθηταῖς 〈ὠτία〉 εἰς τὸ συνιέναι δύνασθαι τὴν τῶν ἐμῶν λόγων 〈παιδείαν〉. ταῦτα μὲν οὖν οἶδα κατὰ καιρὸν γενησόμενα, τέως δὲ ἐπὶ τοῦ παρόντος ὁπηνίκα τὴν ἐμαυτοῦ πρὸς ὑμᾶς ἄφιξιν ἐποιησάμην. ‹ἐζήτουν› μὲν παρ᾽ ὑμῖν τοὺς βουλομένους ‹σωθῆναι› οὐ μὴν εὑρίσκων, ἀλλὰ καὶ πάντας ὑμᾶς ἀνακαλούμενος, οὐκ εἶχον ὑπακούοντας, καὶ ἐπιστάντος δὲ τοῦ καιροῦ τῶν ὑμετέρων τολμημάτων βουλομένου τοῦ πατρὸς σιωπὴν ἦγον ὡς μηδὲν ἀποκρίνασθαι συκοφαντούμενον.

Αὐτίκα δ᾽ οὖν καὶ τύπτειν βουλομένοις παρεῖχον 〈τὸν ἐμαυτοῦ νῶτον〉, ὑβρίζουσί τε αἰσχρῶς καὶ κατὰ τοῦ προσώπου τύπτουσι παρεῖχον 〈τὰς σιαγόνας〉 καὶ 〈τὸ πρόσωπον δέ μου〉 πληρούμενον τῶν ὑμετέρων σιέλων 〈οὐκ ἀπέστρεφον〉, ἔμενον δὲ ἀδιάτρεπτος τὸν ἐμαυτοῦ σωματικὸν ἄνθρωπον ἔκδοτον παντοίαις ἀτιμίαις καὶ ὕβρεσι παρέχων μηδένα κατὰ μηδὲν ἀμυνόμενος· ἀπήρκει γάρ μοι τὸ νεῦμα τὸ πατρικόν, ᾧ «γινόμενος ὑπήκοος» τῶν ἁπάντων ἠνειχόμην εἰδώς, ὅτι ὁ κυριεύων τῶν ὅλων 〈κύριος βοηθός μοι〉 παρῆν. ⌜διὸ καὶ 〈τὸ πρόσωπόν μου ὡσεὶ στερεὰν πέτραν〉 παρέστησα πεπεισμένος, ὡς οὐ φέρει μοι αἰσχύνην ἡ πρὸς τὸν πατέρα ὑπακοή,⌝ ⌞ὃν καὶ πλησίον μου ἑστῶτα καὶ ὥσπερ ἀγωνοθετοῦντα τοῖς γινομένοις καὶ τὴν ἐμὴν δικαιοῦντα ὑπομονὴν διὰ παντὸς ἑώρων.⌟ ⌜εἰ δέ τις ἔχοι τὰς κατ᾽ ἐμοῦ ὕβρεις καὶ τὸν θάνατον αὐτὸν ἐνδίκως ἐπενηνέχθαι μοι φάναι διά τινα πλημμελήματα, δεικνύτω παρελθὼν εἰς μέσον, εἴ τις αἰτία ἢ πρόφασις ἐξ ἐμοῦ τῆς τοσαύτης κατ᾽ ἐμοῦ ὕβρεως γέγονεν.⌝ Εἰ δὴ βούλοιτό τις 〈κρίνεσθαί μοι〉 καὶ τοιοῦτό τι ἀπελέγχειν, 〈ἐγγισάτω μοι〉, ⌜εἰς μέσον τε παρελθὼν 〈στήτω〉 καὶ ἐλεγχέτω.

οὐδενὸς δὲ ἔχοντος μέμψιν ἐπαγαγεῖν μήτε τῇ διδασκαλίᾳ μήτε ταῖς πράξεσι ταῖς ὑπ᾽ ἐμοῦ πεπραγμέναις, εἰκότως ὁ μὲν ἐμὸς 〈κύριος βοηθὸς〉 ἐμοὶ παρέσται.⌝ ⌞ἐπαμύνοντος γάρ φησι τοῦ θεοῦ καὶ πατρὸς καὶ πᾶσαν ὑμῶν ἐπήρειαν ἀφανίζοντος καὶ τὴν ἐμὴν ἱστάντος δόξαν, τίς ἔσται τοσοῦτος ἐν ὑμῖν ὡς ἀντιτάξασθαι τῇ ἀνικήτῳ βουλῇ καὶ κακῶσαι δύνασθαι τὸν παρ᾽ αὐτοῦ βοηθούμενον;

οὐκοῦν εἴπερ τινὲς ἦσαν νουνεχεῖς οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπόσχοιντο ἂν τῶν κατ᾽ αὐτοῦ σκεμμάτων τε καὶ ἐγχειρημάτων διὰ προφητῶν ἁγίων προεγνωκότες, ὡς οὐκ ἂν ἰσχύσειαν ἀδικῆσαι Χριστὸν θεὸν ὄντα καὶ κύριον καὶ υἱὸν ἀληθινὸν τοῦ πατρός.⌟ 〈Ὑμεῖς〉 δὲ 〈πάντες ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς〉, ἢ καὶ 〈εὐρὼς〉 κατὰ τὸν Σύμμαχον, ἢ 〈βρωτὴρ〉 κατὰ τὸν Ἀκύλαν. ⌜δι᾽ ὧν σημαίνει τὴν παλαίωσιν τῆς κατ᾽ αὐτοὺς σωματικῆς λατρείας· «πᾶν γὰρ τὸ 〈παλαιούμενον〉 καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ». 〈σῆτα〉 δὲ καταβιβρώσκοντα αὐτοὺς τὴν συνείδησιν ὧν τετολμήκασι δηλοῖ, δίκην σκώληκος κατεσθιούσης τὴν ψυχήν· ὁρῶντες γὰρ τὴν τῶν ἐθνῶν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν καὶ τὴν ἑαυτῶν ἀπόπτωσιν, ἣν ὑπέμειναν διὰ τὰς ἀσεβείας αὐτῶν, ὑπὸ τῆς συνειδήσεως τιτρώσκονται καὶ κατεσθίονται.⌝ διὸ καὶ ἐπὶ τέλει τῆς μετὰ χεῖρας βίβλου περὶ τῶν αὐτῶν ὁ αὐτὸς θεσπίζει λέγων· «ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσται εἰς ὅρασιν πάσῃ σαρκί».

Τοσαῦτα περὶ τῶν κατὰ τὸ πάθος αὐτῷ συμβεβηκότων ἐπελθὼν αὐτὸς ὁ κύριος ἐπιφέρει τοῖς αὐτοῖς προσφωνῶν· Καὶ νῦν, εἴ 〈τίς〉 ἐστιν 〈ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον, ὑπακουσάτω τῷ παιδὶ αὐτοῦ〉. ⌞ἑαυτὸν δὲ 〈παῖδα〉 θεοῦ λέγων ἐφίησι νοεῖν, ὅτι καὶ ἄνθρωπος γεγονὼς υἱός ἐστιν ἀληθινὸς τοῦ θεοῦ καὶ πατρός. καὶ τὸ 〈ἀκοῦσαι τῆς αὐτοῦ φωνῆς〉 οὐ ‹νόμου παράβασις› ἦν, ἀλλὰ βεβαίωσις νόμου διὰ τύπου καὶ σκιᾶς προαναγράφοντος τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ θεὸς καὶ τὰ αὐτοῦ θεσπίσματα.⌟ ⌜«οὐ» γὰρ «βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ». ὅθεν ἔτι καὶ νῦν ὑμᾶς ἀνακαλοῦμαι ἐν τῷ τῆς ἀγνοίας σκότῳ τυγχάνοντας⌝ καί φημι· 〈Οἱ πορευόμενοι ἐν σκότει καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθετε ἐπὶ τῷ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ〉. ⌜μόνον ἥκετε καὶ ὑπακούσατε, ἐπαγγελλομένῳ τε ὑμῖν σωτηρίαν πιστεύσατε.

Ἀλλ᾽ ὡς ὁρῶ, πάσης μὲν ἀγαθῆς ἐλπίδος ἑαυτοὺς ἀποκλείετε, τὸ δὲ ἑαυτῶν 〈πῦρ〉 σωρεύετε 〈καὶ κατισχύετε〉 τὴν ἑαυτῶν 〈φλόγα〉 τῇ ἑαυτῶν ‹ἐπιμένοντες ἀπιστίᾳ› καὶ ταῖς κατ᾽ ἐμοῦ βλασφημίαις τὸ περιμένον ὑμᾶς τῆς ‹αἰωνίου κολάσεως› 〈πῦρ〉 μειζόνως ἐξάπτοντες. διὸ καὶ 〈ἐν λύπῃ κοιμηθήσεσθε〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ἐν ὀδύνῃ κοιμηθήσεσθε〉,⌝ ἢ κατὰ τὸν Ἀκύλαν· 〈εἰς διαπόνησιν κοιμηθήσεσθε〉.

Ἀλλ᾽ ἵνα μὴ ταῦτα πάθοιτε, ἔτι καὶ νῦν παραινῶ ἐπιστρέψαι καὶ τούτων 〈ἐπακοῦσαί〉 μου τῶν λόγων. καὶ δὴ 〈ἀκούετε〉, ὦ ἄνδρες οἱ προσποιούμενοί τε τὸν κύριον τιμᾶν, ἐναντία δὲ πράττοντες τῇ τοῦ κυρίου βουλῇ ἐν τῷ 〈τὸ δίκαιον〉 ἐλαύνειν καὶ τὴν ἀλήθειαν αὐτὴν ἔχθραν ἡγεῖσθαι, ⌞ἐπειδὴ ἐκ πολλῆς ἄγαν ἀβελτηρίας οἱ τῶν Ἰουδαίων δῆμοι τὸν μονογενῆ τοῦ θεοῦ λόγον ὁρῶντες ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, τοῦτ᾽ ἔστιν γενόμενον ἄνθρωπον, οὐ συνίεσαν μὲν τὸ ἐπ᾽ αὐτῷ μυστήριον, ἀσυνετοῦντες δὲ πλεισταχοῦ παλιμφήμοις ἐλύπουν φωναῖς ἀνοσίως. καθάπερ ἔφην ἀρτίως, ἐναργῆ καθίστησιν αὐτοῖς τὴν εὐπρεπεστάτην αὐτοῦ δόξαν τε καὶ δύναμιν, καὶ τοῦ μικρὰ φρονεῖν ἐπ᾽ αὐτῷ βούλεσθαί τινας ἀποκομίζει λέγων· ‹πεποίθατε ἐπὶ τῷ κυρίῳ›. ἐναργέστατα δὴ οὖν κύριον ἑαυτὸν καὶ θεὸν εἶναί φησιν, ἀποκομίζων ὡς ἔφην τοῦ χαμαιπετῆ περὶ αὐτοῦ βούλεσθαι φρονεῖν τε καὶ λέγειν.⌟ τί οὖν ἐστιν ὅ φημι· 〈ἀποβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε〉.

ἀντὶ δὲ τοῦ· 〈καὶ εἰς τὸν βόθυνον〉, ὁ Σύμμαχος· 〈εἰς τὴν τρυμαλιάν〉, ὁ δὲ Ἀκύλας· 〈πρὸς ἐκκοπήν〉. ⌜ἔοικε δὲ διὰ τούτων ὁ λόγος αἰνίττεσθαι αὐτὴν ἐκείνην τὴν τὸ σῶμα τοῦ σωτῆρος ὑποδεξαμένην ‹〈πέτραν〉›, ἐν ᾗ «ὁ Ἰωσὴφ» τὸ σπήλαιον 〈ὤρυξεν〉 «ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ».⌝ εἶτ᾽ ἐνθένδε μεταβαίνει ἐπὶ τὸ παράδειγμα τοῦ 〈Ἀβραὰμ〉 καὶ τῆς 〈Σάρρας〉, οἳ δίκην 〈πέτρας〉 ἄγονοι καὶ ἄκαρποι καὶ ἄπαιδες γενόμενοι καὶ μέχρι γήρως ἐστειρωμένοι «ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει» συνέστησαν. διό φησιν· 〈ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν〉. ⌜ὥσπερ οὖν ἐπὶ τοῦ 〈Ἀβραὰμ〉 πεποίηκα, οὕτω μὴ ἀπογινώσκετε, ὡς καὶ ἀπὸ τῆς 〈πέτρας〉 ταύτης, ἣν ὑμεῖς αὐτοὶ 〈ἐλατομήσατε〉, ἔσται τις ἐλπὶς ἅπασιν ἀνθρώποις σωτηρίας, ὡς μὴ ἀπολειφθῆναι τῆς πρὸς τὸν 〈Ἀβραὰμ〉 ἐπαγγελίας, τὴν δοθησομένην ἅπασι τοῖς ἔθνεσιν ἐξ ἐμοῦ διὰ τῆς εἰρημένης 〈πέτρας〉 χάριν. ἦν μὲν οὖν 〈πέτρα〉 καὶ τὸ σπήλαιον, «ὃ 〈ἐλατόμησεν〉 ὁ Ἰωσὴφ» ‹εἰς μνημεῖον›, ἀλλὰ καὶ τὸν Χριστὸν αὐτὸν οἶδεν ὁ θεῖος Ἀπόστολος 〈πέτραν〉 ὀνομάζειν λέγων· «ἡ δὲ 〈πέτρα〉 ἦν ὁ Χριστός».

ἐπεὶ δὲ χεῖρας ἐπιβαλόντες τὸ σῶμα τοῦ Χριστοῦ ἐλωβήσαντο κατὰ τὸ πάθος οἱ τὸν θάνατον αὐτοῦ τυρεύσαντες, εἰκότως πρὸς αὐτοὺς εἴρηται τό· 〈ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε〉.⌝ τοῦτο δὲ διδάσκει καὶ αὐτὸς ὁ σωτὴρ ἐν Ψαλμοῖς λέγων· «〈ὤρυξαν〉 χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου». ⌜μήποτε δὲ 〈βόθυνον λάκκου〉 ᾐνίξατο τὴν τρωθεῖσαν τοῦ σώματος αὐτοῦ ‹πλευράν, ἐξ ἧς αἷμα καὶ ὕδωρ ἐξῆλθεν›.⌝ Ἀλλὰ γὰρ ὥσπερ ἐπὶ τοῦ 〈Ἀβραὰμ〉 καὶ τῆς ἀγόνου καὶ ἀτέκνου καὶ τὴν φύσιν ἐστειρωμένης 〈Σάρρας〉 παραδόξῳ καὶ θεϊκῇ δυνάμει «ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει» συνέστη, οὕτω καὶ νῦν γενήσεται διὰ τῆς 〈λατομηθείσης〉 καὶ 〈ὀρυχθείσης〉 ὑφ᾽ ὑμῶν 〈πέτρας〉. δι᾽ αὐτῆς γὰρ τῆς 〈Σιών〉, λέγω δὲ τὸ θεοσεβὲς πολίτευμα, τὴν ἀπεγνωσμένην 〈Σιὼν〉 δὲ λέγω· 〈καὶ σὲ νῦν παρακαλέσω, Σιών〉, τὸ θεοσεβὲς δηλῶν 〈παρακαλέσω〉, ὅπερ εἰς ἔρημον δι᾽ ὑμᾶς κατέστη.

πλὴν αὐτὸς ἐγὼ ἀναλήψομαι τὴν ἐρημίαν αὐτῆς 〈καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον καὶ τὰ πρὸς δυσμὰς αὐτῆς ὡς παράδεισον κυρίου〉. ⌜ὡς ἐν παραθέσει δὲ 〈τῆς〉 πάλαι 〈ἐχούσης τὸν ἄνδρα〉 νῦν ἡ ἐξ ἐθνῶν ἐκκλησία πάλιν 〈ἔρημος〉 ὠνομάσθη· ὥσπερ οὖν καὶ ἐν οἷς ὁ αὐτὸς προφήτης θεσπίζει λέγων· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα». τίς δὲ ἦν ἡ 〈τὸν ἄνδρα ἔχουσα〉 ἀλλ᾽ ἢ ἡ ‹τὸ βιβλίον τοῦ ἀποστασίου› ποιησαμένη;⌝ ἐν δέ γε τῇ 〈ἐρήμῳ〉 ἔσται τίς φησι 〈παράδεισος〉 ἐοικότως 〈τῷ παραδείσῳ τοῦ θεοῦ〉, ὃν ἐν τῇ κοσμοποιΐᾳ ‹πεφυτεῦσθαι› Μωσῆς συνέγραψε. διὸ λέγεται· 〈ὡς παράδεισος κυρίου〉, τοῦτον δὲ ἔσεσθαί φησι 〈πρὸς ταῖς δυσμαῖς〉. «τοῖς γὰρ καθημένοις ἐν σκότῳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλε» τὸ σωτήριον καὶ ὁ 〈τοῦ θεοῦ παράδεισος〉 ὁ τῶν χαρισμάτων τοῦ ἁγίου πνεύματος πεπληρωμένος, ἔνθα φησὶν 〈εὑρήσειν ἀγαλλίαμα καὶ εὐφροσύνην〉 καὶ πρὸς τούτοις 〈ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως〉, τῶν μὲν κατορθούντων 〈φωνὴν αἰνέσεως〉 ἀφιέναι, τῶν δὲ ἐπιστρεφόντων ἐκ προτέρων ἁμαρτημάτων δι᾽ 〈ἐξομολογήσεως〉 καθαιρομένων.