Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Η λύτρωση της Ιερουσαλήμ και η αναγγελία του χαρμόσυνου κηρύγματος (Ησ. 51:17-52)

Η αφαίρεση του ποτηρίου της θείας οργής, η πνευματική απελευθέρωση των αιχμαλώτων και η εξαποστολή των αποστόλων ως κηρύκων της αληθινής ειρήνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 18 από 25

Τὴν κατὰ τοῦ Ἰουδαίων λαοῦ κατηγορίαν καὶ τὸν ἔλεγχον τῆς κατὰ τοῦ Χριστοῦ δυσσεβείας αὐτῶν, τά τε διαδεξάμενα αὐτοὺς κακά, ἐφ᾽ οἷς κατ᾽ αὐτοῦ τετολμήκασι, διελθών, εἶτα τῆς πάλαι ἐρήμου ἐκκλησίας τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν θεσπίσας καὶ ὡς ἔσται 〈παράδεισος θεοῦ〉 ἐν αὐτῇ καὶ ὡς 〈ἀγαλλίαμα καὶ εὐφροσύνην εὑρήσουσιν〉 οἱ ἐν 〈αὐτῇ, ἐξομολόγησίν〉 τε 〈καὶ φωνὴν αἰνέσεως〉. ταῦτα προφήσας σφόδρα ἀκολούθως εἰς ὑπακοὴν τῶν ἑαυτοῦ λόγων ἀνακαλεῖται οὐκέτι τὸ Ἰουδαίων ἔθνος τὸ συνήθως ὀνομαζόμενον Ἰσραήλ, ἀλλὰ σαφῶς τὸν ἐξ ἐθνῶν συστάντα αὐτῷ 〈λαὸν〉 καὶ τοὺς τῶν ἐθνῶν 〈βασιλεῖς〉 αὐτοῖς ῥήμασι λέγων· 〈ἀκούσατέ μου ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε· ὅτι νόμος παρ᾽ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. λαὸν〉 δὲ αὐτοῦ ἐν τούτοις οὐχ οὕτω τις γένοιτ᾽ ἂν ἠλίθιος ὡς νομίσαι δηλοῦσθαι ἐκεῖνον πρὸς ὃν ἐλέγετο· «ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν», ἀλλ᾽ ὁ παρὼν 〈λαὸς ἐξ ἐθνῶν〉 ‹χάριτι θεοῦ σεσῳσμένος› εἴη ἄν. τοῦτο τοιγαροῦν καὶ διὰ τῶν μετὰ χεῖρας προσφωνεῖ λέγων· 〈ἀκούσατέ μου ἀκούσατέ μου, λαός μου〉. ἀλλὰ καὶ τοὺς 〈βασιλεῖς〉 προσέχειν τοῖς λεγομένοις βούλεται τοὺς τῶν ἐθνῶν ἄρχοντας ἢ καὶ τὰς βασιλείας τῆς γῆς· δηλῶν ἐστι γὰρ ὅτε τὰς βασιλείας τοῦτον ὀνομάζει τὸν τρόπον.

τούτοις κατάλληλον διδασκαλίαν ἐκτίθεται λέγων· 〈ὅτι νόμος παρ᾽ ἐμοῦ ἐξελεύσεται〉, ὃ δὴ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ὁμοίως ἐκδεδώκασιν. ⌜ἔδει γὰρ καινῷ 〈λαῷ〉 τῷ ἐξ 〈ἐθνῶν〉 συστησομένῳ καὶ 〈νόμον〉 δοθῆναι καινόν· ὁ γὰρ διὰ Μωσέως δοθεὶς ἀκατάλληλος ἦν τῇ τῶν ἐθνῶν πολιτείᾳ πᾶσαν περιγράφων τὴν σωματικὴν θρησκείαν εἰς ἕνα τόπον τὸν ἐν Ἱεροσολύμοις· διόπερ ἀναγκαίως αἰνιττόμενος τὴν καινὴν διαθήκην καὶ τὸ εὐαγγελικὸν κήρυγμα φάσκει· 〈ὅτι νόμος παρ᾽ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν〉, πάλιν κἀνταῦθα 〈φῶς〉 τοῖς 〈ἔθνεσιν〉 ὑπισχνούμενος, οὐ μὴν τῷ Ἰσραήλ.⌝ ἀντὶ δὲ τοῦ· 〈καὶ ἡ κρίσις μου〉, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ 〈τὸ κρίμα μου〉 ἐκδεδώκασι· κέκρικα γάρ φησι, καὶ 〈κρίμα〉 παρ᾽ ἐμοῦ ὥρισται τὸ γενέσθαι τοῖς 〈ἔθνεσιν εἰς φῶς〉 τὸν ἐμὸν τοῦτον 〈νόμον〉 καὶ τὸ ἐμὸν 〈κρίμα〉.

Καὶ ταῦτά φησιν οὐ μακράν ποτε ἔσται, 〈ἐγγίζει〉 δὲ 〈ταχὺ ἡ δικαιοσύνη μου〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈ἐξαίφνης ταχυνῶ· ἐγγὺς ἡ δικαιοσύνη· ⌜δικαιοσύνης〉 γὰρ πεπλήρωτο ἡ πᾶσι τοῖς ἔθνεσιν ἐξ ἴσου δωρηθεῖσα χάρις.⌝ ⌞τοῦτο δὲ ἦν ὁ Χριστὸς τοῦ θεοῦ, ὃν ‹λαβὼν ἐν ἀγκάλαις ὁ Συμεὼν› ἀναγέγραπται εἰρηκώς· «νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου» καὶ τὰ ἑξῆς, τὴν θεότητα τοῦ λόγου σημαινούσης τῆς προφητείας. ὡς γὰρ τὴν ἀνθρωπότητα ἐδήλου διὰ τοῦ 〈σωτηρίου〉, οὕτως καὶ τὴν θεότητα τοῦτον ᾐνίξατο τὸν τρόπον.⌟ 〈μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε〉, ⌜ὅτι φησὶν· «οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ διωχθήσονται» καὶ ὀνειδισθήσονται καὶ φαυλισθήσονται ὑπὸ 〈ἀνθρώπων〉, διωγμούς τε παντοίους καὶ πειρασμοὺς ὑπομενοῦσι. ὅθεν καὶ περιφράττων αὐτοὺς ἐντεῦθεν ἤδη παραγγέλλει λέγων· 〈μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε〉.

Χρὴ δὲ μᾶλλον ὁρᾶν φησιν ἐπὶ τὸ διαδεξόμενον αὐτοὺς τέλος.⌝ ὃ δὴ καὶ ὑπογράφει λέγων· 〈ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός〉, οὕτω δηλαδὴ καὶ οὗτοι φθορᾷ καὶ ἀπωλείᾳ παραδοθήσονται. ὅθεν οὐδὲν δεῖ φοβεῖσθαι, θαρσεῖν δὲ τῷ ἑαυτῶν σωτῆρι, ὃν προεδίδαξεν ἀθάνατον καὶ ἀγήρω καὶ διαρκῆ καὶ σωτήριον ὑπάρχειν. καὶ αὖθις δευτεροῖ τὴν θεολογίαν ἐπισφραγιζόμενος διὰ τῶν μετὰ χεῖρας φάσκων· ἡ 〈δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν〉. ⌜Ἡ προσθήκη 〈Ἰερουσαλὴμ〉 οὔτε ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται, ἀλλ᾽ ὁ μὲν Ἀκύλας· 〈ἐξεγείρου〉 φησὶν 〈ἐξεγείρου, ἔνδυσαι κράτος, βράχιον κυρίου〉, καὶ ὁ Σύμμαχος· 〈ἐξεγείρου ἐξεγείρου, ἔνδυσαι κράτος, βράχιον κυρίου〉, καὶ ὁ Θεοδοτίων δὲ ὁμοίως· 〈ἐξεγείρου ἐξεγείρου, ἔνδυσαι κράτος, βράχιον κυρίου〉.

ὅτι τοίνυν κατὰ πάντας τοὺς ἑρμηνευτὰς καὶ κατ᾽ αὐτὴν τὴν Ἑβραϊκὴν φωνὴν οὐ τῇ 〈Ἰερουσαλὴμ〉 ὁ λόγος προσφωνεῖ, ἀλλὰ τῷ 〈βραχίονι κυρίου〉· ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς εἰς τὸν 〈βραχίονα κυρίου〉 τὴν τοῦ λόγου προσφώνησιν ἀναφέρειν, περὶ οὗ ἀνωτέρω ἐλέγετο· 〈καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν〉.⌝ ἐφάσκομεν δὲ τὴν θεότητα τοῦ λόγου τοῦτον σημαίνεσθαι τὸν τρόπον, ἐπεὶ τοίνυν τῷ λαῷ παρεκελεύσατο 〈μὴ φοβεῖσθαι ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθαι〉, ἀκολούθως ἐκ προσώπου τοῦ λαοῦ εὐχὴ ἀναπέμπεται πρὸς τὸν 〈βραχίονα τοῦ θεοῦ〉 παρακλητική, 〈ἐξεγερθῆναι〉 αὐτὸν καὶ ὑπερμαχῆσαι τοῦ ἰδίου λαοῦ καθικετεύουσα. ἡμεῖς γάρ φησιν οὐδέν ἐσμεν μὴ σοῦ προασπίζοντος καὶ ὑπερμαχοῦντος ἡμῶν, ὅθεν σὺ αὐτὸς ὁ 〈βραχίων κυρίου ἐξεγείρου ἐξεγείρου καὶ ἔνδυσαι〉 τὴν σαυτοῦ 〈ἰσχὺν〉 καὶ τὸ σαυτοῦ 〈κράτος〉. οὕτω δέ φησιν 〈ἐξεγείρου〉 ὡς καὶ ἐν τοῖς πρὸ τούτου χρόνοις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈ἐξεγέρθητι κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν, γενεὰς αἰώνων. σὺ〉 γὰρ ἦσθα ὁ ‹τὸν μέγαν 〈δράκοντα〉› τὸν ἐν Αἰγύπτῳ τραυματίαν ἀπεργασάμενος καὶ τὴν 〈ἀλαζονείαν〉 αὐτοῦ καθελών, ὁπηνίκα «ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ» ‹ἔρριψας› «εἰς θάλασσαν». καὶ νῦν 〈ἐξεγείρου ὁ βραχίων κυρίου〉, ὅπως καὶ ἐφ᾽ ἡμῶν τὰ ὅμοια ἐργάσῃ καὶ διαγάγοις ἡμᾶς σώους ἀπὸ παντὸς πειρατηρίου.

διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· 〈μήτι οὐ σὺ αὐτὸς ὁ λατομήσας ὅρμημα; ἢ ἀλαζονείαν〉 κατὰ τὸν Σύμμαχον, ἀλλὰ καί· 〈ἐτραυμάτισας δράκοντα〉, ἢ κατὰ τὸν Θεοδοτίωνα· 〈μήτι οὐ σὺ αὐτὸς ὁ ἐρημώσας θάλασσαν, ὕδωρ ἀβύσσου, ὁ θεὶς βάθη θαλάσσης ὁδὸν τοῦ διελθεῖν αὐτὴν ἐρρυσμένους καὶ λελυτρωμένους ὑπὸ κυρίου〉.

Αὐτὰ τοίνυν τὰ ἐπὶ τῶν παλαιῶν ὑπὸ σοῦ τοῦ 〈βραχίονος κυρίου〉 πεπραγμένα καὶ καθ᾽ ἡμᾶς οἰκονόμησον· οὕτω γὰρ οἱ μὲν πολέμιοι καὶ ἐχθροὶ τοῦ σοῦ λαοῦ τὰ ὅμοια τοῖς παλαιοῖς τυράννοις πείσονται, οἱ δὲ σοὶ θεράποντες καὶ οἰκεῖοι 〈ἥξουσιν εἰς Σιὼν μετ᾽ εὐφροσύνης〉, δηλαδὴ ‹τὴν ἐπουράνιόν σου πόλιν›, εἰς ἣν ἀφικόμενοι 〈μετ᾽ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου〉 ὥσπερ νικηταί τινες τοῖς παρὰ σοῦ βραβείοις ἀναδήσονται· 〈ἐπὶ κεφαλῆς〉 γοῦν 〈αὐτῶν〉 ἔσται 〈αἴνεσις〉, ἣν ἀντὶ στεφάνου περιθήσονται, 〈καὶ εὐφροσύνη καταλήψεται αὐτούς〉. ⌜ὅτε καὶ παντὸς φόβου ἐκτὸς γενήσονται οὐκέτι πολεμίους οὐδὲ ἐχθροὺς ὑφορώμενοι· ἐν γὰρ ‹τῇ ἐπουρανίῳ Σιὼν› 〈ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός〉.⌝ Ταῦτα τοῦ προφητικοῦ πνεύματος εὐξαμένου ἐκ προσώπου τοῦ νέου λαοῦ καὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ὁ παρακληθεὶς 〈βραχίων τοῦ κυρίου〉 ἀποκρίνεται καί φησιν· 〈ἐγώ εἰμι ὁ παρακαλῶν σε〉· «αὐτὸς γάρ ἐστιν ὁ ἱλασμὸς ἡμῶν» καὶ «ὁ 〈παρακαλῶν〉 τοὺς ταπεινούς». εἶτα καὶ ὑπομιμνῄσκει εὐκαίρως τῆς λογικῆς καὶ ‹κατ᾽ εἰκόνα θεοῦ πεποιημένης› οὐσίας λέγων· 〈γνῶθι τίς οὖσα ἐφοβήθης〉· ⌜σὺ μὲν γὰρ παρ᾽ ἐμοῦ μεγίστης ἠξίωσαι τιμῆς, ὡς 〈παρακαλεῖσθαι〉 ὑπ᾽ ἐμοῦ. διό φημι· 〈ἐγώ εἰμι ὁ παρακαλῶν σε〉. οὐκ οἶδα δ᾽ ὅπως ἐπιλαθομένη τῆς σαυτῆς ἀξίας δειλίᾳ ὑπήχθης καὶ 〈ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου〉.

λέγει δὲ ταῦτα ὡς πρὸς τοὺς δειλοτέρους καὶ ἀσθενεστέρους τῆς ἐκκλησίας· οἱ γὰρ τελειωθέντες καὶ τοῖς ἐν μαρτυρίοις στεφάνοις κατακοσμηθέντες ἔτυχον τῆς παρ᾽ αὐτῷ δόξης.⌝ ἐπεὶ δὲ ‹οἱ πάντες› «ἓν σῶμα» τυγχάνουσι «καὶ πάσχοντος μέλους συμπάσχουσι πάντα τὰ μέλη», εἰκότως καὶ τοῖς δειλοτέροις καὶ ἀσθενεστέροις καὶ κατὰ καιρὸν τῶν διωγμῶν ὑποσκάζουσι τὴν παράκλησιν καὶ τὴν θεραπείαν προσάγει προσκαλούμενος αὐτοὺς ἐπὶ μετάνοιαν. διό φησι· 〈γνῶθι τίς οὖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡς χόρτος ἐξηράνθησαν〉· ⌜δέον γὰρ ἄφοβόν σε καὶ ἀτάραχον διαμένειν ὡς ἂν ἐμὸν ὄντα λαὸν εἰς τὸ τέλος ἀφορῶντα τῆς φθαρτῆς τῶν ἀνθρώπων φύσεως καὶ τοῦ μέλλοντος ὀλέθρου διαδέξεσθαι τούτους αὐτούς, οὓς 〈ἐφοβήθης〉.

Σὺ δὲ τούτους μὲν 〈ἐφοβήθης, ἐπελάθου δὲ θεὸν τὸν ποιήσαντά σε,⌝ τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν, καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε, τοῦ βουλευσαμένου ἐξᾶραί σε〉. ἀλλ᾽ εἰ καὶ 〈ἐφοβήθης〉 δι᾽ ἀσθένειαν, νῦν γοῦν τὸ τέλος αὐτῶν κατανοήσας [καὶ] τὸν ἐξ ἀνθρώπων ἀφανισμὸν ἐννόησον παρὰ σεαυτῷ καὶ λόγισαι, ποῦ ἄρα ἀπέσβη ὁ 〈θυμὸς〉 ἐκεῖνος 〈τοῦ θλίβοντός σε〉, ὃν 〈ἐφόβου· ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσονται〉 οὐδὲ φανήσονται οἱ πρότερόν σε πολεμοῦντες, ὑμεῖς δὲ οἱ πρὸς ὀλίγον ταπεινωθέντες ἀναστήσεσθε τῆς πτώσεως, ἧς πεπτώκατε.

Καὶ ταῦτ᾽ ἔσται περὶ ὑμᾶς, ἐπειδὴ 〈ἐγώ εἰμι ὁ θεός σου〉 ὁ μὴ μόνον ‹τὸν Φαραὼ› πάλαι ποτὲ τοῖς ‹τῆς θαλάσσης› παραδοὺς ‹βυθοῖς› καὶ τὸν ἐμαυτοῦ διασώσας λαόν, ἀλλὰ καὶ εἰς ἀεὶ τὴν αὐτὴν τῆς ἐμῆς θεότητος ἀρετὴν ἐνδεικνύμενος. πρὸς ὀλίγον μὲν γὰρ ὅτε βούλομαι τὴν 〈θάλασσαν〉 ἐπαίρεσθαι, συγχωρῶ ὡς 〈ἐξηχεῖν〉 αὐτῆς καὶ 〈ταράσσεσθαι τὰ κύματα〉, πάλιν δ᾽ αὐτὴν καταστέλλων πραΰνω καὶ εἰς γαληνὸν ἄγω. ⌜διὸ καὶ τοὺς κατὰ τῆς ἐκκλησίας τῆς ἐμῆς διωγμοὺς εἰς δοκιμὴν τῶν ἐμῶν ἀθλητῶν ἀφίημι καὶ συγχωρῶ γίνεσθαι.⌝ 〈ἐγὼ〉 γάρ 〈εἰμι ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς〉, ἀλλὰ πάλιν ἐμοῦ θελήσαντος καταστέλλεται καὶ εἰρηνεύει τὰ πάντα. πλὴν 〈ταρασσομένης〉 τῆς 〈θαλάσσης〉 καὶ τῶν 〈κυμάτων〉 αὐτῆς ἐπαιρομένων ἐγὼ 〈τοὺς ἐμαυτοῦ λόγους εἰς τὸ στόμα σου θήσω καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε〉. ⌜ὡς ἂν μή τι πάθοις ὑπὸ τῶν πολεμούντων, ἵνα δὲ ἐπὶ μᾶλλον θαρσαλέος γένῃ καὶ ἀτρεμὴς καὶ ἄπτωτος, μάνθανε ὡς ἐν τῇ ἐμῇ 〈χειρί, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν〉 καὶ τὸν σύμπαντα κόσμον «ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι» παρήγαγον, ἐν αὐτῇ ταύτῃ 〈σκεπάσειν σε〉 ἐπαγγέλλομαι.

τί οὖν χρὴ ἀγωνιᾶν ἢ φοβεῖσθαι φόβον ἀνθρώπινον, δέον ὑποτρέχειν τὴν ἐμὴν 〈σκιὰν〉 μηδὲ ἀναχωρεῖν αὐτῆς, ἀλλὰ καὶ 〈τοὺς λόγους μου〉 πάντοτε φέρειν διὰ 〈στόματος〉;⌝ τὸ δέ· 〈θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου〉, ὅμοιον γένοιτ᾽ ἂν τῷ ὑπὸ τοῦ σωτῆρος ἡμῶν λελεγμένῳ πρὸς τοὺς αὐτοῦ μαθητάς· «ὅταν δὲ ἄγωσιν ὑμᾶς εἰς δικαστήρια, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν λόγος ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν». διὰ τοῦτο δὲ τὴν ἐμαυτοῦ 〈χεῖρα〉, δι᾽ ἧς 〈ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν〉, ἐξέφηνα ἀνθρώποις ἐπὶ τῷ 〈εἰπεῖν〉 με τῇ 〈Σιών〉, τοῦτ᾽ ἔστι τῷ ἐμῷ 〈λαῷ〉, θαρσεῖν καὶ μὴ ἀγωνιᾶν ἔτι μηδὲ 〈φοβεῖσθαι ἀπὸ ἀνθρώπου θνητοῦ〉. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈καὶ ἐν σκιᾷ τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἐφύτευσα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ εἰς τὸ εἰπεῖν τῇ Σιών Λαός μου εἶ σύ〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈καὶ τοῦ εἰπεῖν τῇ Σιών Λαός μου εἶ σύ〉. πᾶς τοίνυν ὁ τοῦ θεοῦ 〈λαὸς〉 χρηματίζει ἂν εὐλόγως 〈Σιών〉, καὶ ἡ 〈Σιὼν〉 οὐδὲν ἕτερον ἔσται ἢ ὁ 〈λαὸς〉 τοῦ θεοῦ. δι᾽ ὅλου δὲ τοῦ παρόντος λόγου τῷ ἐξ ἐθνῶν λαῷ ταῦτα προσπεφώνηται ὡς ἀποδέδεικται διὰ τῶν ἔμπροσθεν.

Τὴν κλῆσιν τῶν ἐθνῶν θεσπίσας ὁ λόγος διὰ τῶν πρὸ τούτου ἐν οἷς ἐλέγετο· «ἀκούσατέ μου ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε· ὅτι νόμος παρ᾽ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν», διὰ τῶν προκειμένων ἐπὶ ἑτέραν ὑπόθεσιν μεταβαίνει καὶ προσφωνεῖ τῇ πεσούσῃ 〈Ἰερουσαλήμ〉, ᾗ διαναστῆναι τοῦ πτώματος παραινεῖ. ⌜ἔοικε δὲ σημαίνειν διὰ τούτων τὴν ἐσχάτην αὐτῆς πτῶσιν, ἣν πέπονθε μετὰ τὰ τολμηθέντα ἐν αὐτῇ κατὰ τοῦ σωτῆρος ἡμῶν, δι᾽ ἃ καὶ τῆς ὀργῆς τοῦ θεοῦ ἐπειράθη. χρηστὸς δὲ ὢν ὁ λόγος καὶ φιλάνθρωπος καὶ ‹μὴ βουλόμενος› «τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ» παραινεῖ αὐτὴν σπεύδειν εἰς μετάνοιαν ὑπογράφων ἐλπίδας ἀγαθάς, εἰ μετανοήσειε.⌝ διό φησιν· 〈Ἐξεγείρου ἐξεγείρου ἀνάστηθι, Ἰερουσαλὴμ ἡ πιοῦσα ἐκ χειρὸς κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ〉· ⌜οὐκοῦν 〈Ἰερουσαλήμ〉 ἐστιν ἡ 〈πιοῦσα τὸ ποτήριον τῆς ὀργῆς〉.

καὶ ἔστιν ἑτέρα Ἰερουσαλήμ, περὶ ἧς τὰ μάλιστα θεσπίζεται, διόπερ οὐ χρὴ συγχωρεῖσθαι οὐδὲ νομίζειν περὶ τῆς αὐτῆς λέγεσθαι οὐδὲ ἐναντία· ἡ μὲν γάρ ἐστιν ἐν οὐρανῷ, ἧς καὶ βασιλεύειν λέγεται ὁ θεός, ἧς οὔτε 〈ὀργὴ〉 οὔτε 〈θυμὸς〉 ἅπτεται· «ἀπέδρα» γὰρ «ὀδύνη καὶ λύπη καὶ στεναγμὸς» ἐξ αὐτῆς, ἡ δέ ἐστι συνεστῶσα ἐπὶ γῆς τοῦ θεοῦ πόλις, δι᾽ ἧς ἀπεδείκνυμεν σημαίνεσθαι τὸ θεοσεβὲς ἐν ἀνθρώποις πολίτευμα· ἑτέρα δὲ παρὰ ταύτας ἐστὶν ἡ τοῦ 〈θυμοῦ〉 τοῦ θεοῦ πεπειραμένη διὰ τὰς τῶν οἰκητόρων παρανομίας.⌝ ἀντὶ δὲ τοῦ· 〈τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου〉, ὁ Σύμμαχος 〈τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ, τὸν κρατῆρα τοῦ σπαραγμοῦ ἔπιε καὶ ἐξεστράγγισε, καὶ οὐκ ἔστιν ὁ παρηγορῶν αὐτὴν〉 ἐξέδωκε. ⌜πίνει δέ τις 〈τὸ ποτήριον θυμοῦ καὶ πτώσεως〉 καὶ 〈πιὼν ἐκστραγγίζει〉, ὅτε πάσας ὑφίσταται τὰς τιμωρίας καὶ τὰς κολάσεις τὰς ἐπαγομένας, ὑπὲρ ὧν ἔπραξεν ἀτοπημάτων.

ὡς δὲ ἰατρῶν παῖδες τοῖς καχεκτοῦσι πικρὰς προσάγουσιν ἀντιδότους ὑπὲρ τοῦ καθᾶραι τὴν ἐν τῷ σώματι προϋποκειμένην κάκωσιν, οὕτω καὶ περὶ τοῦ θεοῦ λέλεκται· «ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου⌝ πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς»· ⌜ἀναλόγως γὰρ τοῖς ὑποκειμένοις τῇ ψυχῇ πάθεσιν ὁ τῶν ψυχῶν ἰατρὸς τὰς τιμωρίας αὐτῇ προσάγει ὥσπερ τινὰς ἀντιδότους θεραπευτικὰς ἐπὶ καθάρσει τῆς προϋποκειμένης κακίας.⌝ Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς 〈Ἰερουσαλήμ〉, τοῦ τε ἐν αὐτῇ λαοῦ γεγονέναι διδάσκει. 〈οὐδένα〉 δέ φησιν εὑρῆσθαι τῶν ἐν αὐτῇ γεγεννημένων 〈υἱῶν〉 αὐτῆς τὸν δυνάμενον αὐτὴν 〈παρακαλέσαι〉 καὶ τῶν κακῶν ἀπαλλάξαι. ὃ δὴ καὶ αὐτὸ ἐπληροῦτο οὐκ ἄλλοτε ἢ μετὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν, ὅτε οὔτε προφήτης οὔτε ἱερεὺς οὔτε τις τῶν θεοφιλῶν ἀνδρῶν εὕρηται ἐν αὐτῇ, ἐπεὶ καὶ τοῦ σωτῆρος ἡμῶν τοὺς μαθητὰς καὶ ἀποστόλους καὶ εὐαγγελιστὰς ἐξ ἑαυτῶν ἤλασαν, τοὺς μὲν ἀνελόντες, τοὺς δὲ πληγαῖς αἰκισάμενοι καὶ πορρωτάτω ἑαυτῶν ἐκδιώξαντες. κατὰ γὰρ τοὺς τῶν Βαβυλωνίων χρόνους πολιορκηθείσης τῆς πόλεως καὶ τοῦ λαοῦ αἰχμαλώτου ληφθέντος ὑπελίποντο ἐν αὐτοῖς ἄνδρες δίκαιοι καὶ προφῆται οἱ 〈παρακαλεῖν〉 αὐτοὺς δυνάμενοι. ἀλλὰ νῦν φησιν ἡ προφητεία· 〈οὐδεὶς ἦν ὁ παρακαλῶν σε ἀπὸ τῶν τέκνων σου, ὧν ἔτεκες〉.

ἀντὶ δὲ τοῦ· 〈δύο ταῦτα ἀντικείμενά σοι〉, ὁ Σύμμαχος 〈δύο〉 φησίν 〈ἐστι ταῦτα τὰ συσταθέντα σοι· τίς λυπηθήσεταί σοι; ἡ ταλαιπωρία καὶ ἡ συντριβὴ καὶ ὁ λιμὸς καὶ ἡ μάχαιρα· τίς παρηγορήσει σε〉;

Καὶ ἐπιλέγει κατὰ τὸν Σύμμαχον· 〈οἱ υἱοί σου ἐπορεύθησαν ἀγόμενοι ἐπ᾽ ἀρχῆς πάντων ἀμφιβλήστρων ὡς ὄρυξ ἐν ἀμφιβλήστρῳ〉, καὶ ⌜κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς ἀντὶ τοῦ· 〈ὡς σευτλίον ἡμίεφθον, ὡς ὄρυξ〉 εἴρηται 〈ἠμφιβληστρευμένος ἢ συνειλημμένος〉. ὄρνεον δέ ἐστιν 〈ὄρυξ〉 οὕτω καλούμενος, ᾧ παραβάλλει τοὺς υἱοὺς Ἰερουσαλὴμ 〈ἀμφιβλήστρῳ〉 τοῦ διαβόλου περιβληθέντας· διὸ καὶ τῷ θυμῷ παρεδόθησαν.⌝ ὅθεν ὁ Σύμμαχος ἐπιλέγει· 〈οἱ πλήρεις ὀργῆς κυρίου, ἐπιτιμήσεως τοῦ θεοῦ〉.

Καὶ ἐπιφέρει· 〈διὰ τοῦτο ἄκουσον δὴ κεκακωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου〉. καὶ ἐπιφέρει κατὰ τὸν Σύμμαχον· 〈τάδε λέγει ὁ δεσπότης σου· καὶ ὁ θεός σου ὑπερμαχήσει τοῦ λαοῦ αὐτοῦ. ἰδοὺ ἦρα ἀπὸ τῆς χειρός σου τὸ ποτήριον τοῦ σπαραγμοῦ, τὸν κρατῆρα τὸ ποτήριον τοῦ θυμοῦ, οὐ προσθήσεις πιεῖν αὐτὸ ἔτι〉. ⌜ἐπαγγέλλεται δὲ τῇ Ἰερουσαλὴμ ὁ λόγος 〈λήψεσθαι〉 ἀπ᾽ αὐτῆς 〈τὸ ποτήριον τοῦ θυμοῦ〉, εἰ μετανοήσειε· τὸ γὰρ 〈ἰδοὺ ἦρα〉 ἀντὶ τοῦ 〈λήψομαι〉 εἴρηται.⌝ εἰ τάδε ποιήσειες τὰ προσταττόμενά σοι καὶ εἰ πεισθείης τῷ φάσκοντί σοι λόγῳ· «Ἐξεγείρου ἐξεγείρου ἀνάστηθι, Ἰερουσαλήμ»· ‹ἐξεγερθείσῃ› γὰρ αὐτῇ καὶ διαναστάσῃ ἐπαγγέλλεται τὰ εἰρημένα, ὡσεὶ μὴ πεισθείη μηδὲ διεγερθείη μηδὲ τοῦ πτώματος ἀνασταίη, μείνειε δὲ ἀπειθὴς καὶ ἀνήκοος, αὐτῇ ἑαυτῆς ἔσται αἰτία τοῦ μὴ τυχεῖν τῶν ἐπηγγελμένων. ταῦτα δὲ πρὸς πᾶν τὸ Ἰουδαίων ἔθνος ἐλέγετο· οὐ γὰρ τοῖς λίθοις καὶ τοῖς οἰκοδομήμασιν, ἀλλ᾽ οὐδὲ τῷ χοῒ τῆς γῆς καὶ τῇ ἐρημίᾳ τοῦ τόπου ταῦτα προσεφωνεῖτο. νοήσεις δὲ τοῦ λόγου τὴν διάνοιαν ἀπὸ τοῦ καὶ ἐν ἑτέροις λέγεσθαι τοῖς αὐτοῖς· «μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἵνα τί ἀποστρέφετε ἀποστροφὴν ἀναιδῆ; λέγει κύριος». διαναστήσειν αὐτὴν τοίνυν ἐπαγγέλλεται 〈μηκέτι πίεσθαι τὸ ποτήριον τοῦ θυμοῦ〉· δοθήσεσθαι γὰρ αὐτὸ τοῖς αὐτῆς πολεμίοις.

διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈καὶ θήσω αὐτὸ εἰς χεῖρας τῶν ἀποικισάντων σε, τῶν εἰπόντων τῇ ψυχῇ σου Κύψον, ἵνα παρέλθωμεν· καὶ ἔθηκας ὡς γῆν τὸν νῶτόν σου καὶ ὡς πάροδον τοῖς παροδεύουσιν〉. ⌜Εἰκὸς δὲ ταῦτα λέγεσθαι καὶ περὶ ἀντικειμένων δυνάμεων, αἷς ὑποτάσσει ἑαυτὴν πᾶσα ψυχὴ ἡ τοῦ θεοῦ ἀποστᾶσα· ἡ μὲν γὰρ τῷ θεῷ προσιοῦσα ὄρθιος ἕστηκεν ἄνω βλέπουσα καὶ πρὸς αὐτὸν ἐπηρμένη, ἡ δὲ συνάψασα ἑαυτὴν τοῖς τὴν ἁμαρτίαν ἐνεργοῦσι δαίμοσι πονηροῖς⌝ ἀναγκάζεται ‹κύπτειν›, ὁποία «ἦν ἡ» ἐν τῷ Εὐαγγελίῳ «συγκύπτουσα εἰς τὸ παντελὲς καὶ μὴ δυναμένη ἀνανεύειν γυνή», περὶ ἧς ὁ σωτὴρ ἔλεγε· «ταύτην δὲ θυγατέρα οὖσαν Ἀβραάμ, ἣν ἔδησεν ὁ σατανᾶς δέκα καὶ ὀκτὼ ἔτη».

οὕτω δ᾽ οὖν καὶ ἡ 〈Ἰερουσαλὴμ〉 ὅλη δι᾽ ὅλου χαμαὶ πεσοῦσα καὶ εἰς ἔδαφος ἁπλωθεῖσα ὡς καταπατεῖσθαι ὑπὸ τῶν 〈ταπεινωσάντων〉 αὐτὴν προστάττεται διαναστῆναι, καὶ δεύτερον δὲ αὐτῇ προσφωνεῖ ὁ λόγος φάσκων· 〈Ἐξεγείρου ἐξεγείρου, Σιών, ἔνδυσαι τὴν ἰσχύν σου, Σιών〉· ⌜ἔχει γάρ τινα μεγίστην δύναμιν καὶ ἰσχὺν ἡ λογικὴ ψυχὴ καὶ δόξαν ἔχει μεγάλην, ἅτε ‹κατ᾽ εἰκόνα θεοῦ πεποιημένη› ἦν, ἐπαναλαβεῖν αὐτὴν βούλεται καὶ γενέσθαι 〈πόλιν ἁγίαν〉 ὡς μηκέτι διαβαίνειν δι᾽ αὐτῆς 〈ἀπερίτμητον〉 μηδὲ 〈ἀκάθαρτον〉· διὰ μὲν οὖν τοῦ 〈ἀπεριτμήτου〉 τὸν ἀλλογενῆ καὶ ἀλλόφυλον σημαίνει, διὰ δὲ τοῦ 〈ἀκαθάρτου〉 τὸν εἰδωλολάτρην.⌝ εἰ τοίνυν ὑπακούσειας τῷ προστάγματι καὶ διαναστᾶσα γένοιο 〈ἁγία πόλις〉 τοῦ θεοῦ, ἐπαγγέλλεταί σοί φησιν ὁ λόγος μήτε εἰδωλολάτρην μήτε ἀλλογενῆ διαβήσεσθαι διὰ σοῦ.

Καὶ ἕτερον δὲ αὐτῇ παρακελεύεται πρᾶξαι λέγων· 〈ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, Ἰερουσαλήμ〉· ⌜ἐπ᾽ αὐτῇ γὰρ ἦν τὸ ἀποτρίψασθαι τὸν περιπλασθέντα αὐτῇ 〈χοῦν〉 καὶ τὸ διαναστῆναι τῆς ἐπισυμβάσης αὐτῇ πτώσεως καὶ τὸ 〈ἐκλῦσαι〉 τὸν ἐπιτεθέντα αὐτῇ 〈δεσμὸν τοῦ τραχήλου〉, ᾧ τὴν ψυχὴν ὥσπερ βρόχῳ κατέδησαν ‹σειραῖς ἁμαρτιῶν› αἱ ἀντικείμεναι δυνάμεις.⌝ καὶ ὅτι ταῦτα οὐ πρὸς τὰ οἰκοδομήματα οὐδὲ πρὸς τὴν αἰσθητὴν πόλιν λέλεκται, ἀλλὰ πρὸς τὸν ἄπιστον λαὸν διασαφεῖ, δι᾽ ὧν ἐπιφέρει ἑξῆς λέγων· 〈ἔκλυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών〉. σαφῶς γὰρ 〈αἰχμάλωτον〉 εἰπὼν οὐδὲν ἕτερον ἢ τὸν λαὸν ἐδήλωσεν ὅλον δι᾽ ὅλου ληφθέντα 〈αἰχμάλωτον〉 ὑπὸ τῆς διαβολικῆς δυνάμεως. διὸ καὶ σαφέστερον προσφωνῶν τῷ αὐτῷ λαῷ φησι· 〈Δωρεὰν ἐπράθητε〉, καὶ ἀνωτέρω δὲ πρὸς τὸν αὐτὸν ἐλέγετο· «ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν 〈ἐπράθητε〉, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων», ἄντικρυς τοῦ λόγου διὰ τούτων τὴν εἰς ἀνθρώπους πάροδον τοῦ κυρίου δηλοῦντος, μεθ᾽ ἣν ‹〈ἐπράθησαν〉 ταῖς ἁμαρτίαις αὐτῶν› 〈δωρεὰν〉 μηδὲν ἀντικαταλλαξάμενοι τῆς ἑαυτῶν ἀπωλείας.

πλὴν καὶ μετὰ τοσαῦτα εἰς σωτηρίαν ὁ λόγος αὐτοὺς ἀνακαλούμενος ἐπαγγέλλεται 〈λυτρώσασθαι〉 αὐτούς, εἰ βουληθεῖεν προσδραμεῖν αὐτῷ καὶ καταδέξασθαι τὴν τοῦ Χριστοῦ χάριν, 〈λυτρώσεσθαι〉 δὲ 〈οὐ μετὰ ἀργυρίου〉· ⌜οὐ γὰρ ἦν σωματικὴ αὐτῶν ἡ αἰχμαλωσία, ἵνα διὰ λύτρων σωματικῶν τύχωσι τῆς ἐλευθερίας, ἐπειδὴ τὰς ψυχὰς ἦσαν 〈πεπραμένοι〉. διὰ τοῦτο 〈οὐκ ἐν ἀργυρίῳ λυτροῦσθαι〉 ἔμελλον, ‹ἀλλὰ› δηλονότι «τῷ τιμίῳ τοῦ Χριστοῦ αἵματι».⌝ Τούτοις ἑξῆς κατηγορεῖ τοῦ Ἰουδαίων 〈λαοῦ εἰς Αἴγυπτον〉 πάλαι 〈καταβεβηκότος〉 οἰκείᾳ προαιρέσει καὶ μετὰ ταῦτα 〈ἀπαχθέντος εἰς Ἀσσυρίους βίᾳ〉 καὶ ἀνάγκῃ. ἀντὶ δὲ τοῦ· 〈βίᾳ ἤχθησαν〉, ὁ Σύμμαχος· 〈καὶ Ἀσσούρ〉 φησιν 〈ἕνεκεν οὐδενὸς ἐδημαγώγησεν αὐτόν〉. ἀλλὰ πάλαι μέν φησιν ὑποχείριος γέγονεν 〈Αἰγυπτίοις〉 ἔπειτα 〈Ἀσσυρίοις〉, νῦν δὲ ἐπὶ τῆς ἐμῆς παρουσίας ἄλλῳ λόγῳ 〈δωρεὰν ἐπράθησαν〉. διὸ ἐπιλέγεται· 〈καὶ νῦν τί ὧδε ἔσται〉; ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈καὶ νῦν τί ἐστί μοι ὧδε〉; οὐδὲν γάρ φησιν 〈ὧδε〉 παρ᾽ αὐτοῖς εὑρίσκω, ὃ δὴ καὶ ἀνωτέρω ἐδηλοῦτο λέγων· «διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων».

ἀλλὰ πάλαι μὲν 〈βίᾳ〉 καὶ ἀνάγκῃ καταδεδουλωμένοι πρότερον μὲν τοῖς 〈Αἰγυπτίοις〉 ἔπειτα δὲ τοῖς 〈Ἀσσυρίοις〉 διὰ τὰς αὐτῶν παρεδόθησαν ἁμαρτίας, νῦν δὲ 〈δωρεὰν ἐλήφθησαν〉 «ὡς ὄρυξ ἐν ἀμφιβλήστρῳ» ὑπὸ τοῦ τῶν ψυχῶν θηρευτοῦ τοῖς τῆς κακίας ‹ἀμφιβλήστροις› περιβληθέντες. διὸ ἐπιλέγει· 〈ὅτι ἐλήφθη ὁ λαός μου δωρεάν, θαυμάζετε καὶ ὀλολύζετε〉. ὁ μὲν Σύμμαχος· 〈οἱ ἐξουσιάζοντες αὐτοῦ〉 φησιν 〈ὀλολύζουσιν〉, ὁ δὲ Ἀκύλας· 〈οἱ ἐξουσιάζοντες αὐτοῦ δακρύουσιν〉, ὁ δὲ Θεοδοτίων· 〈οἱ ἄρχοντες αὐτοῦ ὀλολύζουσιν〉. οὐκοῦν 〈οἱ ἄρχοντες〉 καὶ οἱ προεστῶτες τοῦ λαοῦ ὡς αἴτιοι τῆς ἀπωλείας αὐτοῦ γενόμενοι κολάσει παραδοθέντες 〈ὀλολύζουσιν〉· αὐτοὶ γὰρ ἦσαν οἱ καὶ ‹ἀνασείσαντες τὰ πλήθη› ταῖς κατὰ τοῦ σωτῆρος ἡμῶν ἀθέοις χρήσασθαι φωναῖς. ὃ δὴ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο ἐν τῷ· «αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν»; τούτοις ἑξῆς ἐπαναλαβὼν ὁ λόγος φησί· 〈τάδε λέγει κύριος Δι᾽ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈διὰ παντὸς ὅλην τὴν ἡμέραν τὸ ὄνομά μου βλασφημεῖται〉.

τὸ δέ· 〈ἐν τοῖς ἔθνεσιν〉 οὔτε ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. ⌜σημαίνει δὲ διὰ τούτων ἡ προφητεία τὰς κατὰ τοῦ Χριστοῦ βλασφημίας αὐτῶν, ἃς δι᾽ 〈ἡμέρας〉 ἁπάσης ἀεὶ καὶ 〈διὰ παντὸς〉 ποιοῦνται 〈οἱ ἄρχοντες〉 τοῦ Ἰουδαίων ἔθνους.⌝ Ἀλλ᾽ ὑμεῖς μέν φησι τοιοῦτοι, ἕτερος δὲ συστὰς ἐμοὶ 〈λαὸς〉 ἐξ ἐθνῶν, περὶ οὗ διὰ τῶν ἔμπροσθεν εἴρηται· 〈γνώσεται τὸ ὄνομά μου〉, ὅπερ ὑμεῖς 〈βλασφημεῖτε〉 ‹οὐκ εἰδότες αὐτοῦ τὴν δύναμιν›. ὁ δὲ ἐμὸς 〈λαὸς γνώσεταί μου τὸ ὄνομα〉 αὐτῇ πείρᾳ μαθών, ὅσης μετέχει σωτηρίου καὶ θείας δυνάμεως. καὶ ταῦτα ἔσται 〈ἐν τῇ ἡμέρᾳ ἐκείνῃ〉· ⌜ποίᾳ δὲ ταύτῃ, ἀλλ᾽ ὅταν 〈ἐγώ〉 φησιν 〈αὐτὸς〉 ὁ νῦν διὰ τῶν προφητῶν ταῦτα φθεγγόμενος τὴν ἐμαυτοῦ ποιήσωμαι παρουσίαν εἰς ἀνθρώπους;⌝ καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· 〈γνώσεται ὁ λαός μου τὸ ὄνομά μου διὰ τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγὼ αὐτὸς ὁ λαλῶν· ἰδού εἰμι〉, ὡσεὶ σαφέστερον ἔλεγεν, ὅταν 〈ἐγὼ αὐτὸς〉 ὁ νῦν διὰ τοῦ προφήτου 〈λαλῶν〉 ταῦτα ἐμαυτὸν ἀνθρώποις ἐπιδείξας εἴποιμι, 〈ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι〉.

Θεσπίσας ὁ λόγος τὴν εἰς ἀνθρώπους παρουσίαν αὐτοῦ ‹πάλαι διὰ τῶν προφητῶν λαλοῦντος› σφόδρα ἀκολούθως ἐπισυνάπτει τὸ εὐαγγελικὸν κήρυγμα τὸ εἰς πάντα τὰ ἔθνη διαδοθὲν διὰ τῶν ἀποστόλων αὐτοῦ, ὧν τὴν μνήμην διὰ τῶν προκειμένων ποιεῖται. τὴν δὲ τούτων διάνοιαν καὶ ὁ θεσπέσιος Ἀπόστολος ἐκλαβὼν ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ τοῦτον μετέφρασε τὸν τρόπον· «ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά, τῶν εὐαγγελιζομένων εἰρήνην». ὁ δὲ Σύμμαχος τὰ κατὰ τοὺς τόπους οὕτως ἡρμήνευσε· 〈τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου, ἀκοὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθά, ἀκουστὴν ποιοῦντος σωτηρίαν〉. ἀντὶ τοῦ 〈σωτηρίαν, ἰησουὰ〉 ἡ Ἑβραϊκὴ λέξις περιέχει, ὥστε εἰ ἦσαν ἀμετάβλητον φυλάξαντες οἱ ἑρμηνευταὶ τὴν Ἑβραϊκὴν φωνήν, οὐδὲν ἐκώλυεν αὐτοὺς εἰπεῖν· 〈ἀκουτίζοντος τὸν Ἰησοῦν〉. κατὰ δὲ τὸν Ἀκύλαν· 〈τί ὡραιώθησάν〉 φησιν 〈ἐπὶ τὰ ὄρη πόδες εὐαγγελιζομένων ἀγαθά, ἀκουτίζοντος σωτηρίαν〉, κατὰ δὲ τὸν Θεοδωτίονα· 〈ὡς εὐπρεπεῖς ἐπὶ τὰ ὄρη πόδες τῶν εὐαγγελιζομένων ἀγαθά〉.

ἐν τούτοις τὸ πνεῦμα τὸ προφητικὸν τῶν κηρύκων τοῦ εὐαγγελίου τοὺς 〈πόδας〉 ἀποθαυμάζει, δι᾽ ὧν πεποίηνται δρόμον ἐκπεριελθόντες τὴν εἰς πάντα τὰ ἔθνη περίοδον. 〈ὡραῖοί〉 τε ἦσαν αὐτῶν 〈οἱ πόδες〉 καὶ διὰ τὸ κεκαθάρθαι ὡς ἂν τοῦ σωτῆρος αὐτοὺς ‹ἀπονίψαντος›, 〈ἐπὶ〉 δὲ 〈τῶν ὀρέων〉 ἔτρεχον διὰ τὸ μετέωρον καὶ ὑψηλὸν τοῦ εὐαγγελικοῦ κηρύγματος, 〈εἰρήνην〉 δὲ κατήγγελλον ἀνθρώποις 〈εὐαγγελιζόμενοι〉 τὴν πρὸς θεὸν 〈εἰρήνην〉 καὶ ταύτην γε τὴν 〈εἰρήνην〉, ἣν «τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς» 〈εὐηγγελίζοντο〉, δηλοῦντες τὸν Χριστὸν τοῦ θεοῦ «ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ». διὸ ταῖς ἐκκλησίαις ἐπιστέλλων ὁ Παῦλος «χάρις ὑμῖν καὶ 〈εἰρήνη〉» λέγων ἔγραφε.

καὶ 〈ἀγαθὰ〉 δὲ 〈εὐηγγελίζοντο〉, τὰ ὄντως 〈ἀγαθά〉, ⌜τοὺς μακαρισμοὺς καταγγέλλοντες, οὓς ὁ σωτὴρ ἐδίδου διὰ τῆς εὐαγγελικῆς διδασκαλίας. 〈ἔλεγε〉 δὴ τὸ κήρυγμα 〈τῇ Σιών〉, δηλαδὴ τῷ θεοσεβεῖ πολιτεύματι καὶ τῷ χορῷ τῷ ἀποστολικῷ·⌝ 〈Βασιλεύσει σου ὁ θεός〉, ⌜διὸ τὴν βασιλείαν τῶν οὐρανῶν ἅπασι κατήγγελον ἀνθρώποις.⌝ Ἀντὶ δὲ τοῦ· 〈φωνὴ τῶν φυλασσόντων σε ὑψώθη〉, ὁ Σύμμαχος 〈φωνὴ τῶν σκοπῶν σου ἐπῆρε φωνὴν〉 εἴρηκε καὶ ἐπήγαγεν· 〈ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν· ὀφθαλμοφανῶς γὰρ ὄψονται ἐν τῷ ἐπιστρέψαι κύριον τὴν Σιών〉, πάλιν κἀνταῦθα τοῦ θεοσεβοῦς πολιτεύματος 〈Σιὼν〉 ὀνομαζομένου, κατὰ δὲ τὸν Ἀκύλαν· 〈φωνή〉 φησι 〈τῶν σκοπῶν σου ἐπῆρε φωνήν, ἐπὶ τὸ αὐτὸ ἀγαλλιάσονται· ὅτι ὀφθαλμὸν ἐν ὀφθαλμῷ ὄψονται〉, ⌜κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈φωνὴ τῶν σκοπῶν σου ἐπῆρε φωνήν, περὶ οὗ αἰνέσουσιν· ὅτι ὀφθαλμὸν ἐν ὀφθαλμῷ ὄψονται, σκοποὺς〉 ἐνταῦθα τοὺς μαθητὰς καὶ ἀποστόλους τοῦ σωτῆρος ἡμῶν ὀνομάζοντος τοῦ λόγου. ὥσπερ γὰρ ἐκαλοῦντο 〈σκοποὶ〉 τοῦ ἐκ περιτομῆς λαοῦ οἱ παρ᾽ αὐτοῖς γενόμενοι προφῆται, οὕτω καὶ νῦν τῆς νέας καὶ καινῆς Σιών, δηλαδὴ τῆς ἐκκλησίας τοῦ θεοῦ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι γεγόνασι 〈σκοποὶ〉 καὶ φύλακες, οἳ καὶ 〈ὀφθαλμοφανῶς〉 αὐτόπται καὶ αὐτήκοοι τοῦ σωτῆρος γενόμενοι 〈ὕψωσαν〉 τὴν ἑαυτῶν 〈φωνὴν〉 ὡς ἐξάκουστον αὐτὴν γενέσθαι πᾶσι τοῖς ἔθνεσιν.

οἱ δ᾽ αὐτοὶ πάσης πνευματικῆς εὐφροσύνης ἐπληροῦντο ἐλεουμένης ὑπὸ τοῦ θεοῦ τῆς ἀποδοθείσης ἡμῖν Σιὼν καὶ τῶν πάλαι ἐρήμων αὐτῆς σῳζομένων διὰ τῆς σωτηρίου ἀπολυτρώσεως.⌝ Ἀντὶ δὲ τοῦ· 〈ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἰερουσαλήμ〉, ὁ Σύμμαχος· 〈ἱλαρύνθητε καὶ ἀγαλλιᾶσθε ὁμοῦ τὰ ἔρημα Ἰερουσαλήμ〉, Ἰερουσαλὴμ νοουμένης τῆς τοῦ θεοῦ πόλεως, λέγω δὲ τοῦ θεοσεβοῦς πολιτεύματος, οὗ τὰ πάλαι γενόμενα 〈ἔρημα〉 εὐαγγελίζεται, νῦν ὁ λόγος ἀγαλλιάσεως καὶ 〈εὐφροσύνης〉 πληρωθήσεσθαι διὰ τὸ τοῦ θεοῦ ἔλεος.

Σφόδρα δὲ ἀκολούθως τίνα ἦν τὰ εἰρημένα τῇ Ἰερουσαλήμ, παρίστησι συνάπτων ἑξῆς καὶ λέγων· 〈ἀποκαλύψει κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν〉, καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· 〈ἀπεκάλυψε κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν καὶ ὄψεται πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν〉. ⌜ὁρᾷς ὅπως καὶ διὰ τούτων τοῖς ἔθνεσι τὸ εὐαγγελικὸν κήρυγμα τὰ ἐπαγγελλόμενα ὑπισχνεῖται· 〈τὸν γὰρ βραχίονα τὸν ἅγιον αὐτοῦ〉, αὐτὸς δὲ ἦν ὁ θεὸς λόγος, 〈ἀποκαλύψειν〉 τὸν θεόν φησι 〈πᾶσι τοῖς ἔθνεσι〉⌝ καὶ 〈ὄψεσθαι πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν〉. ⌜οὐκοῦν ἐπειδὰν αὐτὸς φωνήσῃ τῇ 〈Σιὼν〉 καὶ τῇ 〈Ἰερουσαλήμ〉, τὰ λελεγμένα ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἀναφέρεται·⌝ τὸ γὰρ θεοσεβὲς πολίτευμα, ὅτε μὲν παρ᾽ ἐκείνοις ἦν, ὅτε δὲ παρὰ τοῖς ἔθνεσιν, ὃ δὴ 〈Σιὼν〉 καὶ 〈Ἰερουσαλὴμ〉 ὠνόμασται. διὸ καὶ πάντοτε ἐν ἀνθρώποις συνέστηκεν ἡ τοιαύτη τοῦ θεοῦ πόλις· οὐδὲν οὖν διαφέρει 〈Σιὼν〉 καλεῖσθαι καὶ 〈Ἰερουσαλὴμ〉 ὀνομάζεσθαι τὴν ἐν ἀνθρώποις ἀφωρισμένην τῷ θεῷ ἐκλογήν.

Καὶ ὡς πολλάκις ἡμῖν εἴρηται τὸ θεοσεβὲς ἐν ἀνθρώποις πολίτευμα, τούτοις ἑξῆς εἰς πρόσωπον τοῦ χοροῦ τῶν ἀποστόλων τὸ πνεῦμα τὸ προφητικόν φησιν· 〈ἀπόστητε ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν〉, ⌜δῆλον δὲ ὅτι ἐκ τοῦ ἀπίστου λαοῦ, 〈καὶ ἀκαθάρτου⌝ μὴ ἅπτεσθε, ἐξέλθετε ἐκ μέσου αὐτῆς καὶ ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη κυρίου. ⌜σκεύη δὲ κυρίου〉 ἦν τὰ ἐκλεχθέντα ὑπὸ τοῦ κυρίου σώματα αὐτῶν «ἐν ἁγιωσύνῃ καὶ τιμῇ» τῷ θεῷ 〈ἀφωρισμένα〉 ἢ καὶ 〈σκεύη κυρίου〉 ἐτύγχανε τὰ τῆς καινῆς διαθήκης εὐαγγέλια, ἅπερ ἐπικομιζομένους ἀπαλλάττεσθαι τῆς ἀπιστίας τοῦ Ἰουδαίων λαοῦ καὶ 〈ἀφορίζεσθαι〉 αὐτῶν προστάττει.⌝ Καὶ ἐπιλέγει· 〈ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε〉· ⌜οὐ γὰρ ὡς ἐλαυνόμενοι προῆλθον εἰς τὴν περίοδον τῶν ἐθνῶν, ἀλλὰ προθυμίᾳ πάσῃ καὶ προαιρέσει αὐτεξουσίῳ κελευσθέντες ‹μαθητεῦσαι πάντα τὰ ἔθνη ἐν τῷ αὐτοῦ ὀνόματι›.⌝ διὸ ὡς πρὸς αὐτοὺς εἴρηται· 〈ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε〉· ἐποιοῦντο γοῦν τὴν πορείαν σὺν πάσῃ εἰρήνῃ ἔχοντες σὺν αὐτοῖς τὸν εἰρηκότα αὐτοῖς· «ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος»· ὃ δὴ σημαίνει καὶ ὁ παρὼν λόγος φάσκων· 〈προπορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς θεὸς Ἰσραήλ.