Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Το πάθος του Δούλου του Κυρίου και η δόξα της νέας διαθήκης (Ησ. 53-54)

Η εκούσια θυσία του αμνού του Θεού για τις αμαρτίες του κόσμου, η ανάστασή Του και η επέκταση της πνευματικής σκηνής της Εκκλησίας σε όλα τα έθνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 19 από 25

Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα〉· ἐπειδὴ γὰρ «ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. διὰ τοῦτο ὁ θεὸς αὐτὸν 〈ὑπερύψωσε〉 καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». τοῦτο δὴ οὖν αὐτὸ καὶ ἡ παροῦσα προφητεία δηλοῖ νῦν μὲν φάσκοντα· 〈Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται〉, ⌜δι᾽ ὧν τὴν μετὰ τὸν θάνατον ἀνάστασιν αὐτοῦ καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψίν τε καὶ ὕψωσιν σημαίνει.⌝ ἐν δὲ τοῖς ἑξῆς τὴν ταπείνωσιν αὐτοῦ τὴν «μέχρι θανάτου» παρίστα, ἐν οἷς εἴρηται· «εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», καὶ πάλιν· «ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται», καὶ αὖθις· «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον».

ὅτε τοίνυν διὰ τούτων ‹ἡ ταπείνωσις αὐτοῦ› καὶ ‹ὁ θάνατος αὐτοῦ› παρέστη, ἀκολούθως καὶ τὰ τῆς μετὰ τὸν θάνατον ὑψώσεως προεθεσπίζετο προλαμβάνοντος τοῦ προφητικοῦ πνεύματος τὰ χρηστότερα πρὸ τῶν σκυθρωπῶν, ἃ δὴ παρίστησι λέγων· 〈Ἰδοὺ συνήσει ὁ παῖς μου〉, ἢ κατὰ τὸν Ἀκύλαν· 〈ἰδοὺ ἐπιστημονισθήσεται ὁ δοῦλός μου. ⌜δοῦλον〉 δὲ αὐτὸν εἰκότως ἀποκαλεῖ ‹διὰ τὴν μορφὴν τοῦ 〈δούλου〉, ἣν ἀνείληφεν›· «〈ἑαυτὸν〉» γὰρ «ἐκένωσεν ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων» θεὸς λόγος, ὁ κατὰ τὸν ἱερὸν Ἀπόστολον «μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος». ἀλλ᾽ οὗτος ὁ 〈παῖς〉 τοῦ θεοῦ καὶ ὁ 〈δοῦλος πάσης ‹ἐπληροῦτο σοφίας› καὶ ἐπιστήμης τὸν θεὸν λόγον εἰς ἑαυτὸν χωρήσας.⌝ διὸ λέλεκται· 〈ἰδοὺ ἐπιστημονισθήσεται〉 ἀλλὰ 〈καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται〉. ταῦτα δὲ πάντα ἐπληροῦτο περὶ τὸν ἄνθρωπον τοῦ σωτῆρος ἡμῶν διὰ τὴν πρὸς τὸν θεὸν λόγον ἕνωσιν.

Εἶτ᾽ ἐπιλέγει· 〈ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί〉, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈ὃν τρόπον ἐθαύμασάν〉 φησιν 〈πολλοὶ ἐπ᾽ αὐτόν, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων〉. τοῦτο γὰρ μάλιστα τὸ 〈πολλοὺς ἐκστῆσαν〉 καὶ ἐν ἀπορίᾳ γενέσθαι ποιῆσαν, λέγω δὲ τὸ ταπεινὸν καὶ ἄδοξον τῆς εἰς ἀνθρώπους αὐτοῦ παρόδου· ἔκστασιν γοῦν καὶ ἀπορίαν καὶ ἀμηχανίαν ὁ περὶ αὐτοῦ λόγος εἰσέτι καὶ νῦν τοῖς πολλοῖς ἐμποιεῖ, ἀλλὰ καὶ 〈ἔθνη πολλὰ ἐπ᾽ αὐτῷ ἐθαύμασαν〉, τῶν μὲν εἰς αὐτὸν πεπιστευκότων προσκυνούντων αὐτοῦ τὴν θεότητα, τῶν δὲ ‹ἐναπομεινάντων τῇ ἀπιστίᾳ› 〈θαυμαζόντων〉 αὐτοῦ τὴν δύναμιν, ὡς ἀνωτέρα καὶ κρείττων γεγένηται τῶν πολεμεῖν αὐτὴν πεπειραμένων. καὶ 〈βασιλεῖς〉 δὲ πολλὰ κατ᾽ αὐτοῦ βλάσφημα καὶ ἄθεα καὶ ἀσεβῆ ῥήματα φθεγξάμενοι καὶ τὴν ἐκκλησίαν αὐτοῦ διώξαντες, κἄπειτα μηδὲν δυνηθέντες τέλος μετὰ τοὺς ματαίους πόνους 〈συνέσχον τὸ ἑαυτῶν στόμα〉 καὶ παρεχώρουν αὐτοῦ τῇ διδασκαλίᾳ ἡττώμενοι ἄλλοτε ἄλλως κατὰ καιροὺς καὶ χρόνους διὰ τὸ θεηλάτοις μάστιξι περιελαύνεσθαι. ὃ δὴ καὶ ἡμεῖς οἱ ταῦτα συντάττοντες αὐτῇ πείρᾳ παρειλήφαμεν, ἀλλ᾽ οἱ μὲν αὐτῶν 〈συνέσχον τὸ ἑαυτῶν στόμα〉, οἱ δὲ καὶ παλινῳδίαν ᾖδον νόμοις καὶ διατάγμασι τοὺς εὐκτηρίους οἴκους ἐγείρειν καὶ τὰ συνήθη πράττειν τὴν ἐκκλησίαν αὐτοῦ ἐγκελευόμενοι.

διὰ τί δὲ ἐπ᾽ αὐτῷ 〈βασιλεῖς〉 ἐκινήθησαν, ἐπιλέγει ἑξῆς· 〈ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι〉· ⌜τοῦτο γὰρ ἦν τὸ κινῆσαν τοὺς 〈βασιλεῖς〉, λέγω δὲ τὸ διαδραμεῖν αὐτοῦ τὸν εὐαγγελικὸν λόγον καὶ ἐπὶ τὰ πορρωτάτω ἔθνη.⌝ ἠρέμα δὲ καὶ πλαγίως ὁ λόγος καὶ τὴν τοῦ Ἰουδαίων ἔθνους περὶ αὐτοῦ ἄγνοιαν ἐξελέγχει· ἐπειδὴ γὰρ αὐτοῖς πρώτοις 〈ἀνηγγέλη τὰ〉 περὶ τοῦ προφητευομένου, ἐκ παιδός τε τὰς περὶ αὐτοῦ προφητείας ἐξεμάνθανον, οὐ μὴν καὶ ἐλθόντα αὐτὸν συνῆκαν. τούτου χάριν οὐχ οὗτοί φησιν 〈ὄψονται〉 οὐδὲ αὐτοὶ 〈συνήσουσιν〉, ἐμπάλιν δὲ 〈οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ〉 καὶ τοῖς μηδέπω μεμαθηκόσι τι τῶν κατ᾽ αὐτόν.

οὗτοι γάρ φησι τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς 〈ὄψονται〉 αὐτὸν καὶ οὗτοι τὴν αὐτοῦ διδασκαλίαν 〈συνήσουσι〉. ⌜καὶ ταῦτα μὲν λόγοις ἐθεσπίζετο πάλαι, ἔργοις δὲ ἐπληροῦτο ἐπὶ τῆς εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν παρόδου, ὃν ὀφθαλμοῖς ἰδόντες Ἰουδαίων παῖδες, φωνῆς τε αὐτοῦ ὑπακούσαντες οὔτε 〈συνῆκαν〉 οὔτε καλοῦντι παρέσχον τὴν ἀκοήν, ὡς καὶ τὴν ἔμπροσθεν προφητείαν εἰς αὐτοὺς πεπληρῶσθαι τὴν φήσασαν· «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ 〈συνῆτε〉 καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε».⌝ ἀλλ᾽ ἐκεῖνοι μὲν οὔτε 〈εἶδον〉 οὔτε 〈συνῆκαν〉, κατὰ δὲ τὴν αὐτοῦ τοῦ σωτῆρος φωνήν, δι᾽ ἧς εἴρηται· «μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες», οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν μηδὲν πώποτε περὶ αὐτοῦ μεμαθηκότες μηδὲ τὰς περὶ αὐτοῦ γραφὰς ἐγνωκότες, ὅμως καὶ 〈εἶδον〉 καὶ 〈συνῆκαν〉 αὐτὸν καὶ τῆς θεότητος αὐτοῦ τὴν γνῶσιν εἰλήφασιν.

Ὃ δὴ καὶ θαῦμα καὶ ἔκπληξιν τοῖς πάλαι ταῦτα προφητικῷ πνεύματι θεωμένοις παρεῖχε. διὸ ἑξῆς εἴρηται· 〈κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν〉; ⌜ἀποθαυμαστικῶς γὰρ οἱ τοῦ θεοῦ προφῆται τὴν ἀπιστίαν ὁρῶντες τοῦ Ἰουδαίων ἔθνους, τήν τε τῶν ἐθνῶν ἐπιστροφὴν καὶ ὑπακοὴν θεώμενοι ταῦτ᾽ ἔλεγον.⌝ ἀλλὰ 〈καὶ ὁ βραχίων〉 φησὶ 〈κυρίου τίνι ἀπεκαλύφθη〉; ἐδίδασκε δὲ ἡ πρὸ ταύτης προφητεία, 〈τίνι ἀπεκαλύφθη ὁ βραχίων τοῦ θεοῦ〉, ἐν οἷς εἴρητο· «καὶ 〈ἀποκαλύψει〉 κύριος ὁ θεὸς τὸν 〈βραχίονα〉 τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν»· ⌜〈βραχίονα〉 δὲ τοῦ θεοῦ λέγεσθαι τὸν ‹μονογενῆ υἱὸν› αὐτοῦ πολλάκις ἀπεδείξαμεν, ὃς πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἔθνεσιν ἐγνώσθη ταῖς προφητικαῖς ἀκολούθως⌝ φωναῖς, ἀλλὰ γὰρ ταῦτα ἀποθαυμάσαντες οἱ τοῦ θεοῦ προφῆται διηγηματικῶς λοιπὸν τὴν εἰς ἀνθρώπους πάροδον τοῦ προλεχθέντος ‹παιδὸς› ἢ τοῦ ‹δούλου› τοῦ θεοῦ θεσπίζουσι λέγοντες· 〈ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈καὶ ἀναβήσεταί〉 φησιν 〈ὡς τιθιζόμενον εἰς πρόσωπον αὐτοῦ καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου〉· εἰς πρόσωπον γὰρ αὐτοῦ φησι, λέγω δὲ τοῦ προλεχθέντος 〈βραχίονος, ἀναβήσεται ὡς τιθιζόμενον〉.

τοῦτο δὲ ἦν τὸ ἐκ τῆς παρθένου γεγεννημένον, περὶ οὗ λέλεκται διὰ τῶν ἔμπροσθεν· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», τοῦτ᾽ ἦν τὸ 〈τιθιζόμενον〉 τὸ εἰς πρόσωπον 〈τοῦ βραχίονος τοῦ θεοῦ〉 ἀναβὰν ἑξῆς ὁ λόγος διασαφεῖ λέγων· 〈ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου, ⌜γῆν〉 μὲν 〈ἄβατον〉 αἰνιττόμενος τὴν παρθένον, ἧς οὐδεὶς ἐπιβεβήκει, 〈ῥίζαν〉 δὲ αὐτὴν ἐκείνην, περὶ ἧς ἐλέγετο· «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται»· κἀκεῖ γὰρ 〈ἀναβήσεσθαι〉 ἐδηλοῦτο, ἀλλ᾽ ἐκεῖ μὲν «ἀπὸ τῆς ῥίζης Ἰεσσαί», ἐνταῦθα δὲ 〈ἀπὸ τῆς ἀβάτου γῆς〉 τῆς δηλωθείσης.⌝ κατὰ δὲ τὸν Σύμμαχον 〈καὶ ἀνέβη ὡς κλάδος ἐνώπιον αὐτοῦ〉 εἴρηται, 〈καὶ ὡς ῥίζα ἀπὸ γῆς διψώσης〉, τὴν 〈ἄβατον γῆν〉 τὴν 〈διψῶσαν〉 κἀνταῦθα ὀνομάσαντος τοῦ λόγου, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈καὶ ἀναβήσεταί〉 φησιν 〈ὡς θηλάζον ἐνώπιον αὐτοῦ〉, δηλαδὴ 〈τοῦ βραχίονος τοῦ θεοῦ, καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ〉.

τοῦτο δὲ τὸ ἐνταῦθα λεγόμενον 〈παιδίον〉 κατὰ τοὺς Ἑβδομήκοντα φήσαντας· 〈ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ〉, αὐτὸ ἦν ἐκεῖνο, περὶ οὗ καὶ ἐν τοῖς ἔμπροσθεν εἴρητο· «διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ», καὶ πάλιν· «διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ», καὶ αὖθις· «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ», ἅπερ εἰς τὸν Χριστὸν τοῦ θεοῦ ἀναφέρεσθαι κατὰ τοὺς οἰκείους ἀπεδείκνυμεν τόπους, ἀλλὰ γὰρ μετὰ τὸ θεσπίσαι τὴν εἰς ἀνθρώπους τοῦ προφητευομένου γένεσιν τὴν 〈ἀπὸ τῆς ἀβάτου ἢ ἀπὸ τῆς διψάδος γῆς〉 γενομένην τὴν σὺν ἀνθρώποις αὐτοῦ διατριβήν, ἑξῆς διέρχεται λέγων· 〈οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα〉, ἀντὶ τοῦ· 〈οὐκ ἦν αὐτῷ ἔνδοξον εἶδος, καὶ εἴδομεν〉 δέ φησιν 〈αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων〉. πλὴν ἡμεῖς μέν, ⌜κοινοποιεῖ δὲ ὁ προφήτης συγκαταλέγων καὶ ἑαυτὸν διὰ φιλανθρωπίαν τοῖς 〈μὴ λογισαμένοις〉 τὸν σωτῆρα, 〈οὐκ ἐλογισάμεθα αὐτὸν〉 οὐδὲ προσεποιησάμεθα οὐδ᾽ ἐνενοήσαμεν τίς ποτε ἦν.

ὁ δὲ ἦν ἄρα ὁ τῶν ἡμετέρων ψυχῶν σωτὴρ ἰατρεύων αὐτὸς καὶ καθαίρων πάσης ἁμαρτίας.⌝ διὸ ἐπιλέγει· 〈οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈ὄντως τὰς νόσους ἡμῶν αὐτὸς ἀνέλαβε καὶ τοὺς πόνους ὑπέμεινεν, ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν ἐν ἁφῇ ὄντα πεπληγότα ὑπὸ τοῦ θεοῦ καὶ τεταπεινωμένον〉, ὁ δὲ Ἀκύλας· 〈ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν τετραυματισμένον πεπληγότα ὑπὸ θεοῦ καὶ τεταπεινωμένον〉. ⌜Ἀλλ᾽ ἡμεῖς μὲν οἷα νήπιοι ταύτην εἴχομεν περὶ αὐτοῦ τὴν δόξαν, ὁ δὲ πάντα ταῦτ᾽ ἔπασχε δι᾽ ἡμᾶς, ἵνα ἡμᾶς ἐλευθερώσῃ πάσης τιμωρίας.⌝ διὸ ἐπιφέρεται· 〈αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν〉, ὁ δὲ Ἀκύλας· 〈καὶ αὐτός〉 φησι 〈βεβηλωμένος ἀπὸ ἀθεσμιῶν ἡμῶν, συντετριμμένος ἀπὸ τῶν ἀνομιῶν ἡμῶν〉· ἦν γὰρ ἀληθῶς 〈βεβηλωμένος〉, ὅτε ‹γέγονεν› «ὑπὲρ ἡμῶν κατάρα», ⌜ὅτε γοῦν καὶ 〈συνετρίβη〉 καὶ 〈ἐβεβηλώθη〉 καὶ πάντα τὰ χείριστα ὑπέμεινεν, οὐ διά τινας οἰκείας 〈ἁμαρτίας〉 διὰ δὲ τὰς ἡμετέρας.

καὶ γέγονεν ἡ 〈παιδεία τῆς εἰρήνης ἡμῶν ἐπ᾽ αὐτόν〉· ἅπερ γὰρ ἐχρῆν ἡμᾶς παθεῖν παιδευομένους διὰ τὰς ἡμετέρας 〈ἁμαρτίας〉, ταῦτ᾽ ἐπ᾽ αὐτὸν ἦλθεν ὑπὲρ τῆς ἡμετέρας πρὸς τὸν θεὸν 〈εἰρήνης〉.⌝ καὶ 〈τῷ μώλωπι αὐτοῦ〉 φησιν 〈ἰάθημεν〉, ⌜ἐπεὶ καὶ 〈μώλωπας〉 εἰκὸς ἦν αὐτὸν φέρειν κατὰ τοῦ σώματος καὶ τραύματα τυπτόμενον καὶ ‹μαστιγούμενον› καὶ τὰς ὄψεις ‹ῥαπιζόμενον› ‹τήν τε κεφαλὴν καλάμῳ παιόμενον›. πλὴν οἱ 〈μώλωπες〉 οὗτοι σωτῆρες ἦσαν ἡμῶν· 〈τῷ〉 γὰρ 〈μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν〉. τίνες δ᾽ 〈ἡμεῖς〉 ἀλλ᾽ ἢ οἱ πάλαι 〈πλανηθέντες〉 καὶ 〈μὴ λογισάμενοι αὐτὸν〉 μηδὲ συνιέντες, τίς ποτε ἦν;⌝ διὸ 〈πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη〉· ⌜ἄλλος γὰρ ἄλλην 〈ὁδὸν〉 ὥδευσε πλάνης διάφορα περὶ αὐτοῦ καὶ ἐναντία δοξάσας· τῷ δὲ ἄρα οὐκ ἀθεεὶ ἐγίγνετο τὰ γινόμενα· αὐτὸς γὰρ 〈αὐτὸν παρεδίδου ὁ κύριος ταῖς ἁμαρτίαις ἡμῶν〉, ἵνα γένηται ἀντίψυχον καὶ ‹ἀντίλυτρον› ἡμῶν. οὕτω γὰρ καὶ «ἀμνὸς τοῦ θεοῦ» γέγονεν, «αἴρων» καὶ περικαθαίρων «τὴν ἁμαρτίαν τοῦ κόσμου».⌝ διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈κύριος δὲ καταντῆσαι ἐποίησεν εἰς αὐτὸν τὴν ἀνομίαν πάντων ἡμῶν〉.

Εἶτ᾽ ἀντὶ τοῦ· 〈καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα〉, ⌜ὁ Σύμμαχος 〈προσηνέχθη〉 φησὶ 〈καὶ αὐτὸς ὑπήκουσε〉. τίνι δὲ 〈προσηνέχθη〉 ἀλλ᾽ ἢ ‹τῷ Πιλάτῳ›; ‹καὶ ἐπειδὴ κατηγορούμενος› «ἐσιώπα» καὶ ψευδομαρτυρούμενος «οὐδὲν ἀπεκρίνατο»,⌝ τούτου χάριν κατὰ τὸν Σύμμαχον εἴρηται· 〈καὶ οὐκ ἤνοιξε τὸ στόμα αὐτοῦ〉. ⌜Εἶτα διελθὼν αὐτοῦ τὰ πάθη ἀναπέμπει τὴν τῶν ἀκουόντων διάνοιαν ἐπὶ τὴν τῆς γενέσεως αὐτοῦ φαντασίαν ἐπιλέγων· 〈τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται〉; τότε γὰρ μάλιστα μεῖζόν τις λήψεται θαῦμα τῆς τῶν τοσούτων ὑπομονῆς, ὅταν εἰς ἔννοιαν ἔλθῃ τίς ὢν καὶ ὁποῖος καὶ ‹ἐκ θεοῦ γεγεννημένος› ‹μονογενὴς υἱὸς› ταῦτα πάντα ὑπέστη.⌝ διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· 〈τὴν γενεὰν αὐτοῦ τίς ἐξομιλήσει; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ〉, ὁ δὲ Σύμμαχος· 〈ἀπετμήθη γάρ〉 φησιν 〈ἐκ γῆς ζώντων καὶ διὰ τὴν ἀδικίαν τοῦ λαοῦ μου πληγὴ αὐτοῖς〉, ὁ δὲ Θεοδοτίων· 〈ὅτι ἀπετμήθη ἀπὸ γῆς ζώντων ἀπὸ ἀθεσίας τοῦ λαοῦ μου ἥψατο αὐτῶν〉· μᾶλλον γὰρ αὐτῶν 〈καθήψατο〉 καὶ 〈πληγὴ αὐτοῖς〉 μεγίστη γέγονεν ὁ αὐτοῦ θάνατος· αὐτίκα γοῦν ἀνίατον ἐσχήκασι μετὰ ταῦτα τὴν ἐπελθοῦσαν αὐτοῖς ὀργὴν καὶ τὴν 〈ἁψαμένην〉 αὐτῶν 〈πληγήν〉. σαφῶς δὲ ὁ προφήτης ἐν τούτοις ὅτι μήτε περὶ ἑαυτοῦ ταῦτ᾽ ἐθέσπιζε μήτε περὶ τοῦ λαοῦ ὡς ἂν οἰηθείη παρέστησεν εἰπών· 〈ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον〉.

Ἀντὶ δὲ τοῦ· 〈καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ〉, ὁ Σύμμαχος· 〈καὶ δώσει〉 φησὶ 〈τοὺς ἀσεβεῖς ἀντὶ τῆς ταφῆς αὐτοῦ〉. ⌜τίς δὲ 〈δώσει〉 ἢ ὁ τῶν ὅλων κριτής; καὶ τίνας ἢ τοὺς τὰ εἰρημένα δεδρακότας, οὓς καὶ παρέδωκεν αὐτίκα καὶ οὐκ εἰς μακρὸν ἐχθροῖς καὶ πολεμίοις καὶ πολιορκηταῖς;⌝ 〈καὶ τοὺς〉 πάλαι δὲ 〈πλουσίους〉, ἐν οἷς ἐπλεονέκτουν προτερήμασι, παραδώσειν φησὶν 〈ἀντὶ τοῦ θανάτου αὐτοῦ〉. ⌜ὃ δὴ καὶ αὐτὸ παραχρῆμα συνέβη ὡς ‹ἐξ ἀνθρώπων ἀφανισθῆναι τὸ μνημόσυνον› τῶν πάλαι παρὰ Ἰουδαίοις πολλὰ δεδυνημένων, Φαρισαίων καὶ γραμματέων καὶ Σαδδουκαίων· καὶ ἔτι πρὸς τούτοις, ἱερέων τε καὶ ἀρχιερέων καὶ τῶν παρ᾽ αὐτοῖς βασιλικῇ ἀξίᾳ τετιμημένων. οὗτοι γὰρ ἦσαν οἱ ἐνταῦθα λεγόμενοι 〈πλούσιοι〉, οὓς ‹μετῆλθεν οὐκ εἰς μακρὰν ἡ ὀργὴ τοῦ θεοῦ›, διότι ἀναμάρτητον ὄντα τὸν Χριστὸν τοῦ θεοῦ τοιαύτῃ κολάσει ὑποβεβλήκασι.⌝ διὸ ἐπιλέγει· 〈ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ〉. καὶ τοῦτ᾽ ἦν τὸ ξένον τῆς τοῦ σωτῆρος ἡμῶν θειοτέρας ἀρετῆς, ⌜λέγω δὲ τὸ δι᾽ ὅλης τῆς τοῦ βίου ζωῆς ἀναμάρτητον καὶ ἀνεπίληπτον ἐν λόγῳ καὶ ἔργῳ· «οὐδεὶς γοῦν καθαρὸς γέγονεν ἀπὸ ῥύπου, οὐδ᾽ εἰ μία ἡμέρα ἦν ἡ ζωὴ αὐτοῦ ἢ μόνος αὐτός»· «ὑπὲρ πάντων» οὖν αὐτὸς «ἀπέθανεν», ἵνα καθάρῃ καὶ ‹περιέλῃ› «τὴν ἁμαρτίαν τοῦ κόσμου».

διὸ καὶ ἔκρινεν ὁ θεὸς καὶ πατὴρ αὐτοῦ 〈καθαρίσαι αὐτὸν τῆς πληγῆς〉, τοῦτ᾽ ἔστι τοῦ ἐπενεχθέντος αὐτῷ πάθους,⌝ ἢ κατὰ τὸν Ἀκύλαν· 〈καὶ κύριος ἐβουλήθη ἐπιτρῖψαι αὐτοῦ τὸ ἀρρώστημα〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈κύριος ἠθέλησεν ἀλοῆσαι αὐτὸν ἐν τῷ τραυματισμῷ〉. τούτοις ἑξῆς εἴρηται· 〈ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον〉. ⌜ὃ δὲ λέγει τοιοῦτον ἔχει τὸν νοῦν· μετὰ τὰ προλεχθέντα πάντα, εἴ τις τῶν εἰς αὐτὸν ἠσεβηκότων βουληθείη θυσίαν ἀνενεγκεῖν ὑπὲρ τῆς αὐτοῦ ἁμαρτίας, τοῦτ᾽ ἔστιν ἐξομολόγησιν καὶ μετάνοιαν τῶν ἡμαρτημένων ἐνδείξασθαι, οὐκ ἀποτεύξεται τῆς εἰς αὐτὸν ἀγαθῆς ἐλπίδος. εἰ γὰρ καὶ τὰ μάλιστα εἴρηται· 〈ὅτι δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ〉, ἀλλ᾽ ὅμως 〈ἐὰν δῶτε〉 ὑμεῖς οἱ τὰ τοιαῦτα τολμήσαντες τὸ 〈ὑπὲρ ἁμαρτίας〉 δῶρον, τεύξεσθε ἀφέσεως καὶ ἡ 〈ψυχὴ ὑμῶν〉 σωθήσεται, καὶ οὐχ ἁπλῶς σωθήσεται, ἀλλὰ καὶ 〈ὄψεται τὸ μακρόβιον σπέρμα〉. τοῦτο δὲ ἦν τὸ ὑπ᾽ αὐτοῦ καταβληθὲν εἰς ἀνθρώπους, περὶ οὗ «ἐν παραβολαῖς» διδάσκων ἔλεγεν· «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι», καὶ πάλιν· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ».⌝ 〈ἐὰν〉 οὖν 〈δῶ τε περὶ ἁμαρτίας〉, τοῦτο τὸ λογικὸν καὶ οὐράνιον 〈σπέρμα ὄψεται ἡ ψυχὴ ὑμῶν〉.

ἀντὶ δὲ τοῦ· 〈καὶ κύριος βούλεται ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ〉, ὁ Σύμμαχος· 〈καὶ θέλημά〉 φησι 〈κυρίου ἐν χειρὶ αὐτοῦ εὐοδωθήσεται〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈καὶ βούλημα κυρίου ἐν χειρί〉. ⌜τοῦτο δὲ ἐπὶ μόνου τοῦ σωτῆρος ἡμῶν λέγεσθαι ἁρμόζει· διὰ παντὸς γὰρ τοῦ πατρὸς 〈τὸ θέλημα ἐν τῇ χειρὶ αὐτοῦ κατευωδοῦτο〉.

Ἔδωκε δὲ αὐτῷ καὶ 〈φῶς〉 εἰς τὸ φωτίζεσθαι τοὺς δι᾽ αὐτοῦ δικαιουμένους, καὶ 〈σύνεσιν〉 δὲ αὐτῷ ἐδωρήσατο· ‹ἐπανεπαύσατο γὰρ ἐπ᾽ αὐτὸν› «πνεῦμα σοφίας καὶ 〈συνέσεως〉» εἰς τὸ συνετοὺς ἀπεργάζεσθαι καὶ δικαιοῦν τοὺς ἀξίους τοῦ δικαιοῦσθαι⌝. τίνες δέ εἰσιν οὗτοι, ἐπιλέγει· 〈καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈καὶ τὰς ἀσεβείας αὐτῶν αὐτὸς ὑπενέγκει〉· ⌜ἀναλαμβάνων γὰρ τῶν πάλαι ἁμαρτωλῶν καὶ ἀσεβῶν εἰς ἑαυτὸν τὰς 〈ἀσεβείας〉 καὶ ἀποδιδύσκων αὐτοὺς τὸν τῆς ἁμαρτίας χιτῶνα δικαίους αὐτοὺς ἀπειργάζετο.⌝ διὸ ἐπιφέρεται· 〈διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς〉· ⌜διὰ τοῦτο γὰρ ἐπειδὴ εἰς ἑαυτὸν 〈τὰς τῶν πολλῶν ἀνέλαβεν ἁμαρτίας〉, τούτου χάριν καὶ δεδύνηται κλῆρον ἑαυτῷ ποιήσασθαι τοὺς πάντας. εἰ γὰρ μὴ οἷός τε ἦν ἀφιέναι ἁμαρτίας, διέμειναν ἂν ἐν τοῖς αὐτῶν πλημμελήμασι καὶ οὐκ ἂν ἔτυχον σωτηρίας. νῦν δὲ ἐπειδὴ 〈τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνέλαβε〉, διὰ τοῦτο καὶ κληρονομίαν αὐτοὺς εἴληφε παρὰ τοῦ πατρός.⌝ ὃ δὴ καὶ διδάσκει αὐτὸς λέγων· «κύριος εἶπε πρός με Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς».

καὶ 〈τῶν ἰσχυρῶν〉 δὲ 〈ἐμέρισε σκῦλα〉, ⌜τῶν ἀντικειμένων δηλαδὴ δυνάμεων, τῶν τε πονηρῶν δαιμόνων, ὧν ἐξαρπάσας τὰς αἰχμαλώτους ὑπ᾽ αὐτοῖς γενομένας ψυχάς, 〈σκῦλα〉 ἑαυτῷ ἐποιήσατο, ἅπερ 〈σκῦλα〉 τοῖς ἑαυτοῦ μαθηταῖς διένειμε διαφόρους ἐξ αὐτῶν συστησάμενος ἐκκλησίας.⌝ διὸ ἀνωτέρω ἐλέγετο· «καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι 〈σκῦλα〉». ταῦτα δὲ πάντα δυνατός ἐστι ποιῆσαι καὶ ποιήσει, 〈ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ〉, ⌜ὥσπερ τινὰ μισθὸν παρὰ τοῦ πατρὸς τοῦτ᾽ εἰληφώς, λέγω δὲ τὸ ἀφιέναι ἁμαρτίας τοῖς προημαρτηκόσι καὶ ὑπὸ τὸν αὐτοῦ κλῆρον ὑπάγειν αὐτούς.⌝ ἐπειδὴ γὰρ 〈παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ〉 ἐπειδὴ 〈αὐτὸς ἁμαρτίας πολλῶν ἀνέλαβε καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη〉, τούτου χάριν 〈κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα〉. ⌜πῶς δὲ ἐν 〈ἀνόμοις ἐλογίσθη〉, διδάσκει τὸ Εὐαγγέλιον, καθ᾽ ὃν καιρὸν ‹συνεσταυροῦντο› αὐτῷ παρ᾽ ἑκάτερα ‹οἱ λῃσταί›, πεπληρῶσθαι λέγον τὴν προφητείαν·⌝ εἴρηται δ᾽ οὖν παρὰ τῷ Μάρκῳ· «καὶ σὺν αὐτῷ ἐσταύρωσαν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων. καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· 〈καὶ μετὰ τῶν ἀνόμων ἐλογίσθη〉».

Ἀκολούθως μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν προφητείαν, ἐν ᾗ διεγράφετο ἡ εἰς ἀνθρώπους αὐτοῦ γένεσις καὶ ὁ μετὰ ταῦτα βίος, ὅ τε θάνατος καὶ ἡ τοῦ θανάτου αἰτία ⌜διὰ τῶν προκειμένων ὁ λόγος εὐαγγελίζεται τὴν δι᾽ αὐτοῦ καθ᾽ ὅλης τῆς οἰκουμένης ἱδρυνθεῖσαν ἐκκλησίαν πάλαι οὖσαν 〈ἔρημον〉 καὶ ἄγονον καὶ ἄκαρπον, διὸ καὶ 〈στείραν〉 αὐτὴν ὀνομάζει, ἐπειδὴ τοιαῦταί τινες ἦσαν πάλαι πρότερον αἱ τῶν ἀπίστων ἐθνῶν ψυχαί.⌝ ἀλλὰ νῦν μεταβολὴν τὴν ἐπὶ τὸ κρεῖττον ὁ λόγος αὐταῖς εὐαγγελιζόμενος τῇ πάλαι 〈στείρᾳ〉 παρακελεύεται 〈εὐφραίνεσθαι〉, ἤδη δὲ ὡς ἂν ὑποδεξαμένῃ σπόρον καὶ λοιπὸν κυούσῃ καὶ μελλούσῃ 〈τίκτειν〉 τὸ σωτήριον καὶ ἀγαθὸν γέννημα ἐπιλέγει· 〈ῥῆξον καὶ βόησον〉, ἡ πάλαι 〈〈οὐ〉 τίκτουσα〉, ἢ κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ· 〈ῥῆξον καὶ βόησον, κελάδει αἴνεσιν καὶ χρεμέτισον, οὐκ ὠδίνουσα〉, ὁ δὲ Σύμμαχός φησιν· 〈ἱλάρυνον ἐν ἀγαλλιάσει καὶ χρεμέτισον, μὴ τίκτουσα〉, ὁ δὲ Θεοδοτίων 〈ῥῆξόν〉 φησιν 〈εὐφροσύνην καὶ τέρπου, οὐκ ὠδίνουσα〉. καὶ ἐπιλέγει· 〈ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈πολλὰ γὰρ τὰ τέκνα τῆς ἠφανισμένης ὑπὲρ τὰ τέκνα τῆς ὑπάνδρου〉· ⌜καὶ γὰρ ἦν πάλαι πρότερον ἡ ἐξ ἐθνῶν ἐκκλησία 〈ἠφανισμένη〉 καὶ 〈ἔρημος〉, ἅτε μηδέπω τὸν ἐπουράνιον κεκτημένη νυμφίον. πλὴν πολυκαρπίαν αὐτῇ καὶ πολυτεκνίαν ἐπαγγέλλεται πλείονα 〈τῆς ἐχούσης τὸν ἄνδρα〉.

τίς δὲ ἦν αὕτη ἢ τὸ Ἰουδαίων ἔθνος καὶ ἡ παρ᾽ αὐτοῖς πάλαι τετιμημένη ὡς θεοῦ πόλις Ἰερουσαλήμ; ἥτις 〈ἔχουσα τὸν ἄνδρα〉 τὸν ἐπουράνιον λόγον ἠλέγχετο ‹ἀποστασίου βιβλίον› αὐτῷ δεδωκυῖα⌝ καὶ ἐκπορνεύσασα ἐξ αὐτοῦ ἐν τοῖς ἔμπροσθεν, δι᾽ ὧν ἐλέγετο· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί». ⌜ἐν παραθέσει τοιγαροῦν τῆς πάλαι τὸν ἄνδρα κτησαμένης ἡ ἐν τοῖς ἔθνεσιν 〈ἔρημος〉 οὖσα θεοῦ τὸ πρὶν ψυχὴ ἐπαγγελίας ἀξιοῦται χρηστῆς πολυπαιδίαν καὶ πολυτεκνίαν αὐτῇ εὐαγγελιζομένου τοῦ λόγου ὡς ἐν παραθέσει τοῦ ἐκ περιτομῆς λαοῦ τὰ ταύτης τέκνα πολυπλασιάζεσθαι.⌝ διὸ λέλεκται· 〈ὅτι πολλὰ τὰ τῆς ἐρήμου τέκνα μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα〉.

Εἶτα τῇ αὐτῇ προσφωνεῖ λέγων· 〈πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον〉. ⌜λέλεκται δὲ ταῦτα ὡς ἂν καὶ ἐπὶ ‹τῆς σκηνῆς› τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης· ἐκείνῃ γὰρ χρησάμενος ὁ λόγος εἰκόνι τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ προσφωνεῖ μὴ κατ᾽ ἐκείνην σμικρύναι τὴν ἑαυτῆς οἰκοδομήν, ἀλλὰ 〈πλατύναι〉 τὴν σκηνοπηγίαν ἑαυτῆς ἐκτείνασαν εἰς ἄφατον ‹μῆκός› τε καὶ ‹πλάτος›· ἡ μὲν γὰρ ὑπὸ Μωϋσέως κατασκευασθεῖσα πηχῶν ἦν ‹ἑκατὸν μήκους, πλάτος δὲ πεντήκοντα›. ἐνταῦθα δὲ 〈μὴ φείσῃ〉 φησὶ τούτου μηδὲ στενοχωρήσῃς σεαυτὴν τοῖς μέτροις, ἀλλ᾽ ἐκτείνασα 〈μάκρυνον καὶ κατίσχυσον,⌝ ἔτι〉 μᾶλλον 〈εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον〉. ⌜νοήσεις δὲ τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ μέγεθος τῆς νέας ταύτης σκηνῆς, ἣν ἔπηξεν οὐκ ἄνθρωπος, ἀλλ᾽ ὁ κύριος ἐπὶ νοῦν βαλών, ὅση μὲν ὑπῆρχε τοῖς μέτροις ἡ ὑπὸ Μωϋσέως κατασκευασθεῖσα, ὅση δὲ ἦν ἡ Ἰερουσαλὴμ τὸν νεὼν ἔχουσα ‹μήκους πηχῶν ἑξήκοντα καὶ πλάτους εἴκοσι›.

ὥσθ᾽ εἴπερ ἦν θαύματος ἄξιος ὅ τε νεὼς ἐν μιᾷ πόλει τῆς Παλαιστίνης ἱδρυμένος, πόσῳ μᾶλλον τὰ πλήθη καὶ τὰ μεγέθη καὶ τὰ κάλλη τῶν κατὰ πάντα τόπον ἀνεγηγερμένων ἐκκλησιῶν τοῦ θεοῦ.⌝ καὶ ὅτι ταῦτα τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ θεσπίζεται, παρίστησι σαφῶς τὸ λόγιον ἐπιφέρων ἑξῆς· 〈καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. ⌜σπέρμα〉 δὲ τῆς ἐκκλησίας τοῦ θεοῦ εἴη ἂν ὁ εὐαγγελικὸς λόγος, περὶ οὗ εἴρηται· «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι», καί· «οὐχὶ καλὸν 〈σπέρμα〉 ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ»;⌝ τὸ δ᾽ αὐτὸ τοῦτο 〈σπέρμα〉 καὶ 〈πόλεις ἠρημωμένας〉 συνεστήσατο. κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· 〈τὸ δὲ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠφανισμένας κατοικιοῦσι〉. ⌜δύναται δὲ 〈σπέρμα〉 εἶναι τῆς ἐκκλησίας καὶ ἡ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν διαδοχή, δι᾽ ὧν ἡ θεοσεβὴς πολιτεία ἐν ταῖς πάλαι ἠφανισμέναις καὶ θεοῦ ἐρήμοις ἐκκλησίαις συνέστη.⌝ Τούτοις ἑξῆς ἐπιλέγει· 〈μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης〉. ⌜ὅτε μὲν γὰρ ἦν 〈στεῖρα〉 καὶ 〈οὐ τίκτουσα〉 οὐδὲ 〈ὠδίνουσα〉 μηδὲ 〈τὸν ἄνδρα ἔχουσα〉, ἐπονείδιστος ἦν καὶ αἰσχύνης ἔμπλεως· ἀλλὰ νῦν φησι πρὸς αὐτήν· Εἰ καὶ πάλαι ποτὲ 〈αἰσχύνης〉 καὶ 〈ὀνείδους〉 ἔπραττες ἄξια, ἀλλὰ νῦν θάρσει, 〈ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ.

χηρείαν〉 δὲ ἀποκαλεῖ ἐνταῦθα τὴν στέρησιν τοῦ νυμφίου λόγου, ἧς οὐ 〈μνησθήσῃ〉 φησὶν 〈ὅτι κύριος τῶν δυνάμεών ἐστιν ὁ ποιῶν σε〉· οὐ γὰρ ἐξ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπου τὰ τῆς συστάσεως γέγονεν, ἀλλὰ δι᾽ αὐτοῦ τοῦ κυρίου.⌝ διὸ καὶ ὁ σωτὴρ αὐτὸς ἐπαγγέλλεται λέγων· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». αὐτὸς οὖν οὗτος ὁ 〈ποιῶν σε, κύριος τῶν δυνάμεων αὐτός ἐστιν〉, ὁ καὶ πάλαι ὢν 〈θεὸς Ἰσραὴλ〉 καὶ νῦν 〈πάσῃ τῇ γῇ〉 γινωσκόμενος. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈θεὸς πάσης τῆς γῆς κληθήσεται〉.