Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Η αιώνια διαθήκη, η πρόσκληση των προσηλύτων και ο έλεγχος των ασεβών (Ησ. 55-57)

Η δωρεάν προσφορά των πνευματικών αγαθών, η ένταξη των εθνών στην Εκκλησία, η καταδίκη των ανάξιων ηγετών και ο αυστηρός έλεγχος της ιουδαϊκής αποστασίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 20 από 25

Ἐπιμένων δὲ ὁ λόγος ταῖς πρὸς τὴν ἔρημον ἐπαγγελίαις ἐπιφέρει· 〈οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε κύριος οὐδ᾽ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ θεός σου〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈ὡς γὰρ γυναῖκα καὶ κατώδυνον καὶ ἐγκαταλελειμμένην πνεύματι ἐκάλεσέ σε κύριος καὶ γυναῖκα νεότητος ὅταν ἀπωσθῇ, εἶπεν ὁ θεός· ἐν τάχει σμικρῷ ἐγκατέλιπόν σε καὶ ἐν οἰκτιρμοῖς μεγάλοις ἀθροίσω σε, ἐν ὀξυσμῷ ὀργῆς ἔκρυψα τὸ πρόσωπόν μου πρὸς ὀλίγον ἀπὸ σοῦ καὶ ἐν ἐλέει αἰωνίῳ ᾠκτείρησά σε〉.

Εἶτ᾽ ἐπιλέγει, ὅτι 〈ὥσπερ ἐπὶ τοῦ Νῶε ἐπωμοσάμην〉 μηκέτι κατακλυσμῷ τοὺς ἐπὶ γῆς ἀπολέσειν, οὕτως καὶ νῦν ἐπὶ σοὶ ὅρκῳ τὸν ἐμαυτοῦ λαὸν πιστοῦμαι 〈μηκέτι σοὶ θυμωθήσεσθαι· τὰ γὰρ ὄρη σαλευθήσονται καὶ οἱ βουνοὶ ταραχθήσονται, τὸ δὲ ἔλεός μου ἀπὸ σοῦ οὐκ ἀποστραφήσεται οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου ἀνακλιθήσεται, εἶπεν ὁ οἰκτείρων σε κύριος〉· ⌜θᾶττον γὰρ 〈τὰ ὄρη μεταστήσονται〉 τῶν οἰκείων ἑδρασμάτων 〈καὶ οἱ βουνοὶ ταραχθήσονται〉 ἢ τὸ ἐμὸν 〈ἔλεος ἀποκινηθήσεται〉. καὶ ταῦτα δὲ τῷ θεοσεβεῖ πολιτεύματι ἐπαγγέλλεται ὁ λόγος, ὃ πάλαι μὲν ἦν παρὰ Ἰουδαίοις, διαπεσὸν δὲ παρ᾽ αὐτοῖς ἐπὶ τὴν ‹ἐξ ἐθνῶν› ἐκκλησίαν μεταβέβηκε.⌝ καὶ 〈διαθήκην〉 δὲ 〈εἰρήνης〉 ὑπισχνεῖται αὐτῇ φάσκων· 〈οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου οὐ μὴ μεταστῇ〉.

Εἶθ᾽ ὑπομιμνῄσκει ὁποία τις ἦν τὸ πρότερον παρὰ Ἰουδαίοις ἡ θεοσεβὴς πολιτεία καὶ οἵας τεύξεται τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς. διό φησι· 〈ταπεινὴ καὶ ἀκατάστατος〉· ⌜ἦν γὰρ παρὰ Ἰουδαίοις τῷ ὄντι ταπεινὴ σωματικὴ θρησκεία ἐν σώματος περιτομῇ καὶ ἐν θυσίαις ζῴων καὶ τοῖς τούτων παραπλησίοις ἐξεταζομένη, διὸ 〈ταπεινὴν καὶ ἀκατάστατον〉 αὐτὴν ὠνόμασεν. εἶτ᾽ ἐπιλέγει· 〈οὐ παρεκλήθης〉· οὐδεὶς γὰρ ἦν τῶν προφητῶν οὐδὲ τῶν θεοφιλῶν ἀνδρῶν τοσοῦτος ὡς ἀναλαβεῖν αὐτὴν καὶ ἀνακτήσασθαι.⌝ ἀλλ᾽ εἰ καὶ μηδεὶς ταῦτά φησιν ἔπραξεν ἐπὶ σοί, ἀλλ᾽ 〈ἰδοὺ ἐγὼ〉 αὐτὸς 〈ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου〉, ⌜ἀνθ᾽ οὗ ὁ Σύμμαχος· 〈ἰδοὺ ἐγώ〉 φησι 〈συντίθημι στίμει τοὺς λίθους σου〉,⌝ ⌞ὁ δὲ Θεοδοτίων· 〈ἰδοὺ ἐγὼ ἐμβαλῶ ἐν στίμει τοὺς λίθους σου〉.⌟ ⌜ὡς γὰρ ἂν γυνὴ καλλωπιζομένη ‹στιμίζοιτο τοὺς ὀφθαλμούς›, οὕτως αὐτὸς 〈ἐγώ〉 φησιν ὑπὲρ πάντα ὡραϊσμὸν καὶ καλλωπισμὸν τοὺς τῆς σῆς οἰκοδομῆς 〈λίθους διαθήσω〉,⌝ κατὰ δὲ τοὺς Ἑβδομήκοντα 〈ἄνθρακα λίθον〉 τίμιον 〈ἑτοιμάσει〉 αὐτῇ λέγεται. μήποτε δὲ ὁ 〈ἄνθραξ〉 οὗτος τὸ καθάρσιον αἰνίττεται τῆς ψυχῆς, ἐπεὶ καὶ ‹τὸ ἓν τῶν σεραφεὶμ τοῦ προφήτου Ἠσαΐου τῷ 〈ἄνθρακι〉 τῷ ἀπὸ τοῦ θυσιαστηρίου ἐκάθηρε τὰ χείλη›.

ἀλλὰ πάντα μὲν τὸν τῆς οἰκοδομῆς σου 〈λίθον〉 τοιοῦτον, δηλαδὴ κεκαθαρμένον φησὶ παρασκευάσειν ὡς μηδένα 〈λίθον〉 τῆς οἰκοδομῆς εἶναι ἀκάθαρτον, 〈τὰ δὲ θεμέλιά σου〉 ἀπὸ λίθου 〈σαπφείρου συνθήσω〉. διὸ κατὰ τοὺς λοιποὺς εἴρηται· 〈καὶ θεμελιώσω σε ἐν σαπφείροις〉.

Ἀλλὰ καὶ 〈τὰς ἐπάλξεις σου〉 ἀπὸ λίθου 〈ἰάσπιδος〉 οἰκοδομήσω, ἢ κατὰ τὸν Σύμμαχον· 〈καὶ ποιήσω καρχηδόνιον τὰς οἰκίας σου καὶ τὰς πύλας σου λίθους γλυφῆς〉, κατὰ δὲ τοὺς Ἑβδομήκοντα· 〈καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς〉. ταῦτα δὲ πάντα νοήσομεν ψυχὰς τιμίας καὶ πολυτελεῖς, ἀφ᾽ ὧν οἰκοδομήσειν ὁ θεὸς ἐπαγγέλλεται τὸ θεοσεβὲς πολίτευμα. 〈σαπφείρῳ〉 δὲ αὐτοὺς ἀπεικάζει διὰ τὸ ἐοικέναι τῷ οὐρανίῳ χρώματι τὸν σάπφειρον. καὶ τούτων δὲ τὴν πολιτείαν οὐράνιον γεγονέναι καὶ ἀγγελικήν, ὡς διδάσκει λέγων ὁ Παῦλος· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει». εἴρηται δὲ καὶ παρὰ τῷ προφήτῃ Ἰεζεκιὴλ ὁ τόπος ὁ ‹ὑπὸ τὸν θρόνον τοῦ θεοῦ ὡς 〈σάπφειρος〉›. οὗτοι δὴ οὖν ‹οἱ προφῆται πάντες καὶ οἱ ἀπόστολοι 〈θεμέλιοί〉› τινες ἦσαν τοῦ θεοσεβοῦς πολιτεύματος εὐπαγεῖς καὶ ‹ἑδραῖοι› ‹〈σαπφείροις〉› ἀφωμοιωμένοι διὰ ‹τὸ οὐράνιον πολίτευμα› καὶ διὰ τὸ ‹φορεῖν› «τὴν εἰκόνα τοῦ ἐπουρανίου». διὸ εἴρηται· 〈καὶ θήσω τὰ θεμέλιά σου σάπφειρον〉.

καὶ αἱ 〈ἐπάλξεις〉 δὲ τῆς νέας ταύτης καὶ καινῆς Ἰερουσαλὴμ 〈ἴασπις〉 ἦν λίθος, ἢ 〈καρχηδόνιος〉 κατὰ τὸν Σύμμαχον, ἐξαίρετός τις ἦν καὶ διαφανής. ⌜τοιοῦτοι δ᾽ ἂν εἶεν οἱ ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ λογικῇ παρασκευῇ τὴν πίστιν ὠχυρωμένοι ὥσπερ προμαχῶνες ὄντες τοῦ θεοσεβοῦς πολιτεύματος διὰ τὸ δύνασθαι «πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ» ‹καθαιρεῖν› καὶ διελέγχειν πάντα ψευδῆ λόγον τὸν τῆς ἀληθείας πολέμιον· ὥσπερ γὰρ ἐπὶ τῶν τειχῶν αἱ 〈ἐπάλξεις〉 προμαχῶνές εἰσιν ἐπὶ παρασκευῇ τῆς πρὸς τοὺς πολεμίους παρατάξεως παρεσκευασμένοι, οὕτω καὶ τῆς ἐκκλησίας οἱ ἐν λόγῳ καὶ σοφίᾳ δυνατοὶ λεχθεῖεν ἂν εἰκότως 〈ἐπάλξεις〉.⌝ τούτοις συγκαταλέγει ἑτέρους ἀφομοιῶν αὐτοὺς 〈λίθοις κρυστάλλου〉, ⌜δι᾽ ὧν τὰς 〈πύλας〉 τῆς πόλεως συστήσεσθαι θεσπίζει τὸ διαυγὲς καὶ καθαρὸν τῆς ὑγιοῦς πίστεως παριστῶν τῶν πεπιστευμένων τὴν πρώτην καὶ στοιχειώδη καὶ εἰσακτικὴν διδασκαλίαν.⌝ ἐπὶ τούτοις τὸν 〈περίβολον〉 τῆς νέας τοῦ θεοῦ πόλεως ἐκ 〈λίθων ἐκλεκτῶν θήσειν〉 ἐπαγγέλλεται· ⌜τοιοῦτοι δ᾽ ἂν εἶεν οἱ περιφράττοντες καὶ ἀντὶ παντὸς ἕρκους ἀσφαλιζόμενοι διὰ τῶν πρὸς τὸν θεὸν εὐχῶν τὴν πᾶσαν οἰκοδομὴν τῆς πόλεως καὶ τὰ μὲν τῆς πόλεως μεγάλα καὶ πολυτελῆ καὶ ἔντιμα οἰκοδομήματα.⌝ Τοιαῦτα τὰ δὲ λοιπὰ πλήθη τῶν τὴν εἰρημένην πόλιν οἰκησόντων θεὸν αὐτὸν ἐπιγράψονται διδάσκαλον· τοῦτο γὰρ παρίστησι τὸ λόγιον φῆσαν· 〈καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ〉· ὁ γὰρ εἰπὼν ἐν Εὐαγγελίοις· «μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος ἐν τοῖς οὐρανοῖς». ⌜〈διδακτοὺς θεοῦ〉 ἀποτελέσει τοὺς 〈υἱοὺς〉 τῆς πάλαι ‹στείρας›, ἀλλὰ 〈καὶ ἐν πολλῇ εἰρήνῃ〉 ἔσεσθαι αὐτῆς τὰ 〈τέκνα〉.

τοῦτο γὰρ αὐτοῖς ἐπηγγείλατο εἰπών· «〈εἰρήνην〉 τὴν ἐμὴν δίδωμι ὑμῖν, 〈εἰρήνην〉 τὴν ἐμὴν ἀφίημι ὑμῖν».⌝ Οἷς ἐπιλέγει· 〈καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ〉· κατὰ γὰρ τὸ δικαιότατον αὐτὸς ὁ τῶν ὅλων οἰκοδόμος, ἡ σοφία τοῦ θεοῦ, ‹τοὺς ζῶντας› καὶ εὐπαγεῖς ‹λίθους› προσάπτων τῇ οἰκοδομῇ τοὺς μὲν 〈ἐπάλξεις〉 ἐποίει, τοὺς δὲ 〈θεμελίους〉 κατεβάλλετο, τοὺς δὲ ἐν τοῖς 〈περιβόλοις〉 κατέταττε, καὶ τοὺς μὲν ἀφώριζεν εἰς τὸν νεὼν τῆς πόλεως, τοὺς δὲ εἰς τὰ ἐνδοτάτω τοῦ ναοῦ, τοὺς δὲ τὴν λοιπὴν πόλιν ἐκόσμει. διὸ λέλεκται· 〈καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ〉· καὶ τὰ μὲν παρὰ τοῦ θεοῦ ἐπηγγελμένα τῇ ἐκκλησίᾳ αὐτοῦ, τοιαῦτα ἑξῆς δὲ τῇ αὐτῇ διαστέλλεται λέγων· 〈ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι〉· τὰ μὲν γὰρ προϋπάρξαντά σοι ἐξ ἐμῆς χάριτος ἔσται, τοιαῦτα εἰ δὲ ἀγωνιᾷς μήποτε ἐπίστη σοι φόβος ἔκ τινος πολεμίων ἐπιθέσεως. θάρσει τῷ ἐμῷ παραγγέλματι· εἰ γὰρ τάδε ποιήσειας, οὐκ ἔσται σοι τάδε, εἰ δὲ μὴ φυλάξειας τὸ παράγγελμα, σαυτὴν ἐπιμέμφου φόβοις ἀνθρωπίνοις περιπεσουμένη.

διὸ μαρτύρομαί σοι καί φημι· 〈ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι〉, ἀλλὰ καὶ μενούσῃ παρ᾽ ἐμοὶ καὶ θεοσεβούσῃ κατὰ τὸν πρέποντα λόγον 〈προσήλυτοί σοι προσελεύσονται〉, οὐκ ἄνευ τῆς ἐμῆς βουλῆς· 〈δι᾽ ἐμοῦ〉 γὰρ 〈καὶ〉 οὗτοι 〈παροικήσουσι〉. ⌜εἴποις δ᾽ ἂν 〈προσηλύτους〉 μετὰ τὰ προλεχθέντα τῆς ἐκκλησίας τάγματα τοὺς οὐ γνησίως οὐδὲ καθαρῶς προσβάλλοντας ἐν τοῖς πλήθεσιν· οὓς καὶ 〈παροικήσειν〉, ἀλλ᾽ οὐ κατοικήσειν φησὶν αὐτὴν διὰ τὸ ὡς ἐν παρόδῳ ποιεῖσθαι αὐτοὺς τὴν εἴσοδον.⌝ διὸ λέλεκται τοῖς καλλίστοις· 〈ἰδοὺ προσήλυτοί σοι προσελεύσονται δι᾽ ἐμοῦ καὶ παροικήσουσί σοι καὶ ἐπὶ σὲ καταφεύξονται〉· ὡς γὰρ καταφυγῆς δεόμενοι προσέρχονται οἱ τοιοῦτοι, οἱ μὲν προστασίας, οἱ δὲ ἐπικουρίας δεόμενοι, οἱ δὲ ἑτέρας ὑποθέσεως ἕνεκεν, ὅθεν καὶ 〈προσηλύτους〉 ἀπεκάλεσε καὶ 〈παροικήσειν〉 αὐτοὺς εἶπε προσφυῶς τῇ τῶν ἀνδρῶν προαιρέσει.

Καὶ ταῦτα πάντα ἐγώ φησιν αὐτὸς ὁ κύριος ποιήσω, ἐπειδὴ καὶ αὐτός σου γέγονα κτίστης ‹ἐπὶ τὴν πέτραν οἰκοδομήσας μου τὴν ἐκκλησίαν›, καὶ 〈ἔκτισά σε〉 οὐ τέχνῃ τινὶ ἀνθρωπίνῃ, θεϊκῇ δὲ καὶ ἀρρήτῳ χάριτι. διὸ καί φημι· 〈ἰδοὺ ἐγὼ ἔκτισά σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον〉· ⌜τὰ μὲν γὰρ ἀνθρώπινα ἐπισκευάσματα καὶ ἐξ ἀνθρωπίνης σπουδῆς συνιστάμενα τοιαῦτά τινα τυγχάνει. διὸ καὶ εἰς φθορὰν χωρεῖ καὶ 〈εἰς ἀπώλειαν〉, τὸ δὲ ἐμὸν 〈ἔργον〉 ἀδιάφθορον πέφυκε.⌝ διό φημι· 〈ἐγὼ δὲ ἔκτισά σε, οὐκ εἰς ἀπώλειαν〉, οὐδὲ εἰς τὸ 〈φθεῖραι πᾶν σκεῦος σκευαστὸν ἐπὶ σέ〉· ⌜οὐδὲν γὰρ τοιοῦτον εὑρεθήσεται ἐπὶ τοῦ ἐμοῦ 〈ἔργου〉 ὡς 〈διαφθεῖραι〉 αὐτὸ καὶ ἀπολέσαι.⌝ ἀλλὰ 〈καὶ πᾶσα φωνή〉 φησιν, 〈ἥτις ἀναστήσεται〉, καὶ πᾶς ὁ βουλευόμενος διακριθῆναι πρὸς σέ, 〈ἡττηθήσεται〉, καὶ ἐπιλέγει· 〈πάντας αὐτοὺς ἡττήσεις〉. ἑξῆς τούτοις εἴρηται· 〈ἔστι κληρονομία τοῖς θεραπεύουσι κύριον〉, ⌜σφόδρα ἀκολούθως· μετὰ γὰρ τὰ προλεχθέντα πάντα ἐχρῆν ὑπομνῆσαι καὶ τῆς ὑποκειμένης ἐν τῷ μέλλοντι αἰῶνι 〈κληρονομίας〉. τίς δ᾽ ἂν γένοιτο αὕτη ἀλλ᾽ ἢ ἡ βασιλεία τῶν οὐρανῶν;⌝ τὸ δὲ λεγόμενον παρὰ τοῖς Ἑβδομήκοντα· 〈οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ〉 οὔτε ἐν τῷ Ἑβραϊκῷ φέρεται οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς.

τούτοις ἑξῆς ἐπιλέγεται· 〈καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει κύριος〉, ὅπερ συνῆπται κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τοῖς προτέροις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈αὕτη ἡ κληρονομία [μου] τῶν δούλων κυρίου, καὶ ἡ δικαιοσύνη αὐτῶν παρ᾽ ἐμοῦ, φησὶ κύριος〉.

Ἡ μετὰ χεῖρας προφητεία εἰς αὐτὸν ἀναπέμπει τὸν Χριστὸν τοῦ θεοῦ φάσκουσα· 〈Οἱ διψῶντες, πορεύεσθε ἐφ᾽ ὕδωρ〉. εἶτα τὴν χάριν τὴν διὰ τοῦ σωτῆρος προῖκα δωρηθεῖσαν ἀνθρώποις αἰνιττομένη φησί· 〈καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, πορευθέντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου〉. ἀντὶ δὲ τοῦ· 〈καὶ τιμῆς οἴνου καὶ στέαρ, ἵνα τιμᾶσθε ἀργυρίου〉 ὁ Σύμμαχος 〈καὶ ἄνευ ἀλλάγματος οἶνόν〉 φησι 〈καὶ γάλα〉, καὶ ὁ Ἀκύλας δὲ ὁμοίως 〈οἶνον καὶ γάλα〉 ἡρμήνευσεν, ὡς μὴ μόνον 〈ὕδωρ〉, ἀλλὰ καὶ 〈οἶνον καὶ γάλα〉 ἐπαγγέλλεσθαι τὸ λόγιον τοῖς 〈διψῶσιν. ὕδωρ〉 μὲν οὖν ‹ἀπὸ τῆς πηγῆς τοῦ σωτηρίου› δηλοῖ τὸ εὐαγγελικὸν κήρυγμα, 〈οἶνον δὲ καὶ γάλα〉 τὸ μυστήριον αἰνίττεται τῆς ἐν Χριστῷ ἀναγεννήσεως· ‹οἱ› γὰρ ‹ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννώμενοι› «ὡς ἀρτιγέννητα βρέφη» ‹τῷ λογικῷ› τρέφονται ‹〈γάλακτι〉› καὶ τοῦ τῆς καινῆς διαθήκης μεταλαμβάνουσιν 〈οἴνου〉. χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι κατὰ τὸν παλαιὸν τοῖς ἐν Χριστῷ ἀναγεννωμένοις 〈γάλα〉 μυστικὸν προσεφέρετο μετὰ τοῦ σώματος καὶ τοῦ αἵματος τῆς καινῆς διαθήκης· φασὶ δὲ εἰσέτι καὶ νῦν τουτὶ τὸ ἔθος ἔν τισιν ἐκκλησίαις σῴζεσθαι, πλὴν εἰ καὶ μὴ σωματικῶς κατὰ γοῦν τὴν διάνοιαν τὸ αἷμα τοῦ Χριστοῦ τὸ μυστικὸν καὶ ἀντὶ 〈οἴνου〉 καὶ ἀντὶ 〈γάλακτος〉 τοῖς καταξιουμένοις τῆς ἐν Χριστῷ ἀναγεννήσεως προσφέρεται.

εἰ δὲ κατὰ τοὺς Ἑβδομήκοντα λέγοιτο 〈καὶ στέαρ〉 τὸ πῖον καὶ λιπαρὸν καὶ τρόφιμον τῆς ἐν Χριστῷ πνευματικῆς τροφῆς αἰνίττεται, ὃ καὶ αὐτὸ πάλιν ὁ σωτὴρ ἐδήλου λέγων· «ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς». ὥσπερ οὖν ἐκεῖ τὴν σάρκα οὕτως ἐνταῦθα τὸ 〈στέαρ〉 ὠνόμασεν καὶ ὡς ἐκεῖ τὸ αἷμα, οὕτως ἐνταῦθα τὸν 〈οἶνον〉, δι᾽ ὧν τὸ μὲν 〈στέαρ〉 καὶ ἡ σὰρξ τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν δηλοῖ, ὁ δὲ 〈οἶνος〉 καὶ τὸ αἷμα τὸ μυστήριον τοῦ πάθους σημαίνει. ταῦτ᾽ οὖν τοῖς 〈διψῶσι〉 τῆς ἐν θεῷ σωτηρίας ἀμισθὶ παρέξειν καὶ προῖκα δωρήσασθαι ἐπαγγέλλεται.

Διὰ τί δὲ καταναλίσκετε 〈τὸν μόχθον ὑμῶν〉, ⌜περὶ ἕτερα ἀσχολούμενοι, ἐξ ὧν οὐκ ἔστι ψυχὴν τραφῆναι οὐδ᾽ 〈εἰς πλησμονὴν〉 ἀπολαῦσαι τροφῆς.⌝ διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈διὰ τί ἵστατε ἀργύριον οὐχ ὑπὲρ ἄρτων καὶ τοὺς κόπους ὑμῶν οὐχ ὑπὲρ πλησμονῆς〉; νοήσεις δὲ τοὺς 〈ἀργυρίου〉 ἐξωνουμένους τὸν τῆς ψυχῆς 〈ἄρτον〉 ἐπιστήσας τοῖς χρήματα προσάγουσι τοῖς λογικήν τινα διδασκαλίαν ἐπαγγελλομένοις ‹σοφοῖς τοῦ αἰῶνος τούτου› ἢ καὶ τοῖς τὴν τῶν Ἰουδαϊκῶν ἀναγνωσμάτων παράδοσιν μισθοῦ πιπράσκουσι τοῖς μαθητευομένοις. ἑξῆς τούτοις παρακαλεῖ 〈τὰ ὦτα κλῖναι〉 διὰ τοῦ συνεῖναι καὶ τὰς τῆς ψυχῆς ἀκοὰς ὑπηκόους παρασχεῖν τοῖς λεγομένοις. διό φησιν· 〈ἀκούσατε καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν〉· ⌜πρὸς γὰρ τοῖς προτέροις καὶ ἑτέρων 〈ἀγαθῶν〉 ἐλπίδα καὶ τρυφὴν ἔνθεον τεταμιεῦσθαί φησι ταῖς τῶν ὑπηκόων ψυχαῖς. οὐ γὰρ τοῖς σώμασι, διαρρήδην δὲ ταῖς ψυχαῖς τὴν ‹τῶν μελλόντων 〈ἀγαθῶν〉› δόσιν προβάλλεται.⌝ Οἷς προστίθησι λέγων· 〈προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈κλίνατέ〉 φησι 〈τὸ οὖς ὑμῶν καὶ ἔλθετε πρός με〉, ἀλλὰ καὶ 〈εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν〉, καὶ ταῦτα πάντα ταῖς ψυχαῖς ἐπαγγέλλεται.

εἶτα προτρέψας διὰ τούτων καὶ διεγείρας τὰς ἀκοὰς ἄρχεται διδασκαλίας φάσκων· 〈καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά〉· ἡ μὲν γὰρ παλαιὰ διαθήκη πρόσκαιρος οὖσα παρῆλθε καὶ τέλος εἴληφεν. ἐπεὶ δὲ πολλαχοῦ τῶν γραφῶν ἐπαγγελίαι τῷ 〈Δαυὶδ〉 ἐδόθησαν ἐκ ‹σπέρματος› αὐτοῦ προελεύσεσθαι τὸν Χριστὸν τοῦ θεοῦ, συγκροτήσαντες ἑαυτοὺς 〈ἀκούσατε〉 τὸν περὶ τούτων λόγον· εὖ ἴστε γάρ, ὅτι ἐὰν ἐπιδῶτε ἑαυτοὺς τοῖς ἐμοῖς λόγοις, κἀγὼ τῆς ὑπακοῆς καρπὸν ὑμῖν παρέξω. ἣν πεποίημαι πρὸς τὸν 〈Δαυὶδ〉 ἐπαγγελίαν, ταύτην ὑμῖν χαριούμενος· 〈διαθήσομαι〉 γοῦν 〈ὑμῖν〉 ‹τὴν καινὴν 〈διαθήκην〉›, ἥτις ἔσται οὐ κατὰ τὴν Μωσέως πρόσκαιρος, διαρκὴς δὲ καὶ 〈αἰώνιος〉 καὶ μέχρι συντελείας τοῦ παντὸς διαμενεῖ. καὶ 〈τὰ ὅσια Δαυίδ〉, ἃ ἐπηγγειλάμην αὐτῷ, 〈πιστὰ〉 ποιήσω ἐπαληθεύσας μου τὰς ἐπαγγελίας.

Εἶτ᾽ ἐπειδὴ προγνωστικὸν ἦν τὸ προφητικὸν πνεῦμα καὶ τοῦ μέλλοντος προορατικόν, οὐκ ἠγνόησεν, ὡς τὰς φωνὰς ταύτας καθέξουσι μὲν παρ᾽ ἑαυτοῖς Ἰουδαῖοι, οὐ μὴν ἕξουσί τι πλέον ἐξ αὐτῶν πρὸς ψυχῆς ὠφέλειαν. διὸ στρέφει τὸν λόγον ἐπὶ τὰ ἀλλόφυλα καὶ ἀλλογενῆ 〈ἔθνη〉, οἷς καὶ ἐπαγγελίας ὑπισχνεῖται δώσειν αὐτοῖς ῥήμασι φάσκων· 〈ἰδοὺ μαρτύριον ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται ἕνεκεν κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε〉. ἀναπέμπει δὴ διὰ τούτων τοὺς ἐντυγχάνοντας ἐπὶ τὸν διὰ τῶν ἔμπροσθεν δεδηλωμένον, ἐν οἷς εἴρηται· «ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι», καὶ τό· «εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος»· «αὐτὸν» οὖν ἐκεῖνόν φησι, περὶ οὗ ταῦτα πάντα λέλεκται· 〈μαρτύριον τοῖς ἔθνεσιν ἔδωκα〉. διὸ καὶ εὐηγγελιζόμην ‹τὴν στεῖραν τὴν πάλαι μὴ τίκτουσαν καὶ τὴν μὴ ἐσχηκυῖαν τὸν ἄνδρα τὴν σκηνὴν ἑαυτῆς ἐκτεῖναι καὶ πλατῦναι› παρεκελευόμην, ἐπειδὴ γὰρ τὸ ἐπηγγελμένον ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ταῦτα συνέβη παθεῖν. εἰκότως 〈μαρτύριον αὐτὸν〉 οὐ τῷ Ἰουδαίων λαῷ, ἀλλὰ 〈πᾶσι τοῖς ἔθνεσιν ἔδωκα〉 καὶ 〈ἄρχοντα καὶ προστάσσοντα ἔθνεσι〉· δῆλον γὰρ ἐμοὶ τῷ θεῷ, ὅτι πάντα μᾶλλον ὑπακούσεται αὐτῷ τὰ 〈ἔθνη〉 ἢ ὁ ἐκ περιτομῆς λαός.

τὸ δὲ 〈μαρτύριον〉 αὐτοῦ τὸ κήρυγμα ἦν τὸ περὶ αὐτοῦ, ὥσπερ οὖν αὐτὸς ἐδίδαξεν εἰπών· «δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς 〈μαρτύριον〉 πᾶσι τοῖς 〈ἔθνεσιν〉». εἶτα εἰς αὐτοῦ πρόσωπον τοῦ προφητευομένου ἀναφωνεῖ τὸ πνεῦμα λέγον· 〈ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται〉. ταῦτα δὲ πάντα γενήσεταί φησιν 〈ἕνεκεν κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε〉.

Ἑξῆς παρακελεύεται 〈ἐπιζητεῖν τὸν κύριον〉 συνάπτων τῷ προστάγματι ἐπαγγελίαν εὑρέσεως. διό φησι· 〈Ζητήσατε τὸν κύριον καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε αὐτόν〉. εἶτα παραινεῖ λέγων· ἐπειδὰν 〈εὑρήσητε αὐτὸν〉 πλησίον ὑμῶν ἑστῶτα καὶ μὴ μακράν που ἀπῳκισμένον, ὡς ἂν ἐνώπιον ἑστῶτες αὐτοῦ τὸν βίον τὸν ἑαυτῶν κατορθώσατε. καὶ ἐπειδήπερ τοῖς ἔθνεσι τοῖς ἀθέοις καὶ ἀσεβέσι πάλαι πρότερον οὖσι ταῦτα προσφωνεῖ, ἀκολούθως παραινεῖ λέγων· 〈ἐπειδὰν ἐγγίσῃ ὑμῖν〉 ὁ κύριος, 〈ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ〉. καλὴ γὰρ ἡ μετάνοια καὶ ἡ ἀπὸ τῶν κακῶν ἀναχώρησις. εἰ γὰρ καὶ ἀθεράπευτα εἶναι νομίζετε τὰ καθ᾽ ἑαυτούς, κἂν ᾖ ἀπεγνωσμένα ὡς ἐν ἀνθρώποις, ἀλλ᾽ οὐ καὶ παρ᾽ ἐμοὶ ἀνίατα καὶ ἀθεράπευτα· 〈πολὺς〉 γάρ εἰμι τοῦ 〈ἀφιέναι〉. 〈Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὡς αἱ βουλαὶ ὑμῶν οὐδ᾽ ὥσπερ αἱ ὁδοὶ ὑμῶν〉 τῶν ἀνθρώπων, οὕτως καὶ αἱ ἐμαὶ κρίσεις καὶ 〈αἱ ὁδοί, λέγει κύριος. ὥσπερ γὰρ ὑψηλὸς ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ὑψωθήσονται αἱ ὁδοί μου παρὰ τὰς ὁδοὺς ὑμῶν καὶ οἱ λογισμοί μου παρὰ τοὺς λογισμοὺς ὑμῶν.

ὃν τρόπον γὰρ κατέβη ὁ ὑετὸς καὶ ἡ χιὼν ἀπὸ τοῦ οὐρανοῦ ἐκεῖ οὐχ ὑποστρέψει, ἀλλ᾽ ἐκμεθύσει τὴν γῆν καὶ ἐκτοκήσει τὴν γῆν καὶ βλαστῆσαι αὐτὴν ποιήσει καὶ δώσει σπέρμα τῷ σπείροντι καὶ ἄρτον τῷ ἐσθίοντι, οὕτως ἔσται ὁ λόγος μου, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματός μου, οὐχ ὑποστρέψει πρός με κενός, ἀλλ᾽ ἐὰν ποιήσῃ ὅσα ἠθέλησα, καὶ ἐὰν κατορθώσῃ ὅσα ἀπέστειλα αὐτόν〉. ταῦτα πάντα εἰς πίστωσιν τῆς ἐπαγγελίας, ἧς πεποίηται πρὸς τὸν ἀσεβῆ καὶ τὸν ἄνομον τὸν ἐξ ἐθνῶν ἐπιστρέφοντα εἰπὼν σαφῶς παρέστησε τὸν «ἐν ἀρχῇ» θεὸν ‹λόγον› ἄνωθεν ἐκ τοῦ πατρὸς κατιόντα δίκην 〈ὑετοῦ〉 καὶ 〈χιόνος〉 ἐπὶ τῷ 〈καταβήσεσθαι〉 εἰς ἀνθρώπους, ἐφ᾽ ᾧ τε τὰς ψυχὰς αὐτῶν ἀρδεῦσαι καὶ καρποφορῆσαι ποιῆσαι. καὶ τὴν ἐπάνοδον δὲ αὐτοῦ τὴν πρὸς τὸν πατέρα δεδήλωκε φήσας· 〈οὐχ ὑποστρέψει πρός με κενός, ἀλλ᾽ ἐὰν ποιήσῃ ὅσα ἠθέλησα, καὶ ἐὰν κατορθώσῃ ὅσα ἐνετειλάμην αὐτῷ〉· ἐπὰν γὰρ ταῦτα πρότερον 〈ποιήσῃ〉, τότε 〈πρός με ὑποστρέψει〉. εἰ δὲ λέγοιτο ἐκ στόματος τοῦ Χριστοῦ ἐξιέναι, οὐ χρὴ λόγον σημαντικὸν κατὰ τὸν παρ᾽ ἡμῖν προφορικὸν νομίζειν εἶναι αὐτόν, ἐπεὶ μηδὲ 〈στόμα〉 τῷ θεῷ σωματικὸν ἀντίος προσάψειε μὴ τοῦ καθεστῶτος ἐκπεσὼν λογισμοῦ.

πῶς δ᾽ ἂν ἄλλου λόγος ἀνυπόστατος ἐκπέμπεται καὶ κατέρχεται καὶ 〈ποιήσας〉 τινὰ καὶ 〈κατορθώσας〉 πάλιν 〈ὑποστρέψει〉 πρὸς τὸν 〈ἀποστείλαντα〉, ἀλλὰ γὰρ ταῦτα σαφῶς συνᾴδει ταῖς εὐαγγελικαῖς διδασκαλίαις, δι᾽ ὧν ὁ θεὸς λόγος εἰσάγεται ἐκ τοῦ πατρὸς ἀποστελλόμενος καὶ τὰς ἐν ἀνθρώποις οἰκονομίας ἐκτελῶν καὶ πάλιν ἀνιὼν πρὸς τὸν πατέρα.

Μετὰ ταῦτα ἡ προφητεία πρὸς τοὺς ἐξ ἐθνῶν τῷ σωτηρίῳ λόγῳ προσιόντας φησίν· 〈ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ διδαχθήσεσθε· ἐξελεύσεσθε〉 μὲν γὰρ ἀπὸ τῆς πατροπαραδότου πλάνης, τεύξεσθε δὲ διδασκαλίας τῆς κατὰ τὸ σωτήριον εὐαγγέλιον, ὃ δὴ καὶ 〈χαρᾶς〉 ἐνθέου ποιητικὸν ὑμῖν ἔσται. ὁ δὲ Σύμμαχος· 〈ἐν εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν εἰρήνῃ ὁδηγηθήσεσθε〉. εἶτά φησι· 〈τὰ ὄρη καὶ οἱ βουνοὶ νεμηθήσονται ἔμπροσθεν 〈ὑμῶν〉 ἐν ἀγαλλιάσει, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ κροτήσει χειρί〉, ⌜δι᾽ ὧν οἶμαι δυνάμεις θείας συγχαιρούσας τοῖς ἐπὶ γῆς μετανοοῦσι δηλοῦσθαι,⌝ ὃ δὴ καὶ ὁ σωτὴρ ἐδίδαξεν εἰπὼν ‹〈χαρὰν〉 ἔσεσθαι› «ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι». ⌜〈ξύλα〉 δὲ 〈ἀγροῦ ἐπικροτοῦντα κλάδοις〉 τάχα που αἱ καρποφόροι εἶεν ἂν ψυχαὶ συγχαίρουσαι ταῖς τῶν ἀνόμων ψυχαῖς ἐπιστρεφούσαις πρὸς τὸν θεόν.⌝ σημεῖα γοῦν παρεῖχον 〈χαρᾶς〉 διὰ τοῦ 〈κροτεῖν τοῖς κλάδοις〉, ἀλλὰ 〈καὶ ἀντὶ τῆς στοιβῆς〉 φησιν 〈ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη〉. ⌜ἀλληγορικῶς δὲ καὶ διὰ τούτων ᾐνίττετο τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω τῶν ψυχῶν καρποφορίαν· αἳ πάλαι μέν, ὅτ᾽ ἦσαν ἐν ἀθεότητι, οὐδὲν γόνιμον οὐδὲ τρόφιμον ἔφερον· ὡς ἐν ἐρήμῳ δὲ καὶ χέρσῳ καὶ ἀγεωργήτῳ χώρᾳ 〈στοιβὴν〉 ὕλης ἀχρήστου καὶ 〈κόνυζαν〉 τὴν δυσωδεστάτην καὶ ἄχρηστον παντελῶς βοτάνην ἔφυον.

νῦν δ᾽ ὅτε τῆς θείας μετέσχον χάριτος. 〈μυρσίνην〉 εὐωδεστάτην καὶ τὴν ὑψηλοτάτην καὶ πάλιν εὐώδη 〈κυπάρισσον〉 ἐκαρποφόρουν. κατὰ δὲ τὸν Σύμμαχον· 〈ἀντὶ στοιβῆς〉 φησιν 〈ἀναβήσεται βράθυ, ἀντὶ δὲ τῆς κνίδης ἀναβήσεται μυρσίνη〉, ὡσεὶ σαφέστερον ἐλέγετο· ἀντὶ κακίας ἀναβήσεσθαι δικαιοσύνην καὶ ἀντὶ ἀκολασίας σωφροσύνην καὶ ἀντὶ θράσους ἀνδρείαν καὶ ἀντὶ ἀφροσύνης φρόνησιν καὶ ἁπαξαπλῶς ἀντὶ πονηρίας ἀρετήν.⌝ πρὸς τούτοις ἕτερόν τι θαυμάσιον ἐπαγγέλλεται τοῖς ἐπὶ τὸν θεὸν ἐπιστρέψασιν ἔθνεσιν· 〈ἔσται〉 γάρ φησι 〈κύριος〉 αὐτοῖς 〈εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει〉. ⌜καὶ τίς οὐκ ἂν ἐκπλαγείη τοῦ λόγου τὸ ἀποτέλεσμα ὁρῶν καθ᾽ ὅλης τῆς οἰκουμένης ἀπὸ τοῦ Χριστοῦ τοῦ θεοῦ Χριστιανοὺς προσαγορευομένους;

καὶ τοῦτο 〈αὐτοῖς ἔσεσθαι σημεῖον αἰώνιον〉 τῆς παρὰ τῷ θεῷ σωτηρίας τὸ ἐπιγράφεσθαι τὸ τοῦ 〈κυρίου ὄνομα〉, ὅπερ αὐτοῖς εἰς αἰῶνα παραμενεῖ 〈καὶ οὐκ ἐκλείψει〉 πώποτε· «ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ τυγχάνει».⌝ Ἐπειδὴ ὁ Ἰουδαίων λαὸς μηδὲν ἀγαθὸν πράσσων μηδὲ 〈φυλάσσων κρίσιν〉 μηδὲ 〈ποιῶν δικαιοσύνην〉 ὥσπερ τι μέγα χαριζόμενος τῷ θεῷ τὴν τοῦ 〈σαββάτου〉 μόνην περιεῖπεν ἡμέραν, εἰκότως ὡς πρὸς αὐτοὺς φάσκει· Ἀκούσατε, ὦ οὗτοι, ἐπειδὴ τὰ ἀναγκαῖα παραλείποντες τὴν τοῦ 〈σαββάτου〉 ἡμέραν οἴεσθε δεῖν 〈φυλάττειν〉 καὶ τοῦτ᾽ εἶναι τὸ κατόρθωμα τῆς θεοσεβείας, προσήκει μὴ ἀγνοεῖν ὑμᾶς, ὅτι δεῖ πρῶτον ἁπάντων 〈φυλάσσειν κρίσιν καὶ ποιεῖν δικαιοσύνην〉· ⌜ὁ γὰρ ταῦτα ποιῶν τοῦ παρὰ θεοῦ μακαρισμοῦ γένοιτ᾽ ἂν ἄξιος. σὺν τούτοις δὲ καὶ 〈τὰ σάββατα μὴ βεβηλοῦν〉 ἀναγκαῖον· ὅπερ ἔσται εἰ 〈τὰς ἑαυτῶν χεῖρας〉 καθαρὰς πάσης ἀτόπου πράξεως 〈διατηρήσετε〉. εἰ δὲ ταῦτα μὴ πράττοντες ἐπὶ σχολῆς καὶ ἀργίας διάγοιτε τὴν τοῦ 〈σαββάτου〉 ἡμέραν, ἴστε τὸ μηθὲν ποιοῦντες.⌝ Εἶτα καὶ τοὺς παρ᾽ αὐτοῖς προσηλύτους ἀλλοφύλους μὲν καὶ 〈ἀλλοτρίους〉 τοῦ γένους ὄντας συναφθέντας δὲ τῷ λαῷ διὰ τοῦ τῷ θεῷ προσεληλυθέναι προσκαλεῖται.

καὶ προτρέπει τοῦ τῆς θεοσεβείας ἔχεσθαι λόγου ⌜διδάσκων μὴ μέγα φρονεῖν Ἰουδαίων παῖδας ἐπὶ τῷ γένει μηδ᾽ ἐπὶ τοῖς προπάτορσι σεμνύνεσθαι.⌝ διὸ εἴρηται κατὰ τὸν Σύμμαχον· 〈μὴ λεγέτω ὁ υἱὸς τοῦ ἀλλοτρίου προσκολληθεὶς πρὸς κύριον λέγων Χωρισμῷ χωρίσει με κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ〉. ⌜ἐπεὶ δὲ καὶ τὴν πολυπαιδίαν εὐλογίαν θεοῦ ἡγοῦντο εἶναι Ἰουδαῖοι, μισθόν τε καὶ καρπὸν θεοσεβείας τὴν πολυτεκνίαν ὑπολαμβάνοντες, ἀναστέλλων αὐτῶν καὶ ταύτην τὴν δόξαν, ἐσφαλμένην τε οὖσαν ἐλέγχων ἀγόνοις καὶ μὴ δυνατοῖς παιδοποιεῖν διὰ τὸ ἐκτετμῆσθαι τὴν νῦν ὑπισχνεῖται ἐπαγγελίαν μηδὲν ἐμποδὼν ἔσεσθαι τοῖς 〈εὐνούχοις〉 φάσκων πρὸς τὸ τυχεῖν τῶν παρὰ θεῷ ἀγαθῶν, εἰ ζῆν κατὰ θεὸν προέλοιντο.⌝ διόπερ καὶ τοῖς 〈εὐνούχοις〉 τοῖς ἐοικόσι κατὰ τὴν τοῦ σώματος ἀτεκνίαν ἀκάρπῳ 〈ξύλῳ〉 τὴν ἴσην τῷ Ἰσραὴλ ὑπογράφει ἐλπίδα· εἰ γὰρ 〈φυλάξαιντο〉 καὶ οὗτοι τὰ προλεχθέντα πάσης μὲν ἀδικίας ἀποσχόμενοι διὰ δὲ τῶν κατὰ θεὸν ἔργων τὸν τῷ θεῷ ἀρεστὸν μετιόντες βίον πρὸς τῷ 〈φυλάττειν〉 τὸν ἀκριβῆ περὶ τῶν 〈σαββάτων〉 νόμον τεύξασθαι καὶ αὐτοὺς τῶν ἐπηγγελμένων. ἀκριβῶς γοῦν διαστέλλεται καὶ ἐπὶ τούτων πρὸς τῷ 〈φυλάττειν τὰ σάββατα〉 προσήκειν αὐτοὺς φάσκειν ἐκλέγεσθαι, ἅπερ ἐγὼ θέλω, ἀλλ᾽ οὐ τὰ 〈σάββατα〉 θέλω φησί. διὸ κατ᾽ ἀρχὰς ἔφασκον τῆς βίβλου· «τὰς νουμηνίας ὑμῶν καὶ τὰ 〈σάββατα〉 καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι».

διόπερ εἰ καταδέξαιντο, ἃ ἐγὼ θέλω, καὶ 〈ἀντέχοιντο τῆς ἐμῆς διαθήκης〉, ἣν παρεδείκνυον ἀρτίως λέγων 〈φυλάσσεσθαι〉 δεῖν 〈κρίσιν καὶ ποιεῖν δικαιοσύνην〉, καί· 〈μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν καὶ ὁ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα〉· ⌞πῶς γὰρ οὐ 〈μακάριος〉 τοιαύτας εἰληφὼς τὰς ἐπαγγελίας;⌟ ταῦτα γὰρ ἦν ἃ θέλω, ἅπερ εἰ πράττοιεν οἱ 〈προσήλυτοι〉 καὶ οἱ 〈εὐνοῦχοι〉, οὐδὲν ἂν λυπήσειεν αὐτοὺς καὶ τὸ 〈φυλάττειν τὰ σάββατα〉 τῆς τοῦ νόμου παραγγελίας εἵνεκα.

Τοῖς μὲν οὖν 〈εὐνούχοις〉 τοῖς τῶν λελεγμένων φύλαξι καρπὸν ὡς ἐν ἀνθρώπων διαδοχῇ μηδένα κεκτημένοις ἀντὶ πάσης πολυτεκνίας 〈δώσειν〉 ἐπαγγέλλεται 〈ἐν τῷ οἴκῳ καὶ ἐν τῷ τείχει〉 αὐτοῦ 〈τόπον ὀνομαστόν〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈χεῖρα καὶ ὄνομα βέλτιον υἱῶν καὶ θυγατέρων〉, καὶ 〈ὄνομα〉 δὲ 〈αἰώνιον δώσω〉 φησὶν 〈αὐτοῖς, ὃ οὐκ ἐξαρθήσεται〉· ⌜ὥσπερ γάρ ποτε ‹τῷ Ἰακὼβ 〈ὄνομα〉› ἐδωρησάμην ‹Ἰσραὴλ› αὐτὸν προσειπὼν ἀντὶ τοῦ Ἰακώβ, ἔργῳ δὲ ποιήσας αὐτὸν ἄνθρωπον θεωρὸν θεοῦ, οὕτω γὰρ μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν ὁ Ἰσραὴλ ἑρμηνευόμενος ἄνθρωπος ὁρῶν θεόν, οὕτως καὶ τοῖς κατὰ σάρκα ἀτέκνοις, εἰ θεοσεβεῖν προέλοιντο, παρέξω 〈ὄνομα〉, ὅπερ ὑπάρξει αὐτοῖς ὑπὲρ πᾶσαν πολυπαιδίαν.⌝ εἰ δὲ καὶ κατὰ τὴν σωτήριον διδασκαλίαν «εἰσὶν 〈εὐνοῦχοι〉 οἵτινες εὐνουχίασαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν», ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτων ἔτι μᾶλλον νοῆσαι, ὅπως εἴρηται τό· 〈δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν〉· ⌜εἰ γὰρ ‹πολλαὶ μοναὶ παρὰ τῷ πατρί›, καὶ ἔστι ‹πόλις θεοῦ Ἰερουσαλὴμ ἐπουράνιος› καὶ 〈τόπος〉 αὐτοῖς εἴσω τοῦ 〈οἴκου〉 τοῦ θεοῦ ‹ἐν ταῖς πολλαῖς μοναῖς›, δοθήσεται καὶ μερὶς 〈ἐν τῷ τείχει〉 ‹τῆς ἐπουρανίου τοῦ θεοῦ πόλεως›.⌝ καὶ 〈ὄνομα〉 δὲ τοῖς αὐτοῖς 〈δοθήσεται κρεῖττον υἱῶν καὶ θυγατέρων〉, ἢ κατὰ τὸν Ἀκύλαν· 〈καὶ ὄνομα ἀγαθὸν παρὰ υἱοὺς καὶ θυγατέρας, ⌜ὄνομα αἰώνιον δώσω αὐτοῖς〉.

διὰ τούτων οἶμαι τὴν Ἰουδαίων δόξαν ἀπελέγχειν τὸν λόγον, ἐπειδὴ θεοφιλεῖς ἑαυτοὺς ἐνόμιζον εἶναι ἐπὶ τῇ πολυτεκνίᾳ· ἐν ταύτῃ γὰρ ὑπελάμβανον εἶναι τὴν εὐλογίαν τοῦ θεοῦ.⌝ Τοῖς δ᾽ ἐξ ἐθνῶν προσηλύτοις, εἰ τὰ προλεχθέντα 〈φυλάττοιεν〉 καὶ μὴ μόνον 〈δουλεύειν〉 τῷ θεῷ, ἀλλὰ δὴ καὶ 〈ἀγαπᾶν〉 αὐτὸν προθέμενοι εἶεν 〈καὶ ἀντέχεσθαι τῆς διαθήκης〉 αὐτοῦ, καὶ τούτους 〈εἰσάξειν〉 ἐπαγγέλλεται 〈εἰς τὸ ὄρος τὸ ἅγιον〉 αὐτοῦ, 〈εὐφρανεῖν τε αὐτοὺς〉 καὶ τὰς παρ᾽ αὐτῶν ἀποδέξασθαι 〈θυσίας〉, εἰ καὶ 〈ἀλλογενεῖς〉 καὶ ἀλλόφυλοι δοκοῖεν τυγχάνειν· ⌜τὸν γὰρ οἶκον αὐτοῦ μὴ τῶν δὲ μὲν ὑπάρχειν τῶν δὲ μή, ἀνεῷχθαι δὲ 〈πᾶσιν τοῖς ἔθνεσι〉, δι᾽ ὑπερβολὴν φιλανθρωπίας ὡς καὶ 〈εὐνούχους〉 παραδέχεσθαι καὶ προσηλύτους,⌝ 〈θυσίας〉 δ᾽ ἐν τούτοις παρὰ τῶν εἰρημένων καταδέξασθαί φησι πάντως που τὰς δι᾽ εὐχῶν καὶ αἰνέσεων.

Εἰ δὲ κατὰ τὰς σωματικὰς φήσειέ τις οὐχ ἁμαρτήσεται, πρὸς γὰρ τοὺς πρὸ τῆς καινῆς διαθήκης κατὰ τὸν Μωσέως νόμον πολιτευομένους ταῦτα ἐλέγετο, ταῦτα δέ φησιν ἅπαντα ὁ μέλλων 〈συνάγειν τοὺς διεσκορπισμένους Ἰσραὴλ〉 θεὸς ἐπηγγείλατο, ἢ 〈τοὺς ἐξωσμένους〉 κατὰ τὸν Ἀκύλαν· ⌜οἶμαι δὲ διὰ τούτων ὡς μὲν πρὸς τὴν λέξιν διὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἐπὶ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου γενομένην τὸν θεὸν ἂν εἰρῆσθαι 〈συναγαγεῖν⌝ τοὺς διεσκορπισμένους Ἰσραήλ〉· κατὰ τούτους γὰρ τῶν Περσῶν βασιλέας ἐπανῆλθον ἐκ τῆς αἰχμαλωσίας οἱ ἐν τῇ ἱστορίᾳ τοῦ Ἔσδρα ἀναγεγραμμένοι, ⌜καθ᾽ οὓς χρόνους εἰκὸς ἦν καὶ πλῆθος αὐτοῖς ἀλλοφύλων ἐθνῶν προσηλυτεῦσαι, οὓς διὰ τὴν ἑτέραν κατάστασιν καὶ διὰ τὸ ἀλλογενὲς καὶ ἄγριον τοῦ τρόπου 〈ἀγροῦ θηρία〉 ὠνόμασεν ὁ λόγος.⌝ καὶ ταῦτα 〈συναχθήσεσθαι〉 μετὰ τοῦ Ἰσραὴλ φήσας ὡς δὲ πρὸς βαθυτέραν διάνοιαν ὁ μὲν Ἰσραὴλ ὁ 〈συναχθεὶς〉 ἐκ τῆς διασπορᾶς ὁ χορὸς ἂν γένοιτο ὁ προφητικὸς καὶ πάντες οἱ ἐπὶ τοῦ προτέρου λαοῦ ἐν θεοσεβεῖ κατορθώσαντες βίῳ, οἵ τε τοῦ σωτῆρος ἡμῶν εὐαγγελισταὶ καὶ μαθηταὶ καὶ ἀπόστολοι, πάντες οἱ ἐξ Ἰσραὴλ τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένοι, περὶ ὧν αὐτὸς ὁ σωτὴρ ἐδίδασκεν ἐπισφραγιζόμενος τὴν Ἠσαΐου προφητείαν ἐξ αὐτοῦ προσώπου λέγουσαν· «Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν». ⌜τὰ δὲ 〈θηρία〉 τὰ μετὰ τοῦ Ἰσραὴλ 〈συναγόμενα〉 οἱ ἐξ ἐθνῶν προσιόντες τῷ λόγῳ εἶεν ἂν οὓς ἀνακαλεῖται λέγων ἑξῆς· 〈δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ· δρυμὸν〉 δὲ πολλάκις τετηρήκαμεν τὸ πλῆθος τῶν ἀλλοφύλων ἐθνῶν λελέχθαι.

ταῦτ᾽ οὖν τὰ 〈θηρία〉 τῆς τοῦ θεοῦ κλήσεως καταξιοῖ καὶ εἰς ἑστίασιν ἀνακαλεῖται.⌝ διὸ κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ· 〈πάντα τὰ θηρία, πᾶν ζῷον αὐτοῦ〉 εἴρηται, καὶ πάλιν· 〈πάντα τὰ ζῷα αὐτοῦ〉· τίνος δὲ 〈αὐτοῦ〉 ἢ τοῦ θεοῦ; οὐχ ἁπλῶς οὖν καλεῖ τὰ 〈θηρία〉, ἀλλὰ τὰ 〈αὐτοῦ〉. εἶτ᾽ ἐπειδήπερ ἐθνῶν ἀλλοφύλων καὶ 〈θηρίων δρυμοῦ〉 μνήμην ἐποιήσατο καὶ συνεῖδε τῷ πνεύματι, ὡς ἄρα ὑπακούσονται οὗτοι τῇ κλήσει, τὸ δὲ Ἰουδαίων πλῆθος ‹ἐναπομένει τῇ ἀπιστίᾳ›, μεταβαλὼν πάλιν πρὸς αὐτοὺς καταμέμφεται αὐτοῖς τύφλωσιν· εἰ γὰρ 〈θῆρες〉 καὶ τὰ 〈τοῦ δρυμοῦ ζῷα〉 μεταβαλεῖν ἐπὶ τὸν θεοσεβῆ βίον μέλλοι, οἱ δὲ τῇ ἑαυτῶν ἐναπέθνῃσκον κακίᾳ.

Πῶς οὐκ εὐλόγως τὰ ἐπιφερόμενα κατ᾽ αὐτῶν ῥηθήσεται, τινὰ δὲ ταῦτα ἐπιλέγει· 〈ἴδετε ὅτι ἐκτετύφλωνται πάντες〉, ὁ δὲ Σύμμαχος· 〈οἱ σκοποὶ αὐτοῦ〉 φησι 〈τυφλοί, πάντες ἀνόητοι, πάντες κύνες ἄλαλοι, μὴ δυνάμενοι ὑλακτεῖν〉. οἱ τοῦ Ἰουδαίων δὲ ἔθνους ἄρχοντες 〈τυφλοὶ σκοποὶ〉 λέγονται καὶ 〈ἀνόητοι〉 καὶ 〈κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν〉· δέον γὰρ αὐτοὺς ἐπαμύνειν τῇ ποίμνῃ τοῦ θεοῦ καὶ 〈κυνῶν〉 θηρευτῶν δίκην ἀπελαύνειν τῶν θρεμμάτων τοὺς λύκους. οἱ δὲ ὥσπερ 〈ἐνεοὶ κύνες〉 οὐδὲ μέχρι τοῦ 〈ὑλακτεῖν〉 ἐχώρουν, ἀλλὰ καὶ οὐδὲν καθευδόντων διαφέροντες φαντασίαις προσεῖχον μόναις ὥσπερ 〈ἐνυπνιαζόμενοι〉. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈ὁραματισταί, κοιμώμενοι, ἀγαπῶντες νυστάζειν〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈φανταζόμενοι, ἀγαπῶντες τὸ νυστάξαι〉. ⌜καὶ τοιοῦτοι μὲν ἦσαν οἱ τῶν Ἰουδαίων ἄρχοντες πρὸς τοὺς ἐκτός, πρὸς οὓς ἔδει διεγρηγορέναι καὶ νήφειν καὶ κατὰ τῶν ἐχθρῶν 〈ὑλακτεῖν〉.

πρὸς δὲ τοὺς οἰκείους 〈ἀναιδεῖς〉 τινες ὑπῆρχον ‹κατεσθίοντες› τὰ ὑπ᾽ αὐτοῖς ποιμαινόμενα ‹πρόβατα›.⌝ διὸ ἐπιφέρει ἑξῆς· 〈καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσι πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν〉, ⌜οὐ 〈ταῖς ὁδοῖς〉 τοῦ θεοῦ, ἀλλὰ ταῖς ἑαυτῶν διὰ τοῦ τὰ καταθύμια ἑαυτοῖς πράττειν.⌝ Σφόδρα δὲ ἀκολούθως 〈σκοπῶν τυφλῶν〉 μνημονεύσας καὶ 〈κύνας〉 αὐτοὺς ἀνειπών, κατά τι μὲν ἐνεούσης 〈νυστάζοντας〉 καὶ μὴ εἰδότας 〈ὑλακτεῖν〉, κατά τι δὲ 〈ἀναιδεῖς〉 καὶ πονηροὺς τὴν κατὰ τῶν δικαίων καὶ θεοφιλῶν ἀνδρῶν τόλμαν αὐτῶν ἐπήγαγε καὶ τὰς κατὰ τῶν προφητῶν ἀπειλὰς λέγων· 〈Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ〉. ⌜καὶ πῶς γὰρ ἔμελλον 〈κατανοεῖν〉 οἱ τὰς ψυχὰς 〈τυφλοί〉;

εἰ γὰρ μὴ οὕτως εἶχον, κἂν ἑώρων τὸν 〈δίκαιον〉 καὶ συνίεσαν τὴν κατ᾽ αὐτὸν οἰκονομίαν, ἀλλ᾽ οἱ μὲν 〈τυφλοὶ〉 ὄντες καὶ 〈κύνες ἀναιδεῖς〉 τοιαῦτα κατὰ τῶν 〈δικαίων〉 ἐτόλμων, οἱ δὲ 〈ἐν εἰρήνῃ〉 ὑπὸ τοῦ θεοῦ παρελαμβάνοντο.⌝ καὶ ἡ 〈ταφὴ〉 δὲ 〈αὐτοῦ ἦρτο ἐκ τοῦ μέσου〉. ⌜εἴποι δ᾽ ἄν τις δύνασθαι ταῦτα ἁρμόττειν καὶ τῷ σωτῆρι καὶ τοῖς μαθηταῖς αὐτοῦ τοῖς ὑπὸ τοῦ Ἰουδαίων ἔθνους ἐπιβεβουλευμένοις, ἀλλὰ καὶ τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν αἰνίττεσθαι τὸ λόγιόν φησι· τοῦ μὲν θανάτου διὰ τῆς 〈ταφῆς〉 αὐτοῦ δηλουμένου, τῆς δὲ ἀναστάσεως διὰ τοῦ 〈ἦρθαι ἐκ τοῦ μέσου τὴν ταφὴν αὐτοῦ〉.⌝ ἀλλ᾽ οὗτος μὲν 〈ἐκ μέσου ἀδικίας ἤρθη〉 καὶ γέγονεν 〈ἐν εἰρήνῃ〉 καὶ ἡ 〈ταφὴ αὐτοῦ ἐκ τοῦ μέσου〉 ⌜ἀφανὴς γέγονε διὰ τὸ μὴ ἀπομεῖναι αὐτὸν ἐν τῷ τῆς 〈ταφῆς〉 τόπῳ· ὅθεν ‹ὁ ἄγγελος ἐπιστὰς ταῖς γυναιξὶν ἔλεγε›· «Τίνα ζητεῖτε; Ἰησοῦν;

οὐκ ἔστιν ὧδε· δεῦτε ἴδετε τὸν τόπον αὐτοῦ».⌝ 〈Ὑμεῖς δὲ〉 οἱ τὰ ὅμοια καὶ πάλαι πρότερον ὑπὸ τῶν προφητῶν τοῦ θεοῦ τετολμηκότες οἱ ἀληθῶς ‹τετυφλωμένοι καὶ κύνες ἐνεοὶ καὶ ἀναιδεῖς›, 〈προσαγάγετε ὧδε, ἢ ἐγγίσατε ὧδε〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, 〈υἱοὶ ἄνομοι καὶ σπέρμα μοιχῶν καὶ πόρνης〉· ⌜οὐ γὰρ ἄξιον ‹τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας τέκνα› ὑμᾶς καλεῖν· «εἰ γὰρ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν». 〈μοιχοὺς〉 δὲ οἶδεν ὁ λόγος καλεῖν τοὺς πάλαι εἰδωλολατροῦντας, περὶ ὧν εἴρηται· «καὶ ἐμοίχευσαν τὸ ξύλον καὶ τὸν λίθον», 〈πόρνην〉 δὲ τὴν Ἰερουσαλήμ, ὡς ἐδήλου διὰ τῶν ἔμπροσθεν ὁ παρὼν προφήτης⌝ εἰπών· «Πῶς ἐγένετο 〈πόρνη〉 πόλις πιστὴ Σιών»· ὅθεν κατὰ τὸν Σύμμαχον 〈σπέρμα μοιχῶν〉 εἴρηται 〈καὶ πορνευσάσης〉, ὥστε εἰ καὶ μὴ ἐπὶ τοῦ παρόντος εἰδωλολατροῦσιν Ἰουδαίων παῖδες, ἀλλὰ 〈σπέρμα〉 γοῦν εἰσι 〈μοιχῶν καὶ πόρνης〉. διό φησι πρὸς αὐτοὺς ὁ λόγος· 〈σπέρμα μοιχῶν καὶ πόρνης, προσαγάγετε ὧδε〉 καὶ πλησίον γενόμενοι εἴπατε· 〈ἐν τίνι ἐνετρυφήσατε〉; ἢ κατὰ τὸν Σύμμαχον· 〈τίνος κατετρυφήσατε καὶ κατὰ τίνος ἐπλατύνατε τὸ στόμα, ἐμηκύνατε γλῶσσαν〉; ⌜μάλιστα γὰρ αὐτῶν τὴν 〈γλῶσσαν〉 καὶ τὸ 〈στόμα〉 καταιτιᾶται διὰ τὰς κατὰ τοῦ σωτῆρος φωνὰς καὶ ἃς εἰσέτι καὶ νῦν κατ᾽ αὐτοῦ ποιοῦνται βλασφημίας. διό φησιν· 〈ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν;

οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας〉;⌝ ὁ μὲν γὰρ 〈ἦρται ἐκ μέσου ἀδικίας〉 καὶ ἐν εἰρήνῃ γέγονεν, ἥ τε 〈ταφὴ αὐτοῦ ἦρται ἐκ τοῦ μέσου· ὑμεῖς〉 δὲ ἄρα ἦτε 〈τέκνα τῆς ἀπωλείας καὶ τὸ σπέρμα τὸ ἄνομον〉.

Ὑμεῖς 〈οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν. ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, καὶ ἐκείνοις ἐξέχεας σπονδὰς καὶ τούτοις ἀνήνεγκας θυσίας〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈ὑποκάτω παντὸς ξύλου εὐθαλοῦς σφάζοντες τὰ γεννήματα ἐν ταῖς φάραγξιν ὑπὸ τὰς ἐξοχὰς τῶν πετρῶν〉· τούτων γὰρ ἄξιοί φησιν ἦτε, διὸ ἐκείνη 〈σου ἡ μερὶς καὶ οὗτος ὁ κλῆρός σου〉. ⌜σαφῶς δὴ διὰ τούτων δείκνυται ἡ παροῦσα προφητεία τοῖς κατὰ τοὺς χρόνους Ἠσαΐου τοῦ προφήτου εἰδωλολάτραις ἁρμόζουσα,⌝ ὧν καταλέξασα τὰς παρανομίας ἐπιφέρει· ἄρ᾽ οὖν 〈ἐπὶ τούτοις〉 οὐκ ἄξιον καθ᾽ ὑμῶν ἐπαφεῖναι τὴν ὀργήν, μάλισθ᾽ ὅτι 〈ἐπ᾽ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ ἡ κοίτη σου, καὶ ἐκεῖ ἀνεβίβασας θυσίαν καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας ἔθηκας μνημόσυνά σου〉. ⌜καὶ ταῦτά φησιν ἔπραττες οὐδὲ κεκρυμμένως ἀσεβῶν, ἀλλὰ πεπαρρησιασμένως· οὕτως ὡς καὶ ἐπ᾽ αὐτῶν 〈τῶν ὑψηλοτάτων ὀρῶν〉 ἐπιτελεῖν τὰς δαιμονικὰς 〈θυσίας〉.⌝ ἤδη δὲ 〈καὶ ὀπίσω τῶν θυρῶν σου〉 ὥσπερ ἀντὶ φυλακτηρίου τὰ 〈μνημόσυνα〉 τῆς σαυτοῦ εἰδωλολατρίας, δηλαδὴ τὰ ἄψυχα ἀγάλματα ἐπιτιθεὶς καὶ ταῦτ᾽ ἔπραττες ὡς ἂν εὑρήσων 〈τι πλέον〉 ἐκ τῆς ἐμῆς ἀναχωρήσεως.

ταῦτα μὲν ὡς πρὸς ‹τοὺς› εἰρημένους ‹σκοποὺς τοὺς τυφλοὺς› καὶ ‹τοὺς κύνας τοὺς ἐνεούς›, τὰ δ᾽ ἑξῆς ὡς πρὸς αὐτὴν τὴν Ἰερουσαλὴμ καὶ τὴν συναγωγὴν τοῦ Ἰουδαίων λαοῦ ἐπιφέρει λέγων· 〈ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ〉, κατὰ δὲ τὸν Σύμμαχον καὶ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈ἠγάπησας τὴν κοίτην αὐτῶν〉, τίνων δὲ 〈αὐτῶν〉 ἢ ‹τῶν σκοπῶν σου› τῶν προειρημένων καὶ ‹τῶν κυνῶν τῶν ἀναιδῶν›; 〈Καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ᾽ αὐτῶν〉· διὸ ἐλέγετο περὶ αὐτῶν· «ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι».

ἐκεῖνοι μὲν οὖν ἦσαν τοιοῦτοι «ἐνυπνιαζόμενοι» ‹κοίτας› καὶ «φιλοῦντες νυστάξαι», ἡ δὲ διαβαλλομένη διὰ τῶν προκειμένων ὡς ἐν αὐτοῖς ἐκείνοις χαίρουσα ἀκούει· 〈ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ᾽ αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ· ⌜πολλοὶ〉 γὰρ ἔφυγον τὴν Ἰερουσαλὴμ οἱ τῷ θεῷ ἀνακείμενοι ἄνδρες διὰ τὰς ἐν αὐτῇ συντελουμένας ἀθέους πράξεις.⌝ διὸ λέλεκται· 〈καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ〉, ἀλλὰ 〈καὶ ἀπέστειλάς〉 φησι 〈πρέσβεις〉 ὑπὲρ 〈τὰ ὅριά σου〉, ἢ κατὰ τὸν Σύμμαχον· 〈καὶ ἐπλήθυνας τὰ μυρέψιά σου, ἀπέστειλας ὅμηρά σου ἕως μακράν〉. ⌜ταῦτα πάντα προσωποποιεῖ ὡς πρὸς ἑταίραν καλλωπιζομένην καὶ πάντα πράττουσαν ἐφ᾽ ἡδονῇ τῶν προσιόντων αὐτῇ.⌝ διὸ τούτων ἕνεκά φησιν· 〈ἐταπεινώθης ἕως ᾅδου, ταῖς πολυοδίαις σου ἐκοπίασας〉· ⌜οὐ γὰρ μίαν ὥδευες ‹τὴν βασιλικὴν ὁδόν›, ἀλλὰ πολλὰς καὶ πεπλανημένας.⌝ διόπερ 〈ἐκοπίασας〉 καὶ οὐδ᾽ οὕτως ἔστης 〈οὐδὲ εἶπας Παύσωμαι ἐνισχύουσα〉, ⌜ἀλλ᾽ ὥσπερ 〈ἰσχύουσα〉 καὶ νεανιευομένη χείρονα τούτων 〈ἔπραξας〉 ἐπιμένουσα ταῖς οἰκείαις ἀτοπίαις.⌝ ὅθεν οὐδὲ ἐπέστρεψας οὐδὲ 〈κατεδεήθης μου〉, ἢ κατὰ τὸν Ἀκύλαν· 〈οὐκ ἐλιτάνευσας〉, ὥστε τυχεῖν ἀφέσεως.

Διέμενες δὲ ἐξ αἰῶνος ἄφοβος καὶ ἀνευλαβής· εἰ δὲ καί ποτε ἔδοξας θεοσεβεῖν, ἐπαγγέλλεσθαι καὶ τότε τὴν ἐπαγγελίαν ἐψεύσω, ἀλλ᾽ 〈οὐδὲ〉 πρὸ τούτου φησὶν 〈ἐμνήσθης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου οὐδὲ εἰς τὴν καρδίαν σου〉· εἰκότως οὖν 〈κἀγώ σε παρόψομαι〉 διὰ ταῦτα καὶ καταλείψω σε ἔρημον· οὐδὲ γὰρ ἔτι καὶ νῦν φόβον ἀναλαμβάνεις θεοῦ.

Διὸ μάνθανε τὰ περιμένοντά σε τίνα δὲ ἔστι ταῦτα· θεοῦ καταλήψεταί σε ὀργὴ ἔκδικος πάντων τῶν τετολμημένων σοι, καθ᾽ ὃν καιρὸν ἐλεγχθήσεταί 〈σου τὰ κακά〉, κατὰ δὲ τὸν καιρὸν τῆς ἐπελευσομένης σοι ὀργῆς οὐδείς σοι παραστήσεται, οὐδὲ τῆς φωνῆς σου ἐπακούσονται οἱ νομιζόμενοί σου θεοί. ἀντὶ δὲ τοῦ· 〈ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου〉, ὁ Σύμμαχος· 〈ἐξελέσθωσάν σέ〉 φησιν 〈αἱ συναγωγαί σου〉, γυμνῶς καὶ σαφῶς διδάσκοντος τοῦ λόγου, ὡς οὐδὲν 〈ὠφελήσουσιν〉 αὐτοὺς αἱ 〈συναγωγαὶ〉 αὐτῶν. εἶτ᾽ ἐπιλέγει· 〈τούτους γὰρ 〈πάντας〉 λήψεται ἄνεμος καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ἐροῦσι Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου· ⌜πάντας〉 μὲν οὖν τοὺς κατηγορηθέντας φησὶ 〈λήψεται ἄνεμος καὶ ἀποίσει καταιγίς〉. καὶ τοιοῦτο τέλος 〈λήψεται〉 τοὺς ἐπὶ τοῖς εἰρημένοις διαβληθέντας· τοὺς δὲ ‹τὴν καλὴν ἐκλεξαμένους μερίδα›, ἐμὲ δηλαδὴ τὸν θεόν, καὶ τοὺς γνησίως καὶ καθαρῶς 〈ἀντεχομένους〉 ἡ παρ᾽ ἐμοῦ ἀμοιβὴ διαδέξεται·⌝ 〈κτήσονται〉 γὰρ τὴν ἐπηγγελμένην αὐτοῖς 〈γῆν καὶ τὸ ὄρος τὸ ἅγιόν μου κληρονομήσουσιν〉.