Ἔργον
Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν
Το όραμα της κλήσεως του προφήτη Ησαΐα (Ησ. 6)
Η θεοφάνεια στο ναό, ο τρισάγιος ύμνος των Σεραφείμ, ο καθαρισμός του προφήτη διά του θείου πυρός και η προαναγγελία της πνευματικής τύφλωσης του λαού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το όραμα της κλήσεως του προφήτη Ησαΐα (Ησ. 6)
Η θεοφάνεια στο ναό, ο τρισάγιος ύμνος των Σεραφείμ, ο καθαρισμός του προφήτη διά του θείου πυρός και η προαναγγελία της πνευματικής τύφλωσης του λαού.
Πολεμικὴν παράταξιν καὶ ἔφοδον ἐθνῶν ὑπογράφει κατὰ τοῦ μὴ παραδεξαμένου τὸν καινὸν 〈νόμον〉 καὶ 〈τὸν λόγον τοῦ κυρίου σαβαὼθ〉 λαοῦ, παρίστησίν τε πόθεν 〈τὰ ὄρη παρωξύνθη〉, μᾶλλον δὲ κατὰ τὸν Ἀκύλαν 〈ἐκλονήθη, ἐταράχθη〉 δὲ κατὰ τὸν Σύμμαχον. πόθεν δὲ 〈τὰ θνησιμαῖα αὐτῶν ἐγενήθη ὡς κοπρία ἐν μέσῳ ὁδοῦ〉 ⌜διδάσκων, ὡς πάντα αὐτὰ αὐτοῖς συμβέβηκεν ἐκ τῆς τῶν πολεμίων ἐφόδου, ἣν οὐκ ἐξ ἑαυτῶν ἐποιήσαντο, θεὸς δὲ ἦγεν αὐτοὺς μονονουχὶ σύρων καὶ ἕλκων ἐπὶ τὴν τῶν κατηγορηθέντων πολιορκίαν.⌝ Τοῦτο γὰρ σημαίνει φάσκων ὁ λόγος· 〈τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοὺς ἀπ᾽ ἄκρου τῆς γῆς〉. ⌜σημαίνει δὲ διὰ τούτων τὸ Ῥωμαϊκὸν στρατόπεδον ἀπὸ τῶν δυτικῶν μερῶν ὁρμῆσαν κατὰ τῆς Ἰερουσαλήμ.⌝ εἴ ποτε γοῦν Βαβυλωνίους ἢ Ἀσσυρίους βούλεται λέγειν, ὀνομαστὶ τούτων μνημονεύειν εἴωθεν ἢ τοὺς «ἀπὸ βορρᾶ» καλεῖ διὰ τὸ ἐν τοῖς βορειοτέροις τῆς Ἰουδαίων χώρας οἰκεῖν, νυνὶ δὲ ὥσπερ ἐν ἱστορίᾳ τῆς Ῥωμαϊκῆς παρατάξεως τὸ πλῆθος 〈ἔθνη〉 καλεῖ 〈μακρὰν〉 ἀφεστῶτα καὶ 〈ἐν ἄκροις τῆς γῆς〉 οἰκοῦντα. εἶτα διαγράφει θυμοὺς πολεμικῶν ἀνδρῶν, ἐμφαντικῶς τε παρίστησιν δοράτων καὶ ξιφῶν καὶ τῶν λοιπῶν πολεμικῶν ὅπλων, 〈ἵππων〉 τε πρὸς τούτοις καὶ 〈ἁρμάτων〉 παρασκευήν.
οἷς ἐπιλέγει περὶ μὲν τῶν πολιορκητῶν· 〈ὁρμῶσιν ὡς λέοντες καὶ παρεστήκασιν ὡς σκύμνοι λέοντος· καὶ ἐπιλήψεται καὶ βοήσει ὡς φωνὴ θαλάσσης κυμαινούσης〉. ⌜ἔνθα προσήκει ἐπιστῆσαι τὸν νοῦν, ὡς τὸ πλῆθος τῶν πολεμίων 〈φωνῇ θαλάσσης κυμαινούσης〉 ἐξομοιοῖ,⌝ ἵν᾽ εἴ ποτε λέγοιτό τινα τοιαῦτα ὡς περὶ 〈θαλάσσης〉 ἔχοιμεν, ἐντεῦθεν τῆς θεωρίας τὴν μαρτυρίαν ἐκλαμβάνειν. ⌜ταῦτα μὲν οὖν εἴρηται περὶ τῶν πολιορκητῶν,⌝ περὶ δὲ τῶν πολιορκηθησομένων· 〈καὶ ἐμβλέψονται εἰς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν〉. καὶ τοῦτο τέλος τῆς κατὰ Ὀζίαν τὸν βασιλέα προφητείας ἀρξαμένης μὲν ἀπὸ τοῦ· «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν», διαρκεσάσης δὲ μέχρι τῆς παρούσης περικοπῆς, δι᾽ ἧς ὁ τελευταῖος κατ᾽ αὐτῶν πόλεμος ἠπείληται καὶ τὸ ἐπελθὸν σκότος 〈τοῖς παροξύνασιν τὸ λόγιον κυρίου καὶ μὴ θελήσασιν τὸν νόμον〉 τῆς καινῆς αὐτοῦ διαθήκης 〈παραδέξασθαι〉. τὰ δ᾽ ἑξῆς τούτοις ἐπιφερόμενα μετὰ τὴν τελευτὴν ‹Ὀζίου τοῦ βασιλέως› θεωρεῖται ἐπὶ τῶν χρόνων ‹Ἰωαθάμ›· οὗτος γὰρ τὴν ‹τοῦ Ὀζίου› βασιλείαν διαδέχεσθαι ἱστορεῖται.
Αὐτὸς ὁ προφήτης 〈τὸν κύριον σαβαὼθ〉 ἐπὶ τὸν ναὸν αὐτοῦ, ὃν πολλάκις ἀνεκήρυξεν, αὐτοψίᾳ θεωρεῖ. διεξέρχεταί τε τὰ προκείμενα ἐξ οἰκείου προσώπου, ὃ δὴ παρίστησιν ἐκ τοῦ ἐπιφέρειν ἑξῆς· «καὶ εἶπον Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐμμέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου»· σαφῶς γὰρ ταῦτα τὸν ἄνθρωπον αὐτὸν παρίστησιν διηγούμενον, ἃ ἑώρακεν καὶ ὡς 〈τὸν κύριον σαβαώθ〉, περὶ οὗ τὰ τοσαῦτα διὰ τῶν ἔμπροσθεν εἴρηται, τοῖς ὀφθαλμοῖς αὐτοῦ τεθέαται. ἱστορεῖ δὲ καὶ τὸν χρόνον τῆς θεωρίας λέγων· 〈Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου〉. ⌜οἶμαι δὲ διὰ τούτων σαφῶς παρίστασθαι, τίς ποτ᾽ ἦν ὁ διὰ πάσης τῆς προφητείας δηλούμενος 〈κύριος κύριος σαβαώθ〉,⌝ ὅπερ ἑρμηνεύεται 〈κύριος στρατιῶν ἢ κύριος τῶν δυνάμεων〉. ὁρώμενον γοῦν θεὸν εἰσάγει· καίτοι περὶ τῆς ἀγεννήτου θεότητος εἴρηται τό· «θεὸν οὐδεὶς 〈ἑώρακεν〉 πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο».
αὐτός τε ὁ σωτὴρ διδάσκει· «οὐχ ὅτι τὸν πατέρα 〈ἑώρακέν〉 τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος 〈ἑώρακεν〉 τὸν πατέρα»· οὐκοῦν ὁ νῦν τῷ προφήτῃ θεωρούμενος 〈κύριος σαβαὼθ〉 τῆς ἀγεννήτου καὶ ἀοράτου καὶ ἀκαταλήπτου θεότητος ἕτερος ἦν. ⌜τίς δὲ οὗτος ἢ «ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός», ὃς ὑποκαταβαίνων τοῦ ἰδίου μεγέθους, σμικρύνων τε αὐτὸν ἐξ ἐκείνου ὁρατὸν καὶ καταληπτὸν ἀνθρώποις ἐποίει. οὕτω γοῦν «ὤφθη» καὶ «τῷ Ἀβραάμ», ὁπηνίκα «εἶπεν αὐτῷ Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην».⌝ ⌞Ἐπιλέγει οὖν ἡ γραφή· «καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ὀφθέντι αὐτῷ», καὶ πάλιν· «Ἀβραὰμ ἐγένετο ἐτῶν ἐνενήκοντα, καὶ ὤφθη αὐτῷ κύριος», καὶ αὖθις· «ὤφθη κύριος τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρή». καὶ περὶ τοῦ Ἰσαὰκ εἴρηται· «καὶ ἐπορεύθη, καὶ ἀνέβη ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ὤφθη κύριος αὐτῷ ἐν τῇ νυκτὶ ἐκείνῃ», καὶ αὖθις ἐπὶ τοῦ Ἰακὼβ εἴρηται· «ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ». ἀλλὰ καὶ ὅτε «ἦλθεν εἰς Βαιθὴλ αὐτὸς καὶ ὁ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ, ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα οἴκου Βαιθήλ· ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ θεός». καὶ πάλιν εἴρηται· «ὤφθη δὲ ὁ θεὸς τῷ Ἰακὼβ καὶ ἔτι ἐν Λουζᾶ».
καὶ ἄλλοτε εἶπεν αὐτῷ ἐν ἀνθρώπου σχήματι ὀφθείς· «οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ᾽ ἢ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός». ὅτε «καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Εἶδος θεοῦ εἰπών· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή». καὶ Μωσῆς δὲ τὸν χρηματίζοντα αὐτῷ θεὸν ἱκέτευσε λέγων· «εἰ εὗρον χάριν ἐνώπιόν σου, ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε». ὁ δὲ ἀπεκρίνατο αὐτῷ λέγων· «καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου». ἀλλὰ καὶ ὁ Ἰεζεκιὴλ ‹τὸν ἐπὶ τῶν χερουβὶμ καθήμενον› ‹εἶδεν, ὡς ὅρασιν ἀνθρώπου› «ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ἕως ὑπὲρ ὅρασιν ἠλέκτρου». δι᾽ ὧν ἁπάντων μανθάνομεν οὐχ ὁμοίας τὰς ὀπτασίας γεγονέναι τοῖς προλεχθεῖσιν, ἀλλὰ διαφόρους· τῷ μὲν γὰρ Μωσῇ εἴρητο· «οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται»· τὸ γὰρ πρόσωπον τοῦ θεοῦ λόγου καὶ ἡ θεότης τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ θνητῇ φύσει οὐκ ἂν γένοιτο καταληπτή. καὶ τῷ Ἰεζεκιὴλ δὲ ἡ τοῦ λόγου δόξα δι᾽ αἰνιγμάτων ἐθεωρεῖτο· τῷ δὲ Ἀβραὰμ ἐσχηματισμένος ἑωρᾶτο ἐν ἀνθρώπου μορφῇ, ὡς καὶ ‹ὑπὸ τὴν δρῦν› γενέσθαι, καὶ ‹τοὺς πόδας ἀπονίψασθαι› καὶ τραπέζης κοινωνῆσαι.
ὁμοίως καὶ ἐπὶ τοῦ Ἰακὼβ ἄνθρωπος εἰσῆκται ‹παλαίων›, ὃν ἡ μὲν γραφὴ ‹ἄνθρωπον› ὀνομάζει, αὐτὸς δὲ ὁ χρηματίζων· «οὐ κληθήσεταί φησιν τὸ ὄνομά σου Ἰακώβ· ἀλλ᾽ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ». ὅθεν καὶ ὁ Ἰακὼβ ἔλεγεν· «εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή». ὁ δὲ παρὼν προφήτης 〈ἰδεῖν〉 καὶ αὐτὸς μαρτυρεῖται τὴν 〈δόξαν〉 αὐτοῦ. οὐκοῦν τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δόξαν διὰ τῶν προκειμένων ἑώρακεν.⌟ οὕτω καὶ Μωσεῖ, οὕτω καὶ Ἰεζεκιήλ, οὐχ ὁμοίως τὰς ὀπτασίας ποιούμενος. ἑώρα δὲ τὴν τοῦ σωτῆρος ἡμῶν δόξαν ὁ προφήτης ⌜οὐ πάντως σαρκὸς ὀφθαλμοῖς, τοῖς δὲ τῆς διανοίας πεφωτισμένοις ὑπὸ τοῦ ἁγίου πνεύματος· ὡς γὰρ οἱ τοῦ σώματος ὑπὸ τῆς ἔξωθεν χορηγουμένης τοῦ φωτὸς αὐγῆς συνεργοῦνται εἰς τὸ βλέπειν τὰ αἰσθητά, τὸν αὐτὸν τρόπον τὰ τῆς κεκαθαρμένης ψυχῆς ὄμματα ὑπὸ νοεροῦ φωτὸς καταυγαζόμενα τὰ θεῖα κατοπτεύειν δύναται. διὸ καὶ ὁ σωτὴρ τοῦτ᾽ ἐδίδασκεν λέγων· «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν 〈ὄψονται〉»,⌝ ὧν εἷς ὑπάρχων καὶ ὁ Ἠσαΐας 〈εἶδε τὸν κύριον〉 ἐν τῷ χρόνῳ τῆς τελευτῆς Ὀζίου τοῦ βασιλέως. ⌜διὰ τί δὲ μὴ ἔτι ζῶντος τὴν προκειμένην ὄψιν ἑώρα, ἀλλ᾽ 〈ἐν τῷ ἐνιαυτῷ, ᾧ ἀπέθανεν〉;
ἐπειδὴ διὰ τὸ τολμῆσαι Ὀζίαν τὸν βασιλέα τὸ ἀνόσιον τόλμημα ἡ δόξα τοῦ θεοῦ ἡ πάλαι ἐπισκιάζουσα τὸν οἶκον ἀνακεχωρήκει πάντα τὸν χρόνον τῆς αὐτοῦ ζωῆς, καθ᾽ ὃν λελεπρωμένος κατῴκει τὴν Ἰερουσαλήμ· λεπροῦ γὰρ βασιλέως οἰκοῦντος τὸν τόπον. ἐπεὶ δὲ ἐτελεύτα μὲν ἐκεῖνος, Ἰωαθὰμ δὲ ὁ υἱὸς αὐτοῦ τὴν βασιλείαν διεδέδεκτο, περὶ οὗ γέγραπται· «εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου».⌝ ⌞εἰκότως κατ᾽ αὐτὸν ἐκεῖνον τὸν ἐνιαυτὸν ἐν ᾧ ὁ λελεπρωμένος μετηλλάχει τοῦ βίου, ὁ δὲ εὐάρεστος τῷ θεῷ τὴν βασιλείαν ὑποδέδεκτο,⌟ ⌜αὖθις ἡ δόξα τοῦ θεοῦ ἐπανῄει ἐπὶ τὸν οἶκον, δηλαδὴ ἐπὶ τὸν ναόν, ὃ δὴ καὶ ἱστορεῖ ὁ προφήτης λέγων· 〈καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς⌝ εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ〉· ὁ μὲν οὖν 〈οἶκος τῆς δόξης〉 πεπλήρωτο, ὁ δὲ προφήτης οὐκ ἔνδον ἐν τῷ οἴκῳ 〈τὸν κύριον ἑώρα〉, ἀλλὰ τὸν μὲν 〈καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου〉. οὗτος δὲ ἦν, ὃν ἡ θεία γραφὴ παρίστη ἡ φήσασα· «κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· κύριος, ἐν οὐρανῷ ὁ 〈θρόνος〉 αὐτοῦ». καὶ αὐτὸς δὲ ὁ κύριος τοῦτ᾽ ἐδήλου λέγων· «Ὁ οὐρανός μοι 〈θρόνος〉, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον 〈οἶκον〉 οἰκοδομήσετέ μοι, λέγει κύριος».
οὐκοῦν ἐπὶ μὲν τῆς οὐρανίου βασιλείας ἐνθρονιζόμενον 〈τὸν κύριον〉 τοῖς τῆς διανοίας ὀφθαλμοῖς ὁ προφήτης ἑώρα, 〈τὸν〉 δὲ ἐπὶ γῆς 〈οἶκον πλήρη δόξης〉 εἶναί φησιν, ὥσπερ τισὶν φωτὸς ἀκτῖσιν ἄνωθεν ἐξ οὐρανοῦ ταῖς τοῦ θείου λόγου μαρμαρυγαῖς καταυγαζόμενον. ⌜Ἀσώματοί τινες θεῖαι καὶ ὑπερκόσμιοι δυνάμεις, ἃς καὶ ὁ Δανιὴλ ἐδήλου λέγων· «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἐνώπιον αὐτοῦ».
δύο μὲν οὖν εἶναι τὰ 〈σεραφεὶμ〉 ἐνόμισαν ἄλλοι, ἐγὼ δὲ⌝ ⌞ἐπιστήσας τῇ διανοίᾳ τῆς λεγούσης γραφῆς 〈κύκλῳ αὐτοῦ τὰ σεραφεὶμ ἑστάναι〉⌟ ⌜πλεῖστα εἶναι ἡγοῦμαι, ταῦτα στεφάνου δίκην ἁπανταχόθεν ὥσπερ μέγαν βασιλέα δορυφοροῦντα,⌝ περιέποντά τε αὐτὸν τὸν θρόνον τῷ φωτίζεσθαι καὶ ζωοποιεῖσθαι ἐξ αὐτοῦ, διὰ ταῦτα δὲ τὰ κυκλοῦντα αὐτὸν 〈σεραφεὶμ κύριος σαβαὼθ〉 ὠνομάζετο, ὅπερ ἑρμηνεύεται 〈κύριος τῶν δυνάμεων ἢ κύριος τῶν στρατιῶν〉. ⌜〈ἓξ δὲ πτέρυγες τῷ ἑνὶ〉 λέγονται προσπεφυκέναι, τῷ ἕκαστον κεκοσμῆσθαι, ὥσπερ 〈πτέρυξιν〉, ἐμφύτοις ἀρεταῖς καὶ μετεωροπόλοις δυνάμεσιν, αἷς ἱπτάμεναι δι᾽ οὐρανοῦ καὶ αἰθέρος φέρονται, νοηταῖς τισι χρώμεναι ἐνεργείαις, πραγμάτων τινῶν ἡμῖν ἀρρήτων ἀποτελεστικαῖς· ὡς γὰρ ἐν ἀνθρώποις οἱ ἅγιοι τοῦ θεοῦ ‹χαρισμάτων κρειττόνων› μετεῖχον, ὡς προφητεύειν τὰ μέλλοντα καὶ νόσους ἰᾶσθαι καὶ νεκροὺς ἀνιστᾶν καὶ γλώσσαις σοφίας τε λαλεῖν καὶ γνώσεως μετέχειν, ἢ καὶ ὥσπερ κατὰ τὸ σῶμα φυσικοῖς αἰσθητηρίοις κεχρήμεθα τὸν ἀριθμὸν πέντε ὁράσει, ἀκοῇ, ὀσφρήσει, γεύσει, ἁφῇ, οὕτω πως τάχα τὴν τῶν ἀγγέλων φύσιν εἰκός, δυνάμεσι θείαις τισὶ καί τινων παραδόξων ἐνεργητικαῖς, ἡμῖν τε ἀγνώστοις κεχρῆσθαι, ἃς δὴ 〈πτέρυγας〉 ὁ λόγος ὠνόμασεν· ἐπεὶ καὶ περὶ τῶν ἀνέμων εἴρηται· «ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων», οὐ πάντως ἐκπιπτόντων ἡμῶν ἐπὶ σχήματα σωματικά, ὡς τῶν ἀνέμων ὀρνέων δίκην πτερυττομένων.⌝ τῶν δὲ περὶ 〈τὰ σεραφεὶμ πτερύγων〉 ἤτοι δυνάμεων παραδόξων ἔργων ἀποτελεστικῶν, ⌜〈δύο μὲν τὸ πρόσωπον ἐκάλυπτον〉, οὐ τὸ τοῦ κυρίου, ἀλλὰ τὸ αὑτῶν, ὡς μὴ τολμᾶν ἀτενὲς ἀφορᾶν εἰς τὸ θεωρούμενον.⌝ ⌞διὸ ‹οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ μόνον ὁ γεννήσας αὐτὸν πατήρ›.⌟ καὶ 〈τοὺς πόδας δὲ ἐκάλυπτον〉 τοὺς ἑαυτῶν, ⌜τὰ ἔσχατα τῆς οἰκείας πορείας καὶ ὡς ἂν εἴποι τις, τὰ βήματα καὶ τοῦ βίου τὰς πράξεις ἐπισκιάζοντα, ὡς μὴ ἀκαλύπτοις ποσὶν τῷ ἑαυτῶν παραστήκοιεν βασιλεῖ.⌝ διὸ 〈ἐγκαλυπτόμενα〉 καὶ ὥσπερ ἀποκρύπτοντα τὴν τοῦ βίου ἑαυτῶν πορείαν, τὴν μέσην μόνην παρεῖχον ὁρᾶν ἑαυτῶν κατάστασιν, καὶ αὐτοῦ δὲ τοῦ μονογενοῦς τῆς μέσης προνοίας καὶ διοικήσεως τὴν σοφίαν ὑπερεθαύμαζον, μήτε εἰς τὸ τῆς θεότητος αὐτοῦ πρόσωπον ἐνατενίζειν τολμῶντα μήτε τοῖς ποσὶν ὡσαύτως διὰ τὸ ἀπειρομεγέθες τῆς ἀτελευτήτου καὶ ἀκαταλήπτου φύσεως, ὑπερεκπληττόμενα δὲ τὴν ἄρρητον θεότητα τοῦ θεωρουμένου.
ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· 〈τῷ ἐνιαυτῷ ᾧ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ πρὸς ποδῶν αὐτοῦ ἐπλήρου τὸν ναόν. σεραφεὶμ ἑστῶτα ἐπάνωθεν ἑκάστου ἓξ πτέρυγες. τὰ δὲ πρὸς ποδῶν αὐτοῦ πεπληρωκέναι τὸν ναὸν〉 λέγει, ἐπειδὴ ὁ ἐπὶ γῆς νεὼς ἐν τῷ ‹ὑποποδίῳ› τοῦ θεοῦ συνειστήκει· «Ὁ οὐρανὸς γὰρ αὐτοῦ θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ». εἰκότως οὖν τὰ 〈πληροῦντα〉 τὸν ἐπὶ γῆς οἶκον 〈πρὸς ποδῶν〉 ἐλέγετο τοῦ ἑωραμένου. 〈σεραφεὶμ〉 δὲ 〈ἑστήκει ἐπάνωθεν〉, τίνος 〈ἐπάνωθεν〉 ἢ τοῦ οἴκου, οὐ γὰρ δὴ τοῦ κυρίου. ὁ δὲ προφήτης ἑαυτὸν ταλανίζει, ὅτι 〈ἐσιώπησε〉 μὴ συναναβοήσας τοῖς 〈σεραφεὶμ〉 μηδὲ ὁμοίως αὐτοῖς τὸν ὕμνον τῆς θεολογίας τοῦ ἁγιασμοῦ τοῦ κυρίου ἀνειπών, αἴτιον δὲ αὐτῷ τῆς σιωπῆς γεγονέναι τὸ 〈ἀκάθαρτά〉 φησιν ἐσχηκέναι 〈χείλη〉 ἀπὸ τῆς πρὸς τὸν ἀσεβῆ λαὸν ὁμιλίας. 〈Ἕτερος πρὸς τὸν ἕτερον〉 ἐβόα καὶ 〈ἔκραγεν〉 λέγοντα· 〈Ἅγιος ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα〉 ἡ γῆ 〈τῆς δόξης αὐτοῦ〉. ⌜οὐ μίαν δὲ ἠφίεσαν φωνὴν οὐδὲ ἀθρόως ὁμοῦ τὰ πάντα κοινῇ ταύτην ἀνέπεμπον, ἀλλ᾽ 〈ἕτερος πρὸς τὸν ἕτερον〉 ἐμφαίνων τὸ ἑαυτοῦ θαῦμα καὶ τὴν ἔκπληξιν τὴν ἐπὶ τῷ θεωρουμένῳ.
μάλιστα δὲ ὑπερεξέπληττεν αὐτὰ ἡ ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ ταπεινὰ κατάβασις τῆς δόξης τοῦ θεοῦ λόγου.⌝ τοῦτο γοῦν αὐτοῖς παρεῖχεν θαῦμα μέγιστον, ὅτι μὴ μόνος ὁ οὐρανὸς 〈πλήρης〉 ἐτύγχανεν 〈τῆς δόξης αὐτοῦ〉, ἀλλ᾽ ἤδη καὶ μέχρι 〈γῆς〉 ἔφθανεν, ὡς 〈πληροῦσθαι τὴν σύμπασαν γῆν τῆς αὐτοῦ δόξης〉· ὑπερβολὴ γὰρ αὕτη φιλανθρωπίας τοῦ 〈καθημένου〉 μὲν 〈ἐπὶ τοῦ ὑψηλοτάτου θρόνου〉, πληροῦντος δὲ καὶ τὰ ἐπὶ γῆς, ἐν οἷς τέως κατὰ τὸ παλαιὸν ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐπληροῦτο κατὰ τὸν καιρὸν τῆς τούτων θέας. διὸ ἀνωτέρω ἐλέγετο· «καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ». 〈τὰ σεραφεὶμ〉 εὐφημοῦντα ἐβόα, ἀλλ᾽ ὅτι καὶ 〈πᾶσα ἡ γῆ πλήρης〉 ἔσεσθαι ἔμελλεν 〈τῆς δόξης αὐτοῦ〉· ⌜προγνώσει γὰρ τοῦ μέλλοντος ὑπερεθαύμαζον. ὃ δὴ καὶ ἀκολούθως τοῖς θεσπίσμασιν ἐτελεῖτο μετὰ τὴν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν πάροδον· ἐξ ἐκείνου γὰρ ὡς ἀληθῶς πᾶσιν ἐγνώσθη τοῖς ἔθνεσιν καὶ εἰς πᾶσαν ἐκηρύχθη τὴν γῆν, οὐ μόνον ἡ γνῶσις, ἀλλὰ καὶ ἡ 〈δόξα〉 τῆς περὶ αὐτοῦ θεολογίας.⌝ ἐπειδὴ γὰρ ἑώρων αὐτοῦ τὴν 〈δόξαν〉 ἐπὶ 〈γῆς〉 μέλλουσαν ἐκλάμπειν μηδὲν δὲ ἀπὸ τῆς γεώδους καὶ φθαρτῆς οὐσίας ζημιουμένην, εἰκότως ἀνεβόων τό· 〈Ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ〉, ⌜οὐχ ἅπαξ τὸν ἁγιασμὸν αὐτοῦ, ἀλλὰ καὶ πολλάκις, μᾶλλον δὲ εἰς ἀναρίθμητον καὶ εἰς ἄπειρον καὶ εἰς ἀεὶ ὑπερεκπληττόμενα.
διὸ 〈ἕτερος πρὸς τὸν ἕτερον ἐκεκράγει〉 ἐμφαίνων ὁ καθ᾽ εἷς τῷ πλησίον τὸ ἑαυτοῦ θαῦμα.⌝ 〈καὶ ἐπήρθη τὸ ὑπέρθυρον〉. ἐπὶ ταύτῃ τῇ 〈βοῇ τὸ ὑπέρθυρον〉 τοῦ ναοῦ 〈ἐπήρθη, καὶ ὁ οἶδος ἐνεπλήσθη καπνοῦ〉, ⌜ἀπορρήτως αἰνιττομένου τοῦ λόγου, ὡς ἄρα 〈πληρουμένης πάσης τῆς γῆς τῆς δόξης αὐτοῦ〉, γυμνοῦσθαι ἤμελλεν ὁ ἐν ἐκείνῳ τῷ τόπῳ νεὼς καὶ 〈τοῦ ὑπερθύρου〉 δὲ 〈ἀρθέντος〉 ἔρημος καταλειφθήσεσθαι καὶ 〈καπνοῦ〉 τε 〈πλήρης〉 ἔσεσθαι παραδοθεὶς πυρί· πυρὸς γὰρ σημεῖον ὁ καπνός. ᾐνίξατο τοίνυν διὰ τούτων ὁ λόγος ἐπὶ τέλει τὸν κατειληφότα τὸν τόπον ἐμπρησμόν, μεθ᾽ ὃν 〈ἐπληρώθη πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ〉 τοῦ κυρίου· οὐκέτι ἑνὸς οἴκου, μυρίων δὲ καθ᾽ ὅλης τῆς οἰκουμένης πολὺ κρειττόνων ἐκείνου συστάντων.⌝ ἀκολούθως τῇ βοῇ τῶν 〈σεραφεὶμ〉 ταῦτα θεασάμενος ὁ προφήτης ἐν ἀγωνίᾳ κατέστη, μή πη ἄρα καὶ αὐτὸς τῷ πλήθει συναπόλοιτο τοῦ λαοῦ· συνιδὼν γὰρ ὡς ἀνωτέρω μὲν ἐλέγετο, ‹πλήρης εἶναι ὁ οἶκος τῆς δόξης τοῦ θεοῦ›, ἐπὶ δὲ τῇ γενομένῃ βοῇ οὐκέτι 〈δόξης〉 ἀλλὰ 〈καπνοῦ〉.
Εἰκότως τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν τοῦ οἴκου τεκμηράμενος θορυβεῖται καὶ ἀγωνιᾷ μὴ ἄρα πη συμπαραληφθῇ τούτοις, δι᾽ οὓς ταῦτ᾽ ἔπασχεν ὁ τόπος, ἀλλὰ καὶ τὸ ὑπερέχον τῆς 〈δόξης〉 τοῦ θεωρουμένου 〈κυρίου〉 τῇ θνητῇ φύσει συμβαλὼν ἐξομολογεῖται, ταλανίζων δι᾽ αὐτῆς ἑαυτόν φησιν· Ὦ 〈τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου〉. ⌜ὁμολογεῖ δὲ 〈ἀκάθαρτος〉 εἶναι οὐ τὴν ψυχὴν ἀλλ᾽ οὐδὲ τὸ πᾶν σῶμα, ἐπεὶ μηδεμίαν ἑαυτῷ πρᾶξιν 〈ἀκάθαρτον〉 συνῄδει, μόνα δὲ 〈τὰ χείλη ἀκάθαρτα〉 ἐσχηκέναι φησίν, ὡς τοῦ λοιποῦ σώματος αὐτῷ καθαριεύοντος καὶ τῆς ψυχῆς, κατὰ τό· «μακάριοι οἱ 〈καθαροὶ〉 τῇ καρδίᾳ, ὅτι 〈αὐτοὶ〉 τὸν θεὸν ὄψονται». καὶ 〈τὰ χείλη〉 δὲ 〈ἀκάθαρτα〉 εἶχεν, οὐδ᾽ ἄλλοθεν ἢ ἀπὸ τῆς πρὸς τοὺς 〈ἀκαθάρτους〉 ὁμιλίας· ἠναγκάζετο γὰρ ὡς εἰκὸς 〈ἀκαθάρτοις〉 ἀνδράσι προσομιλῶν ἄξια τῆς ἐκείνων φθέγγεσθαι μοχθηρίας, δι᾽ ὧν ἐμόλυνε 〈τὰ χείλη〉.⌝ οὕτω δὲ ἀκριβὴς ὁ βίος ἐτύγχανε τοῦ προφήτου ὡς καὶ ἐπὶ τῷ σμικροτάτῳ 〈κατανύττεσθαι〉, διαβάλλει δὲ ὁμοῦ τὴν θνητὴν φύσιν ὡς ἂν φθορᾶς ἔμπλεω καὶ ἀτιμίας. διό φησι 〈τό· ἄνθρωπος〉 ὤν· ἀπήρκει γὰρ πρὸς διαβολὴν καὶ τὸ 〈ἄνθρωπον εἶναι〉 σάρκα φθαρτὴν περιβεβλημένον.
Τῷ μὲν προφήτῃ Ἰερεμίᾳ εἰρηκότι· «Ὁ Ὢν δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι», «ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ καὶ ἥψατο τοῦ στόματος αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου»· ἐπεὶ γὰρ μὴ καθάρσεως ἐδεῖτο τὰ τοῦ Ἰερεμίου χείλη, εἰκότως ‹ἡ τοῦ κυρίου χεὶρ ἁψαμένη τοῦ στόματος αὐτοῦ› τῆς προφητικῆς αὐτὸν ἐπλήρου χάριτος. νυνὶ δὲ τῷ Ἠσαΐᾳ καθάρσεως δεομένῳ οὐχ ὁ κύριος, ἀλλ᾽ 〈ἓν τῶν σεραφεὶμ ἀποσταλὲν〉 ὑπὸ τοῦ κυρίου 〈ἄνθρακα〉 φέρον 〈πρόσεισιν καὶ 〈τὰ χείλη αὐτοῦ περικαθαίρει τῷ ἄνθρακι〉. ἔνθεν εἰκότως ἑρμηνευόμενα τὰ 〈σεραφεὶμ〉 εἰς τὴν Ἑλλάδα φωνὴν ἐμπινπρῶντες ἢ ἐμπρησταὶ σημαίνουσιν. καί μοι δοκοῦσιν καθαρτικοί τινες εἶναι τῶν καθάρσεως δεομένων, διὸ οἱ 〈σεραφεὶμ〉 τοῖς τοῦ προφήτου 〈χείλεσιν τὸν καθαρτικὸν 〈ἄνθρακα〉 προσῆγεν εἷς τούτων κελευσθεὶς τοῦτο πρᾶξαι. ⌜οὗτος δὲ ἦν ὁ 〈ἄνθραξ ἀπὸ τοῦ θυσιαστηρίου〉 τάχα που τοῦ φιλανθρώπου κυρίου πληροῦντος τὸ ἑαυτοῦ 〈θυσιαστήριον〉 τοιούτων τινῶν σωτηρίων καὶ καθαρτικῶν ἀνθράκων. διὸ λέλεκταί που· «ἄνθρακες ἀνήφθησαν ἀπ᾽ αὐτοῦ». καὶ ὁ θεὸς δὲ αὐτὸς παρὰ Μωϋσεῖ «πῦρ καταναλίσκον» εἴρηται, καὶ ὁ σωτὴρ ἐν Εὐαγγελίοις ‹βαπτίσειν› τοὺς ἀξίους «ἐν πνεύματι ἁγίῳ καὶ πυρὶ» μεμαρτύρηται.
διὰ τούτων ἁπάντων παιδεύοντος ἡμᾶς τοῦ λόγου μὴ ἄλλως δύνασθαί τινα τυχεῖν καθάρσεως ἁμαρτημάτων ἢ διὰ τοῦ θείου πυρός· «ὁποῖον γάρ ἐστι τὸ ἑκάστου ἔργον τὸ πῦρ αὐτὸ δοκιμάσει», καί· ‹ὁ σωθησόμενος› γάρ φησιν «οὕτως σωθήσεται ὡς διὰ πυρός».
Εἰκότως οὖν καὶ ὁ τοσοῦτος προφήτης δι᾽ 〈ἄνθρακος〉 πυρὸς 〈καθαίρεται τὰ χείλη〉,⌝ διὸ λέγεται πρὸς αὐτόν· 〈Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ〉. ⌜ποίας δὲ 〈ἀνομίας〉 καὶ 〈ἁμαρτίας〉 ἢ ὧν τὰ 〈χείλη〉 αὐτοῦ πεπληρῶσθαι ὁμολογεῖ;
Μετὰ δὲ τὴν τούτων κάθαρσιν ἀκολούθως φωνῆς καταξιοῦται 〈τοῦ καθημένου ἐπὶ θρόνου〉 λεγούσης· 〈Τίνα ἀποστείλω,⌝ καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον〉; ⌜ἐδοκίμαζεν ἄρα ἡ τοιαύτη φωνὴ μέσως εἰρημένη τὴν τοῦ προφήτου προθυμίαν, ὡς ἂν τῆς ἀγαθῆς προαιρέσεως μισθὸν κτήσοιτο. διὸ οὐ προστακτικῶς ἐκέλευσεν αὐτῷ ἀπιέναι, μέσως δὲ ἠρώτα, τίς εἴη ἕτοιμος τοῦτο πράττειν.⌝ ὁ δὲ ὑπολαβὼν σὺν πολλῷ θάρσει ἅτε δὴ 〈κεκαθαρμένος τὰ χείλη〉 εἶπεν· 〈Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με〉.
Ἡ δὲ φωνὴ πρὸς αὐτόν· 〈Πορεύθητι καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε〉. ⌜τίνα δὲ 〈βλέποντες βλέψουσιν〉 καὶ τίνος 〈ἀκοῇ ἀκούσονται〉, οὐ παρέστησεν ἡμῖν καταλιπὼν σκοπεῖν ἐκ τῆς τοῦ λόγου ἀκολουθίας, ἧς ὁ νοῦς τοιοῦτός ἐστιν· ὃν σὺ τεθέασαι ‹κύριον› καὶ ὃν τοῖς σοῖς ὀφθαλμοῖς ‹εἶδες›, ὦ προφῆτα, τοῦτον καὶ ὁ λαὸς οὗτός ποτε ὄψεται, ἀλλὰ καὶ τῆς φωνῆς ἧς αὐτὸς ἐπὶ τοῦ παρόντος ἐπακήκοας, ἐπακούσεται καιρῷ τινι καὶ αὐτός· οὐ μὴν καὶ συνήσει οὐδὲ γνώσεται οὐδὲ βουλήσεται αὐτοῦ τὴν χάριν παραδέξασθαι. σαφῶς δὲ διὰ τούτων τὴν εἰς ἀνθρώπους ἑαυτοῦ παρουσίαν ὁ ταῦτα λέγων ἐδήλου.⌝ ὅπως δὲ 〈βλέποντες〉 οὐκ ἑώρων, διερμηνεύει ἑξῆς φάσκων· 〈τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς〉· ⌜ὁ μὲν γὰρ σωτὴρ ἅτε φῶς ὑπάρχων πάντων ἐφώτιζεν τὰς ψυχάς, ὡς καὶ ‹τυφλοῖς τὸ βλέπειν χαρίζεσθαι›, οἱ δὲ 〈τοὺς ὀφθαλμοὺς ἔμυον, ὥστε μὴ βλέπειν〉, καὶ οὕτω 〈βλέποντες οὐκ ἔβλεπον〉· ὅταν γάρ τις ἐνατενίσας καὶ ἀκριβῶς θεασάμενος ὑπερίδῃ καὶ καταφρονήσῃ τοῦ ὁρωμένου ἢ 〈μύσῃ〉 τὰ ὄμματα προσποιούμενος μὴ ἑωρακέναι, τότε 〈βλέπων〉 οὐκ εἶδεν. τὸ μὲν οὖν 〈βλέψαι〉 ὑπῆρξεν αὐτοῖς ἀπὸ τῆς χάριτος τοῦ ὀφθέντος, τὸ δὲ μὴ ἰδεῖν συμβέβηκεν ἀπὸ τοῦ αὐτοὺς 〈μῦσαι τοὺς ὀφθαλμοὺς ἑαυτῶν〉 καὶ προσποιηθῆναι 〈μὴ βλέπειν〉.
οὕτω δὲ καὶ 〈ἀκοῇ ἀκούει〉 τις καὶ πάλιν 〈οὐκ ἀκούει〉, ἐπειδὰν 〈μὴ συνῇ τὰ〉 λεγόμενα ἢ ὅταν παρακούῃ καὶ καταφρονῇ τῶν λεγομένων. συμβαίνει δὲ τοῦτο, ἐπειδάν τις 〈τὰ ὦτα〉 ἑαυτοῦ 〈βαρύνῃ〉 ὥσπερ ἀποφράξας καὶ ἀποκωφώσας αὐτά. ταῦτα οὖν ἔσεσθαι περὶ τὸν τῶν Ἰουδαίων λαὸν ἡ φωνὴ τοῦ κυρίου ἐθέσπισεν, ἣ ἐπληροῦτο ἔργοις ἐπὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας, καθ᾽ ἣν παρόντα αὐτὸν ‹ὀφθαλμοῖς ὁρῶντες οὐκ ἔβλεπον› καὶ διδάσκοντος «τὰ μυστήρια τῆς βασιλείας» οὐ συνίεσαν.⌝ καὶ τὴν δόξαν δὲ κυρίου διὰ τῶν ἐκκλησιῶν αὐτοῦ πληροῦσαν πᾶσαν τὴν γῆν ὁρῶντες οὐ κατανύττονται τὴν καρδίαν, δι᾽ ἣν αὐτοὶ ἑαυτοῖς ἐνεποίησαν ἀπιστίαν. διὸ καὶ τὴν αἰτίαν ἐπιλέγει· 〈καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν〉, εἰπών· 〈μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς〉. ⌜Τούτων ἐπακούσας ὁ προφήτης ἐρωτᾷ λέγων· 〈Ἕως πότε, κύριε〉;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.