Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Η αληθινή νηστεία, η μετάνοια και τα αίτια του πνευματικού χωρισμού (Ησ. 57:14-59)

Η απόρριψη της τυπολατρικής ευσέβειας, ο ορισμός της θεάρεστης νηστείας και της αγάπης, και ο έλεγχος των ανομιών που απομακρύνουν τον λαό από τον Δημιουργό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 21 από 25

ἤδη δὲ καὶ ἑτέρων ἔσονται διδάσκαλοι παραινοῦντες αὐτοῖς ἐξομαλίζειν 〈τὰς ὁδοὺς τοῦ λαοῦ〉 διὰ τοῦ καθαρὰς ποιεῖσθαι καὶ λείας πρὸς τὸν λαὸν διδασκαλίας ‹μηδὲν ἐχούσας σκολιὸν μηδὲ στραγγαλιῶδες›. 〈γῆ〉 δὲ καὶ 〈ὄρος ἅγιον〉 ὡς μὲν πρὸς τοὺς πάλαι λέγοιτο ἂν Ἰερουσαλὴμ καὶ τὸ Σιὼν ὄρος, ἥ τε τῆς Ἰουδαίας χώρα ὡς δὲ πρὸς τὸν ἀληθῆ λόγον 〈ὄρος ἅγιον〉, ὃ πολλάκις καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου ‹τὴν ἐπουράνιον Ἰερουσαλήμ›, 〈γῆν〉 δὲ τὴν ἀμφὶ τὰ οὐράνια διατριβὴν καὶ πάντα τὸν ἐπουράνιον χῶρον, ἔνθα τὸν ἐπάξιον κλῆρον ἀπολήψονται 〈οἱ ἀντεχόμενοι〉 τοῦ θεοῦ. κατὰ δὲ τὸν Σύμμαχον· ὁ 〈δὲ παρρησιάσας〉 φησὶν 〈ἐν ἐμοὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου.

καὶ ἐρεῖ Ὁδοποιήσατε, σχολάσατε ὁδόν, ἐπάρατε προσκόμματα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου〉· ⌜οὐ γὰρ μόνης τῆς αὐτοῦ σωτηρίας πρόνοιαν ποιήσεται ὁ παρὰ τῷ θεῷ κατορθώσας, ἀλλὰ καὶ τῷ λαῷ τοῦ θεοῦ χρήσιμον ἑαυτὸν παρέξει προστάττων ἐξομαλίζειν αὐτῷ τὴν 〈ὁδὸν〉 τῆς θεοσεβείας καὶ τὰ δοκοῦντα 〈προσκόμματα〉 τῶν θείων ἀναγνωσμάτων περιαιρεῖν διὰ τῆς ἐπὶ τὸ σαφέστερον αὐτῶν ἑρμηνείας.⌝ Πρὸς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους, οὓς ‹κύνας ἐνεοὺς› καὶ ‹σκοποὺς τυφλοὺς› ὠνόμαζε καὶ ‹υἱοὺς ἀνόμους καὶ σπέρμα μοιχῶν καὶ πόρνης›, ἀποτεινόμενος ὁ λόγος τὴν πρὸ τούτου προφητείαν, πρός τε τὸν ὑπὸ τούτοις λαὸν τὰ κατάλληλα θεσπίσας διὰ τῶν προκειμένων ⌜πρὸς τοὺς ἐν αὐτοῖς εὐλαβεῖς καὶ φόβον θεοῦ κεκτημένους καὶ μετανοοῦντας, ἐφ᾽ οἷς ἥμαρτον, οὓς ἡ παροῦσα λέξις 〈συντετριμμένους τὴν καρδίαν καὶ ὀλιγοψύχους〉 ὀνομάζει, παράκλησιν καὶ παραμυθίαν προσάγει.

ἦσαν γὰρ ἐν αὐτοῖς, εἰ καὶ βραχεῖς καὶ ἀριθμῷ ληπτοί, πλὴν ὅμως ἦσαν ἄνδρες ἀνακείμενοι τῷ θεῷ· οὐχ οἱ προφῆται μόνον, ἀλλὰ καὶ ἕτεροι τούτων ζηλωταὶ μαθητευόμενοι τοῖς προφήταις καὶ ταῖς διδασκαλίαις αὐτῶν προσανέχοντες.⌝ οἱ δὲ ἀποκλαόμενοι τὴν τοῦ πλήθους ἀπώλειαν ἐν ταπεινώσει καὶ κακώσει διῆγον τὸν βίον «ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς», καὶ ἄλλοι πάλιν ἦσαν ἀποκλαόμενοι τὰ ἑαυτῶν κακὰ ταπεινοῦντές τε ἑαυτοὺς καὶ κολάζοντες τὸν ἑαυτῶν βίον, ὑπὲρ ὧν ἔτυχον ἡμαρτηκότες. διὸ 〈συντετριμμένους〉 αὐτοὺς 〈τὴν καρδίαν καὶ ὀλιγοψύχους〉 ἢ κατὰ τὸν Σύμμαχον 〈τεθλασμένους καὶ ταπεινοὺς πνεύματι〉 ὁ παρὼν ὀνομάζει λόγος. εἰσάγει δὲ τὸν ἐπὶ πάντων θεὸν τὸν ἐπέκεινα τῶν ὅλων τὸν 〈ὕψιστον καὶ ἐν ὑψηλοῖς κατοικοῦντα τὸν αἰῶνα〉, τὸν 〈ἅγιον〉, τὸν 〈ἐν ἁγίοις ἀναπαυόμενον〉 λέγοντα πρὸς τοὺς 〈ταπεινοὺς〉 καὶ 〈ὀλιγοψύχους〉· εἰ γὰρ καὶ τὰ μάλιστα 〈ὕψιστός〉 ἐστιν αὐτὸς καὶ τὸ κατοικητήριον 〈ἐν ὑψηλοῖς〉 ἔχει, ἀλλ᾽ ὅμως οὐχ ὑπερορᾷ τοὺς 〈ταπεινούς〉, ἀλλὰ καὶ ‹δίδωσιν αὐτοῖς χάριν› καὶ τῆς ταπεινώσεως αὐτοὺς ἐγείρας ὑψηλοὺς ἀπεργάζεται.

διὸ λέλεκται· «ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, 〈ταπεινοῖς〉 δὲ δίδωσι χάριν», «καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται»· οὕτω γοῦν ‹ὑψώσας τοὺς 〈ταπεινοὺς〉› καὶ ἐν αὐτοῖς 〈οἰκήσει· ὕψιστος〉 γὰρ ὢν 〈ἐν ὑψηλοῖς κατοικεῖ τὸν αἰῶνα〉. τοῖς γοῦν 〈ταπεινοῖς〉 διαλέγεται, ὅπως αὐτοὺς ὑψώσῃ πρὸς τὸ καὶ ἐν αὐτοῖς 〈οἰκῆσαι〉, οὕτω καὶ 〈ἅγιος〉 ὢν αὐτὸς τοὺς ἐν ἀνθρώποις ἁγίους ἐκλέγεται πρὸς τὸ 〈ἀναπαύεσθαι〉 ἐν αὐτοῖς· διὸ λέλεκται· 〈Ἅγιος ἐν ἁγίοις ἀναπαυόμενος〉. ἀλλὰ καὶ μακρόθυμος ὢν αὐτὸς τῆς ἀνθρωπίνης στοχαζόμενος ἀσθενείας τοῖς ἐν τῷ θνητῷ βίῳ καταπονουμένοις δι᾽ εὐσέβειαν καὶ ἐπὶ ταῖς θλίψεσιν 〈ὀλιγοψυχοῦσι δίδωσι μακροθυμίαν〉 πρὸς τὸ εὐτόνως καὶ καρτερῶς τὰς δι᾽ αὐτῶν θλίψεις ὑπομένειν.

καὶ ἔτι πρὸς τούτοις ‹ζωὴ› ὢν αὐτὸς ὁ θεὸς καὶ ἔχων παρ᾽ ἑαυτῷ ‹πηγὴν ζωῆς› 〈τοῖς συντετριμμένοις τὴν καρδίαν〉, ἐπειδὴ «θυσία τῷ θεῷ πνεῦμα 〈συντετριμμένον〉, καὶ 〈καρδίαν συντετριμμένην〉 καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει», τῆς ἐξ αὐτοῦ ζωῆς αἰωνίου καὶ ἀθανάτου παρέχει αὐτὸς οὖν ὁ τῶν τοσούτων ἀγαθῶν χορηγὸς θεὸς τοῖς 〈ταπεινοῖς〉 καὶ 〈ὀλιγοψύχοις〉· τάδε προσφωνῶν λέγει 〈ἀναπαύσασθαι〉 ἐν αὐτοῖς. 〈Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς〉· οὐ γὰρ ἐξ ἅπαντος ἐκδίκησιν λήψομαι τῶν πώποτε ὑμῖν ἡμαρτημένων, ἀλλὰ καὶ ὡς ἄνθρωποι, βραχείας τινὸς ἐκδικήσεως δὲ δέησθε καὶ εἰ συναπολαῦσαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ καὶ ὑμῖν συνέβη, ὥστε καὶ ὑμᾶς συναπαχθῆναι τῷ πλήθει καὶ τῇ τιμωρῷ δίκῃ παραδοθῆναι διὰ τὰς ἑτέρων ἁμαρτίας. ὅμως οὖν τοῦτο γινώσκειν ὀφείλετε, ὅτι τοὺς μὲν ἄλλους πάντας τοὺς ἀσεβεῖς ἀληθῶς καὶ ἁμαρτωλοὺς τοῦ λαοῦ αἰωνία ὀργὴ παραλήψεται, 〈ὑμᾶς〉 δὲ 〈οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν〉· ⌜μέλει γάρ μοι τοῦ ἐμοῦ 〈πνεύματος〉, ὅπερ 〈ἐξ ἐμοῦ προελθὸν〉 εἰς ὑμᾶς κατῴκησεν· ἐπειδὴ καὶ ποιητὴς τυγχάνω 〈πάσης πνοῆς〉 τῆς δυναμένης με ‹αἰνεῖν› κατὰ τό· «πᾶσα 〈πνοὴ〉 αἰνεσάτω τὸν κύριον». καὶ ἐν τῇ κοσμοποιΐᾳ δὲ ‹ἐμφυσήσαντος› τοῦ θεοῦ «πνοὴν ζωῆς, ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν».⌝ ἀκολούθως καὶ νῦν εἴρηται· 〈πᾶσαν πνοὴν ἐγὼ ἐποίησα〉.

τοῦτο δὲ καὶ ὁ Ἰὼβ διδάσκει λέγων· «〈πνεῦμα〉 κυρίου τὸ ποιῆσάν με, 〈πνοὴ〉 δὲ παντοκράτορος ἡ διδάσκουσά με». εἰκότως τοίνυν τοῖς τοῦτο φυλάξασι 〈τὸ παρ᾽ ἐμοῦ πνεῦμα καὶ ἣν ἐγὼ ἐποίησα πνοήν〉, δι᾽ ἧς «ὁ ἄνθρωπος γέγονεν εἰς ψυχὴν ζῶσαν», 〈οὐκ εἰς τὸν αἰῶνα ὀργισθήσομαι〉. ⌜Εἰ γὰρ καὶ πρὸς 〈βραχύν τινα〉 καιρὸν διά τινας ἐξ ἀνθρωπίνης ἀσθενείας ἐπιγενομένας 〈ἁμαρτίας ἐλύπησα〉 τοὺς ἡμαρτηκότας 〈καὶ ἐπάταξα〉, οἷα ‹πατὴρ υἱοὺς παιδεύων›· «ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται». ἀλλ᾽ ἐπειδήπερ συναίσθησιν λαβόντες τῆς ἐμῆς παιδείας, «〈ἐλυπήθητε〉» ‹τὴν κατὰ θεὸν λύπην› 〈καὶ ἐπορεύθητε στυγνοὶ〉 μεταμεληθέντες· τούτου χάριν τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν ὑμῶν θεασάμενος καὶ τὰς μετὰ ταῦτα πράξεις καὶ τοῦ βίου 〈τὰς ὁδούς, ἰασάμην〉 ὑμᾶς 〈καὶ παρεκάλεσα〉 δοὺς 〈παράκλησιν ἀληθινήν〉· πάντα γὰρ παρ᾽ ἐμοῦ εἰς τοὺς ἐμοὺς οἰκείους χορηγούμενα 〈ἀληθινὰ〉 τυγχάνει. διόπερ τοῖς ἐκ τῆς ἐμῆς παιδείας σωφρονισθεῖσι 〈παράκλησιν ἀληθινὴν ἔδωκα〉 καὶ 〈εἰρήνην〉 οὐχ ἁπλῆν τινα καὶ πρόσκαιρον, ἀλλὰ πολυπλασιαζομένην ὡς καὶ ἀπὸ τῶν 〈ἐγγὺς〉 ἔχειν αὐτὴν καὶ ἀπὸ τῶν πόρρω καὶ 〈μακρὰν〉 ἀπῳκισμένων.⌝ ταῦτ᾽ ἐπαγγειλάμενος ὁ τεθεολογημένος 〈κύριος〉 ἐπιλέγει· 〈Ἰάσομαι αὐτούς〉, τοῖς τὰς ψυχὰς κεκακωμένοις καὶ τὴν καρδίαν τὴν παρ᾽ αὐτοῦ ἴασιν ὑπισχνούμενος.

καὶ τοῦτο τέλος ἐπήγαγε τοῖς ἐκ τῆς τοῦ θεοῦ παιδείας ὠφελημένοις.

Οἱ δὲ μὴ τοιοῦτοί φησιν, ἀπομείναντες δὲ 〈ἄδικοι〉 καὶ 〈ἀσεβεῖς κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ μὴ δύνωνται〉. εἶτ᾽ ἐπειδὴ οὐκ ἔχει φύσιν τοὺς ἀπαλλοτριωθέντας τοῦ θεοῦ χαρᾶς μεταλαμβάνειν, ἐπενήνεκται τοῖς πᾶσι τό· 〈οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈οἱ δὲ ἀσεβεῖς ὡς θάλασσα ἐκβρασσομένη· ἡσυχάσαι γὰρ οὐ δυνήσονται, καὶ ἐκβρασθήσονται παρὰ τὰ ὕδατα αὐτῆς [καὶ] καταπάτημα καὶ πηλός. οὐκ ἔστιν εἰρήνη, εἶπεν ὁ θεός μου, τοῖς ἀσεβέσιν〉. ἔνθα πάλιν τηρητέον, ὅπως τὸ πλῆθος τῶν 〈ἀσεβῶν θαλάσσῃ ἐκβρασσομένῃ〉 παρείκασε καὶ ‹〈θαλάσσῃ〉 κυμαινούσῃ› καὶ ταραττομένῃ. διό φησιν 〈ὡς θάλασσα ἐκβρασσομένη· ἡσυχάσαι γὰρ οὐ δυνήσονται〉, ἀλλὰ καὶ τὰ 〈ὕδατα〉 τῆς τοσαύτης 〈θαλάσσης πηλοῦ πατήματι〉 ἐοικέναι φησί. καὶ ὁ Ἀκύλας ὁμοίως 〈καὶ οἱ ἀσεβεῖς ὡς θάλασσα ἐκβράσσουσα, ὅτι ἡσυχάσαι οὐ δυνήσονται, καὶ ἐκβράσσει ὕδατα αὐτῆς ὡς πάτημα καὶ πηλὸν〉 εἴρηκεν, ὥστε εἰ λέγοιτό ποτε ὡς περὶ 〈θαλάσσης〉 Αἰγύπτου ἢ περὶ 〈ὑδάτων〉 τινῶν μνημονευτέον τῶν προκειμένων χρησίμων ὄντων εἰς τὴν ἐκείνων ἑρμηνείαν.

Θεραπεύσας ὁ λόγος τοὺς ἐν τῷ πλήθει τοῦ λαοῦ ‹ταπεινοὺς καὶ συντετριμμένους τῇ καρδίᾳ› μεταβαίνει πάλιν ἐπὶ τὸ τάγμα τῶν ἐν αὐτοῖς 〈ἀσεβῶν〉, καθ᾽ ὧν ἐξενήνεκται τὴν προλεχθεῖσαν ἀπόφασιν δι᾽ ἧς ἔφη· «οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ θεός»· ἐχρῆν γὰρ ἡμᾶς διδαχθῆναι, τίνες ποτ᾽ ἦσαν οἱ 〈ἀσεβεῖς〉 οὗτοι καὶ τὰ αἴτια τῆς κατ᾽ αὐτῶν ἀποφάσεως. ταῦτα δὴ οὖν ταῦτα προστάττει τῷ προφήτῃ σὺν πάσῃ παρρησίᾳ καὶ μετὰ 〈φωνῆς〉 ἰσχυρᾶς εἰς φανερὸν ἀγαγεῖν μηδὲν φόβῳ θανάτου ἤ τινος ἄλλης ἀνθρώπων ἀπειλῆς ὑποστείλασθαι καὶ ἀποκρύψαι τοῦ θεοῦ τὸ κήρυγμα. διὸ 〈σάλπιγγος〉 δίκην τῆς πάντων μουσικῶν ὀργάνων μεγαλοφωνοτάτης εἰς ἐξάκουστον αὐτῶν τῶν ἐλεγχομένων 〈ἀναβοῆσαι〉 προστάττει καὶ τοῦ θεοῦ τοὺς λόγους ἐξειπεῖν ⌞τοῖς μὲν οὖν εὐαγγελισταῖς τοῦ σωτηρίου λόγου διὰ τῶν ἔμπροσθεν ἐλέγετο· «ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε», ἐνταῦθα δὲ οὐκ ‹ἐπὶ ὄρος ὑψηλὸν ἀναβαίνειν› ὁ προφήτης κελεύεται· οὐδὲ γὰρ ἦσαν ἐν ὕψει, οἷς ταῦτα προσεφώνει· τὸ 〈διαβοῆσαι〉 μόνον 〈ἐν ἰσχύι καὶ μὴ φείσασθαι〉, οἷα εἰς ὦτα κωφῶν λαλοῦντα προστάττεται καὶ δίκην 〈σάλπιγγος ὑψῶσαι τὴν φωνήν.

σάλπιγξ〉 δὲ πολέμου σημεῖον.⌟ ⌜ὡς δὲ πρὸς πολέμιον τὸν ἀσεβῆ καὶ ἁμαρτωλὸν τῇ βοῇ χρήσασθαι κελεύει, ὡς ἂν καθάψοιτο τῆς τῶν ἀκουόντων διανοίας καὶ τρώσειεν αὐτὴν τῷ πληκτικωτάτῳ λόγῳ.⌝ φησὶ δὲ ἑξῆς· 〈καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν〉, ⌜εἰς κατάκρισιν 〈λαὸν〉 αὐτοῦ ὀνομάζων τὸν ἁμαρτωλόν, ὃν ἐγὼ μέν φησιν εἰσεποιησάμην καὶ οὐκ ἀπηξίωσα 〈λαὸν〉 ἐμὸν χρηματίζειν· οἱ δὲ ἐμάκρυναν ἑαυτοὺς ἐμοῦ ταῖς ἑαυτῶν ἔκδοτοι γενόμενοι κακίαις.⌝ Εἰς μάταιον καὶ ἐπ᾽ οὐδεμιᾷ ὠφελείᾳ προσποιοῦνται 〈ζητεῖν ἐμὲ〉 τὸν θεὸν ἐφ᾽ ἑκάστης 〈ἡμέρας〉 σπεύδοντες ἀπαντᾶν εἰς τὰς παρ᾽ αὐτοῖς συναγωγάς, ἀλλὰ καὶ τοῖς ἀναγνώσμασι τοῖς θείοις τὰς ἑαυτῶν παρέχοντες ἀκοὰς μάταιόν φησι σχηματίζονται ἐθέλειν 〈γινώσκειν τὰς ὁδούς μου〉 καὶ περὶ ταῦτα σπουδάζουσιν, ὡσανεὶ τὰ λοιπὰ κατορθώσαντες καὶ πάντας τοὺς κατὰ 〈δικαιοσύνην〉 καρποὺς ἔργοις ἐκπεπληρωκότες. καὶ μὴν ἐξ αὐτῶν ἀπελέγχονται τῶν πράξεων 〈τὴν κρίσιν τοῦ θεοῦ καταλελοιπότες〉 ἐντεῦθεν δι᾽ ὑπερβολὴν ἀναισθησίας τῶν οἰκείων κακῶν ὡσπερεὶ διαδικαζόμενοι καὶ κρινόμενοι πρὸς ἐμὲ ἀμοιβὰς 〈αἰτοῦσι〉 τῆς ἑαυτῶν εὐπραξίας 〈κρίσιν δικαίαν ἀπαιτοῦντες〉 παρ᾽ ἐμοῦ, ἅτε δὴ αὐτοὶ μὲν θεοσεβεῖν 〈ἐπιθυμοῦντες〉 καὶ πλησίον ἐμοῦ γενέσθαι, ἐμοῦ δὲ μὴ θέλοντος, ἀλλὰ καὶ ἀποστρεφομένου αὐτοὺς ἀδικώτατα.

Διὸ καὶ ἐπιμέμφονται καὶ ἐπικαλοῦσι 〈λέγοντες Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως〉; ⌜ἐπειδὴ τοίνυν τοιαῦτα λέγειν ἀναιδῶς τολμῶσι, μεγάλῃ βοῇ χρησάμενος, σὺ ὁ ἐμὸς προφήτης, ἀπόκριναι αὐτοῖς καὶ ἀπέλεγχε, ὅπως τὴν ἐμὴν 〈κρίσιν καταλελοίπασι〉, καὶ πάνθ᾽ ὅσα φάσκουσιν, οὐκ ἀληθῶς διαβεβαιοῦνται.⌝ ⌞εἰ τοίνυν ἐπὶ τοιαύτῃ σεμνύνονται νηστείᾳ, πολὺ κρεῖττον ἦν αὐτοῖς τροφῇ σχολάζειν καὶ μὴ τοιαῦτα τολμᾶν. διὰ ταῦτα γοῦν καὶ κατ᾽ ἀρχὰς τῆς προφητείας πρὸς αὐτοὺς ἐλέγετο· «νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου».⌟ αὐτίκα γοῦν ἐπὶ τὴν 〈νηστείαν〉 προΐσχονται καὶ νῦν φασι τῶν 〈ψυχῶν〉 ταπείνωσιν κατὰ τὴν 〈ἡμέραν〉 τῆς 〈νηστείας〉 αὐτῶν γινομένην αὐτὸ δὴ τοῦτο, ὅπως πράξουσιν ἀπέλεγξον ἐξ ἑνὸς τούτου καὶ τῶν λοιπῶν αὐτῶν ἀποδείξας τρόπον. λέγε τοίνυν αὐτοῖς καὶ δείκνυε, ὡς ἐν αὐταῖς ταύταις, ἐν αἷς σεμνύνονται 〈ἡμέραις τῶν νηστειῶν〉, οὐ τὰ ἐμὰ 〈θελήματα〉 ζητοῦσι, ταῖς δὲ ἑαυτῶν ἡδοναῖς καὶ ταῖς ἑαυτῶν κακοπραγίαις σχολάζουσι, τότε μὲν 〈τοὺς ὑποχειρίους τύπτοντες〉, τότε δὲ 〈μάχαις〉 καὶ ἀντιλογίαις ταῖς πρὸς ἀλλήλους κατατριβόμενοι ὡς 〈φωνὰς〉 ἀφιέναι κλαυθμοῦ τοὺς ὑπ᾽ αὐτῶν 〈τυπτομένους〉 καὶ 〈κραυγὰς〉 ἀπρεπεῖς.

Φησὶν οὖν· 〈οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην〉, οὐδὲ τοιαύτην ταπεινώσεως 〈ἡμέραν〉, οὐδ᾽ εἰ 〈κρίκῳ〉 ὁμοίως 〈κάμψειεν〉 τὸν ἑαυτῶν 〈τράχηλον〉 κάτω νεύοντες καὶ σχηματιζόμενοι ταπεινοφροσύνην, οὐδ᾽ εἰ περιβάλοιντο 〈σάκκους〉 κατ᾽ αὐτῆς τῆς ἑαυτῶν σαρκὸς ἐπὶ τὸ πόνους καὶ κάκωσιν αὐτοῖς ἐμποιῆσαι τὴν 〈σάκκου〉 τραχύτητα, οὐδ᾽ εἰ 〈σποδὸν ὑποστρώσαιντο〉 τὸ ἑαυτῶν τιμωρούμενοι σῶμα.

ταῦτα γὰρ πάντα μετὰ τῶν προλεχθέντων ἁμαρτημάτων ματαίαν ἕξει τὴν σπουδήν. ⌜εἰ δὲ δὴ ἐθέλοι τις τρόπον ἀληθοῦς καὶ ἐμοὶ τῷ θεῷ ἀρεστῆς 〈νηστείας〉 διδάσκεσθαι, ταῦτα πραττέτω· ‹φαιδρὸν τὸ πρόσωπον καταστήσας καὶ τὴν κεφαλὴν ἀλείψας ἐλαίῳ› κατὰ τὴν σωτήριον παρακέλευσιν, τὴν μὲν 〈νηστείαν〉 ‹ἐν κρυπτῷ› φυλαττέτω καὶ ‹τῷ πατρὶ τῷ βλέποντι κρυπτὰ› μόνῳ τὴν ταπείνωσιν τῆς ψυχῆς δεικνύτω· εἰς δὲ τὸ φανερὸν δι᾽ ἔργων τοὺς καρποὺς τῆς κατὰ ψυχὴν εὐλαβείας τοῖς πᾶσιν ὁρᾶν παρεχέτω διὰ τοῦ 〈λύειν πάντα σύνδεσμον ἀδικίας〉.⌝ εἰ γὰρ καί τινες εἶεν προϋποκείμενοι πραγμάτων ἔκ τινος συμβολαίων καὶ συναλλαγῶν ἀνθρωπίνων ταῦτα καιροῦ θρησκείας διὰ τῆς νηστείας ἐπιστάντος 〈διαλύεσθαι〉 δίκαιον καὶ 〈τῶν βιαίων συναλλαγμάτων τὰς στραγγαλιὰς〉 ἀποσείεσθαι. ⌜αὐτὸ δὴ τὸ λελεγμένον ὑπὸ τοῦ σωτῆρος ἔργῳ πληροῦντα τό· «ἐὰν προσφέρῃς τὸ δῶρόν σου κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρον, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου».⌝ ἀλλὰ καὶ τοὺς τεταπεινωμένους ἀπὸ δάνους καὶ χρέων ὀφειλῆς ἐλευθέρου τῶν χρέων 〈καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα〉.

εἰ δὲ καὶ μὴ εἶέν τινες τοιαῦται 〈στραγγαλιαὶ〉 πεπραγμέναι σοι καθαρεύοις δὲ τῶν τοιούτων ἁμαρτημάτων, ἀλλὰ τοῦτο γοῦν πράττειν σε ἀναγκαῖον τὸν βουλόμενον εὐαρεστοὺς τῷ θεῷ τὰς ἑαυτοῦ 〈νηστείας〉 ποιεῖσθαι.

Τὸν 〈ἄρτον〉 τὸν σαυτοῦ, ὃν εἰ μὴ τὴν 〈νηστείαν〉 εἶχες πάντως ἂν ἤσθιες, 〈διάθρυπτε〉 τοῖς 〈πεινῶσιν〉· ⌜οὐ γὰρ δὴ λείπουσιν ἐν ἀνθρώποις οἱ τροφῆς ἐνδεεῖς. καὶ οὕτως γάρ σοι γένηται οὐ πρὸς κέρδους ἡ ἀσιτία, ἀλλ᾽ ἑτέρῳ τρόπῳ τραφήσῃ τὴν ψυχὴν τῷ σαυτοῦ ἄρτῳ τὸν ἐνδεῆ καὶ τροφῆς δεόμενον ἀνακτώμενος.⌝ οὐ χρὴ δὲ μέχρι τούτου ἵστασθαι, ἀλλὰ καὶ εἰς αὐτὸν τὸν οἶκον τὸν σεαυτοῦ μὴ πλουσίους τινὰς εἰσκάλει μηδὲ τοὺς δυναμένους μεθ᾽ ἡμέραν τὴν αὐτήν σοι παρέχειν ἀμοιβήν, 〈πτωχοὺς〉 δὲ τοὺς ἀληθῶς ἐν ἀπορίᾳ βίου ἐξεταζομένους τοὺς ἀπερριμμένους διὰ τὸ μηδὲ στέγης εὐπορεῖν. τούτοις αὐτὸς γένου στέγη ὑποδεξάμενος 〈εἰς τὸν σαυτοῦ οἶκον〉 πρὸς ἀναπλήρωσιν δὲ τῆς καλῆς ταύτης καὶ θεῷ ἀρεστῆς 〈νηστείας.

γυμνὸν〉 θεασάμενος μὴ ἀντιπαρέλθοις μηδὲ ὡς ἀλλότριον παρίδοις· ⌜ὁ γὰρ τῶν ὅλων θεὸς τοὺς μὲν εὐπορεῖν τροφῆς καὶ χρημάτων, τοὺς δὲ ἐνδεεῖς καὶ πένητας ὑπεστήσατο εἰς δοκιμὴν ἑκατέρων, ἵν᾽ οἱ μὲν ἔχοιεν καρπὸν τῆς ἑαυτῶν εὐπορίας διὰ τῆς εἰς τοὺς ἐνδεεῖς παροχῆς, οἱ δὲ ἐγγυμναζόμενοι τῇ πενίᾳ ἀντὶ πολυκάρπου χώρας τὴν ἀπὸ τῶν εὐπόρων διεποιοῦντο χορηγίαν⌝ ἔτι πρὸς τοῖς προειρημένοις· 〈καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει〉. ⌜μάλιστα μὲν γὰρ τὰ πρῶτα τοῖς πᾶσι δεήσει κοινωνεῖν ἀφθόνως, τὰ δὲ ἐξαίρετα ‹τοῖς οἰκείοις τῆς πίστεως› ἀπονέμειν·⌝ ⌞τοῦτο γὰρ καὶ ἡ ἀποστολικὴ διάταξις παρεκελεύσατο φήσασα δεξιοὺς εἶναι «πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς 〈οἰκείους〉 τῆς πίστεως».⌟ ταῦτα δὴ τὰ λελεγμένα ὥσπερ τινὰς νόμους ἔργοις φυλάξας 〈μὴ ταπεινοῦ τὴν σαυτοῦ ψυχὴν μηδὲ κάμπτε ὡς κρίκον τὸν τράχηλόν σου μηδὲ σάκκον καὶ σποδὸν ὑποστρώννυσο〉· φαιδρὸς δὲ καὶ ἄνω πρὸς τὸν θεὸν βλέπων δέχου τὰς παρ᾽ αὐτοῦ ἀμοιβάς.

Ποίας ταύτας ἐντεῦθεν ἤδη μάνθανε ὥσπερ ἀπὸ νυκτὸς καὶ σκότους μεταβολῆς γενομένης ἀθρόως τὸ μεθ᾽ ἡμέραν φῶς ἐκλάμψαν δείκνυσι τηλαυγεῖς τὰς ἡλιακὰς μαρμαρυγάς. τὸν αὐτὸν τρόπον καὶ σοὶ 〈ῥαγήσεται πρώϊμον τὸ φῶς〉 οὐράνιόν τι καὶ θεῖον ἀθρόως ἐπελθὸν καὶ τὸ πρότερον ἐπιπολάζον τῇ ψυχῇ σκότος μακρὰν αὐτῆς ἐλαῦνον ὡς ἐν ἡμέρᾳ θεοῦ καὶ 〈φωτὶ〉 γνώσεως καὶ ἀληθείας διάγειν. οὕτω δὲ 〈καὶ τὰ ἰάματα〉 τῆς σῆς ψυχῆς σὺν αὐτῷ τῷ 〈φωτὶ ἀνατελεῖ〉, ὡς πάσης νόσου καὶ μαλακίας καὶ παντὸς ἄγους ἐλευθέραν αὐτὴν καταστῆναι. ἤδη δὲ καὶ ἑτέροις γενήσῃ 〈φῶς〉 τοιοῦτος ἀποτελεσθείς· 〈προπορεύσεται〉 γάρ 〈σου〉 ἡ δι᾽ ἔργων ἀρετῆς 〈δικαιοσύνη〉 εἰς πολλοὺς τοὺς ὁρῶντας ἐκλάμπουσα. καὶ οἱ μέν σοι καρποὶ ταῦτα προξενήσουσί σοι, ἐκ περιουσίας δὲ ἡ 〈ἐκ θεοῦ δόξα〉 ὥσπερ στεφάνῳ τὴν σὴν ψυχὴν παντοίοις ἄνωθεν κατακοσμήσει ὡς ‹καὶ παρὰ ἀνθρώποις καὶ παρ᾽ αὐτῷ τῷ θεῷ› δοξάζεσθαι.

Πρὸς τούτοις καὶ ταῦτα ἕξεις ἐξαίρετα, ἅμα γὰρ τῷ 〈βοῆσαί〉 σε πρὸς τὸν θεόν, ἕξεις αὐτὸν ἐπήκοον· μόνον γὰρ οὐχὶ φωνὴν ἀφιεὶς ἔτι σοὶ φθεγγομένῳ 〈ἐρεῖ Ἰδοὺ πάρειμι〉. ταῦτα δὲ πάντα περὶ σὲ ἔσται, ἐὰν τὰ προλελεγμένα φυλάττοις καὶ 〈ἀφέλοις〉 μὲν 〈ἀπὸ σαυτοῦ〉 τοὺς τῶν ἁμαρτημάτων 〈κλοιούς〉· οὐδὲν γὰρ λυπεῖ καὶ δεύτερον τῶν αὐτῶν μνείαν ποιήσασθαι, 〈εἰ〉 τοίνυν 〈ἀφέλοις ἀπὸ σαυτοῦ σύνδεσμον〉 ἀπὸ τῆς ἁμαρτίας καὶ τὰς ἀδίκους 〈χειροτονίας〉 καὶ 〈ῥημάτων〉 σου τὰς μομφάς, τούς τε κατὰ θεοῦ 〈γογγυσμούς.〉 Ἔτι μὴν εἰ καθὼς προείρηται 〈δῷς πεινῶντι τὸν ἄρτον σου〉, σαυτῷ τὰ μεγάλα ἴσθι κεχαρισμένος. ὁμοίως εἰ τὴν δι᾽ ἔνδειαν 〈τεταπεινωμένην ψυχὴν ἐμπλήσειας〉 τῶν παρὰ σοὶ εὐπορουμένων, πάλιν ὁ λόγος τὰς αὐτὰς ποιήσεταί σοι ἐπαγγελίας· 〈ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρίαν ἐκλάμψει. καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός· καὶ ἐμπλήσει σε καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου〉· ἐπαγγέλλεται δέ σοι ψυχῆς τροφὴν καὶ ἀπόλαυσιν τῶν παρ᾽ αὐτῷ ἀγαθῶν 〈καὶ τὰ ὀστᾶ〉 δέ 〈σού〉 φησι, ⌜δηλαδὴ τῆς ψυχῆς αἱ δυνάμεις, 〈πιανθήσονται〉 ὑπὸ τῆς πνευματικῆς καὶ ἐνθέου τροφῆς.⌝ 〈ἔσται〉 δὲ ἐν σοὶ καὶ ‹〈πηγὴ〉 ὕδατος ζῶντος› ⌜καὶ 〈κῆπος〉 ἀειθαλὴς ταῖς ἐξ ἁγίου πνεύματος καρποφορῶν φυτείαις.

καὶ τὰ πάλαι δὲ τῆς ψυχῆς 〈ἔρημα οἰκοδομηθήσεται〉 ἐν σοὶ καὶ ἀναπληρωθήσεται διὰ μαθημάτων καὶ λόγων θείων· ὡς καὶ 〈οἰκοδόμον〉 σε γενέσθαι σεαυτοῦ διδασκαλίαις ἐνθέοις 〈οἰκοδομοῦντα〉 τοὺς ἐν τῇ σαυτοῦ διανοίᾳ λογισμούς. ἤδη δὲ καὶ 〈φραγμὸν〉 περιβαλεῖς τῇ σαυτοῦ ψυχῇ 〈περιφράττων〉 αὐτὴν πανταχόθεν καὶ ἀσφαλιζόμενος ἀπὸ τῶν ἔξωθεν ὀχληρῶν.⌝ ταῦτα δὲ καὶ πρὸς ἕνα ἕκαστον τῶν ἀκροωμένων εἴρηται εἰς πρόσωπον τοῦ παντὸς λαοῦ· εἰ γὰρ ταῦτα ποιήσειας, ὁ τὰ πρῶτα καταμεμψάμενος λαός, ἔσται σοι τὰ ἐπηγγελμένα· 〈ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία. καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται· ⌜ὀστᾶ〉 δὲ τοῦ λαοῦ οἱ ἐν αὐτῷ δυνατοὶ εἰκότως ἂν λεχθεῖεν οἱ τὸ πᾶν σῶμα ὑποβαστάζοντες.⌝ 〈ἔσται〉 δὲ ἐν σοὶ καὶ 〈ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ. καὶ οἰκοδομηθήσονταί σοι αἱ ἔρημοι αἰώνιοι〉· τὰ ἐκ μακροῦ χρόνου δι᾽ ἁμαρτίαν 〈ἔρημα〉 γεγενημένα, ταῦτα 〈οἰκοδομηθήσεται.

καὶ ἔσται τὰ θεμέλιά σου αἰώνια γενεῶν γενεαῖς〉· νοήσεις δὲ καὶ 〈τὰ θεμέλια〉 ἐπιστήσας τῇ ἀποστολικῇ γραφῇ, δι᾽ ἧς εἴρηται· «ἐποικοδομηθέντες ἐπὶ τῷ 〈θεμελίῳ〉 τῶν ἀποστόλων καὶ προφητῶν», ἀλλὰ 〈καὶ κληθήσῃ Οἰκοδόμος φραγμῶν· ⌜φραγμοὺς〉 δὲ οἰκοδομεῖ ὁ 〈περιφράττων〉 καὶ 〈περιτειχίζων〉 διαλεκτικαῖς ἀποδείξεσι τὰ ἐκκλησιαστικὰ δόγματα· ὁ δὲ τὰ δοκοῦντα προσκόμματα ἐκ τῶν θείων ἀναγνωσμάτων περιαιρῶν διὰ τοῦ σαφηνίζειν τὰ λεγόμενα, οὗτός ἐστιν ὁ τοὺς 〈ἀνὰ μέσον τῶν τρίβων〉 λίθους περιαιρῶν.⌝ Πρὸς τούτοις φησὶν ἅπασιν· 〈ἐὰν ἀποστρέψῃς ἀπὸ τῶν σαββάτων τὸν πόδα σου τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ καὶ καλέσῃς τὰ σάββατα τρυφερά, ἅγια τῷ θεῷ, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ᾽ ἔργῳ οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου, καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον〉.

εἰ γὰρ μετὰ πάντων ἐκείνων καὶ τὰ 〈σάββατα〉 φυλάττοις, οὕτως ὡς ὁ λόγος ὑπαγορεύει, τότε σοὶ ἔσται καὶ αὐτὰ ἀναγκαῖα. ⌜ὑποβάλλει δὲ ὁ λόγος μὴ τὰ 〈θελήματα〉 πράττειν ἑαυτῶν ‹μέθαις καὶ κραιπάλῃ› σχολάζοντας, ἐν ἁγιασμῷ δὲ καὶ καθαρότητι διάγοντας, οὕτω καὶ τὴν 〈ἡμέραν〉 ἁγιάζειν, 〈τρυφεράν〉 τε αὐτὴν καὶ ἄλυπον διὰ τῆς ἐν αὐτῇ κατὰ θεὸν ἐπιτελουμένης σχολῆς φυλάττειν μηδὲ μέχρι τοῦ τυχόντος κινοῦντα τὸν 〈πόδα〉 ἐπὶ πράξεσιν ἑτέραις μηδὲ μέχρι 〈λόγου〉 μολύνειν τὰ χείλη· μόνῃ δὲ τῇ σχολῇ τῶν θείων διὰ πάσης προσανέχειν τῆς ἡμέρας.⌝ Ὁμοῦ δὴ ταῦτα πάντα συναγόμενα καὶ τὸ σάββατόν σοι οὐκ ἀνωφελὲς κατασκευάσει καὶ ‹τὴν νηστείαν› σοι ‹δεκτὴν› ποιήσει· οὕτω τε 〈ἔσῃ πεποιθὼς ἐπὶ κύριον〉 θαρσῶν εἰς τὸν ἐπίλοιπον βίον ὡς ἀνέχων αὐτοῦ ἀψευδεῖς τὰς ἐπαγγελίας, πρὸς αἷς καὶ τοῦτο δώσειν ὑπισχνεῖται, λέγω δὲ τὸ ἀπὸ τῆς ἐνταῦθα διατριβῆς ἐπί τινα τὴν ἄνω λεγομένην 〈γῆν ἀναβιβάσειν〉 σε κἀκεῖνά σοι παρασχεῖν τὰ 〈ἀγαθά〉, «ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». 〈καὶ ψωμιεῖ〉 δέ 〈σε〉 τὴν ἐκεῖ τροφὴν καὶ 〈τὴν κληρονομίαν〉, ἣν ἐπήγγελται τῷ 〈πατρί σου Ἰακώβ〉, ἀποδώσει σοι.

ἦσαν δὲ πρὸς τοὺς πατέρας ἐπαγγελίαι οὐράνιοι καὶ πνευματικαί· ταῦτα δὴ πάντα εἰ καὶ δι᾽ ἀνθρώπου λελάληται, ἀλλ᾽ οὐκ ἦσαν ἀνθρώπινοι λόγοι, θεὸς δὲ ἦν ὁ διὰ τοῦ προφήτου ταῦτα φθεγγόμενος. διὸ τοῖς πᾶσιν ἐπιλέγεται· 〈τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα〉· δύναται δὲ τὰ περὶ 〈γῆς〉 καὶ τῶν ταύτης 〈ἀγαθῶν〉 Ἰουδαϊκώτερόν τις ἐκλαμβάνειν, ἐπεὶ καὶ τὰ λελεγμένα πάντα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποδέδεικται προσπεφωνημένα. ⌜Ὡς πρὸς τὸν τῶν Ἰουδαίων λαὸν διαστειλάμενος ὁ λόγος ἐν τοῖς πρὸ τούτου τὰ πρακτέα, καὶ τοῖς μὲν τὰ πρακτέα δι᾽ ἔργων ἐπιτελέσασι τὰς πρεπούσας ἐπαγγελίας παραθείς, τοῖς δὲ τὰ ἐναντία ἑλομένοις τὰς καταλλήλους ἀπειλήσας τιμωρίας· διὰ τῶν προκειμένων ἔλεγχον αὐτοῖς προσφέρει ὥς τινα ἐναντία ἑλομένοις τῇ τοῦ θεοῦ βουλῇ, οὗ χάριν καὶ τοῖς κακοῖς περιπεπτώκασι. φησὶν οὖν πρὸς αὐτούς· Οὐκ ἦν ἀδύνατον ἐμοὶ τῷ θεῷ καὶ ἀπολλυμένους ὑμᾶς ἀνακτήσασθαι 〈οὐδ᾽ ἠσθένει〉 ἡ ἐμὴ 〈χεὶρ〉 καὶ ἀναξίους ὄντας ὑμᾶς 〈διασῶσαι〉· καὶ τὸ 〈οὖς〉 δὲ τὸ ἐμὸν τὸ πάντων ἀκουστικὸν οὐχ οὕτως ἦν βαρυήκοον ὡς μὴ δύνασθαι ὑμῶν 〈εἰσακοῦσαι〉 βοώντων.⌝ πλὴν εἰ καὶ τὰ παρ᾽ ἐμοῦ τοιαῦτα 〈ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν〉 τυγχάνει ὡς κακῶν σωρὸν ποιεῖσθαι καὶ ‹μεσότοιχον› ἐγείρειν 〈μεταξὺ τοῦ θεοῦ καὶ ὑμῶν〉· τοιούτους δὲ ὄντας σῴζειν οὔτε δίκαιον οὐθ᾽ ὑμῖν συμφέρον ἐστίν.

ὁ δὲ Ἀπόστολος λέγει που περὶ τοῦ σωτῆρος· «ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ». ἀλλ᾽ ὁ μὲν σωτὴρ διὰ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν «τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας» λέγεται, ὁ δὲ παρὼν προφήτης διδάσκει, ὡς ἄρα αἱ ἑκάστου 〈ἁμαρτίαι μέσαι〉 παρεμβαλλόμεναι 〈θεοῦ〉 καὶ ἀνθρώπων μακρὰν ἀποσκορακίζουσι τὴν ἁμαρτάνουσαν ψυχὴν τοῦ θεοῦ, ἐπειδὴ τῶν ἀδυνάτων ἐστὶ θεῷ συνάπτεσθαι ἁμαρτίαν. διὸ ἐπιλέγει· 〈καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψα τὸ πρόσωπόν μου ἀφ᾽ ὑμῶν〉. ⌞ὁ παράνομος ὑμῶν βίος οὐκ ἐᾷ τῆς θείας ὑμᾶς ἀπολαῦσαι προνοίας⌟ ⌜διὰ τὸ βδελύττεσθαι ὥσπερ δυσώδη καὶ αἰσχρὸν καὶ ἄτιμον τὴν ἁμαρτίαν.

Τὸ μὲν οὖν αἴτιον τῆς ἀποπτώσεως τοῦ λαοῦ καὶ τῆς πορρωτάτω τοῦ θεοῦ ἀποβολῆς αὐτοῦ οὐδὲν ἕτερον εἶναι ἐδίδαξεν ἢ τὰς ἁμαρτίας· τὸ δὲ τούτων εἶδος ἑξῆς καταριθμεῖται⌝ λέγων· 〈αἱ χεῖρες ὑμῶν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν〉. ⌜καὶ θέα ὡς οὐκ ἐπιμέμφεται αὐτοῖς ἐν τούτοις εἰδωλολατρίαν οὐδ᾽ ἑτέραν τινὰ παράνομον πρᾶξιν, ἀλλὰ τὴν διὰ χειρῶν μιαιφονίαν καὶ τὴν διὰ στόματος παρανομίαν, δι᾽ ὧν ᾐνίξατο τὴν κατὰ τοῦ σωτῆρος ἐπανάστασιν αὐτῶν καὶ τὴν κατὰ τῶν δικαίων ἀνδρῶν ἐπιβουλήν.⌝ περὶ ὧν καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου φάσκων· «Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς κατανοεῖ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ. ἀπὸ γὰρ προσώπου ἀνομίας ἦρται ὁ δίκαιος· ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου». ⌜εἰ δὲ καὶ μὴ αὐτόχειρες γεγόνασι τοῦ σωτῆρος, ἀλλὰ ‹τὸ αἷμα αὐτοῦ ἐπ᾽ αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν› αἰτησάμενοι καὶ βοαῖς ἀθέοις χρησάμενοι ἔργῳ παρέστησαν τὰς 〈χεῖρας〉 ἔχειν 〈μεμολυμμένας αἵματι, τά〉 τε 〈χείλη〉 αὐτῶν 〈λελαληκέναι ἀνομίαν〉 καὶ τὴν 〈γλῶσσαν〉 αὐτῶν 〈μεμελετηκέναι ἀδικίαν〉.⌝ Διό φησιν ὁ προφήτης· 〈οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἀληθινή〉.

εἶτ᾽ ἐπειδήπερ ⌜ἐξαπατῶντες ἑαυτοὺς ἕτερον προσδοκῶσι Χριστὸν ἀνθρώπινά τινα περὶ αὐτοῦ μυθολογοῦντες.⌝ τούτου χάριν ἐπιλέγει· 〈πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσι κενά〉. διὸ παραινεῖ ὁ θεῖος Ἀπόστολος ‹μὴ προσέχειν› «Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν». οἱ δ᾽ αὐτοὶ οὗτοι ἐπινοοῦντες εὑρησιλογίας ἑαυτοῖς καὶ ἐξ οἰκείων λογισμῶν βλασφήμους τινὰς συντιθέντες λόγους κατὰ τοῦ Χριστοῦ τοῦ θεοῦ 〈κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν〉· οὐ γὰρ ἐπίστανται λέγειν· «ἐκ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ 〈ἐτέκομεν〉 πνεῦμα σωτηρίας». τοιαῦτα δὲ 〈κύουσιν〉, ὁποῖα καὶ δι᾽ ἑτέρου λέλεκται· «ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε 〈πόνον〉 καὶ 〈ἔτεκεν ἀνομίαν〉· λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο». εἴη δ᾽ ἂν τοιαῦτα καὶ τὰ ἀσεβῆ καὶ ἄθεα δόγματα, ὅσα ἕκαστος ἐκ τῆς αὐτοῦ διανοίας εὑρησιλογῶν ἀναπλάττει. οἱ δὲ τοιοῦτοι καὶ 〈ᾠὰ ἀσπίδων ἔρρηξαν〉 ⌜τῶν ἀντικειμένων δυνάμεων τὰ σπέρματα ἐν ἑαυτοῖς κυήσαντες· διὸ τοῖς τῆς κακίας καὶ πονηρίας αὐτῶν υἱοῖς ἐλέγετο· «ὄφεις, γεννήματα ἐχιδνῶν». ἀναλόγως δὲ τῷ σπόρῳ τῷ θείῳ τὸν τῶν ἀντικειμένων δυνάμεων σπόρον ᾠὰ ὠνόμασε διὰ τὸ παράδειγμα τοῦ ἑρπυστικοῦ γένους· 〈ἀσπίδες〉 καὶ ὄφεις καὶ τὰ τοιαῦτα τῶν ᾠοτόκων ἐστίν.

ἐπειδὴ δὲ μετὰ τὴν τοσαύτην κακίαν ἐπαγγέλλονται μὲν τὰς ἀπὸ τῶν θείων γραφῶν διδασκαλίας, ἐκπίπτουσι δὲ εἰς ‹γραώδεις μύθους› καὶ εἰς ‹παραδόσεις ἀνθρώπων› οὐδὲν ὑγιὲς οὐδὲ ὠφέλιμον περιεχούσας. εἰκότως ἐπιλέγει· 〈καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι〉, τὸ σαθρὸν καὶ ἄτιμον τῆς τοιαύτης αὐτῶν σπουδῆς τῷ τῆς 〈ἀράχνης〉 ὑφάσματι παραβάλλων.⌝ 〈καὶ ὁ μέλλων〉 φησὶν 〈τῶν ᾠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρε, καὶ ἐν αὐτῷ βασιλίσκον〉· ⌜ποίων δὲ 〈ᾠῶν〉 ἢ περὶ ὧν εἴρηται τό· 〈ᾠὰ ἀσπίδων ἔρρηξαν〉. οἱ μὲν οὖν ἐν κακίᾳ τέλειοι 〈διαρρήξαντες〉 τουτωνὶ τῶν 〈ᾠῶν〉 τὰ τελεσφορηθέντα εἰς ἑαυτοὺς ὑπεδέξαντο, οἱ δὲ ἀτελέστεροι πρὶν 〈διαρραγῆναι〉 καὶ τελεσφορηθῆναι ἐμφαγόντες αὐτῶν ἀπόλλυνται. διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· ὁ 〈ἐσθίων ἐκ τῶν ᾠῶν αὐτῶν ἀποθανεῖται〉. εἰ δέ τις εὑρεθείη συνετὸς ἀνὴρ ὁ 〈συντρίβειν〉 αὐτὰ δυνάμενος ἀνατρεπτικῷ καὶ ἐλεγκτικῷ λόγῳ, οὗτος 〈εὕροι〉 ἂν τὸ ἐν αὐτοῖς ἀνεμιαῖον καὶ 〈οὔριον〉 καὶ δυσῶδες καὶ φθοριμαῖον καὶ ἐν τούτοις ἅπασιν ἰλυσπώμενον καὶ ἐγκρυπτόμενον τὸ πάντων ἑρπετῶν καὶ ἐξ αὐτοῦ βλέμματος θανατοποιόν, τὸν 〈βασιλίσκον〉 λέγω,⌝ κατὰ δὲ τὸν Ἀκύλαν· 〈καὶ τὸ θαλφθὲν ἐσχίσθη ἔχιδνα〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈τὸ δὲ συνεστραμμένον ἀπορραγὲν ἔσται ἀσπίς〉, κατὰ δὲ τὸν Θεοδοτίωνα· 〈τὸ θαλφθὲν ἐρράγη ἀσπίς〉.

τοιαῦτα δὲ τὰ παρὰ τοῖς δηλουμένοις 〈ᾠά, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν〉.

Εἶτ᾽ ἐπειδὴ προείρητο· 〈καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι〉, πλατύτερον τὴν τούτου διάνοιαν ἐκτίθεται φάσκων· 〈ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· ἱστὸν〉 παρ᾽ αὐτοῦ μαθὼν τοῦ προφήτου Ἠσαΐου φήσαντος διὰ τῶν ἔμπροσθεν· «ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων», ‹τὰς παραδόσεις τῶν πρεσβυτέρων› αὐτῶν περιέποντες τὸν νόμον τοῦ θεοῦ παρεώρων 〈ὑφαίνοντες〉 καὶ συνείροντες ‹ἐντολὰς ἀνθρώπων› ἀποστρεφομένων τὴν ἀλήθειαν. διό φησιν· 〈ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας〉. ⌜οἱ μὲν οὖν διὰ λόγων θείων τῶν ἐξ ἁγίου πνεύματος λελαλημένων «πνευματικὰ πνευματικοῖς συγκρίνοντες» χιτῶνα θεῖον 〈ὑφαίνουσιν〉, οἱ δ᾽ εἰς ἄχρηστον ‹ταῖς Ἰουδαϊκαῖς μυθολογίαις› κατατρίβοντες πλέον οὐδὲν ἢ τὸν τῆς 〈ἀράχνης〉 ζηλοῦσιν 〈ἱστὸν〉 ἐπὶ θήρα ψυχῶν εὐτελῶν τῶν ἁλισκομένων ὥσπερ ἐν βρόχοις ἐν ταῖς μυθολογίαις αὐτῶν.⌝ εἶθ᾽ ἑξῆς εἴρηται· 〈τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας, οἱ δὲ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι ταχινοὶ ἐκχέαι αἷμα· καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων〉.

ταῦτα πάντα 〈ἐξυφαίνουσιν〉 ἑαυτοῖς διὰ τοῦ οἰκείου 〈ἱστοῦ〉 τὴν 〈ἀράχνην〉 ἀπομιμούμενοι καὶ 〈τρέχοντες ἐπὶ πονηρίαν〉 καὶ 〈ταχεῖς〉 γινόμενοι εἰς τὸ 〈ἐκχέειν αἷμα ἀναίτιον〉 κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. διὸ καὶ ἀνωτέρω ἐλέγετο πρὸς τοὺς αὐτούς· «αἱ γὰρ χεῖρες ὑμῶν μεμολυμμέναι 〈αἵματι〉 καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν 〈ἀνομίαν〉, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ», ἀλλὰ καὶ 〈σύντριμμα καὶ ταλαιπωρία〉 φησὶν 〈ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν〉. διὸ καὶ ἀπεκλαύσατο αὐτοὺς ὁ σωτὴρ εἰπὼν πρὸς τὴν Ἰερουσαλήμ· «εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς 〈εἰρήνην〉 σου. ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σοὶ καὶ περιβαλοῦσί σε οἱ ἐχθροί σου χάρακα καὶ κυκλώσουσί σε καὶ τὰ τέκνα σου ἐδαφιοῦσιν». 〈οὐκ ἔγνωσαν〉 οὖν 〈ὁδὸν εἰρήνης〉, ἀλλ᾽ οὐδὲ 〈κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν〉 εὕρηται, ἀκρισία δὲ πᾶσα καὶ ἀδικία, πᾶσαί τε 〈αἱ τρίβοι αὐτῶν διεστραμμέναι, καὶ οὐκ οἴδασιν εἰρήνην〉· ⌜οὐ γὰρ παρεδέξαντο τὸν τῆς 〈εἰρήνης〉 πρύτανιν, περὶ οὗ εἴρηται· «αὐτὸς γάρ ἐστιν ἡ 〈εἰρήνη〉 ἡμῶν».

διὸ τοῖς αὐτοῦ μαθηταῖς ταύτην προεξένει λέγων· «〈εἰρήνην〉 τὴν ἐμὴν δίδωμι ὑμῖν, 〈εἰρήνην〉 τὴν ἐμὴν ἀφίημι ὑμῖν».⌝ Ἀλλὰ γὰρ τούτων ἕνεκεν ἁπάντων 〈ἀπέστη〉 φησὶν ἡ 〈κρίσις ἀπ᾽ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· κρίσιν〉 δὲ λέγει ἐνταῦθα, περὶ ἧς ἀνωτέρω εἴρηται· «ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου ὃν ἠγάπησεν ἡ ψυχή μου· 〈κρίσιν〉 τοῖς ἔθνεσιν ἐξοίσει». αὕτη τοίνυν ἡ τοῖς ἔθνεσι δοθεῖσα 〈κρίσις ἀπέστη ἐξ αὐτῶν〉 καὶ ἡ 〈δικαιοσύνη〉 δὲ ἡ πᾶσι τοῖς ἔθνεσιν διὰ τῆς σωτηρίου χάριτος δεδωρημένη καὶ αὕτη καταλιποῦσα αὐτοὺς ἀνεχώρησεν.

εἶτ᾽ ἐπεὶ προσεδόκων τὸν Χριστὸν τοῦ θεοῦ κηρυττόμενον αὐτοῖς διὰ τῶν προφητικῶν λόγων, ‹ἐλθόντα δὲ αὐτὸν οὐ παρεδέξαντο›, ἀκολούθως εἴρηται· 〈ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν〉. ⌜Καὶ ἐπειδὴ 〈ψηλαφῶντες〉 τὰς θείας γραφὰς οὐ συνίεσαν τὸν ἐν βάθει τῶν λέξεων ἐναποκεκρυμμένον νοῦν, περὶ δὲ μόνην τὴν λέξιν ἀσχολούμενοι ὥσπερ τινὰ 〈τοῖχον〉 ἐοίκασι 〈ψηλαφᾶν〉.⌝ τούτου χάριν ἑξῆς ἐπιλέγει· 〈ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι〉, καὶ τούτοις συνάπτει λέγων· 〈πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ καὶ ὡς ἀποθνῄσκοντες〉· ⌜κατὰ γὰρ τὸν καιρὸν τοῦ τῶν ἐθνῶν 〈μεσημβρινοῦ〉 φωτὸς ταῖς σωτηρίοις καὶ εὐαγγελικαῖς αὐγαῖς τῆς ἐκκλησίας τοῦ θεοῦ καταλαμπομένης μόνοι αὐτοὶ ὡς ἂν τὰ ‹πρὸς θάνατον ἡμαρτηκότες› πεπτώκασι καὶ 〈ὥσπερ ἐν μεσονυκτίῳ〉 διάγουσι.⌝ 〈Καὶ στενάξουσι〉 δέ φησιν 〈ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται〉· ⌜οἱ γὰρ στεναγμοὶ αὐτῶν, εἰ μὲν κατὰ λόγον ἐγίνοντο ὑπὲρ ὧν τετολμήκασι κατὰ τοῦ σωτῆρος, ἐπωφελεῖς ἐγένοντο ἄν. χρὴ γὰρ αὐτοὺς καὶ πενθεῖν καὶ 〈στενάζειν〉 καὶ ἀποδύρεσθαι καὶ δακρύειν, ὧν ἐξέχεον αἱμάτων ἕνεκα. ἐπεὶ δὲ τοῦτο μὲν οὐ προσποιοῦνται, τὴν δὲ πόλιν τὴν αἰσθητήν, λέγω δὲ τὴν Ἰερουσαλήμ, ἀποκλαίονται καὶ τὴν πτῶσιν αὐτῆς 〈στενάζουσιν〉 ἀλόγως, εἰκότως θηρίῳ ἀγρίῳ παρεβλήθησαν.

διὸ λέλεκται· 〈καὶ στενάξουσιν ὡς ἄρκος〉, καὶ ἐν ἄλλοις δὲ εἴρηται· «ὡς 〈ἄρκος〉 ἀτεκνουμένη». 〈ἄρκος〉 μὲν οὖν διὰ τὸ ἀνθρωποβόρον τοῦ θηρὸς ὠνομάσθησαν, ἐπεὶ καὶ αὐτοὶ ἀνθρώπους ἔφαγον μιαιφονοῦντες καὶ ‹τοὺς προφήτας ἀναιροῦντες›, ‹ἠτεκνωμένῃ› δὲ ‹〈ἄρκῳ〉› παρωμοιώθησαν διὰ τὴν ἀπώλειαν τῶν τέκνων.⌝ ἀντὶ δὲ τοῦ· 〈καὶ ὡς περιστερὰ ἅμα πορεύσονται〉, ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων 〈ὡς περιστερὰ μελέτῃ μελετήσομεν〉 εἰρήκασιν, ὁ δὲ Ἀκύλας· 〈καὶ ὡς περιστεραὶ φθογγῇ φθεγξόμεθα〉. μετὰ γὰρ τὰ τοσαῦτα εἰσέτι καὶ νῦν τὰς θείας πειρῶνται 〈καταμελετᾶν〉 γραφὰς καὶ τοῦτ᾽ αὐτοῖς μόνον λείπεται τὸ ἐκμανθάνειν καὶ διὰ στόματος 〈μελετᾶν〉 αὐτὰς περιᾴδοντας τῇ φωνῇ ὡς μηδὲν διαφέρειν ἀλογίστου 〈περιστερᾶς〉 δοκούσης μέν τι πράττειν, δι᾽ ἧς ἀφίησι 〈φθογγῆς〉 οὐ μὴν ἔναρθρόν τινα λόγον ἀποδιδούσης. ὅθεν καλῶς κυριολεκτῶν τὴν Ἑβραϊκὴν λέξιν ὁ Ἀκύλας 〈καὶ ὡς περιστεραί φησι φθογγῇ φθεγξόμεθα〉, καὶ τὰ συνημμένα δὲ πάντα ὡς ἐκ προσώπου τοῦ κατηγορουμένου λαοῦ ἐξέθεντο οἱ λοιποί· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· 〈διὰ τοῦτο μακρὰν ἐγένετο κρίσις ἀφ᾽ ἡμῶν, καὶ οὐ καταλήψεται ἡμᾶς. δικαιοσύνην γὰρ προσδοκήσομεν εἰς φῶς, καὶ ἰδοὺ σκότος, εἰς φέγγος, ἐν ζόφῳ περιπατήσομεν. ψηλαφήσομεν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐκ ὄντων ὀφθαλμῶν ψηλαφήσομεν〉.

καὶ παρὰ τοῖς Ἑβδομήκοντα δὲ τὰ ἑξῆς ἐπιφερόμενα ἐκ προσώπου τοῦ λαοῦ λέλεκται, φησὶ γοῦν· 〈ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι· σωτηρία μακρὰν ἀφέστηκεν ἀφ᾽ ἡμῶν· πολλὴ γὰρ ἡ ἀνομία ἡμῶν ἐναντίον σου〉. ⌜λέγει δὲ ταῦτα ὁ προφήτης ἐκ προσώπου τοῦ λαοῦ διδάσκων αὐτοὺς ἑαυτῶν ἐξομολογεῖσθαι τῷ θεῷ τὰς ἁμαρτίας καὶ κατηγορεῖν αὐτοὺς ἑαυτῶν, ἵνα κἂν οὕτως πληγέντες τὴν ψυχὴν ἀνανεύσωσι καὶ ἐπιστρέψωσι μετανοεῖν διδαχθέντες.⌝ πῶς δὲ 〈ἀνέμειναν κρίσιν, καὶ οὐκ ἔστιν〉, ἀλλ᾽ ἐπεὶ μὴ εὗρον τὴν 〈κρίσιν〉 τὴν τοῖς ἔθνεσι κατηγγελμένην, ὡς προείρηται· 〈μακρὰν〉 γὰρ ἐξ αὐτῶν 〈ἀπέστη〉 καὶ διὰ τί διδάσκουσιν αὐτοὶ λέγοντες· 〈πολλὴ γὰρ ἡ ἀνομία ἡμῶν ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν〉.

Τίνα δὲ πάντα ταῦτα, ἃ κατηγόρησαν ἑαυτῶν πάλιν διδάξουσι λέγοντες· 〈ἠσεβήσαμεν καὶ ἐψευσάμεθα〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈ἔγνωμέν〉 φησιν 〈ἀδικεῖν καὶ ψεύδεσθαι κατὰ κυρίου〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈καὶ ἀρνήσασθαι ἐν κυρίῳ〉, σαφῶς τὴν ἄρνησιν αὐτῶν παριστῶντος τοῦ λόγου, ἀλλὰ 〈καὶ ἀπέστημέν〉 φησιν 〈ὄπισθεν τοῦ θεοῦ ἡμῶν· ἐλαλήσαμεν συκοφαντίαν〉. ὁρᾷς ὡς οὐδαμοῦ εἰδωλολατρίαν αὐτῶν κατηγορεῖ, ἀλλὰ καὶ 〈συκοφαντίας〉 καὶ 〈λόγους ψευδεῖς〉 καὶ τὰ τούτοις παραπλήσια. 〈καὶ ἠπειθήσαμεν〉 δέ φησι, καὶ 〈ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους〉, κατὰ δὲ τὸν Ἀκύλαν· 〈λαλεῖν〉 φησι 〈συκοφαντίαν καὶ ἀπόστασιν, συνέλαβον καὶ ἐφθέγξαντο ἀπὸ καρδίας ῥήματα ψεύδους〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈λαλεῖν συκοφαντίαν καὶ ἔκκλισιν, κύειν καὶ μελετᾶν ἀπὸ καρδίας λόγους ψευδεῖς〉.

Εἶθ᾽ ἑξῆς εἴρηται· 〈καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν〉· οὐ γὰρ αὕτη ἡμᾶς φησι κατέλειψεν, ἀλλ᾽ ἡμεῖς αὐτὴν 〈ἀπεστήσαμεν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν, ὅτι κατηναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι᾽ εὐθείας οὐκ ἠδύναντο διελθεῖν〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈ὅτι ἠσθένησεν ἐν πλατείᾳ ἡ ἀλήθεια, καὶ εὐθύτης οὐκ ἠδύνατο ἐλθεῖν, καὶ ἐγένετο ἡ ἀλήθεια ἐπιλείπουσα〉. τήρει δ᾽ ὅπως πολλάκις ἐν τούτοις 〈ἀληθείας〉 ἄρνησιν αὐτῶν κατηγορεῖ καὶ τοὺς ἐφευρημένους αὐτοῖς 〈ψευδεῖς〉 λογισμοὺς ἀπελέγχει. οἷς ἑξῆς ἐπάγει· 〈καὶ εἶδε κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις, καὶ εἶδε καὶ οὐκ ἦν ἀνήρ〉. καὶ ἀνωτέρω δὲ ἐλέγετο· «διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων»; ἀλλὰ καὶ ἐνταῦθα 〈καὶ εἶδέ φησι καὶ οὐκ ἦν ἀνήρ, 〈καὶ〉 κατενόησε καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο, 〈ἢ〉 καὶ τῇ δικαιοσύνῃ〉 κατὰ τοὺς λοιποὺς 〈ἐπεστηρίσατο. καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις〉.

καὶ τοῦτο τὸ τέλος τῆς παρούσης κατὰ τοῦ Ἰουδαίων λαοῦ κατηγορίας, ὃ δὴ σημαίνει ἄντικρυς πόλεμον θεοῦ κατ᾽ αὐτῶν ἐπανιστάμενον, ὃς καὶ μετῆλθεν αὐτούς, ὃν ἐπὶ τῆς ἐσχάτης πολιορκίας πεπόνθασι κατὰ τοὺς Ῥωμαϊκοὺς χρόνους.