Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Ἠσαΐαν

Εὐσέβιος Καισαρείας

Το χρίσμα του Σωτήρος, η Εκκλησία ως νύμφη και η θεία εκδίκηση (Ησ. 61-63:6)

Το ευαγγελικό κήρυγμα του χρισμένου Λόγου, η πνευματική χαρά της νέας διαθήκης, η ένδοξη ανάδειξη της Εκκλησίας και η τελική κρίση των αντικειμένων δυνάμεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 23 από 25

Ὁ διὰ τῆς ἔμπροσθεν περικοπῆς μετὰ τὰς εὐαγγελικὰς ἐπαγγελίας πρὸς τῷ τέλει τοῦ λόγου φήσας· 〈ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς〉, σφόδρα ἀκολούθως διὰ τῶν προκειμένων ἀναβοᾷ λέγει· 〈Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με〉. εἶθ᾽ ὅπως τὴν ἐπισυναγωγὴν ποιεῖται, διὰ τῶν ἐπιφερομένων διδάσκει, πῶς δὲ ὁ λέγων· 〈κύριος κατὰ καιρὸν συνάξω αὐτούς〉, ὡσπερεὶ ἕτερος ὢν τοῦ εἰρηκότος ἐπήγαγε· 〈Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με〉. σαφὲς ἂν γένοιτο τοῖς τὸν Χριστὸν τοῦ θεοῦ μήτε ψιλὸν ἄνθρωπον εἶναι δοξάζουσι μήτε ἄσαρκον καὶ ἀσώματον λόγον οὐδὲν τῆς θνητῆς φύσεως μεταληφότα. ὁμοῦ λέγουσι δὲ αὐτὸν καὶ θεὸν εἶναι καὶ ἄνθρωπον· θεὸν μὲν καθ᾽ ὃ «μονογενής» ἐστι «θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός», ἄνθρωπον δὲ καθ᾽ ὃ νοεῖται «ἐκ σπέρματος Δαυὶδ» γεγονὼς «κατὰ σάρκα». ὃ δὴ τοίνυν θεὸς λόγος ὁ διὰ τῆς προφητείας κυριολεκτούμενος μεθ᾽ ὧν ἄλλων πεποίηται ἐπαγγελιῶν καὶ τοῦτο προσέθηκεν εἰπών· 〈ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς〉. εἶθ᾽ ὅπως παρίστησιν ὃν ἀνείληφεν ἄνθρωπον εἰσάγων φάσκοντα· 〈Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με〉. πολλάκις δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἀπεδείχθη, ὅπως ‹ἐπαναπέπαυται ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ› «〈πνεῦμα〉 τοῦ θεοῦ καὶ πνεῦμα σοφίας καὶ συνέσεως καὶ πνεῦμα βουλῆς καὶ ἰσχύος καὶ πνεῦμα γνώσεως καὶ εὐσεβείας».

ἐντεῦθεν εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀναγέγραπται ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ πεπληρῶσθαι ἐπ᾽ αὐτῷ διδάξας τὴν προφητείαν, ὁπηνίκα «ἦλθεν εἰς Ναζαρέτ, οὗ ἦν ἀνατεθραμμένος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, ἀνέστη τε ἀναγνῶναι. καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἠσαΐου τοῦ προφήτου, ὅπερ ἀνοίξας εὗρε τό· 〈Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν〉. ὅτε πτύξας τὸ βιβλίον καὶ ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων οἱ ὀφθαλμοὶ ἦσαν ἐν τῇ συναγωγῇ ἀτενίζοντες αὐτῷ. καὶ ἤρξατο λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ». ἐπιστήσας δὲ τῷ καιρῷ τῷ δηλουμένῳ ἀπὸ τοῦ· «σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη», εὕροις ἂν ὅτι κατ᾽ αὐτὸν ἐκεῖνον ‹μετὰ τὸ βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ τὸ 〈πνεῦμα〉 τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατελθὸν› «ἔμεινεν ἐπ᾽ αὐτόν». εἶτα «ἀνήχθη εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου»· εἶτα ‹ἐλθὼν εἰς Ναζαρὲτ ἀνέγνω› τὴν εἰρημένην προφητείαν. διόπερ ἀκριβῶς ἐπήγαγε τό· «σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν».

κατ᾽ αὐτὸν γάρ τοι τὸν καιρὸν ‹τοῦ 〈πνεύματος〉 τοῦ ἁγίου ἐν εἴδει περιστερᾶς κατελθόντος ἐπ᾽ αὐτὸν› ἐπληροῦτο ἡ ἐξ αὐτοῦ προσώπου λέγουσα προφητεία· 〈Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με〉· οὐ γὰρ σωματικῷ χρίσματι τοῖς παλαιοῖς ὁμοίως 〈χρισθεὶς〉 ἂν εἴρηται· οὐδὲν γὰρ εἶχεν ἐξαίρετον, εἰ τοῖς λοιποῖς ἀνθρώποις ὁμοίως 〈κέχριστο〉. νυνὶ δὲ τῷ ἁγίῳ 〈πνεύματι〉 τὸ χρίσμα λαβὼν ἐξαίρετος παρὰ πάντας καὶ μονογενὴς Χριστὸς τοῦ θεοῦ ἀποφαίνεται. καὶ τό· 〈εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με〉, κατὰ τὸν ἐκεῖνον ἐπληροῦτο καιρόν, ἐν ᾧ ‹κηρύσσων τὴν βασιλείαν τῶν οὐρανῶν› καὶ τοὺς μακαρισμοὺς τοῖς αὐτοῦ προὔφερε μαθηταῖς λέγων· «μακάριοι οἱ 〈πτωχοὶ〉 τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», ἀλλὰ καὶ ἰᾶτο 〈τοὺς συντετριμμένους τὴν καρδίαν〉 θεραπεύων ταῖς ἐπαγγελίαις, δι᾽ ὧν ἔλεγε· «μακάριοι οἱ 〈πενθοῦντες〉, ὅτι αὐτοὶ 〈παρακληθήσονται〉», καί· «μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ γελάσονται». ἤδη δὲ καὶ τοῖς ἔθνεσι τὰς ψυχὰς ἠχμαλωτισμένοις ὑπὸ τῶν ἀοράτων καὶ νοητῶν πολεμίων 〈ἐκήρυττεν ἄφεσιν〉 τοῖς αὐτοῦ παρακελευομένοις μαθηταῖς καὶ λέγει· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου 〈πνεύματος〉», δι᾽ ὧν τὴν 〈ἄφεσιν〉 τῶν προτέρων ἀσεβημάτων προὐξένει.

οὕτως οὖν καὶ τοῖς 〈αἰχμαλώτοις ἐκήρυττεν ἄφεσιν〉 καὶ τοῖς ἀβλεψίαν δὲ νοσοῦσιν ὡς τῇ πολυθέῳ δεδουλῶσθαι πλάνῃ ἀνάβλεψιν 〈ἐκήρυττε, ἐνιαυτὸν〉 δὲ 〈δεκτὸν κυρίου ἐκάλει〉, ὃν αὐτὸς 〈ἐνιαυτὸν〉 οἰκεῖον ἐποίει πάντα τὸν χρόνον, καθ᾽ ὃν τὰς σὺν ἀνθρώποις διατριβὰς ποιούμενος φωτὸς ἡμέρας τοῖς αὐτῷ προσιοῦσι παρεῖχε. μήποτε δὲ τὸν μέλλοντα αἰῶνα τῶν μετὰ τὴν συντέλειαν τοῦ παρόντος ᾐνίξατο εἰπών· 〈καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈ἐνιαυτὸς εὐδοκίας〉· ὁ γὰρ καταθύμιος τῷ κυρίῳ χρόνος καὶ αἰὼν ἐκεῖνος ἂν εἴη ὁ αὐτὸς αἰὼν καὶ 〈ἡμέρα ἀνταποδόσεως〉· τὰς γὰρ ἀμοιβὰς τὸ τηνικαῦτα ἀποδώσει τοῖς ἐν τῷ παρόντι βίῳ κεκμηκόσι. διὸ λέλεκται· 〈καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν〉, ἀλλὰ καὶ 〈παρακαλέσαι πάντας τοὺς πενθοῦντας〉. ὁ γὰρ εἰπών· «μακάριοι οἱ 〈πενθοῦντες〉, ὅτι αὐτοὶ 〈παρακληθήσονται〉», νῦν μὲν αὐτοῖς παράκλησιν ἐπηγγέλλετο, κατὰ δὲ τὴν 〈ἡμέραν〉 τῆς 〈ἀνταποδόσεως〉 τοῖς ἑαυτοῦ λόγοις ἀνακτήσεται αὐτοὺς καὶ 〈παρακαλέσει〉, ἀλλὰ καὶ 〈τοῖς τὴν Σιὼν πενθοῦσι δώσει δόξαν καὶ ἀντὶ σποδοῦ ἄλειμμα εὐφροσύνης. ‹ἐπένθει〉› δὲ τὴν 〈Σιὼν〉 Παῦλος καὶ οἱ αὐτῷ παραπλήσιοι ἀποκλαιόμενοι τὴν πτῶσιν τοῦ Ἰουδαίων ἔθνους καὶ τοῦ ἐν αὐτοῖς θεοσεβοῦς πολιτεύματος.

καὶ τούτοις οὖν 〈ἀντὶ τοῦ πένθους δώσει δόξαν καὶ ἀντὶ τῆς σποδοῦ〉, ἣν κατεπάσαντο ἑαυτοὺς κακοῦντες ἐν ταῖς πρὸς τὸν θεὸν ἱκετηρίαις ταῖς ὑπὲρ τοῦ λαοῦ 〈εὐφροσύνης ἄλειμμα δώσει καὶ ἀντὶ πνεύματος τῆς ἀκηδίας〉, ἐν ᾧ δι᾽ ὑπερβάλλουσαν φιλανθρωπίαν ἑαυτοὺς κατέτρυχον 〈καταστολὴν δόξης〉, τοῖς αὐτοῖς ἐπαγγέλλεται 〈δώσειν〉 ταῦτα κατὰ τὴν προτέραν αὐτοῦ παρουσίαν ὁ σωτὴρ ἐπαγγειλάμενος ἐν τῇ 〈ἡμέρᾳ〉 τῆς 〈ἀνταποδόσεως〉 ποιήσειν. εἰκότως ἀναγνοὺς τὸ μέρος τῆς προφητείας ἐπήγαγε τό· «σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν». ἑξῆς τούτοις εἴρηται· 〈καὶ κληθήσονται Γενεαὶ δικαιοσύνης, Φύτευμα κυρίου εἰς δόξαν〉· πότε δὲ καὶ 〈κληθήσονται〉 καὶ τίνες, ἀλλ᾽ ἢ οἱ καταξιωθησόμενοι τοῦ 〈δεκτοῦ ἐνιαυτοῦ〉 καὶ τῆς 〈ἡμέρας τῆς ἀνταποδόσεως〉; κατὰ δὲ τὸν Σύμμαχον· 〈καὶ κληθήσονται Ἰσχυροὶ τῆς δικαιοσύνης, Φυτὸν κυρίου εἰς τὸ δοξασθῆναι〉. 〈Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας〉, τὰς ψυχὰς δηλαδὴ τῶν πάλαι 〈ἐρήμων〉 ἐθνῶν. διὸ ἐπιλέγει· 〈ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι· καὶ καινιοῦσι πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς〉· ἀλλὰ γὰρ διὰ τούτων ἁπάντων τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολὴν ὁ λόγος θεσπίζει.

Εἶθ᾽ ἑξῆς ἐπιλέγει· 〈καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου〉, καὶ τὴν ποιμαντικὴν ἐπιστασίαν 〈ἀλλογενέσιν〉 ὑπισχνεῖται ἡ προφητεία· 〈καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί〉 φησιν 〈ἔσονταί σοι· ἀλλότριοι〉 γοῦν καὶ 〈ἀλλογενεῖς ποιμαίνουσι〉 τὰ 〈πρόβατα〉 τοῦ θεοῦ καὶ τὸν ἀμπελῶνα ἢ τὴν ἐκκλησίαν 〈ἀροτῆρες ξένοι〉 τινὲς καὶ 〈ἀλλόφυλοι〉 γεωργοῦσι πάλαι ὄντες εἰδωλολάτραι καὶ «ἀπηλλοτριωμένοι τῆς διαθήκης τοῦ θεοῦ καὶ 〈ξένοι〉 τῶν ἐπαγγελιῶν, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ». εἶτα τούτοις αὐτοῖς προσφωνεῖ λέγων· 〈ὑμεῖς δὲ ἱερεῖς κυρίου κληθήσεσθε, λειτουργοὶ τοῦ θεοῦ ὑμῶν· τίνες δὲ ὑμεῖς〉, ἀλλ᾽ ἢ οἱ τῆς ἐκκλησίας 〈ἀροτῆρες〉 καὶ 〈ἀμπελουργοὶ〉 καὶ ποιμένες; οἱ δ᾽ αὐτοὶ καὶ τὴν 〈ἰσχὺν〉 τῶν 〈ἐθνῶν κατέδονται〉, ἢ κατὰ τὸν Ἀκύλαν· 〈εὐπορίαν ἐθνῶν φάγεσθε〉· οὐδὲν γὰρ τοιοῦτο βρῶμα τοῖς 〈ἱερεῦσι〉 τοῦ θεοῦ καὶ τοῖς τῆς ἐκκλησίας ποιμέσι καὶ 〈ἀμπελουργοῖς〉 καὶ 〈ἀροτῆρσι〉 κατάλληλον ὡς ἡ 〈ἰσχὺς〉 τῶν δι᾽ αὐτῶν σῳζομένων 〈ἐθνῶν〉. νοήσεις δὲ τῶν 〈ἐθνῶν〉 τὴν 〈ἰσχὺν〉 τοὺς καθ᾽ ὅλης τῆς οἰκουμένης τοῦ θεοῦ μάρτυρας θεωρῶν καὶ τὴν ἰσχυρὰν καὶ ἀκαταμάχητον ὑπομονὴν τῶν ἐν πᾶσι τοῖς ἔθνεσιν ‹ὑπὲρ ἀληθείας ἀγωνιζομένων›, ἀλλὰ 〈καὶ ἐν τῷ πλούτῳ〉 φησὶ 〈θαυμασθήσεσθε〉.

τὸν δὲ 〈πλοῦτον〉 τῶν 〈ἐθνῶν〉 νοήσεις ἀπὸ τῆς Παύλου μαρτυρίας, δι᾽ ἧς Κορινθίοις γράφων ἔλεγεν· «Εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ θεοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥστε μὴ ὑστερεῖσθαι ὑμᾶς ἐν μηδενὶ χαρίσματι».

Οἱ αὐτοὶ δὲ οὗτοι 〈ἐκ δευτέρας τὴν γῆν ἐκληρονόμουν〉 καὶ τὴν σύμπασαν γὰρ οἰκουμένην 〈ἐκληρονόμησαν〉, περὶ ἧς εἴρηται ἐν Ψαλμοῖς· «κύριος εἶπε πρός με Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοί, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». ταύτην οὖν τὴν τοῦ σωτῆρος κληρονομίαν οἱ τῆς ἐκκλησίας αὐτοῦ προεστῶτες 〈ἐκληρονόμησαν〉, ἀλλὰ 〈καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν〉 γέγονε. καὶ πάντα ταῦτα ἐκ μέρους εἴληφε κατὰ τὸν παρόντα βίον, τῆς δὲ ἐπαγγελίας τὸ πλήρωμα εἰς τὴν ἐλπίδα τοῦ μέλλοντος αἰῶνος ἀνεπέμπετο.

Ἔσται δὲ ταῦτά φησιν, ἐπειδήπερ 〈ἐγώ εἰμι κύριος ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας〉· αἱ μὲν γὰρ ἀντικείμεναι δυνάμεις δαίμονες πονηροὶ τὰς ψυχὰς τῶν ἀνθρώπων ἐξηνδραποδίζοντο βιαίως καὶ ἀδίκως τοῦτο πράττοντες. διὸ ταῦτα 〈μισῶν ἁρπάγματα, δικαιοσύνην〉 δὲ αὐτὸς 〈ἀγαπῶν〉, οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσιν ἐξέχεα τὴν ἐμαυτοῦ χάριν. 〈καὶ δώσω〉 δέ φησι 〈τὸν μόχθον αὐτῶν δικαίοις〉· τίνων δὲ 〈αὐτῶν〉 ἢ τῶν 〈ἐκ δευτέρου τὴν γῆν κληρονομούντων〉; ἀντὶ δὲ τοῦ· 〈δικαίοις, ἐν ἀληθείᾳ〉 οἱ λοιποὶ πάντες ἑρμηνευταὶ εἰρήκασιν, ὥστε οὐ διαψευσθήσεται 〈αὐτῶν ὁ μόχθος〉, ἀλλ᾽ 〈ἐν ἀληθείᾳ〉 καὶ αὐτοῖς φυλαχθήσεται. 〈καὶ διαθήκην〉 δὲ 〈αἰώνιον διαθήσομαι αὐτοῖς〉, οὐκέτι τὰ Μωσέως πρόσκαιρα παραγγέλματα παραδοὺς αὐτοῖς, τὸ δὲ μυστήριον τῆς καινῆς 〈διαθήκης〉, ὃ δὴ διαρκὲς ἔσται καὶ 〈αἰώνιον〉.

Ἔτι πρὸς τούτοις εἴρηται· 〈καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ λαῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ κυρίου〉. καὶ τίς οὐκ ἂν ὁμολογήσειεν ἀκριβῶς ἐξ εὐλογίας τοῦ θεοῦ τὸ ἐκκλησιαστικὸν πληθύνεσθαι 〈σπέρμα〉, ὡς εἰς πᾶσαν τὴν οἰκουμένην αὐτὸ γνωρίζεσθαι; 〈σπέρμα〉 δὲ αὐτῶν ἢ τὸν λόγον καὶ τὴν διδασκαλίαν τὴν εὐαγγελικὴν προσήκει νοεῖν ἢ τοὺς γνησίως λόγῳ καὶ βίῳ μαθητευομένους αὐτοῖς ὡς ὄψει δήλους εἶναι, ὡς ἄρα εἶεν 〈σπέρμα εὐλογημένον ὑπὸ τοῦ θεοῦ〉.

Σφόδρα ἀκολούθως μετὰ τὰς προκαταλεχθείσας ἐπαγγελίας, ἃς αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ πεποίηται κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν, προσωποποιεῖ λοιπὸν ὁ λόγος τὴν ἐκκλησίαν τοῦ θεοῦ ὡς ἂν τοσούτων ἀγαθῶν τετυχηκυῖαν καὶ εὐχαριστοῦσαν, ἐφ᾽ οἷς πέπονθεν. ἀπολαβοῦσα τοίνυν ὥσπερ τινὰ οἰκεῖα μέλη τὸ πλήρωμα τῶν σῳζομένων καὶ ὥσπερ τις 〈νύμφη〉 ἐξ ἑνὸς εὐπρεποῦς καὶ ὡραίου συγκειμένη σώματος καὶ τὸν παρὰ τοῦ ἑαυτῆς 〈νυμφίου κόσμον〉 περιβαλλομένη φησίν· 〈ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ〉. καὶ τὸ αἴτιον ἐπάγει λέγουσα· 〈ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου〉. ⌜στήλη δέ τις ἔσται φωτὸς ἀπαστράπτουσα θείου τὸ σῶμα τῆς ἀναστάσεως τὸ λεγόμενον 〈ἱμάτιον σωτηρίου〉· οὐκέτι γὰρ ‹θανάτου σῶμα›, οἷον ὁ Παῦλος ἐδήλου λέγων· «τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου»;

ἔσται κἀκεῖνο 〈σωτήριον, σωτηρίου δὲ ἱμάτιον〉 τῇ ψυχῇ περιθήσεται καὶ 〈χιτὼν εὐφροσύνης〉· ἕκαστος γὰρ ταῖς ἑαυτοῦ πράξεσι ταῖς κατὰ δικαιοσύνην αὐτῷ πεπραγμέναις τὸν ἑαυτοῦ 〈κόσμον ἐνδύσεται〉.⌝ ‹καταντήσασα› δὲ «εἰς ἄνδρα τέλειον καὶ εἰς μέτρον ἡλικίας» τῷ τε ἑαυτῆς 〈νυμφίῳ〉 ἐξομοιωθεῖσα διὰ μὲν τοὺς ἐν αὐτῇ ‹τελείους› κατ᾽ εἰκόνα τοῦ 〈νυμφίου〉 μεμορφωμένους ἐρεῖ· 〈περιέθηκέ μοι ὡς νυμφίῳ μίτραν〉, διὰ δὲ τοὺς μηδέπω τοιούτους ἐν δευτέρῳ δὲ τάγματι τῶν ἀγαθῶν ἑστῶτας ἐρεῖ· 〈καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ〉. ⌜ἡ δὲ αὐτὴ 〈νύμφη〉 τις οὖσα τοῦ 〈νυμφίου〉 λόγου καὶ τὰ παρ᾽ αὐτοῦ σπέρματα ὑποδεξαμένη καρποὺς ὡραίους καὶ εὐανθεῖς ἀποδίδωσι.⌝ διό φησι· 〈καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἀνατελεῖ〉. εἶθ᾽ ἑξῆς τούτοις ὡς ἂν μὴ συναρπάζοντες εἰς ἑαυτοὺς ταῦτα Ἰουδαίων παῖδες διαστέλλεται ὁ λόγος φάσκων· 〈οὕτως κύριος κύριος ἀνατελεῖ δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν〉.

Ταῦτα θεσπίσας ὁ προφήτης κἄπειτα διατεθεὶς ἐπὶ τοῖς εἰρημένοις ἀναφωνεῖ λέγων· 〈Διὰ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· 〈καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἡσυχάσω, ἕως ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριον αὐτῆς ὡς λαμπὰς καυθήσεται〉, ἢ κατὰ 〈τὸν〉 Ἀκύλαν· 〈καὶ τὸ σωτήριον αὐτῆς ὡς λαμπὰς ἀναφθήσεται〉. οὐ δυνήσομαι γάρ φησιν ἠρεμεῖν καὶ τὰς ἡσυχίας ἄγειν, βοᾶν δέ μοι ἀνάγκη νύκτωρ καὶ μεθ᾽ ἡμέραν, εὐχαῖς τε καὶ ἱκετηρίαις σχολάζειν. ἔστ᾽ ἂν τούτων αὐτῶν τῶν εἰρημένων ὀφθαλμοῖς ἴδοιμι τὸ ἀποτέλεσμα, ὅπερ ἔσται ἐπὰν ἡ 〈δικαιοσύνη〉 τῆς 〈Ἰερουσαλὴμ〉 καὶ τὸ 〈σωτήριον〉 αὐτῆς 〈φωτὸς〉 δίκην ἐκλάμψῃ ἐπὶ πάντας ἀνθρώπους· ⌜οὐ γὰρ ἐν αὐτῇ μόνῃ συσχεθήσεται τὸ μέλλον εἰς αὐτὴν ἐκλάμπειν 〈φῶς〉, ἀλλὰ καὶ τοῖς 〈ἔθνεσιν〉 ἅπασι μεταδώσει τῶν οἰκείων μαρμαρυγῶν.⌝ διὸ ἐπιλέγει· 〈καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου〉. ⌜πάλιν δὲ κἀνταῦθα τὸ θεοσεβὲς πολίτευμα τὸ πάλαι συνεστὸς παρὰ Ἰουδαίοις⌝ καὶ τὸν χορὸν τῶν παρ᾽ αὐτοῖς διαπρεψάντων δικαίων καὶ θεοφιλῶν καὶ προφητῶν ἁπάντων τῶν σωτηρίας ἀξίων 〈Σιὼν〉 καὶ 〈Ἰερουσαλὴμ〉 ὀνομάζει, ὧν τὸ 〈φῶς〉 ὑπὲρ πᾶσαν 〈λαμπάδα〉 πᾶσι τοῖς ἔθνεσιν ἐκλάμψειν ἐπαγγέλλεται, ὡς καὶ 〈πάντας〉 τοὺς 〈βασιλεῖς ὄψεσθαι〉 αὐτῶν τὴν 〈δόξαν〉 ἤτοι τὰς ἐπὶ γῆς βασιλείας τοῦτον δηλῶν τὸν τρόπον.

εἶτ᾽ ἐπιλέγει· 〈καὶ καλέσεις τὸ ὄνομα τὸ καινόν, ὃ ὁ κύριος ὀνομάσει αὐτό· τὸ γὰρ ἐπώνυμον κυρίου τὴν ἐκκλησίαν αὐτοῦ κοσμεῖ.

Εἶτα 〈καὶ ἔσῃ〉 φησὶ 〈στέφανος κάλλους ἐν χειρὶ κυρίου〉, ⌞ὃν ἀπολήψεται τότε λέγουσα· «τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης 〈στέφανος〉»,⌟ 〈καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου· ⌜στέφανος〉 γὰρ ὡς ἀληθῶς Χριστοῦ πάντες οἱ δι᾽ αὐτοῦ κατορθοῦντες τυγχάνουσι 〈καὶ διάδημα βασιλείας〉 εἰσὶ τῆς αὐτοῦ οἱ τοῖς ὑπὲρ αὐτοῦ ἐνηθληκότες ἀγῶσιν ἅγιοι μάρτυρες, οὓς τῇ ἑαυτοῦ 〈χειρὶ〉 ὁ πατὴρ ἐκλεξάμενος τῷ υἱῷ περιτίθησι στεφανῶν αὐτὸν καὶ 〈διαδήματι〉 βασιλικῷ τιμῶν τῷ πλήθει τῶν ὑπ᾽ αὐτοῦ καὶ δι᾽ αὐτοῦ σεσῳσμένων.⌝ τούτων δὲ πληρουμένων 〈οὐκέτι κληθήσεται ἡ τὸ ὄνομα τὸ καινὸν〉 ὑποδεδεγμένη 〈Καταλελειμμένη〉 οὐδὲ 〈Γῆ ἔρημος〉, εἰ καὶ πάλαι τοιαύτη τις ἦν, ἀλλὰ νῦν τοσούτων ἀγαθῶν καταξιωθεῖσα 〈Θέλημά〉 φησιν 〈ἐμὸν κληθήσεται〉, ⌜τοῦτ᾽ ἔστι κατὰ τὸ 〈θέλημα〉 τὸ ἐμὸν ὀνομασθήσεται,⌝ 〈καὶ ἡ γῆ σου Οἰκουμένη〉. ⌜Ἐν τῷ καινῷ αἰῶνι τῆς Χριστοῦ βασιλείας συστήσεται μόνους ἕξουσα οἰκήτορας τοὺς τῶν ἐπαγγελιῶν τοῦ θεοῦ καταξιωθησομένους, οἳ καὶ ἐν τοσαύτῃ θυμηδίᾳ καὶ εὐφροσύνῃ διάξουσιν ὡς ἐοικέναι 〈νεανίσκῳ〉 ἁγίῳ ἀνδρὶ συνόντι 〈παρθένῳ〉 καθαρᾷ, οὐδαμῶς μὲν αὐτῆς τὴν παρθενίαν σπιλοῦντι, τῇ δὲ ἁγνείᾳ τῇ παρθενικῇ καὶ τῇ καθαρᾷ συνδιατριβῇ καὶ συνοικίᾳ χαίροντι.

καὶ οἱ μὲν 〈υἱοί σου οὕτως εὐφρανθήσονται〉, αὐτὸς δὲ 〈ὁ κύριος〉 τὴν ἑαυτοῦ 〈νύμφην〉 ἀπολαβών σε τὴν ἁγίαν ἐκκλησίαν ἐκ τελείων μελῶν συνεστῶσαν, ἔκ τε τοῦ προτέρου λαοῦ καὶ ἐκ τοῦ νέου τοῦ ἐξ ἐθνῶν.⌝ οἷα 〈νυμφίος ἐπὶ νύμφῃ εὐφρανθήσεται, καταστήσει〉 τε 〈φύλακας〉, ἀγγέλους δηλαδὴ θείους καὶ δυνάμεις ἁγίας εἰς τὸ τηρεῖν καὶ φυλάττειν τὰ 〈τείχη〉 καὶ τοὺς περιβόλους τῆς νέας ταύτης 〈Ἰερουσαλήμ〉, ὅπως ἐν εἰρήνῃ κατάρχων αὐτὸς τὸν σύμπαντα αἰῶνα διάγοι. οὗτοι δὲ οἱ προλεχθέντες 〈φύλακες〉 διὰ πάσης 〈ἡμέρας〉 καὶ διὰ πάσης 〈νυκτὸς〉 οὐ διαλείψουσί φησιν ὕμνοις καὶ δοξολογίαις τὸν τῶν τοσούτων ἀγαθῶν αἴτιον ἀνυμνοῦντες καὶ εὐχαριστοῦντες αὐτῷ ἐπὶ τῇ τῶν τοσούτων σωτηρίᾳ.

Ἀντὶ δὲ τοῦ· 〈οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἰερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς〉, ὁ Σύμμαχος 〈μὴ ἡσυχάσητέ〉 φησι, 〈μηδὲ δῶτε ἡσυχάσαι αὐτῷ, ἕως ἑτοιμάσει καὶ ἕως θῇ τὴν Ἰερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ〉. τίνι δὲ ταῦτα λέλεκται ἢ τοῖς ἀνωτέρω φήσασι· «Διὰ Σιὼν 〈οὐ σιωπήσομαι〉 καὶ διὰ 〈Ἰερουσαλὴμ〉 οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς»; τοῦ γὰρ προφητικοῦ χοροῦ ταῦτα εἰρηκότος τὸ πνεῦμα τὸ ἅγιον ἐπιθαρσῦνον αὐτοὺς προτρέπει ἐπιμένειν ταῖς ὑπὲρ τῶν εἰρημένων εὐχαῖς· διό φησι· 〈μὴ ἡσυχάσητε, μηδὲ δῶτε ἡσυχάσαι〉, δῆλον δ᾽ ὅτι τῷ ταῦτα ἐπαγγελλομένῳ κυρίῳ, 〈ἕως ἑτοιμάσει καὶ ἕως θῇ τὴν Ἰερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ〉. προστάττει δὲ διὰ τούτων τοῖς ὑπερεύχεσθαι δυναμένοις τοῦ παντὸς λαοῦ 〈μὴ ἀποσιωπᾶν μηδὲ ἡσυχάζειν〉, ἀλλὰ 〈μηδὲ αὐτῷ ἡσυχίαν διδόναι〉 τῷ θεῷ, βοαῖς δὲ καὶ κραυγαῖς ἀσχέτοις διεγείρειν αὐτόν, ἔστ᾽ ἂν ἐπὶ πέρας ἀγάγοι τὰ ἐπηγγελμένα.

Τούτων δὲ βοώντων καὶ μὴ συγχωρούντων τῷ κυρίῳ ἀναβάλλεσθαι ὁ ἐπαγγειλάμενος καὶ εἰπών· «ἔτι λαλοῦντός σου ἐρῶ Ἰδοὺ πάρειμι», ἀποκρίσεως αὐτοὺς καταξιοῖ. διὸ ἐπιλέγει ἑξῆς· 〈ὤμοσε κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ᾽ ᾧ ἐμόχθησας〉. ⌜πάλαι μὲν γὰρ ταῦτα ἐγίνετο, ὁπηνίκα τὸν ἑαυτῶν καρπὸν 〈βρῶμα〉 παρεῖχον τοῖς 〈ἐχθροῖς〉 τοῦ θεοῦ τοιαῦτα πράττοντες καὶ ἐνεργοῦντες ὡς δαιμόνων γίνεσθαι τροφὴν τὰς αὐτῶν πράξεις· νυνὶ δὲ τοῖς τοῦ νέου αἰῶνος καταξιωθησομένοις καὶ τῶν ἐπηγγελμένων τευξομένοις ὅρκῳ ὄμνυσιν ὁ κύριος μηκέτι 〈δώσειν ἐχθροῖς〉 τοὺς καρποὺς αὐτῶν, ἀλλ᾽ αὐτοὺς αὐτῶν ἀπολαύσειν· κατορθοῦντας γὰρ τὸν κατ᾽ ἀρετὴν βίον καὶ θεοσεβῶς διάγοντας δίκαιον τῶν οἰκείων ἀπολαύσειν καρπῶν⌝ κατὰ τὸ λεγόμενον· «τοὺς πόνους τῶν καρπῶν σου 〈φάγεσαι», φάγονται〉 δέ φησι 〈καὶ πίονται ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου〉. ⌜εἶεν δ᾽ ἂν αὗται ‹αἱ πολλαὶ μοναὶ αἱ παρὰ τῷ πατρί›,⌝ καὶ ἐπειδήπερ ἐμνημόνευσεν 〈ἐπαύλεων〉, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς 〈αὐλῶν〉, ἀκολούθως καὶ τοῦ ἱεροῦ μνημονεύει.

Διὸ ἐπιλέγει ἑξῆς· 〈πορεύεσθε πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε〉. ⌜νοεῖν δὲ ἡμῖν παρέχει διὰ τούτων ‹τὴν ἐπουράνιον τοῦ θεοῦ πόλιν› καὶ τὰς αὐτῆς 〈πύλας〉 καὶ τὰς εἴσω τῆς πόλεως 〈αὐλάς〉· ἃ δὴ πάντα κατὰ τὸν ἐπηγγελμένον αἰῶνα ἀναπετασθήσεται τοῖς ἀξίοις καὶ λεχθήσεται· 〈πορεύεσθε πορεύεσθε διὰ τῶν πυλῶν μου〉. εἶθ᾽ ὅπως ⌜μηδὲν κώλυμα μηδ᾽ ἐμπόδιον μηδέ τις φθόνος μηδὲ βάσκανος μὴ πρόφασίς τε μὴ δαίμων μὴ πνεῦμα πονηρὸν μὴ δύναμις ἀντικειμένη διακωλυέτω τὸν λαὸν τὸν ἐμὸν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσιέναι, ταῦτα δὲ πρός τινας ἀγγελικὰς λεχθήσεται δυνάμεις.⌝ εἶθ᾽ ἑξῆς ἐπιλέγει· 〈ἄρατε σύσσημον εἰς τὰ ἔθνη. ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς〉· ⌜μὴ γὰρ νομιζέτω τις φησὶ περὶ τοῦ Ἰουδαίων λαοῦ ταῦτ᾽ εἰρῆσθαι, ἐπειδὴ γὰρ 〈εἰς〉 πάντα 〈τὰ ἔθνη〉 τὸ 〈σημεῖον αἴρεσθαι〉 προστάττει καὶ πάντας τοὺς 〈ἕως ἐσχάτου τῆς γῆς〉 εὐαγγελίζεται τὰ προλεχθέντα.⌝ εἶτα τὴν 〈θυγατέρα Σιὼν〉 σαφῶς τὴν ἐκκλησίαν τὸν σωτῆρα ἑαυτῆς προσδοκᾶν διδάσκει λέγων· 〈Εἴπατε τῇ θυγατρὶ Σιών· θυγατέρα〉 δὲ 〈Σιὼν〉 ὠνόμασε τὴν νέαν ἐκκλησίαν τοῦ θεοῦ τὴν τὸ καινὸν ὄνομα ἀπειληφυῖαν θυγατέρα οὖσαν τοῦ προτέρου παρὰ Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος, ᾗ καὶ προσφωνεῖ λέγων· 〈Ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθόν〉.

τήρει δ᾽ ὅπως αὐτὰ ταῦτα καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐν οἷς ἐλέγετο· «ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, ἰδοὺ ὁ 〈μισθὸς αὐτοῦ〉 μετ᾽ αὐτοῦ 〈καὶ τὸ ἔργον αὐτοῦ〉 ἐναντίον αὐτοῦ», νῦν δέ· 〈Εἴπατε τῇ θυγατρὶ Σιών Ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων μεθ᾽ ἑαυτοῦ τὸν μισθὸν αὐτοῦ καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ〉· ⌞πάλαι μὲν οὖν κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν ὁ αὐτὸς οὗτος ἦν σωτήρ, δι᾽ ὧν ἔπραξε καὶ πέπονθεν ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους τὴν παρὰ τοῦ θεοῦ σωτηρίαν τοῖς εἰς αὐτὸν πιστεύουσι προξενῶν, παρ᾽ ᾧ καὶ ‹Ἰησοῦς ὠνομάσθη› κατὰ τὴν τοῦ ἀγγέλου μαρτυρίαν.⌟ τὴν γὰρ δευτέραν ἄφιξιν αὐτοῦ παριστὰς ὁ λόγος κριτὴν αὐτὸν εἰσάγει καὶ μισθαποδότην. 〈Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου〉. ἀντὶ δὲ τοῦ· 〈καὶ καλέσει αὐτόν, καὶ καλέσουσιν αὐτούς〉, τοὺς σωθησομένους δηλαδή, παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς εἴρηται. οὗτοι μὲν οὖν 〈κληθήσονται λαὸς ἅγιος λελυτρωμένος ὑπὸ κυρίου, σὺ δὲ〉 ἡ τοῦ θεοῦ 〈πόλις〉, πρὸς ἣν τὰ τοσαῦτα λέλεκται, 〈κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη〉.

Ἰερουσαλὴμ 〈καταλελειμμένη〉 καὶ γέγονε καὶ 〈κέκληται〉, αὕτη δὲ περὶ ἧς ὁ πᾶς λόγος 〈ἐπιζητουμένη〉 φησὶν ἔσται 〈καὶ οὐκ ἐγκαταλελειμμένη〉· ‹ὁ γὰρ ἐλθὼν› «〈ζητῆσαι〉 καὶ σῶσαι τὸ ἀπολωλός», οὗτος εὑρὼν αὐτὸ καὶ σώσας οὐκέτ᾽ ἀπολέσθαι αὐτὸ συγχωρεῖ. ⌜Ὥσπερ τοῖς κατορθώσασιν ἐν θεοσεβείᾳ ὁ σωτὴρ ἐλέγετο ἐληλυθέναι 〈ἔχων τὸν ἑαυτοῦ μισθόν〉, ὡς ἂν τὰς ἀμοιβὰς ἀποδῷ καὶ τὰ βραβεῖα τῆς ἄνω κλήσεως τοῖς ὑπὲρ εὐσεβείας ἠγωνισμένοις, οὕτω τοῖς ἀσεβέσι καὶ τὴν ἐναντίαν ὁδὸν πορευομένοις ὁ αὐτὸς ἐπίφοβος καὶ τιμωρητικὸς ἥξειν θεσπίζεται,⌝ ὅθεν ἀνωτέρω μὲν ἐλέγετο· «καὶ ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται ἐπὶ σοὶ κύριος». καὶ τὰ λοιπὰ πάντα ὅσα ὁ λόγος τοῖς κατορθοῦσιν ὑπισχνεῖτο, τὰ δὲ προκείμενα τὴν κατὰ τῶν ἀσεβῶν κρίσιν ὑπογράφει, ἐν ᾗ κρίσει ‹πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ θήσει›. ὃ δὴ καὶ ὁ θεῖος Ἀπόστολος ἐδίδασκε λέγων· «εἶτα τὸ τέλος, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος».

καὶ τούτων τοιγαροῦν τῶν ἀντικειμένων δυνάμεων καὶ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν τὴν καθαίρεσιν ἡ παροῦσα προφητεία σημαίνει· ⌜προσωποποιεῖ δὲ ὁ λόγος ἐρωτήσεις τινῶν ὁρώντων τὸν Χριστὸν τοῦ θεοῦ πολεμικῷ σχήματι θεωρούμενον καὶ τὴν περιβολὴν ᾑμαγμένον, οἳ καὶ πρὸς ἀλλήλους φασὶ τὸ ξένον τοῦ σχήματος ἐκπληττόμενοι· 〈Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ,⌝ ἐρύθημα ἱματίων ἐκ Βοσόρ, οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ, βίᾳ μετὰ ἰσχύος〉; κατὰ δὲ τὸν Σύμμαχον· 〈Τίς οὗτος ἔρχεται ἐξ Ἐδώμ, ἠρυθρωμένος τὸν ἱματισμὸν ἀπὸ Βόσορα, οὕτως εὐπρεπὴς ἐν στολῇ αὐτοῦ, βαίνων πλήθει τῆς ἰσχύος αὐτοῦ〉; ⌜ἐπειδὴ γὰρ ἡ 〈Ἐδὼμ〉 καὶ ἡ 〈Βοσὸρ〉 τῆς τῶν ἀλλοφύλων χώρας καὶ ἀεὶ τῶν πολεμίων τοῦ Ἰσραὴλ ἐτύγχανον οὖσαι, εἰκότως διὰ τούτων τῶν ὀνομάτων τὰς ἀντικειμένας δυνάμεις αἰνίττεται, ὧν ἀνῃρημένων καὶ ὡσπερεὶ κατεσφαγμένων τὸν 〈ἱματισμὸν〉 αὐτοῦ φασιν ᾑμάχθαι. σφόδρα δὲ αὐτὸν ἀλλοῖον ὁρῶντες ἐκ τῆς κατὰ τῶν ἀσεβῶν τιμωρίας οὐδὲ γνωρίζειν ἐοίκασιν αὐτὸν φαιδρὸν καὶ γαληνὸν καὶ ἥμερον αὐτὸν ἐπιστάμενοι.

διὸ πυνθάνονται λέγοντες· 〈Τίς οὗτος ὁ παραγενόμενος〉;⌝ ὁ δὲ πρὸς αὐτοὺς ἀποκρίνεται λέγων· 〈ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου〉, κατὰ δὲ τὸν Σύμμαχον· 〈ἐγὼ λαλῶ ἐν δικαιοσύνῃ ὑπερμαχῶ〈ν〉 εἰς τὸ σῶσαι· ⌜ὑπερμαχῶν〉 γὰρ τῶν ἀδίκως ὑπὸ τῶν ἀντικειμένων δυνάμεων καταπονουμένων, τοὺς μὲν ὡς ἐχθροὺς μετήρχετο, τοὺς δὲ ἔσῳζεν ἐλευθερῶν τῆς ὑπὸ τῶν ἐχθρῶν δυναστείας.⌝ Ἐπὶ ταύτῃ τῇ ἀποκρίσει πυνθάνονται αὐτοῦ δεύτερον λέγοντες· 〈διὰ τί ἐρυθρά σου τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης〉; κατὰ δὲ τὸν Σύμμαχον· 〈διὰ τί πεπύρ〈ρ〉ωται τὸ ἔνδυμά σου καὶ τὰ ἱμάτιά σου ὡς πατοῦντος ληνόν〉; καὶ τοῦτο δὲ πόθεν συνέβη γενέσθαι οὐκ ἀναίνεται διδάξαι. διὸ ἐπιλέγει κατὰ τὸν Σύμμαχον· 〈ληνὸν ἐπάτησα μονώτατος, καὶ ἀπὸ τῶν λαῶν οὐκ ἔστιν οὐδεὶς σὺν ἐμοί, καὶ ἐπάτησα αὐτοὺς ἐν θυμῷ μου καὶ συνεπάτησα αὐτοὺς ἐν τῇ ὀργῇ μου, καὶ ἐρραντίσθη τὸ ἐπινίκιον αὐτῶν ἐπὶ τὰ ἱμάτιά μου, καὶ πάντα τὰ ἐνδύματά μου ἐμόλυνα〉. ⌜ὅρα δὲ ὅπως εἴρηται 〈ληνὸν πεπατηκέναι μονώτατος· μόνῳ〉 γὰρ αὐτῷ ‹τὴν κρίσιν δέδωκεν ὁ πατήρ›, τὴν δὲ τῶν ἁμαρτημάτων ἔκπραξιν 〈ληνὸν〉 εἴωθε καλεῖν, διὸ ἐν Θρήνοις ὁ Ἰερεμίας φησί· «〈ληνὸν ἐπάτησε〉 κύριος παρθένῳ θυγατρὶ Ἰούδα. ἐπὶ τούτοις ἐγὼ κλαίω».

ὥσπερ δὲ ἡ ἐπὶ τὸ αὐτὸ τῶν ἁμαρτημάτων εὔθυνα καὶ ὁ ἔλεγχος ὁ ἐπ᾽ αὐτοῖς, ἥ τε ἔκπραξις καὶ ἡ τιμωρία 〈ληνὸς〉 ὠνόμασται, οὕτω καὶ τῶν ἀγαθῶν καρπῶν τῶν ἐκ τῆς ἀγαθῆς ἀμπέλου τρυγωμένων 〈ληνοὶ〉 θεοφιλεῖς καὶ θεῷ ἀρεσταὶ γίγνονται, ἐφ᾽ αἷς καὶ ‹〈ἐπιλήνιοι〉 ὕμνοι› εἴρηνται ἐν τοῖς Ψαλμοῖς.⌝ ἀλλὰ γὰρ τῶν εἰρημένων 〈μόνος〉 αὐτὸς καὶ μηδενὸς αὐτῷ συμπράττοντος τὴν 〈ληνὸν ἐπάτησε〉 καὶ πάντας τοὺς ἐχθροὺς κατὰ τὸν ἐκδικήσεως καιρὸν ἐκποδὼν ἐποιήσατο, «καταργῶν πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ». οὕτω δ᾽ οὖν ὑποτάξας τοὺς ἐχθροὺς καὶ καταθλάσας αὐτῶν τὸ σπέρμα μηδενὸς ἐχθροῦ λοιπὸν ὑφεστῶτος μηδὲ διαβόλου μηδὲ δαίμονος μηδὲ κακίας μηδὲ ἁμαρτίας ἔτ᾽ οὔσης τοὺς ὑπ᾽ αὐτῷ βασιλευθησομένους ἐν τῷ καινῷ αἰῶνι προσάξει τῷ πατρὶ «ὅτε καὶ παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρὶ» κατὰ τὸν Ἀπόστολον. ⌜〈μολύνει〉 δὲ τὰ 〈ἐνδύματα〉 αὐτοῦ ὥσπερ 〈ἐρυθρὰ〉 γενέσθαι αὐτὰ λέγεται ὡς ἐν προσωποποιΐᾳ ἐμφαντικῶς· ὥσπερ καὶ τὸ 〈αἷμα〉 τῶν ἐχθρῶν, περὶ οὗ φησι· 〈καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν〉· οὐ γὰρ δὴ αἰσθητὸν 〈αἷμα〉 νοητέον εἶναι περὶ τὰς ἀντικειμένας δυνάμεις,⌝ μὴ ἄρα τροπικῶς ἐκδεκτέον καὶ ταῦτα;

Εἶτα πάλιν 〈ἡμέρας ἀνταποδόσεως〉 καὶ 〈ἐνιαυτοῦ λυτρώσεως〉 μέμνηται, ὥσπερ καὶ ἀνωτέρω ἐπὶ τῶν χρηστοτέρων ἐλέγετο· «κηρύξαι 〈ἐνιαυτὸν〉 κυρίου δεκτὸν καὶ 〈ἡμέραν ἀνταποδόσεως〉 τῷ θεῷ ἡμῶν». ὁ γὰρ νέος αἰὼν ὁ σύμπας 〈ἐνιαυτὸς κυρίου δεκτὸς〉 ὠνόμασται, ὡς ἂν αὐτὸν ἕξων ‹τὸν κύριον φῶς αἰώνιον›, ὁ δ᾽ αὐτὸς καὶ 〈ἡμέρα ἀνταποδόσεως〉 κέκληται. διό φησιν· 〈ἡμέρα ἀνταποδόσεως ἦλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν〉· ⌜ἐν ταὐτῷ γὰρ τοὺς μὲν οἰκείους λυτρώσεται, τοῖς δ᾽ ‹ἀνταποδώσει› κατὰ τὸ εἰρημένον παρὰ Μωσεῖ· «καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει».⌝ Εἶτά φησι· 〈καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου〉. ⌜νοήσομεν δὲ πῶς ὁ λόγος εἴρηται ἐπιστήσαντες ὡς μόνος αὐτὸς «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ». ἃ γὰρ οὐδεὶς πώποτε ἀνθρώπων οὐδὲ ἀγγέλων οὐδὲ τῶν θείων δυνάμεων ὑπέστη, μόνος αὐτὸς ὑπὲρ τῆς ἡμετέρας ἀνεδέξατο σωτηρίας, διὸ καὶ μόνῳ αὐτῷ ὁ πατὴρ «ἐχαρίσατο τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα» καὶ τὴν κατὰ πάντων κρίσιν ἐνεχείρισεν.