Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Λουκᾶν (ἀπόσπασμα)

Εὐσέβιος Καισαρείας

Η παραβολή των μνών και η τελική κρίση

Ανάλυση της παραβολής του ευγενούς ανθρώπου, της διπλής καταγωγής του Λόγου, της μακρόθυμης αναμονής, της παραλαβής της βασιλείας και της τελικής ανταπόδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 11 από 13

Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι. Τοσαῦτα διὰ τῆς παραβολῆς διδασκόμεθα, τὴν μέλλουσαν αὐτοῦ καὶ μηδέπω παροῦσαν βασιλείαν, κἂν αἰσθητὴν ταύτην τινὲς ἐφαντάζοντο, τὴν ἀπὸ γῆς εἰς οὐρανὸν μετάστασίν τε καὶ ἀνάληψιν, τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θεοφάνειαν, τὴν κριτικὴν καὶ τοῦ κατ᾽ ἀξίαν ἑκάστῳ διανεμητικὴν ἐξουσίαν, τὴν τῶν οἰκείων αὐτοῦ καὶ πιστῶν θεραπευόντων εὐδοκίμησιν, τὴν τῶν μὴ τοιούτων κατάγνωσιν, τὴν τῶν πολιτῶν τοῦ βασιλέως κατ᾽ αὐτοῦ συσκευὴν, τὴν μετελευσομένην αὐτοὺς ἐπαξίως ὧν ἔδρασαν δίκην· ταῦτα γὰρ ὁμοῦ πάντα διὰ τῶν ἐκτεθεισῶν φωνῶν ἐδήλου. Καὶ πρῶτον μὲν ἄνθρωπον αὐτὸς ἑαυτὸν ὠνόμαζε διὰ τὴν κατὰ σάρκα γέννησιν, τὴν κατὰ ἄνθρωπον αὐτῷ συστᾶσαν· ἔπειτα εὐγενῆ, ἀλλ᾽ οὔπω βασιλέα ἑαυτὸν ἐκάλει, διὰ τὸ μηδέπω τῇ βασιλικῇ ἀξίᾳ κατὰ τὴν πρώτην θεοφάνειαν κεχρῆσθαι.

Τῆς δ᾽ εὐγενείας αὐτοῦ μάρτυρες οἱ τοῦ γένους καὶ τῆς ἐκ προγόνων διαδοχῆς τὴν ἱστορίαν γραφῇ παραδεδωκότες· ὧν ὁ μέν τις, τὴν κατὰ ἀνθρώπους εὐγένειαν αὐτοῦ παριστὰς, ἔνθεν δή ποθεν εὐηγγελίζετο λέγων· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ· εἶθ᾽ ἑξῆς τούτοις τὴν γενεαλογίαν δι᾽ ἐπιδήμων ἀνδρῶν καὶ διὰ βασιλικοῦ γένους ἐπ᾽ αὐτὸν κατάγων ἵστησιν· ὁ δὲ τὴν ἀνωτάτω καὶ πρὸ πάντων αἰώνων ἐκ Θεοῦ γέννησιν αὐτοῦ διδάσκων, τὴν ἀληθῶς πρώτην καὶ μόνην εὐγένειαν παρεδίδου λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάντα δι᾽ αὐτοῦ ἐγένετο.

Ἀλλὰ γὰρ οὗτος ὁ πρὸ πάντων αἰώνων Θεὸς Λόγος, γενόμενος ἄνθρωπος εὐγενὴς, καὶ τὸν σὺν ἀνθρώποις διεξελθὼν βίον τὸν ἐμφερόμενον ταῖς περὶ αὐτοῦ εὐαγγελικαῖς γραφαῖς, μετὰ τὴν παρὰ ἀνθρώποις αὐτάρκη διατριβὴν, ἐπανιὼν πρὸς τὸν ἑαυτοῦ Πατέρα, ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. Χώραν δὲ μακρὰν τὴν ἀπὸ γῆς εἰς οὐρανὸν ἄνοδον ἐδήλου· λαβεῖν τε τὴν βασιλείαν αὐτὴν ἐκείνην φησὶν, ἣν ὁ προφήτης Δανιὴλ ᾐνίττετο λέγων· Καὶ ἰδοὺ Υἱὸς ἀνθρώπου ἐπὶ νεφελῶν ἐρχόμενος ἦν· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία. Εὖ δὲ καὶ τὸ λαβεῖν εἴρηται· πάντως γὰρ τοῦ Πατρὸς διδόντος ἐλάμβανε, κατὰ τό· Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· ἃ δὴ δοθέντα αὐτῷ παρὰ τοῦ Παλαιοῦ τῶν ἡμερῶν ὑποδεξάμενος, αὖθις ἐπανήξει.

Διό φησι λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι· καὶ ὅπως δὲ ποιήσεται τὴν ἐπάνοδον, ὁ θεῖος Ἀπόστολος διασαφεῖ λέγων· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ. Ἡ δὲ ἀποδημία καὶ τὴν μακροθυμίαν δηλοῖ. Ἔδει δὲ αὐτὸν ἀναγκαίως εἰς τὴν δηλωθεῖσαν μακρὰν χώραν στείλασθαι, κἀκεῖ χρόνον διατρίψαι πολλῶν ἕνεκα· ὡς ἂν ἐν τῷ μεταξὺ οἱ αὐτοῦ θεράποντες τῆς ἑαυτῶν ἐργασίας τὴν δοκιμὴν δοῖεν.

Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς. Ἐσήμαινε τοίνυν διὰ τῶν λαβόντων τὰς μνᾶς τοὺς ἑαυτοῦ μαθητὰς, οἷς ἀνὰ μίαν μνᾶν παραδοὺς, ἴσην τε καὶ ὁμοίαν πᾶσιν ἐγχειρίσας τὴν οἰκονομίαν, πραγματεύσασθαι παρεκελεύσατο, ἕως ἂν ἐπανέλθῃ τῆς μακρᾶς ἀποδημίας. Ἡ δὲ πραγματεία οὐκ ἄλλη τις ἦν ἀλλὰ τὸ κήρυγμα τὸ περὶ τῆς αὐτοῦ βασιλείας εἰς πάντας ἀνθρώπους ὑπὸ τῶν αὐτῶν αὐτοῦ μαθητῶν κατηγγελμένον. Ἀλλ᾽ ἓν μὲν ἦν τοῦτο, ἐπεὶ καὶ μία τῶν πάντων διδασκαλία, καὶ μία πίστις, καὶ ἓν βάπτισμα καὶ ὁ αὐτὸς λόγος· διὸ καὶ μία ἡ μνᾶ, διάφορος δὲ αὐτοῖς ἡ ἐργασία ἐγένετο, καὶ ἡ πραγματεία λαμπρὰ, ὅ τ᾽ ἐπὶ ταύτῃ πόρος πλούσιος. Καὶ ταῦτα μὲν ἦν ὧν ἕνεκα τὴν μακρὰν πορείαν ὁ εὐγενὴς ἐστέλλετο ἄνθρωπος. Ὅθεν ἐλέγετο αὐτῷ ὑπὸ τοῦ Πατρός· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Ποίους δὲ, εἴ τις πύθοιτο μαθεῖν ἐθέλων, ἐχθροὺς, ὁ διὰ τῆς παραβολῆς διδάξει λόγος, συμπολίτας εἰσάγων τοῦ βασιλέως μισοῦντας αὐτὸν καὶ παραιτουμένους αὐτοῦ τὴν ἀρχὴν, γυμνῇ τε τῇ κεφαλῇ λέγοντας καὶ ἀχαλίνῳ στόματι· Οὐ θέλομεν τοῦτον βασιλεύειν ἐφ᾽ ἡμᾶς. Ἀλλ᾽ οἱ μὲν, καίπερ ὄντες πολῖται, τὸν βασιλέα ἠρνοῦντο, ὁ δὲ ὑπὸ τοῦ Πατρὸς ἀκούει· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν ὑπὸ πόδας τεθῶσιν οἱ ἐχθροί σου· καί· Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.

Ἐπεὶ δὲ ἔξαρνοι τῆς βασιλείας αὐτοῦ ἐγένοντο οἱ ἐχθροὶ αὐτοῦ πολῖται, εἰκότως πρὸς αὐτοὺς ἔφασκεν· Ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ποῖον δὲ ἦν τὸ ἔθνος τὸ τῆς βασιλείας ἄξιον, ἐδήλου ὁ εἰπών· Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Ἐδήλου δὲ πολίτας ἐχθροὺς αὐτοῦ οὐχ ἑτέρους τοῦ Ἰουδαίων ἔθνους, οἳ δὴ, πρῶτοι τῆς τοῦ Σωτῆρος χάριτος ἠξιωμένοι, τοῖς ἐναντίοις αὐτὸν ἠμύναντο. Διὸ περὶ αὐτῶν προφητικῶς ἔλεγεν· Ἀνταπεδίδοσάν μοι πονηρά· ἀντὶ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, καὶ ἐπολέμησαν δωρεὰν, καὶ ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσαν· δι᾽ ὧν προβάλλεσθαι εἰώθασι κατ᾽ αὐτοῦ βλασφήμων λόγων, κατευχόμενοί τε αὐτοῦ, καὶ μόνον οὐκ αὐτοῖς λέγοντες τοῖς ἔργοις· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς. Διὸ δὴ οὐ μόνον τῆς βασιλείας στερηθήσονται, ἀλλὰ καὶ πείσονται τὰ ἐπίχειρα τῆς αὐτῶν δυσσεβείας. Πολίτας δὲ αὐτοὺς διὰ τῆς παραβολῆς ὠνόμαζεν, ἅτε δὴ ἐκ τῆς αὐτῆς ὁρμωμένους αὐτῷ συγγενείας· ἐπεὶ καὶ αὐτὸς ἐκ τῶν αὐτῶν ὡρμᾶτο προπατόρων κατὰ τὴν ἔνσαρκον αὐτοῦ γένεσιν, καὶ ἐπείπερ τῆς νομίμου ὁμοίως αὐτοῖς μετῄει πολιτείας. Ταῦτα μὲν οὖν παραστατικὰ ἂν εἴη τῆς πρώτης αὐτοῦ ἀφίξεως.

Ἐπεὶ δὲ ταῦτα ὁ Σωτὴρ τοῦτον ἐδίδαξε τὸν τρόπον, ἀκολούθως τὴν ἐπάνοδον αὐτοῦ τὴν ἔνδοξον καὶ βασιλικὴν παρίστη, μαρτυρόμενος ὁποίαν τότε ποιήσεται τὴν κατὰ πάντων δικαιοκρισίαν· τοῖς μὲν γὰρ εὖ καὶ πιστῶς τὴν μνᾶν πολυπλασιάσασι τὴν πρέπουσαν ἀποδιδοὺς ἀμοιβὴν, συνάρχειν αὐτῷ καὶ συμβασιλεύειν ἐπιτρέψει· τῷ δὲ κατ᾽ ὄκνον καὶ ῥᾳθυμίαν ἠμεληκότι τῆς τοῦ Δεσπότου παρακελεύσεως, ἀργίαν τε καὶ σχολὴν ἠγαπηκότι, μηδὲ βουληθέντι τὸν πόνον ὑπομεῖναι τῆς πραγματείας, πικρὰν ἐπαρτήσει δίκην.

Ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. Βασιλεῖαι γὰρ αὗται, πρέπουσαι προαγωγαὶ, ἀρχὰς ἀνθρώπων καὶ ἡγεμονίας τῶν ἀτελεστέρων ἔτι ψυχῶν τοῖς ἐν ὀλίγῳ τὴν δοκιμὴν παρεσχημένοις, ἐπαξίως ὧν ἐπραγματεύσαντο κατὰ τὸν πρῶτον βίον, χαριζόμεναι. Μάθοις δ᾽ ἂν τῶν εἰρημένων δούλων τὸ γνήσιον, καὶ τὸ πιστὸν τῆς πραγματείας ἔργοις αὐτοῖς παραλαβών· ὡς εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Δι᾽ αὐτῶν γὰρ ἐκείνων τῶν τοῦ Σωτῆρος γνωρίμων, καὶ διὰ τῶν μετὰ ταῦτα τὸν ὅμοιον ἐκείνοις ἐπανῃρημένων ζῆλον, ἐξ ἁπάντων τῶν ἐθνῶν ἀφορισθεῖσα τῷ Θεῷ Ἐκκλησία, ἐν ὀλίγῳ χρόνῳ τὴν σύμπασαν οἰκουμένην ἐπλήρου. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον τὴν ἐργασίαν ποιήσονται οἱ τὸν σωτήριον λόγον τὸν εὐαγγελικὸν πιστευθέντες, δι᾽ ἔργων καὶ πράξεων, βίου τε καὶ πολιτείας θεοπρεποῦς, τὰς τοῦ λόγου διδασκαλίας ἀποπληροῦντες. Ὧν τοὺς μὲν διαφόρως ἐργασαμένους, διαφόροις τιμαῖς ἀμείψεται ὁ δίκαιος κριτὴς, ἀποδώσων ἑκάστῳ τὴν προσήκουσαν ἐν ἀγαθοῖς ἀμοιβήν· τῷ δ᾽ ἐγκρύψαντι τοὺς λόγους καὶ καταδήσαντι παρ᾽ ἑαυτῷ, μηδέν τε εἰργασμένῳ πονηρῷ δούλῳ καὶ ὀκνηρῷ, τἀπίχειρα τῆς πονηρίας ἐποίσει. —Τὸ ἐπάνω δέκα ἢ πέντε πόλεων ἀρχήν τινα καὶ ἐξουσίαν δηλοῖ δοθησομένην τοῖς ἁγίοις κατὰ ὑποδεεστέρων καὶ τοῦ διευθύνεσθαι ἀξίων.

Ἀλλὰ γὰρ τῶν μὲν αὐτοῦ θεραπόντων τοιαύτην ποιήσεται τὴν διάκρισιν· τῶν δὲ μὴ τῆς αὐτῆς δουλείας κατηξιωμένων, ἄλλως δὲ πολιτῶν αὐτοῦ γεγενημένων, ἐν ἐχθρῶν δὲ καὶ μισούντων αὐτὸν χώρᾳ ἑαυτοὺς καταλεξάντων, πρεσβείαν τε ἀπεσταλκότων ἀπαρνουμένην αὐτοῦ τὴν βασιλείαν, ὁποῖον ἔσται τέλος, παρίστη δι᾽ ὧν ἐπανελθόντα τὸν βασιλέα κατὰ τὴν δευτέραν καὶ βασιλικὴν αὐτοῦ θεοφάνειαν, φοβερὰν ἀπόφασιν ἐξοίσειν κατ᾽ αὐτῶν προὔλεγε τὴν φήσασαν· Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου.