Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Λουκᾶν (ἀπόσπασμα)

Εὐσέβιος Καισαρείας

Τα σημεία της συντελείας και η προσδοκία του νέου αιώνα

Το ερώτημα περί εξουσίας, οι ουράνιες αλλοιώσεις κατά τη Δευτέρα Παρουσία, ο σάλος των δυνάμεων, η παραβολή της συκής και οι προτροπές προς εγρήγορση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 12 από 13

Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Αὐτὸς μὲν ἔργα θεϊκῆς δυνάμεως ἐπιτελῶν, τεραστίας καὶ παραδόξους πράξεις ἐνεδείκνυτο, ἐδίδασκέ τε οὐράνια μαθήματα· οἱ δ᾽ ἀποθαυμάζειν δέον, γνωρίζειν τε ἐκ τῶν λόγων καὶ τῶν πράξεων, ὡς ἄρα αὐτὸς εἴη ὁ Χριστὸς ὁ ὑπὸ τῶν προφητῶν κεκηρυγμένος, τοῦτο μὲν οὐκ ἔπραττον, ἐπ᾽ ἀνατροπῇ δὲ τοῦ πλήθους ἐπιστάντες ἀθρόως, ἐπετίμων πυνθανόμενοι ἐν ποίᾳ ἐξουσίᾳ εἴη ταῦτα ποιῶν, καὶ παρὰ τίνος εἰλήφει τὴν τοῦ τὰ τοιάδε πράττειν ἀδεῶς ἐξουσίαν.

Ἐρωτήσω ὑμᾶς κἀγὼ, κ. τ. λ. Ἀνεξικάκως καὶ πράως αὐτοὺς δεξάμενος ὁ Κύριος ἀνερωτᾷ περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ, οὐ πόθεν εἴη αὐτὸς, ἀλλὰ πόθεν τὸν τοῦ βαπτίσματος νόμον εἰλήφοι. Τὸ μὲν γὰρ αὐτὸν περὶ ἑαυτοῦ μαρτυρεῖν ἐπαχθὲς ἡγεῖτο καὶ περιαυτολόγον· τὸ δ᾽ ἐπὶ Ἰωάννην ἀναπέμπειν λεληθυῖαν τὴν περὶ ἑαυτοῦ διδασκαλίαν περιεῖχεν· ὡμολόγητο γὰρ παρὰ παντὶ τῷ λαῷ Ἰωάννης ἐξ οὐρανῶν ὡρμημένος. Οὗτος δὲ αὐτὸς ἐμαρτύρει τῷ Σωτῆρι πόθεν εἴη τὴν ἐξουσίαν εἰληφώς.

Ὡς γὰρ ἀπήγγελλον αὐτῷ τινες, ὅτι Ἰησοῦς βαπτίζει, ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ᾽ ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾗ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ ἄνωθεν. Αὐτοὶ ὑμεῖς μαρτυρεῖτέ μοι, ὅτι εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστὸς, ἀλλ᾽ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου· καὶ πάλιν· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· καὶ αὖθις· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον. Οὐκοῦν ἀπὸ τῆς Ἰωάννου περὶ αὐτοῦ μαρτυρίας δῆλος ἦν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἔπραττεν ὁ Σωτὴρ, καὶ τίς αὐτῷ δεδώκει τὴν τοιαύτην ἐξουσίαν.

Ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις. Τηνικαῦτα γὰρ τῆς συντελείας τοῦ θνητοῦ βίου γενομένης, παρελθόντος τε τοῦ σχήματος τοῦ κόσμου τούτου κατὰ τὸν Ἀπόστολον, νέος αἰὼν διαλήψεται. Ἀντὶ γὰρ πάντων τῶν αἰσθητῶν φωστήρων τῶν πρὶν φωτιζόντων τὸν πρὸ τούτου αἰῶνα ἐπιλάμψει λοιπὸν αὐτὸς καὶ ἐπιφανήσεται ὁ Σωτὴρ ἡμῶν, ἀρχηγὸς καὶ φωστὴρ, καὶ βασιλεὺς τοῦ νέου αἰῶνος καταστησόμενος. Τοσαύτη δέ τις ἔσται ἡ τῆς θεότητος αὐτοῦ δύναμις, καὶ ἡ ἀνυπέρβλητος αὐτοῦ δόξα, ὡς τὸν νῦν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἐν οὐρανῷ φωστῆρας διὰ τὴν τοῦ κρείττονος παράθεσιν ἀποκρυβῆναι καὶ καλυφθῆναι τῇ αὐτοῦ δυνάμει.

Τῶν ὑπερχομένων τῇ οἰκουμένῃ. Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμηνεύει συνάπτων· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τοῦ γὰρ Υἱοῦ τοῦ Θεοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ἐπιστησομένου, καὶ τὴν ἄθεον καὶ μεγάλαυχον τυραννίδα τοῦ υἱοῦ τῆς ἀπωλείας καταργεῖν μέλλοντος τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, ἀναλίσκειν τε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, τῶν τε ἐπουρανίων πνευμάτων καὶ τῶν θείων καὶ ἀγγελικῶν λειτουργῶν τοῦ Θεοῦ τὸν Υἱὸν τοῦ Θεοῦ δορυφορούντων καὶ σὺν αὐτῷ παρεσομένων, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· ὡς τότε πληροῦσθαι τό· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Ποῦ δὲ εἰσελεύσεται ἢ εἰς τὸν νέον αἰῶνα καὶ τὴν καινὴν οἰκουμένην;

Καὶ δὴ τῶν δυνάμεων τῶν ἀφανῶν καὶ ἀσωμάτων, δι᾽ ὧν ὁ σύμπας οὐρανὸς διοικεῖται, τῆς ἐξ αἰῶνος στάσεως παρακινηθεισῶν, καὶ αὐτὸς ὁ σύμπας οὐρανὸς ἥλιός τε καὶ σελήνη, καὶ ἀστέρες παρελεύσονται, ἀνοιγομένου τοῦ οὐρανοῦ, καὶ τῶν ἐξ αἰῶνος κεκλεισμένων αὐτοῦ πυλῶν ἀναπεταννυμένων, ὡς ἂν ὀφθεῖεν τὰ ὑπουράνια, καὶ ἡ ἐξ αἰῶνος τοῦ Θεοῦ βασιλεία φανηθείη τοῖς πᾶσιν· ἢν δὴ καὶ προσεύχεσθαι ᾗ τάχος ἐπιστῆναι, αὐτὸς ὁ Σωτὴρ ἐδίδαξε, λέγειν ἐν τῇ προσευχῇ παρακελευόμενος· Ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· οὕτω τε τῶν φθαρτῶν καὶ σωματικῶν παρελθόντων, τὰ νοητὰ καὶ οὐράνια ἐπιστήσεται· ὅτε καὶ ἡ ἀσάλευτος βασιλεία τοῦ μηκέτι παρελευσομένου αἰῶνος καθηγήσεται, καινός τε καὶ νέος οὐρανὸς, γῆ τε καινὴ συστήσεται κατὰ τὸν φήσαντα προφήτην· Ἔσται οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, λέγει Κύριος.

Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Αἱ τὸν πρότερον αἰῶνα διακονησάμεναι δυνάμεις ἐν τῇ συστάσει τοῦ προτέρου κόσμου, τοῖς τε αἰσθητοῖς μέρεσι τοῦ παντὸς ἐπιστατήσασαι, τότε δὴ σαλευθήσονται, ὡς ἂν κρείττονος τύχοιεν στάσεως.

Τέως μὲν γὰρ δουλεύουσι φθαρτοῖς σώμασι διακονούμεναι, κατὰ δὲ τὸν νέον αἰῶνα ἐλευθερωθήσονται καὶ αὐταὶ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ἐπὶ μὲν γὰρ τοῦ παρόντος στενάζει ἡ κτίσις τῇ φθορᾷ τῶν αἰσθητῶν σωμάτων δουλεύουσα, καὶ τὴν οἰκείαν στάσιν φυλάττουσα, ἐν ᾗ κατέστησεν αὐτὴν ὁ τοῦ παντὸς Κύριος· τότε δὲ, κατὰ τὴν σωτήριον θεοφάνειαν ἐλευθερωθεῖσα τῆς νῦν στάσεως, ἐπὶ τὰ κρείττω μεταβήσεται.

Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν. Λέγει δὲ ταῦτα πρὸς τοὺς μαθητὰς, οὐχ ὡς μέλλοντας αὐτοὺς ζήσεσθαι, καὶ παραμένειν τῷ βίῳ μέχρι τῆς συντελείας, ἀλλ᾽ ὡς ἑνὸς ὄντος σώματος αὐτῶν τε καὶ ἡμῶν, τῶν τε μετὰ ταῦτα μέχρι τῆς συντελείας εἰς αὐτὸν πεπιστευκότων, καὶ δι᾽ αὐτὸν κατὰ τὸν παρόντα βίον τεταπεινωμένων. Τότε γοῦν ἀπολαβόντες τὰς ἐπαγγελίας ἐφ᾽ αἷς ἠλπίζομεν, ἀνακύψομεν οἱ τότε συγκεκυφότες, καὶ ἐπαροῦμεν τὰς κεφαλὰς ἡμῶν οἱ πάλαι τεταπεινωμένοι. Ἡ γὰρ ἀπολύτρωσις ἡμῶν ἡ προσδοκωμένη αὐτὴ ἐκείνη ἔσται, ἣν καὶ ἡ πᾶσα κτίσις προσδοκᾷ κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν, ἣν καὶ Παῦλος ἀπεκδεχόμενος στενάζει ταῖς σωτηρίοις φωναῖς δουλεύων. Πότε δὲ ἐγγίζει ἡ ἀπολύτρωσις, ἀκριβῶς ἐδίδαξεν εἰπὼν, ὅτι τούτων ἀρχομένων γίνεσθαι. Μὴ γὰρ ἀρχομένων, ἀλλ᾽ ἤδη εἰς ἔργα χωρούντων τῶν λεγομένων, οὐκέτι ἐγγίζειν εἰκὸς τὴν ἀπολύτρωσιν, ἀλλ᾽ ἔργοις ἐπιτελεῖσθαι. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ὅλης αὐτῆς τῆς κτίσεως ἀπολύτρωσιν καὶ ἐλευθερίαν τότε γενήσεσθαι διδάσκει, διὰ τὸν μέλλοντα καὶ αὐτῆς γίνεσθαι ἐπὶ τὸ κρεῖττον μετασχηματισμόν. Διό φησι· Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.

Ἀφθάρτων γὰρ ἁπάντων καὶ ἀθανάτων τῶν τέκνων τοῦ Θεοῦ τὸν νέον οἰκησάντων αἰῶνα, ἐχρῆν δήπου καὶ τὴν κτίσιν αὐτὴν τὴν νῦν τῇ φθαρτῇ φύσει δουλεύουσαν, εἰς ἄφθαρτον οὐσίαν μεταβαλεῖν, τῆς παρούσης καταστάσεως ἐλευθερωθεῖσαν. Εὐκαίρως μέντοι τῷ· Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δόξης, παραθήσεις τὴν τοῦ Δανιὴλ προφητείαν, δι᾽ ἧς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ἡ νεφέλη, καὶ ἡ τῷ τοῦ ἀνθρώπου δοθησομένη βασιλεία ἐθεωρεῖτο. Ἀλλὰ τότε μὲν εἷς προφήτης θείῳ Πνεύματι θεοφορούμενος τὸ μέλλον ἔσεσθαι ἐθεᾶτο· κατὰ δὲ τὸν τῆς συντελείας καιρὸν πάντες, ὥς φησιν ὁ Σωτὴρ, αὐτὸν ὄψονται ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως πολλῆς ζωοποιητικῆς καὶ φωτιστικῆς τοῦ νέου αἰῶνος, καὶ μετὰ δόξης πολλῆς, τῆς πατρικῆς δηλαδὴ θεότητος.

Πότε δὲ ταῦτα ἔσται; Ὅταν πληρωθῶσι καιροὶ ἐθνῶν. Περαιωθείσης γὰρ τῆς ὡρισμένης τοῖς ἔθνεσι προθεσμίας, ἔσται σημεῖα τῆς τοῦ κόσμου συντελείας. Ποταπὰ δὲ σημεῖα, τῷ Ματθαίῳ ὁ Λουκᾶς παρεχώρησεν ἐξειπεῖν. Ἐχρῆν γὰρ, μέλλοντος τοῦ μεγάλου φωστῆρος, αὐτοῦ δὲ τοῦ Θεοῦ Λόγου μετὰ δυνάμεως καὶ δόξης πολλῆς τὴν δευτέραν αὐτοῦ ποιεῖσθαι παρουσίαν ὑποστέλλεσθαι καὶ ὑπαναχωρεῖν τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, ἵνα ἀντὶ πάντων αὐτὸς ὁ Υἱὸς τοῦ ἀνθρώπου καταλάμψας φωτίσῃ τὸν νέον αἰῶνα, τοῦ προτέρου σχήματος τοῦ κόσμου παρελθόντος κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, ἥ φησι· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· ἐπειδὰν οὖν τοῦτο παρέλθοι τὸ σχῆμα, συμπαρελεύσεται αὐτῷ καὶ ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες.

Σκοτισθήσεται δὲ ὁ ἥλιος τότε, οὐχ ὥστε στερηθῆναι τοῦ οἰκείου φωτὸς, ἀλλὰ παραθέσει τοῦ κρείττονος ἀμαυρούμενος· ἀμοιβῆς γοῦν τῶν αὐτοῦ καμάτων καὶ αὐτὸς τεύξεται, ἑπταπλασίων γενησόμενος· ἥ τε σελήνη καὶ αὐτὴ ἔσται ὡς ὁ ἥλιος· καὶ οἱ ἀστέρες δὲ τῆς ὁμοίας τεύξονται ἐπὶ τὸ κρεῖττον μεταβολῆς. Ἀργήσει δὲ τότε ὁ ἥλιος καὶ ἡ σελήνη· ἀλλ᾽ οὐδὲ ἄστρων τις ἔσται τότε χρεία, νυκτὸς μὴ οὔσης· ἀναπαύσονται δὲ καὶ αὐτοὶ ἐλευθερωθέντες σὺν τῷ οὐρανῷ· οὕτω τε ὁ νέος αἰὼν ἀνήλιος ἔσται καὶ ἀσέληνος, καὶ ἄναστρος, ἡμέρας τοῦ ἡμετέρου φωτὸς τὰς ἁγίας καταυγαζούσης ψυχάς.

Τίνα γε μὴν τὰ ἐπερχόμενα τῇ οἰκουμένῃ μετὰ τὸ τοὺς φωστῆρας σκοτισθῆναι, καὶ διὰ τί, καὶ πόθεν ἡ συνοχὴ τῶν ἐθνῶν ἔσται, παρίστησιν ἑξῆς λέγων· Ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου ἀποψυχόντων ἀνθρώπων. Καί μοι δοκεῖ τῆς τότε γενησομένης τοῦ παντὸς τροπῆς τὴν ἀρχὴν ἔσεσθαι διδάσκειν ἀπὸ ἐκλείψεως τῆς ὑγρᾶς οὐσίας. Ταύτης γὰρ πρώτης ἀναποθείσης ἢ ἀποπαγείσης, ὡς μηκέτ᾽ ἦχον θαλάσσης ἀκούσεσθαι, μηδὲ τὸν τῶν κυμάτων αὐτῆς σάλον γίνεσθαι δι᾽ αὐχμὸν ὑπερβάλλοντα, τὰ λοιπὰ μέρη τοῦ κόσμου μηκέτι τῆς συνήθους μεταλαμβάνοντα ἀναθυμιάσεως ἐκ τῆς ὑγρᾶς οὐσίας ἀναπεμπομένης, τροπὴν καὶ μεταβολὴν πείσεται· ὡς ἐκ τούτου γενήσεται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις.

Ἀνακλήσεώς τε γὰρ τοῦ παντὸς γενομένης, καὶ συντελείας τοῦ κόσμου, καὶ παράγοντος τοῦ σχήματος τούτου τοῦ φαινομένου (παρελεύσεται γὰρ τὰ πρῶτα ἵν᾽ ἐπιστῇ τὰ δεύτερα), ἀκόλουθον ἦν καὶ τῶν κατ᾽ οὐρανὸν φωστήρων τροπήν τινα ἔσεσθαι.

Ταῦτα δὲ ἐπὶ τέλει τῶν χρόνων ἔσται, τῆς ἀποστασίας ἐνεργουμένης. Μελλούσης γὰρ τὰ τῆς θεομαχίας τέρατα καταργεῖν τῆς ἐπιφανείας τοῦ Σωτῆρος, τὰ τῆς ὀργῆς προοίμια ἐκ τῶνδε ἄρξεται, ἐξ αὐχμῶν δηλαδὴ καὶ ἀπορίας ἤχου θαλάσσης· οὗ γενομένου ἐπακολουθήσει συνοχὴ τῶν ἐπὶ γῆς ἐθνῶν, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμηνεύει συνάπτων ἑξῆς καὶ λέγων· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· τοῦ Υἱοῦ τοῦ Θεοῦ μετὰ δόξης ἐπιστησομένου, καὶ τὴν μεγάλαυχον τυραννίδα τοῦ υἱοῦ τῆς ἁμαρτίας καταργεῖν μέλλοντος, τῶν τε ὑπερουρανίων ταγμάτων δορυφορούντων.

Καὶ εἶπε παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν, κ. τ. λ. Οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινόμενα, κ. τ. λ. Ποῖα ταῦτα γινόμενα ἀλλ᾽ ἢ τὰ προλεγόμενα; Ἱερουσαλὴμ πατουμένην ὑπὸ ἐθνῶν, τὴν συμπλήρωσιν τῶν καιρῶν τῶν ἐθνῶν, τοὺς τῆς ἀποστασίας χρόνους, τὰ ἐν τοῖς φωστῆρσι καὶ τοῖς ἄστροις σημεῖα, τὴν ἐπὶ γῆς συνοχὴν τῶν ἐθνῶν, τὴν ἔκλειψιν καὶ ἀπορίαν τοῦ ἤχου τοῦ σάλου τῆς θαλάσσης. Ταῦτα, φησὶν, ἅπαντα ὅταν ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐπὶ θύραις ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἑτέρα οὖσα παρὰ τὰ προλεχθέντα. Τὰ μὲν γὰρ προοίμια ἦν καὶ μελλόντων ἀγαθῶν σημεῖα, ὡς καὶ οἱ τῆς συκῆς ἁπαλοὶ κλάδοι καὶ τὰ φύλλα σημεῖα τοῦ μέλλοντος θέρους τῆς τε τῶν λοιπῶν φυτῶν καὶ σπερμάτων καρποφορίας· τὰ δὲ τοῦ μέλλοντος καὶ τῆς ἐν αὐτῷ συστησομένης βασιλείας οὐρανῶν προοίμια καὶ σημεῖα τὰ προλεχθέντα ἦν. Αὕτη δὲ ἡ βασιλεία καὶ τὰ ἐν αὐτῇ οὐκέτι λόγῳ παραδοτέα, οὐδὲ θνητῶν ἀκοαῖς λεκτέα.

Διόπερ ἀποσιωπητέον ταῦτα. Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Πλὴν ὥσπερ κατὰ τὸν ἐνεστῶτα βίον ἥλιος μετὰ χειμερίους τροπὰς ἔαρος ἐνισταμένου θερμὴν ἀκτῖνα βάλλων, τὰ ὑπὸ γῆν κρυπτόμενα ζωοποιεῖ σπέρματα, τοῦ προτέρου μεταβαλόντα σχήματος, νεαρὰ δὲ φύει καὶ τέθηλεν, ὡραίαν καὶ πολυανθῆ τὴν τῶν ἄρτι φυέντων βλάστην παρεχόμενα· κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἔνδοξος τοῦ Μονογενοῦς τοῦ Θεοῦ ἄφιξις, φωτὸς ζωογόνοις ἀκτῖσι τὸν νέον αἰῶνα καταυγάσασα, τὰ ἀποκρυφθέντα πάλαι κατὰ τὸν ἔμπροσθεν αἰῶνα, καὶ ἐν τῷ παντὶ κόσμῳ διασκεδασθέντα σπέρματα, τουτέστι τοὺς ἐν γῆς χώματι κεκοιμημένους, κρείττοσι σώμασιν ἢ κατὰ τὰ πρότερον θειότερόν τε μετεσχηματισμένοις εἰς φῶς προάξει· καὶ τοῦ θανάτου καταργηθέντος, αὐτὴ λοιπὸν ἡ ζωὴ βασιλεύσει τοῦ νέου αἰῶνος.

Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη. Ποία γενεὰ ἀλλ᾽ ἡ καινὴ καὶ νέα, ἣν αὐτὸς συνεστήσατο; περὶ ἧς ἐν προφητείαις εἴρητο· Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· καὶ πάλιν· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη. Διόπερ δεικτικῶς εἰς τοὺς ἀποστόλους αὐτοῦ, καὶ τὴν ἐξ αὐτῶν καὶ δι᾽ αὐτῶν καθ᾽ ὅλης τῆς οἰκουμένης συστησομένην καινὴν γενεὰν τῆς ἁγίας Ἐκκλησίας αὐτοῦ ἀφορῶν, ἔλεγεν· Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται.

Διαμενεῖν γάρ φησι καὶ διαρκέσειν τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν εἰς ἐκεῖνο καιροῦ εἰς ὅτε αὐτοπτήσειε πάντα, καὶ τὰς ἐκβάσεις τῶν τοῦ Σωτῆρος προῤῥήσεων ὀφθαλμοῖς παράλαβοι.

Προσέχετε ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ. Διεγείρει τοὺς μαθητὰς ἐπὶ τὸ πάντοτε ἑτοίμους εἶναι παρασκευαζομένους εἰς τὴν αὐτοῦ παρουσίαν, ἐφ᾽ ἣν αὐτὸς ἡμᾶς παρορμῶν τοὺς πάντας τῆς διδασκαλίας ἐποιεῖτο λόγους· νήφειν τε καὶ ἐγρηγορέναι παρακελεύεται, καὶ ἀγρυπνεῖν διὰ πάσης τῆς τοῦ θνητοῦ βίου νυκτὸς, διὰ τὸ μηδενὶ γνώριμον τὸν καιρὸν τῆς συντελείας ὑπάρχειν. —Ἀλλ᾽ ὑμῖν γε, φησὶ, φυλακτέον τὸ ἐντεῦθεν βάρος, ἵνα δυνήσησθε νήφειν, μήποτε ἐπιστῇ αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἡ ἡμέρα ἐκείνη· περὶ ἧς καὶ ὁ ἱερὸς Ἀπόστολος παρῄνει γράφων· Ἀδελφοὶ, οἴδατε ἀκριβῶς, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Ὅταν δὲ εἴπωσιν εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σκότει, ἵνα ὑμᾶς ἡ ἡμέρα ὡς κλέπτης καταλάβῃ· πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Γρηγορητέον οὖν ἡμῖν οὐ μόνον διὰ τὴν ἀθρόαν καὶ ἀπροσδόκητον τοῦ Δεσπότου ἄφιξιν, ἀλλὰ καὶ διὰ τὸν κλέπτην τὸν ἐφεδρεύοντα.

Ὁ δὲ κλέπτης ἐστὶν ὁ καιρὸς τῆς ἑκάστου τελευτῆς· ἢ καὶ ὁ μέλλων τὴν ἑκάστου ψυχὴν παραλαμβάνειν ἄγγελος. Ὡς παγὶς γὰρ ἡ τοῦ Κυρίου παρουσία ἐπελεύσεται ἐπὶ πάντας τοὺς ἐν τῇ γῇ· οἱ μὲν οὖν προσέχοντες ἑαυτοῖς σώζονται, ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος· οἱ δὲ τῇ μέθῃ βεβαρημένοι, καὶ εἰς θάνατον ὑπνώττοντες, ἐκπίπτουσιν εἰς ἀδόκητον κίνδυνον.

Ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι, κ. τ. λ. Τούτοις συνᾴδων ὁ Ἀπόστολος ἔλεγε· Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.