Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Λουκᾶν (ἀπόσπασμα)

Εὐσέβιος Καισαρείας

Παραβολικές και ιστορικές μαρτυρίες: Η κλήση των εθνών και το θαύμα της Πανεάδος

Αλληγορική προσέγγιση της παραβολής των δύο τέκνων, αναφορά στην άβυσσο και η ιστορική μαρτυρία των χάλκινων αγαλμάτων για τη θεραπεία της αιμορροούσας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 13

Καὶ πᾶς ὁ λαὸς ἀκούσας, καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου. Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτοὺς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ. Ἑκατέρους δὲ τούτους αἰνίττεται καὶ ὅταν ἐν παραβολῇ λέγῃ· Τί ὑμῖν δοκεῖ; Ἄνθρωπός τις εἶχε τέκνα δύο· καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Καὶ προσελθὼν τῷ ἑτέρῳ ὁμοίως εἶπεν· ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγὼ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ, Ὁ πρῶτος.

Ἐνταῦθα γὰρ δύο τάγματα τῷ λόγῳ παραστησάμενος, ἓν μὲν τὸ Ἰσραηλιτικὸν, ἕτερον δὲ τὸ τῶν ἀλλοφύλων ἐθνῶν διὰ τῶν τελωνῶν δηλούμενον, ἄμφω δύο τέκνα ἑνὸς πατρὸς ὠνόμαζεν, ἐπεὶ ἐξ ἑνὸς Θεοῦ πάντες, Ἰουδαῖοί τε καὶ Ἕλληνες. Καὶ πρώτους μὲν ἐκάλεσε τοὺς ἐξ ἐθνῶν, δευτέρους δὲ τοὺς ἐκ περιτομῆς· ἐπειδὴ πρὸ τοῦ Ἰσραὴλ ὑπῆρχε τὰ ἔθνη, καὶ τοῖς ἔθνεσι πρώτοις, μήπω μηδὲ ὀνόματος ὄντος ἐν ἀνθρώποις Ἰσραηλιτικοῦ, οἱ χρησμοὶ παρείχοντο τοῦ Θεοῦ καὶ αἱ θεοφάνειαι. Ὅ τε γὰρ Ἐνὼχ ἐθνικὸς ἦν ἀπερίτμητος ὢν, ὃς ἔπαθλον εἴληφε τῆς εὐαρεστήσεως τὴν ἐξ ἀνθρώπων μετάθεσιν· καὶ Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ γεγονὼς, χρησμῶν Θεοῦ κατηξιώθη, ἀπερίτμητος ὢν καὶ αὐτός· καὶ Μελχισεδὲκ παλαιότερος γεγονὼς τοῦ ἐκ περιτομῆς λαοῦ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου κεχρημάτικε· καὶ Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ πρὸ τοῦ Ἰσραὴλ χρησμῶν Θεοῦ κατηξιώθησαν· ἄντικρυς δὲ καὶ ὁ Ἰὼβ, Ἰδουμαῖος ὢν τῶν υἱῶν Ἠσαῦ, θεοσεβείας ἀνδραγαθήμασι διέλαμψε.

Τὸ μὲν λοιπὸν τάγμα τῶν ἐθνῶν κελευόμενον φυσικοῖς νόμοις ἐργάζεσθαι εἰς τὸν ἀμπελῶνα, τοῦτο δ᾽ ἦν τὸ τῆς θεοσεβείας τὸ πολίτευμα, ἀνένευσε καὶ ἀντεῖπε τῷ προστάγματι τῷ πατρικῷ, πάντα τὸν χρόνον εἰδωλολατροῦν· πλὴν ἐπὶ τέλει τὴν ὑπακοὴν ἐνεδείξατο· τὸ δὲ Ἰουδαίων ἔθνος, ὅπερ ἦν τὸ δεύτερον τέκνον, μετὰ τὴν ἀνάνευσιν τοῦ προτέρου κληθὲν ἐπὶ τὴν αὐτὴν ἐργασίαν διὰ Μωϋσέως καὶ τῶν προφητῶν, λόγῳ μὲν τὴν προθυμίαν ἐνεδείξατο· εἶπον γὰρ, ὅτι Πάντα ποιήσομεν καὶ ἀκουσόμεθα· ἔργῳ δὲ πᾶν τοὐναντίον. Διὸ πυνθάνεται τῶν ἀρχιερέων ὁ Σωτήρ· Τίς ἄρα τῶν δύο τούτων ἐποίησε τὸ θέλημα τοῦ πατρός; Ἐκείνων δὲ ὁμολογησάντων, ὅτι ὁ πρῶτος, τίς ἦν οὗτος ὁ πρῶτος διασαφεῖ λέγων· Οἱ τελῶναι καὶ αἱ πόρναι καὶ πᾶν τὸ τῶν ἀπίστων ἐθνῶν τάγμα προσάγουσιν ὑμᾶς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ. Ὑμᾶς δὲ τίνας, ἢ τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους, καὶ πᾶν αὐτῶν τὸ ἔθνος, τὸ δὴ λόγῳ μὴν ἐπαγγελλόμενον θεοσεβεῖν, ἔργοις δὲ ἀντιπράττον τῇ ἐπαγγελίᾳ; Διὸ οἱ μὲν ἐξ ἐθνῶν μεταβαλόντες τῆς προτέρας μοχθηρίας, καὶ καρποὺς ἐνδεξάμενοι τῆς βασιλείας ἀξίους, τεύξονται αὐτῆς· ὑμεῖς δὲ, οἱ φάσκοντες ἑαυτοὺς Θεοῦ εἶναι τέκνα, τῆς βασιλείας ἐκκλεισθήσεσθε· ὅτι ὑμεῖς μὲν οὐκ ἐπιστεύσατε αὐτῷ, οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν.

Διὸ καὶ ἐδικαίωσαν τὸν Θεόν· δίκαιος γὰρ ἐφάνη ἐπὶ πᾶσιν οἷς ἐποίησεν, ὑμᾶς μὲν ὡς ἀπειθεῖς καὶ ἀγνώμονας ἀπωσάμενος, ἐκείνους δὲ ὡς εὐπειθεῖς καὶ εὐγνώμονας ἐκλεξάμενος. Καὶ οὐκ ἔχετε λοιπὸν αὐτῷ ἐγκαλεῖν, ὃ προφήτης φησίν· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου.

Εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ὅτι τὸν λεγόμενον τάρταρον ἄβυσσον θεῖοι λόγοι καλοῦσι.

Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, κ. τ. λ. Ἐγὼ δὲ οὐκ ἄξιον ἡγοῦμαι παρελθεῖν διήγησιν καὶ τοῖς μεθ᾽ ἡμᾶς μνημονεύεσθαι ἀξίαν. Τὴν γὰρ αἱμοῤῥοοῦσαν ἐκ Πανεάδος ἔλεγον ὁρμᾶσθαι, τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι, καὶ τῆς ὑπὸ τοῦ Σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παραμένειν. Ἑστάναι γὰρ ἐφ᾽ ὑψηλοῦ λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ αὐτῆς οἴκου γυναικὸς ἐκτύπωμα χάλκεον, ἐπὶ γόνυ κεκλιμένον, καὶ τεταμέναις ἐπὶ τὸ πρόσθεν ταῖς χερσὶν, ἱκετευούσῃ ἐοικός· τούτου δὲ ἀντικρὺ ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα, διπλοΐδα κοσμίως περιβεβλημένον, καὶ τὴν χεῖρα τῇ γυναικὶ προτεῖνον· οὗ παρὰ τοῖς ποσὶν ἐπὶ τῇ στήλῃ ξένον τι βοτάνης εἶδος φυὲν, ὃ, μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοΐδος ἀνιὸν, ἀλεξιφάρμακόν τι παντοίων νοσημάτων τυγχάνει. Τοῦτον τὸν ἀνδριάντα τοῦ Ἰησοῦ εἰκόνα φέρειν ἔλεγον, ὃν Μαξιμῖνος τῆς ἑαυτοῦ δυσσεβείας πάρεργον· ἐποιήσατο. Καὶ ταῦτα μὲν ταύτῃ. Ἐπὶ δὲ τὸ ἑξῆς τοῦ λόγου προΐωμεν.