Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Λουκᾶν (ἀπόσπασμα)

Εὐσέβιος Καισαρείας

Η ιεραποστολική κλήση των αποστόλων και η προοπτική του Πάθους

Ο εξοπλισμός των μαθητών με θείες δυνάμεις, η παραγγελία περί ακτημοσύνης, οδηγίες φιλοξενίας, το ιστορικό υπόβαθρο της εποχής του Ηρώδη και η αναφορά στο Πάθος του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 4 από 13

Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν, κ. τ. λ. Διὰ ταῦτα ἐνθέοις δυνάμεσι τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος ὥπλιζεν, ὡς ἂν ἐν πρώτοις τὰ δαιμονικὰ στίφη καὶ τὰς ἐχθρὰς τῶν ἀνθρώπων καὶ πολεμικὰς παρατάξεις καθαιροῖεν· ἔπειτα νόσων καὶ παντοίων παθῶν θεραπεύοιεν τοὺς καταπονουμένους· γνωρίσματα δὴ τῆς κηρυττομένης βασιλείας παρέχων ὁρᾷν ἅπασιν ἀνθρώποις. Ἐχρῆν γὰρ, παράδοξον κήρυγμα καταγγέλλοντας, ξένων καὶ νέων ἀγαθῶν ἐναργῆ σημεῖα παρέχειν τοῖς μαθητευομένοις. Ἦσαν δ᾽ οὖν ἀληθῶς Θεοῦ βασιλείας δείγματα αἱ τεράστιαι δυνάμεις, τά τε θαύματα καὶ σωτήριοι ψυχῶν καὶ σωμάτων θεραπεῖαι· ὅτι ἅπας λόγος, ἔργων ἔρημος, οὔποτ᾽ ἂν ἰσχύσῃ πεῖσμα βέβαιον ἐμποιῆσαι τοῖς ἀκροωμένοις.

Διὸ ταῖς δι᾽ ἔργων ἐπιτελουμέναις πράξεσι πίστιν ἐναργῆ παρεῖχον τῷ κηρύγματι. Εἰ γοῦν ψιλοῖς ῥηματίοις καὶ φωναῖς εἰκῆ προφερομέναις Θεοῦ βασιλείαν εἰς πάντας ἐβόων, κατάλυσίν τε τῶν πατριῶν θεῶν, τίς ἂν αὐτοῖς παρέσχε τὸν νοῦν; τίνα δ᾽ ἂν ἔπεισαν Θεὸν εἶναι τὸν Ἰησοῦν καταγγέλλοντες, μηδεμίαν δὲ πίστιν τῇ μαρτυρίᾳ προσάγοντες; Διὸ πάντα λόγον θεϊκαῖς προλαμβάνων πράξεσιν ὁ Σωτὴρ, πρῶτα μὲν ἀνεπιτηδεύτους τὸν τρόπον, λόγων τε καὶ σοφίας θνητῆς ἀπείρους τοὺς αὐτοῦ μαθητὰς ἐπὶ κατορθώσει τῆς ὅλης οἰκουμένης προεχειρίζετο· κἄπειτα ἁλιευτὰς ψυχῶν ἀνθρωπίνων ποιήσειν προφήσας αὐτοὺς, ποιητὴς αὐτὸς ἐγίνετο τῆς ἐπαγγελίας· ὅθεν παραδόξων θαυμάτων ἐργάτας αὐτοὺς ἀπειργάζετο, ἄγκιστρα ταῦτα ψυχῶν σωτήρια παραδιδοὺς αὐτοῖς, ὡς ἂν δι᾽ αὐτῶν σαγηνεύοιεν καὶ ἀνέλκοιεν ἐκ τοῦ τῆς κακίας βυθοῦ τὸ θνητὸν γένος, πνεύματα πονηρὰ φυγαδεύοντες, καὶ πᾶσαν νόσον καὶ μαλακίαν ἰώμενοι ἐπὶ τῆς ἐπιταγῆς τῆς αὐτοῦ· οὔπω γὰρ ἦν Πνεῦμα δεδομένον.

Μηδὲν αἴρετε εἰς τὴν ὁδὸν, μήτε ῥάβδους, μήτε πήραν. Κατὰ μὲν οὖν τὸν Ματθαῖον χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ τὴν κτῆσιν αὐτοῖς ἀπηγόρευε, προγνώσει τοῦ μέλλοντος· συνεώρα γὰρ, ὡς ἄρα οἱ τὰς νόσους ὑπ᾽ αὐτῶν θεραπευθησόμενοι καὶ τῶν ἀνιάτων ἀπαλλαγησόμενοι παθῶν, ἐθελήσουσι καὶ πάντων αὐτοῖς τῶν ὑπαρχόντων ἐκχωρεῖν· διὸ ταῦτα προλαβὼν διεστέλλετο, μὴ καπηλεύειν τὴν χάριν μηδὲ πιπράσκειν τὰ ἐκ Θεοῦ παραινῶν δῶρα· κατὰ δὲ τοὺς λοιποὺς καὶ τὸν αὐτὸν Ματθαῖον μὴ ἐπιτρέπων αὐτοῖς μήτε ῥάβδον, μήτε πήραν, μήτε ὑποδήματα, μήτε δύο χιτῶνας, ἀλλὰ μήτ᾽ ἄρτον, μήτε ἀργύριον ἐπάγεσθαι, μέλλοντας ἐπ᾽ ἀλλοδαπῆς στέλλεσθαι, δοκιμὴν τῆς αὐτῶν πίστεώς τε καὶ προθυμίας ἐλάμβανεν, εἰ, παραγγελθέντες τὸν ἄκρως ἀκτήμονα βίον μετιέναι, ὡς μηδὲ τῆς ἐφημέρου τροφῆς πρόνοιαν ποιεῖσθαι, μηδὲ δεύτερον ἐπάγεσθαι χιτῶνα, μηδὲ ὑποδήμασι χρῆσθαι, μέλλοντες τὴν σύμπασαν ἐκπερινοστεῖν οἰκουμένην, μὴ φεύγοιεν τὰ παραγγέλματα· ἀλλὰ καὶ ἀφιλοχρημάτους ἀφρόντιδάς τε τοῦ βίου δεῖν αὐτοὺς εἶναι βουλόμενος.

Ταῦτα διεμαρτύρατο, ὡς ἂν τῶν ἐκ Θεοῦ δομάτων ταύτῃ πη αὐτοῖς δοθησομένων, εἰ καὶ αὐτοὶ παρ᾽ ἑαυτῶν τὸν κατάλληλον βίον ἐπάξιον τῆς τῶν θείων χαρισμάτων κτήσεως παρασκευάζοιεν· προσήκειν γὰρ ἀμοιβήν τινα ποιήσασθαι καὶ ἀντικαταλλάξασθαι, ὑποδεχομένους μὲν παρὰ τοῦ Θεοῦ τὰς σωτηρίους καὶ εὐεργετικὰς ἀνθρώπων δυνάμεις, ἀντιδιδόντες δὲ αὐτῷ ὑπακοὴν τῶν αὐτοῦ παραγγελμάτων, προθυμίαν τε καὶ προαίρεσιν ἐλευθέραν τῆς πρὸς τὰ βιωτικὰ συμπαθείας. Ἀλλὰ καὶ πλοῦτον οὐράνιον ταῖς αὐτῶν ψυχαῖς ὑποδεχομένους, τῆς τε τοῦ Θεοῦ βασιλείας ἀῤῥαβῶσιν ἐφοδιαζομένους, τῶν ἐπὶ γῆς καταφρονεῖν χρῆναι δεῖν ᾤετο· καὶ μήτε χρυσὸν, μήτε χρήματα, μήτε τι τῶν παρ᾽ ἀνθρώποις τιμίων ἐπάξιον ἡγεῖσθαι τοῦ παρασχεθέντος αὐτοῖς οὐρανίου πλούτου. Ἀλλὰ καὶ στρατιώτας αὐτοὺς τῆς τοῦ Θεοῦ βασιλείας ἀποτελῶν, εὐζώνους παρεσκεύαζεν ἐπὶ τὸν πρὸς τοὺς ἀντικειμένους πόλεμον. Διὰ ταῦτα ἀκτήμονας εἶναι παρῄνει τοὺς αὐτοῦ στρατιώτας· ἐπεὶ Μηδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.

Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε. Ὁ μέντοι Κύριος, ἐπειδὴ χρημάτων καὶ χρυσοῦ καὶ ἀργύρου καὶ χιτῶνος δευτέρου, πάσης τε ὑπάρξεως τὴν κτῆσιν τοῖς μαθηταῖς ἀπηγόρευσεν, ἑξῆς ἀκολούθως κατὰ τὸν Ματθαῖον, ὅπως τὰ πρὸς τροφὴν αὐτοῖς πορισθήσεται, ἀναγκαίως διεσάφει· διὸ ἐπῆγε λέγων· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. Καὶ τοῦτ᾽ ἔλεγε τροφῆς μόνης ἐπιτρέπων κοινωνεῖν τοῖς ἐθέλουσιν αὐτοῖς μεταδιδόναι· τοσοῦτον δ᾽ ἀποφέρεσθαι συνεχώρει, ὅσον αὔταρκες ἦν ἀνδρὶ, πρὸς ἐφήμερον ἐργασίαν ἑαυτὸν μεμισθωκότι, τροφῆς μεταλαβεῖν.

Οὕτω γοῦν καὶ τοῖς δὲ ἐξεῖναι οὐ μισθοὺς τῶν εὐεργεσιῶν εἰσπράττεσθαι, Δωρεὰν γὰρ, φησὶν, ἐλάβετε, δωρεὰν δότε· ἀντὶ δὲ τῆς περὶ τὸ κήρυγμα σχολῆς τε καὶ ἐργασίας, ἀντί τε τῶν πόνων τοῦ σώματος, οὓς τοσαύτην στελλομένους πορείαν εἰκὸς ἦν ὑπομένειν αὐτοὺς, μόνης τροφῆς τῆς ἀναγκαίας χρῆναι μεταλαμβάνειν· καὶ ταύτης μὴ τοῖς τυχοῦσι κοινωνεῖν, μηδὲ παρὰ τῶν παρέχειν ἐθελόντων ἀβασανίστως λαμβάνειν, μόνους δὲ τοὺς ἀξίους τῇ λήψει τιμᾷν· οἷς καὶ μεγίστην ἀμοιβὴν τῆς τροφῆς προλαμβάνοντας ἀντιδιδόναι, εἰρήνην αὐτοῖς καὶ τὰς τοῦ Θεοῦ διαλλαγὰς εὐαγγελιζομένους. Ταῦτα δ᾽ ἀκολούθως τοῖς τῆς αὐτοῦ βασιλείας στρατιώταις παρῄνει· προμαρτυρούμενος μὴ χρημάτων ἐφίεσθαι, μηδέ τινος τὸ παράπαν κτήματος μικροῦ ἢ μεγάλου, εἰς ἄκρον δ᾽ ἐλαύνειν ἀκτημοσύνης· τῆς τε ἐφημέρου τροφῆς μὴ τοῖς πᾶσιν, ἢ τοῖς ἀξίοις μόνοις κοινωνεῖν· καὶ μηδὲ παρὰ τούτων προῖκα ποιεῖσθαι τὴν μετάληψιν, προδανείσαντας δὲ καὶ προευεργετήσαντας ταῖς παρ᾽ ἑαυτῶν εὐλογίαις. —Περιφράξας τοὺς μαθητὰς ὁ Κύριος ἐνθέοις δυνάμεσι καὶ τοῖς φιλοσόφοις παραινέσεσιν, εὐζώνους αὐτοὺς οἷα Θεοῦ βασιλείας στρατιώτας ἀπεργασάμενος ἐξέπεμψε, διδασκάλους καὶ ἰατροὺς τοῖς Ἰουδαίοις, μυρίων αὐτοῖς ἐσομένους ἀγαθῶν προξένους καὶ κήρυκας.

Οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ πανταχοῦ περιῄεσαν, ὡς μὲν διδάσκαλοι εὐαγγελιζόμενοι, ὡς δὲ ἰατροὶ θεραπεύοντες, καὶ τοὺς λόγους διὰ τῶν ἔργων καὶ τῶν σημείων πιστούμενοι.

Ἤκουσε δὲ Ἡρώδης ὁ τετράρχης τὰ γινόμενα ὑπ᾽ αὐτοῦ πάντα. Ἐπὶ τῆς παρουσίας τοῦ Σωτῆρος, λέλυτο μὲν Ἰουδαίοις ἤδη λοιπὸν τὰ τῆς ἐκ προγόνων βασιλείας· λέλυτο δὲ τὰ τῆς αὐτονομίας καὶ ἐλευθερίας, τά τε τῆς ἐνθέσμου ἱερωσύνης. Καὶ οἱ μὲν κατὰ νόμους ἄρχοντες οὐκέτι ἦσαν αὐτοῖς· Ἡρώδης δὲ καὶ οἱ τούτου παῖδες Ἀγρίππας καὶ Ἀρχέλαος, τὸ γένος ἀλλόφυλοι, παρὰ Ῥωμαίων τὴν κατ᾽ αὐτῶν ἦσαν ἀρχὴν ἐγκεχειρισμένοι· διῄρητό τε εἰς τετραρχίαν ἡ χώρα αὐτῶν· τό τε πᾶν ἔθνος ὑπόφορον καθειστήκει Ῥωμαίοις, τὸν κῆνσον κατὰ κεφαλὴν ἐπιτρόπων κατὰ καιροὺς εἰσπραττομένων σὺν χειρὶ στρατιωτικῇ. Διὸ, τῆς τοῦ Θεοῦ βασιλείας τὸ κήρυγμα πρώτοις αὐτοῖς ἐπαγγέλλειν ὁ Σωτὴρ τοῖς αὐτοῦ μαθηταῖς παρακελευσάμενος, ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ αὐτοὺς ὠνόμασε.

Ὃς γὰρ ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται. Διαλαλήσας τὰ εἰρημένα περὶ τοῦ δεῖν καὶ αὐτοὺς μιμητὰς αὐτοῦ γενέσθαι, καὶ μὴ φεύγειν τὸν θάνατον, ἀφειδεῖν δὲ καὶ τῆς ἑαυτῶν ψυχῆς τε καὶ ζωῆς ἕνεκεν τῆς εἰς αὐτὸν ἐλπίδος, ἐπισυνάπτει εὐκαίρως τὰ περὶ τῆς δευτέρας αὐτοῦ θεοφανείας παραδιδοὺς αὐτοῖς μυστήρια. Σφόδρα δὲ ἀκολούθως καὶ ἀναγκαίως ταῦτα ἔλεγε τοῖς μέλλουσιν ὑπὲρ αὐτοῦ διὰ βασάνων χωρεῖν, καὶ μέχρι θανάτου ἀγωνίζεσθαι, τίς ἔσται ὁ καρπὸς τοῦ τοσούτου ἀγῶνος παριστὰς αὐτοῖς. Ἔδει γὰρ τοὺς μέλλοντας ἕπεσθαι αὐτῷ καὶ ὀπίσω αὐτοῦ ἀπιέναι, τόν τε ἴδιον σταυρὸν ἀναλαμβάνειν κατὰ τὴν αὐτοῦ μίμησιν, γνῶναι ἀκριβῶς τί ποτέ ἐστιν οὗτος ὑπὲρ οὗ τὰ τοσαῦτα μέλλουσι πάσχειν. Εὐκαίρως δὲ Υἱὸν ἀνθρώπου ἐν τούτοις τὸν ἐρχόμενον ὠνόμασεν, εἰς ὑπόμνησιν τῆς παρὰ τοῦ Δανιὴλ προφητείας, ἥτις ἔλεγε· Καὶ ἰδοὺ Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν ἐπὶ τῶν νεφελῶν· καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία.

Ἀλλ᾽ ὅτε μὲν ὁ Πέτρος Χριστὸν αὐτὸν εἶναι ὡμολόγησε, καὶ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, ἀπὸ τότε ἤρξατο δεικνύναι αὐτοῖς, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι· ὅτε δὲ αὐτὸς καταφρονητικῶς ἔχειν τοῦ θανάτου παρεκελεύετο, ἐδίδαξε δὲ, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν, τότε κατὰ καιρὸν τοὺς περὶ τῆς δευτέρας αὐτοῦ καὶ ἐνδόξου παρουσίας λόγους παρεδίδου· ὡς ἂν εἰδέναι ἔχοιεν, τίς ποτε ἦν ὁ μέλλων τοσαῦτα πάσχειν ὑπὸ Ἰουδαίων, καὶ τίς ἔσται αὐτοῖς ὁ καρπὸς τοῦ ὑπὲρ αὐτοῦ ἀγῶνος. —Καὶ δὴ ταῦτα τοῖς μαθηταῖς διαλεχθεὶς, καὶ τὸ μέγα καὶ λανθάνον μυστήριον τῆς δευτέρας αὐτοῦ θεοφανείας ἐξειπὼν αὐτοῖς, ἵνα μὴ λόγοις μόνον καὶ ψιλαῖς φράσεσι δοκῇ ἐμπιστεύειν, ἀναγκαίως ἐπὶ τὰ ἔργα ἐχώρει, αὐτοῖς ὀφθαλμοῖς δεικνὺς αὐτοῖς τὴν εἰκόνα τῆς θεϊκῆς αὐτοῦ βασιλείας. Διόπερ εἰπὼν, ὅτι ἐπαισχυνθήσεται τὸν ἐπαισχυνθέντα αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἑξῆς ἐπισυνάπτει φάσκων· Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστώτων, κ. τ. λ.