Εἰ δ᾽, εὑρεθέντος ἀξίου τινὸς καὶ ὑποδεξαμένου τὸν τῆς βασιλείας στρατιώτην, συμβαίη ποτὲ οἷα πολλάκις ἐν ἀνδρὸς οἴκῳ θεοσεβοῦς εἴωθε γίνεσθαι, γονέας ἢ ἀδελφοὺς ἢ ἑτέρους τῷ γένει προσήκοντας ἐναντιοῦσθαι καὶ πολεμεῖν, οὐ μόνον τὸν ἐπεξωσμένον, ἀλλὰ καὶ τὸ τῇ ὑποδοχῇ τετιμηκότα, ἀναγκαίως καὶ τούτων ὁ Σωτὴρ οὐ παρῆλθε τὴν μνήμην, ἀλλ᾽ ἐπιλέγει τοῖς προτεταγμένοις· κἂν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφ᾽ ὑμᾶς ἐπιστρεψάτω. Ὑμεῖς μὲν γὰρ, φησὶ, τοῦ μεμαρτυρημένου χάριν, τοῦ καὶ τῆς ἐπιβάσεως τῆς ὑμετέρας ἀξίου, μὴ μόνον αὐτὸν ταῖς τῆς εἰρήνης εὐλογίαις, ἀλλὰ καὶ πάντα τὸν οἶκον, δηλαδὴ τοὺς αὐτοῦ οἰκείους καὶ συγγενεῖς, εἰρήνης ἀσπασμοῖς εὐαγγελίζεσθε, καὶ τὰ παρ᾽ ὑμῶν ἀφθόνως καὶ πλουσίως ἁπλούσθω εἰς γονέας καὶ ἀδελφοὺς καὶ συγγενεῖς πάντα τε τὸν οἶκον τοῦ ὑποδεδεγμένου. Εἰ μὲν οὖν εὑρεθεῖεν καὶ οὗτοι τῆς ὑμετέρας εὐλογίας ἄξιοι, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπὶ πάντας ὡς ἐπὶ υἱοὺς εἰρήνης· εἰ δ᾽ ἐχθροὶ καὶ πολέμιοι τῆς ὑμετέρας ὀφθεῖεν εἰρήνης, καὶ οὐδαμῶς αὐτῆς ἄξιοι, ἄραντες, φησὶ, τὰ ὑμέτερα ἀγαθὰ, τῶν ἀναξίων ὑποχωρεῖτε, καὶ ἡ εἰρήνη ὑμῶν ἐφ᾽ ὑμᾶς ἐπιστρεψάτω, τῆς ἐξ ὑμῶν εὐλογίας ἐφ᾽ ὑμᾶς πάλιν μεταβαινούσης, ὅτι δὴ τὰ παρ᾽ ὑμῶν πεπληρώκατε.