Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Λουκᾶν (ἀπόσπασμα)

Εὐσέβιος Καισαρείας

Ιστορικό πλαίσιο, Ευαγγελισμός και η αρχή της ευαγγελικής οικονομίας

Ερμηνεία της εποχής του Ηρώδη, η δυσπιστία του Ζαχαρία, η πνευματική διάσταση του θρόνου του Δαβίδ και το μυστήριο του Ευαγγελισμού της Θεοτόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 1 από 13

ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. Ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας. Ἡ γὰρ τοῦ Ἰούδα φυλὴ ἄνωθεν ἦν ἀρχικὴ, καὶ ἡγεῖτο πάντων ἕως ἦσαν αὐτόνομοι, κατὰ τὴν προφητείαν.

Ἦσαν δὲ μέχρι τῶν Αὐγούστου χρόνων ἐλεύθεροι καὶ αὐτόνομοι, καθ᾽ ὃν, Χριστοῦ φανέντος, τὸ ἔθνος ἅπαν δεδούλωται· ὅτε καὶ πρῶτος ἀλλόφυλος αὐτῶν Ἡρώδης ἡγήσατο, καὶ βασιλεὺς Αὔγουστος, ὁ καὶ τὴν ἀρχὴν ἐγχειρίσας αὐτῷ μετὰ τῆς συγκλήτου, τῆς οἰκουμένης εἶχε τὰ σκῆπτρα. Ἦν δὲ ὁ Ἡρώδης ἐξ Ἀντιπάτρου γεγονὼς, τὸ γένος Ἀσκαλωνίτου, ἱεροδούλου Ἀπόλλωνος, καὶ Κυπρίνης ἐξ Ἀῤῥάβων μητρός. Οὗτος γὰρ, τὸν ἐκ διαδοχῆς τῶν ἀρχιερέων ὕστατον ἡγησάμενον Ὑρκανὸν ἀνελὼν, Ἰουδαίων ἀναγορεύεται βασιλεύς. Τούτου καὶ νῦν ὁ Λουκᾶς μέμνηται, ἵνα δείξῃ, ὅτι ἀληθῶς ἦλθεν ὁ Χριστὸς, ἐκλιπόντων τῶν παρὰ τοῖς Ἰουδαίοις ἀρχόντων κατὰ τὴν προφητείαν.

Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Ποῖον σημεῖον δεικνύεις μοι, φησὶ, ἵνα πεισθῶ τοῖς ὑπὸ σοῦ προφητευθεῖσιν, ὡς μέλλουσι γίνεσθαι; Σχεδὸν γὰρ παρὰ φύσιν ἐστὶ τὸ λεχθέν· οἱ γὰρ προβεβηκότες οὐ γονοποιοῦσιν. Ἔδει δὲ μὴ πρὸς τὸ γῆρας ἀφορᾷν τὸ ἑαυτοῦ καὶ γυναικὸς, ἀλλὰ πρὸς τὴν δύναμιν τοῦ ἐπαγγελλομένου Θεοῦ. Ἀλλὰ τὰ μεγάλα δυσέφικτα τοῖς ἀνθρώποις, καὶ συγγινώσκει Θεός· καὶ γὰρ οὐδ᾽ αὐτὸς Ἀβραὰμ ὡς ἐχρῆν ἐπίστευσεν, ἀλλὰ τὰ πρῶτα καὶ ἐγέλασε καὶ εἶπεν· «Εἰ τῷ ἑκατονταέτει γενήσεται υἱός;» καὶ ἡ Σάῤῥα δὲ γελάσασα ἐμέμφθη τότε. Ποτὲ μὲν γὰρ λόγῳ μόνῳ ὁ Θεὸς μέμφεται, ποτὲ δὲ καὶ ἔργῳ ἐπιτιμᾷ. Τούτου οὖν χάριν καὶ τῷ Ζαχαρίᾳ δι᾽ ἔργου ἐπετίμησε, καὶ εἰς κωφότητα καὶ ἀφωνίαν αὐτὸν περιέστησεν· ἐχρῆν γὰρ αὐτὸν διὰ τῶν προτέρων παιδεύεσθαι, καὶ τὴν πρὸς τοὺς πατέρας μέμψιν παίδευσιν ἰδίαν ποιήσασθαι.

Ἐγώ εἰμι Γαβριήλ. Τί οὖν φησι πρὸς αὐτὸν ὁ ἄγγελος; Ἀγγέλῳ, φησὶν, ἀπιστεῖς, ὃς παρέστηκε Θεῷ; καὶ οὐ πιστεύεις τῷ ἀποστείλαντι, ἀλλὰ πρὸς τὴν τοῦ πράγματος ἀδυναμίαν βλέπεις; Οὐκοῦν διὰ τὴν ἄπιστον ταύτην φωνὴν ἀφαιρεθήσῃ τῆς φωνῆς ἕως τοῦ πράγματος πληρωθέντος, γνοὺς καὶ τὸ σὸν ἄπιστον καὶ τὸ τοῦ Θεοῦ δυνατόν.

Δώσει αὐτῷ Κύριος ὁ Θεὸς θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ. Θρόνον λέγει τὸν ἐπαγγελθέντα τῷ Δαυῒδ, οὐ μὴν καὶ δοθέντα· Ἅπαξ γὰρ, φησὶ, ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου· καὶ πάλιν· Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Ταῦτα δὲ οὐ περὶ σαρκικοῦ σπέρματός φησι, οὐδὲ περὶ αἰσθητοῦ θρόνου, ἀλλὰ περὶ οὗ φησι καὶ ὁ ἄγγελος πρὸς τὴν Παρθένον, τὸν μηδὲν ἐπίκαιρον ἔχοντα, τὸν καθ᾽ ὅλης τῆς οἰκουμένης φωτὸς δίκην ἐκλάμποντα, καὶ ψυχὰς νοερῶς καταυγάζοντα διὰ τῆς ἐνθέου διδασκαλίας. Οἶκον δὲ Ἰακὼβ, μὴ τὸν Ἰουδαίων λαὸν νόμιζε μόνον, ἀλλὰ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιουμένους. Ὁ λαὸς τοῦ Θεοῦ ποτὲ μὲν Ἰακὼβ καλεῖται, ποτὲ δὲ Ἰσραήλ· ὁ αὐτὸς γὰρ ἦν καὶ Ἰσραὴλ καὶ Ἰακώβ· καὶ φύσει μὲν Ἰακὼβ ἦν ὁ παλαιὸς λαὸς, ὡς ἐξ Ἰακὼβ κατὰ τὴν ἐξ αἵματος συγγένειαν· θέσει δὲ, ὁ νέος λαὸς κατὰ τὴν ἐξ ἀρετῆς συγγένειαν· ἀντεισήχθη γὰρ ὁ νέος τοῦ παλαιοῦ.

Λοιπὸν οὖν ἐπὶ τοῦτον τὸν λαὸν βασιλεύσει εἰς τὸν αἰῶνα, ἤγουν ἀεὶ, ἔκ τε τῶν ἔργων καὶ τῶν λόγων ἐπιγνόντα αὐτὸν, καὶ ἑκουσίως ὑποτεταγμένον αὐτῷ· ὁ γὰρ Χριστὸς ἦν μὲν βασιλεὺς καὶ ὡς Θεός· Ἡ βασιλεία γὰρ, φησὶν, ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἦν δὲ καὶ ὡς ἄνθρωπος· εἶχε γὰρ ἔργα βασιλέως τὸ νομοθετεῖν τοῖς ὑπηκόοις αὐτοῦ, τὸ ῥυθμίζειν, τὸ περιέπειν, τὸ ὑπεραποθνήσκειν αὐτῶν· ἃ μάλιστα χαρακτηρίζουσι τὸν ἀληθῆ βασιλέα.

Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Θεὸς, φησὶν, ὁ ἐνεργῶν, μὴ ἀμφίβαλλε· ὁ καὶ τὴν φύσιν γεγηρακυῖαν καὶ ἀσθενοῦσαν ἐπιῤῥωννὺς, καὶ φύσιν καινοτομῶν, ὅτε βούλεται.

Εἶπε Μαριάμ· Ἰδοὺ ἡ δούλη Κυρίου, κ. τ. λ. Δούλη εἰμὶ Κυρίου· πίναξ εἰμὶ γραφόμενος· ὃ βούλεται ὁ γραφεὺς, γραφέτω· ποιείτω ὃ ἐθέλει ὁ τοῦ παντὸς Κύριος.

Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν. Ὅρα πῶς ἤδη λέγει καὶ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν σωτηρίαν· τὴν γὰρ τούτου παρουσίαν, φησὶ, τὰ ἔθνη προσδοκᾷ.