Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Λουκᾶν (ἀπόσπασμα)

Εὐσέβιος Καισαρείας

Η Μεταμόρφωση του Κυρίου, η ήττα του διαβόλου και η αποστολική χάρη

Η θεοφάνεια στο όρος, η φωνή του Πατρός, οι οδηγίες προς τους αποστόλους κατά την ιεραποστολή, η καθαίρεση του διαβόλου και η χορηγία του Αγίου Πνεύματος στις απολογίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 5 από 13

Παραλαβὼν τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον. Καὶ ἐν μὲν τῇ μεταμορφώσει τρεῖς μόνοι τὴν δυνάμει ὀφθεῖσαν αὐτοῖς βασιλείαν τῶν οὐρανῶν θεάσασθαι ἠξιώθησαν· ἐν δὲ τῇ συντελείᾳ τοῦ αἰῶνος, ἐπειδὰν μετὰ τῆς δόξης τῆς πατρικῆς ὁ Κύριος ἀφίκηται, οὐκέτι Μωϋσῆς μόνον καὶ Ἠλίας δορυφορήσουσιν αὐτὸν, οὐδὲ τρεῖς μόνοι τῶν μαθητῶν αὐτῷ συνέσονται, ἀλλὰ πάντες προφῆται καὶ πατριάρχαι καὶ δίκαιοι· καὶ οὐκ εἰς ὄρος ὑψηλὸν, ἀλλ᾽ εἰς τὸν οὐρανὸν ἀνάξει τοὺς ἀξίους τῆς αὐτοῦ θεότητος.

Τότε δὲ λάμψει ἡ θεότης αὐτοῦ οὐχ ὡς ὁ ἥλιος, ἀλλ᾽ ὑπὲρ πᾶν ἐπινοούμενον ἔν τε αἰσθητοῖς καὶ ἐν νοητοῖς γεννητὸν φῶς· ἐπείπερ ἐστὶν αὐτὸς τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὅτε καὶ δείξει αὐτοῦ τὸ πρόσωπον· οὐ γὰρ ὡς πάλαι τῷ Μωϋσεῖ ποτε ἔλεγεν, ὅτι Τὰ ὀπίσω μου ὄψει, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, οὕτω καὶ τότε ποιήσει· ἀλλ᾽ οὕτως ἑαυτὸν παρέξει τοῖς ἁγίοις, ὡς δύνασθαι πάντας λέγειν· Ἡμεῖς δὲ, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν. Καὶ τότε οὐ νεφέλη βοήσει, οὐδὲ διὰ νεφέλης ὁ Πατὴρ μαρτυρήσει τῷ Υἱῷ, ἀλλ᾽ αὐτὸς δι᾽ ἑαυτοῦ δίχα παντὸς ἐπισκιάσματος, καὶ δίχα παντὸς ἑρμηνέως, αὐτῷ τῷ ἔργῳ τὸν μονογενῆ αὑτοῦ Υἱὸν ἐπὶ πάντων τῶν ἁγίων αὑτοῦ δοξάσει, σύνθρονον αὐτὸν ἑαυτῷ καὶ συμβασιλέα ἀποδείξας, καὶ ὑπεράνω πάσης ἀρχῆς καταστήσας αὐτόν· οὔτε οὐκέτι ὥσπερ τότε οἱ τρεῖς μαθηταὶ μόνοι ἐπὶ τοῦ ὄρους ἀκούσαντες τῆς φωνῆς ἐπὶ πρόσωπον ἔπεσον, καὶ ἐφοβήθησαν, ἀλλὰ καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.

Φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, κ. τ. λ. Φωνὴ πατρικὴ διὰ νεφέλης, οὕτως γὰρ φαίνεται ὁ Θεὸς, ἐμαρτύρει Χριστῷ τὴν υἱότητα· ἔδει γὰρ μὴ παρὰ Πέτρου μόνου γνωσθῆναι, ὅτι αὐτὸς εἴη ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· μηδ᾽ αὐτὸν μόνον τῷ Πέτρῳ μεμαρτυρηκέναι ὡς παρὰ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς τὴν περὶ αὐτοῦ γνῶσιν εἰληφὼς εἴη· ἀλλὰ καὶ αὐτὴν τὴν πατρικὴν φωνὴν ἐπισφραγίσασθαι τὴν ἀλήθειαν τοῦ λόγου, μαρτυροῦσαν αὐτὸν εἶναι Υἱὸν τοῦ Θεοῦ, δεῖν τε ἀκούειν αὐτοῦ παρακελευομένην.

Ἐὰν μὲν ᾖ ἐκεῖ ὁ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν. Ὁρᾷς ὅπως προεξετάζειν καὶ μὴ πᾶσιν ἀνέδην ἑαυτοὺς ἐκδιδόναι παρῄνει, ἀλλὰ καὶ πρώτους τῆς ἐξ αὐτῶν εὐεργεσίας ἀπάρχεσθαι, καὶ πρώτους διδόναι τῶν αὐτοῖς ὑπαρχόντων; Εἰρήνη δὲ ἦν αὕτη, πρέπουσα Θεοῦ στρατιώταις φωνὴ, νικητήρια κατ᾽ ἐχθρῶν ἀραμένοις. Δίωξιν γοῦν ἐχθρῶν, καὶ καθαίρεσιν πολεμίων, Θεοῦ τε φιλικὰς διαλλαγὰς τὸ τῆς εἰρήνης ὄνομα τοῖς ἀξίοις προὐξένει. Ταύτην τοιγαροῦν προδανείσαντας τὴν εἰρήνην ταῖς τῶν ὑποδεξαμένων αὐτοὺς ψυχαῖς, τῆς παρ᾽ αὐτῶν τροφῆς μεταλαμβάνειν· διὸ ἀναγκαίως προδιεστέλλετο μὴ εἰς πάντα παραβάλλειν οἶκον, μηδὲ πάντα ἄνδρα τῆς ὑποδοχῆς αὐτῶν ἄξιον εἶναι κρίνειν· προερωτᾷν δὲ εἴ τις εἴη τῶν κατὰ τὴν πόλιν ἢ τὴν χώραν ἀγαθαῖς πράξεσι καὶ βίῳ σεμνῷ μεμαρτυρημένος, ὡς τοὺς βασιλικοὺς στρατιώτας δύνασθαι ξενίοις ἀρετῆς ὑποδέξασθαι.

Ἐπειδὰν δέ τις εὑρεθείη τοιοῦτος, εἰσιόντας ὑπὸ τὴν τούτου στέγην, προαποτίθεσθαι τὰ οἰκεῖα τῆς στρατείας ὅπλα· ταῦτα δ᾽ ἦν τὰ τῆς εἰρήνης σύμβολα· διὸ καὶ αὐτὸν τὸν ὑποδοχέα, καὶ πάντα τὸν οἶκον αὐτοῦ εἰρηνικῶν ἀσπασμῶν καταξιοῦν· εἶτ᾽ αὐτοῦ μένειν, καὶ μὴ μεθίστασθαι, μηδ᾽ οἴκους ἐξ οἴκων ἀμείβειν. Τοῦτο γὰρ εἶναι σημεῖον ἀπηκριβωμένης ἐξετάσεως· τὸ γὰρ εὐχερὲς καὶ ἄκριτον, οὐ στεῤῥὸν οὐδὲ βεβαίου τρόπου. Διὸ παρῄνει μὴ πρῶτον καταμένειν, ἔπειτα ἐρωτᾷν καὶ πυνθάνεσθαι, εἶτ᾽ ἐνυβρίσαντας τῷ ξένῳ μεταβαίνειν ἐφ᾽ ἕτερον. Κἂν οὗτος ἀνάξιος τῆς ὑποδοχῆς εὑρεθῇ, πάλιν ἐνθένδε μετανίστασθαι, ἔχθραν ἑκούσιον ἐπισπωμένους, μετὰ καὶ τοῦ τὴν αὐτῶν εἰρήνην εἰς ἀναξίους ῥίπτειν. Ἀλλ᾽ ἀκριβῶς πρότερον τὸν ἄξιον πολυπραγμονεῖν· ἔπειθ᾽ οὕτω παρελθόντας, τῶν τῆς εἰρήνης ἀγαθῶν μεταδιδόναι, καὶ παρέχειν ἀφθόνως τῷ μεμαρτυρημένῳ οὐ μόνον, ἀλλὰ καὶ παντὶ τῷ οἴκῳ δι᾽ αὐτόν.

Εἰ δ᾽, εὑρεθέντος ἀξίου τινὸς καὶ ὑποδεξαμένου τὸν τῆς βασιλείας στρατιώτην, συμβαίη ποτὲ οἷα πολλάκις ἐν ἀνδρὸς οἴκῳ θεοσεβοῦς εἴωθε γίνεσθαι, γονέας ἢ ἀδελφοὺς ἢ ἑτέρους τῷ γένει προσήκοντας ἐναντιοῦσθαι καὶ πολεμεῖν, οὐ μόνον τὸν ἐπεξωσμένον, ἀλλὰ καὶ τὸ τῇ ὑποδοχῇ τετιμηκότα, ἀναγκαίως καὶ τούτων ὁ Σωτὴρ οὐ παρῆλθε τὴν μνήμην, ἀλλ᾽ ἐπιλέγει τοῖς προτεταγμένοις· κἂν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφ᾽ ὑμᾶς ἐπιστρεψάτω. Ὑμεῖς μὲν γὰρ, φησὶ, τοῦ μεμαρτυρημένου χάριν, τοῦ καὶ τῆς ἐπιβάσεως τῆς ὑμετέρας ἀξίου, μὴ μόνον αὐτὸν ταῖς τῆς εἰρήνης εὐλογίαις, ἀλλὰ καὶ πάντα τὸν οἶκον, δηλαδὴ τοὺς αὐτοῦ οἰκείους καὶ συγγενεῖς, εἰρήνης ἀσπασμοῖς εὐαγγελίζεσθε, καὶ τὰ παρ᾽ ὑμῶν ἀφθόνως καὶ πλουσίως ἁπλούσθω εἰς γονέας καὶ ἀδελφοὺς καὶ συγγενεῖς πάντα τε τὸν οἶκον τοῦ ὑποδεδεγμένου. Εἰ μὲν οὖν εὑρεθεῖεν καὶ οὗτοι τῆς ὑμετέρας εὐλογίας ἄξιοι, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπὶ πάντας ὡς ἐπὶ υἱοὺς εἰρήνης· εἰ δ᾽ ἐχθροὶ καὶ πολέμιοι τῆς ὑμετέρας ὀφθεῖεν εἰρήνης, καὶ οὐδαμῶς αὐτῆς ἄξιοι, ἄραντες, φησὶ, τὰ ὑμέτερα ἀγαθὰ, τῶν ἀναξίων ὑποχωρεῖτε, καὶ ἡ εἰρήνη ὑμῶν ἐφ᾽ ὑμᾶς ἐπιστρεψάτω, τῆς ἐξ ὑμῶν εὐλογίας ἐφ᾽ ὑμᾶς πάλιν μεταβαινούσης, ὅτι δὴ τὰ παρ᾽ ὑμῶν πεπληρώκατε.

Καὶ εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, κ. τ. λ. Ἐν τούτοις γε πάλιν κηρύττειν τοῦ Θεοῦ τὴν βασιλείαν, καὶ ἠγγικέναι λέγειν αὐτὴν παρεκελεύετο· οὐκ ἀργὸν οὐδ᾽ ἀναπόδεικτον ποιουμένους τὸν λόγον, τὰ γνωρίσματα δὲ παρέχοντας τοῦ κηρύγματος, διὰ τοῦ θεραπεύειν τοὺς παρ᾽ αὐτοῖς ἀσθενεῖς, καὶ οὐδὲν πλέον τῆς ἐφημέρου τροφῆς ἀποφέρεσθαι· ὃ δὴ παρίστη λέγων· Ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτοῖς ἀσθενεῖς. Ἐπειδὴ δ᾽ ἀντέπιπτεν, εἰ οὖν μὴ εὑρεθείη τις ἄξιος τῆς δηλωθείσης ὑποδοχῆς, τί χρὴ πράττειν αὐτούς; ἀκολούθως καὶ περὶ τούτων ἐπάκουσον οἷα διδάσκει λέγων ἑξῆς· Εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς, κ. τ. λ.

Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν, κ. τ. λ. Ἰσχυρὸν μὲν τὸν κατισχύσαντα τοῦ γένους τῶν ἀνθρώπων διάβολον λέγει· αὐλὴν δὲ αὐτοῦ τὸν περίγειον τῶν θνητῶν τόπον· ὑπάρχοντα δὲ πάντ᾽ ἐκεῖνα ἃ δὴ ἐπιδείξας τῷ Σωτῆρί ποτε ἔλεγεν· Ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι, ὅτε ἐν τῷ ὑψηλῷ ὄρει ἔδειξεν αὐτῷ τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτοῦ. Ἀλλὰ πάλαι μὲν ταῦτα αὐτοῦ τὰ ὑπάρχοντα ἐν εἰρήνῃ ἦν, μηδενὸς αὐτοῦ ἀφαιρουμένου· ὅτε γε μὴν ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν καταπαλαίσας τε αὐτὸν δεσμοῖς περιέβαλε, τότε καὶ τὴν πανοπλίαν αὐτοῦ ἀφείλετο, ἐφ᾽ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ ἁρπάσας διέδωκε. Πανοπλίαν δὲ αὐτοῦ τὴν τῶν δαιμόνων πολύθεον πλάνην ᾐνίξατο.

Ὅπλα γὰρ διαβόλου οἱ πανταχοῦ γῆς ἱδρυμένοι δαίμονες συνεργοῦντες αὐτοῦ τῇ κατὰ τῶν ἀνθρώπων τυραννίδι· σκῦλα δὲ ἦσαν αὐτοῦ αἱ τῶν ἀνθρώπων ψυχαὶ ὑπὸ τῆς διαβολικῆς πανοπλίας αἰχμάλωτοι ἀπηγμέναι. Ἀλλὰ τὸν μὲν δεινὸν ἐκεῖνον τύραννον ὁ Χριστὸς δεσμοῖς περιβαλὼν, πᾶσαν αὐτοῦ διεσκέδασε τὴν πανοπλίαν, τοὺς δαίμονας δηλαδὴ καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, τὰς δυνάμεις τε τὰς ἀντικειμένας· τὰ δὲ σκῦλα αὐτοῦ, τὰ πάλαι δεδουλωμένα τῇ τυραννίδι αὐτοῦ, ἔθνη φημὶ πάντα μεταστησάμενα τῆς παλαιᾶς δουλείας, διαδέδωκεν οἰκείοις ἡγεμόσι καὶ ἄρχουσι τοῖς ὑπ᾽ αὐτὸν στρατιώταις τῆς τῶν οὐρανῶν βασιλείας, ἀποστόλοις δηλαδὴ καὶ τοῖς τούτων διαδόχοις. Περὶ ὧν σκύλων θαυμαστῶς προανεφωνεῖτο ἐν προφητείᾳ φασκούσῃ· Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ Ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. Τεκμήρια δὲ ταῦτα ἐναργῆ τῆς τοῦ Θεοῦ βασιλείας καθαιρούσης καὶ ταπεινούσης πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ πᾶσαν τὴν πολύθεον καὶ δαιμονικὴν τυραννίδα, τῶν δ᾽ ἐπὶ γῆς ἀνθρώπων ἐπικρατεῖν ἀρχομένης. Διό φησι Σωτήρ· Εἰ δ᾽ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.

Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, κ. τ. λ. Οὕτω δῆτα φρονήματος αὐτοὺς ἐπλήρου καὶ θάρσους διὰ τοῦ μεθέξειν αὐτοὺς θείου Πνεύματος ἐπαγγέλλεσθαι· δι᾽ αὐτοῦ γὰρ καὶ δυναμοῦσθαι εἰκὸς ἦν αὐτούς. Καὶ πῶς γὰρ οὐκ ἔμελλον παραστήματος καὶ θάρσους καὶ προθυμίας ἐμπίμπλασθαι ἀγαθῆς; πῶς δὲ μὴ θαρσαλέως χωρεῖν ἐφ᾽ ἡγεμονικὰ καὶ βασιλικὰ δικαστήρια, οἱ προμεμαθηκότες, ὅτι μὴ αὐτοὶ εἶεν οἱ μέλλοντες πεφροντισμένως τοῖς ἄρχουσιν ἀπολογεῖσθαι, ἄλλη δέ τις ἐν αὐτοῖς ἔνθεος δύναμις, δι᾽ ἧς καὶ ἡγεμόσιν ἔμελλον ἀκαταπλήκτως ὁμιλεῖν καὶ αὐτοῖς βασιλεῦσι; Καὶ ταῦτα δὲ λέγοντι τῷ διδασκάλῳ ἀκόλουθον ἦν τοὺς μαθητὰς ἀδιστάκτως πιστεύειν, κατὰ μηδένα τε τρόπον ἀμφιβόλως ἔχειν, προειληφότας τῶν λόγων τὴν πεῖραν διὰ τῶν ἔμπροσθεν ἐπηγγελμένων, ὧν τὴν πίστιν αὐτοῖς ἔργοις παρειλήφεισαν.

Οἱ γοῦν ἀσθενοῦντας λόγου δυνάμει θείου ῥωννύντες, νόσον τε τὴν ἀνίατον ἐν ἀνθρώποις λέπραν καὶ τὰ λοιπὰ πάθη τῶν σωμάτων ἀποκαθαίρειν οἷοί τε, δαίμονάς τε λυμαντικοὺς ἀνθρώπων ἐλαύνειν οὐ διά τινος περιέργου μαγγανείας, διὰ δὲ μόνης τῆς ὑπ᾽ αὐτοῦ χορηγηθείσης αὐτοῖς ἐνθέου χάριτος, πῶς οὐκ ἔμελλον καὶ τοῖς δευτέροις τοῖς περὶ τοῦ μηδὲν μεριμνᾷν μέλλοντας δικαστηρίοις παρεστάναι, ἡγεμόσι τε καὶ βασιλεῦσιν ὁμιλεῖν πιστεύειν; Πῶς δ᾽ οὐκ ἔμελλον ἐπιθαρσεῖν τῇ ἐπαγγελίᾳ τοῦ δοθησομένου αὐτοῖς Πνεύματος