Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Λουκᾶν (ἀπόσπασμα)

Εὐσέβιος Καισαρείας

Η αναγκαιότητα της πνευματικής εγρήγορσης και ο πιστός οικονόμος

Παραβολικές νουθεσίες περί ετοιμότητας ενόψει της έλευσης του Κυρίου, μέσα από τα παραδείγματα των άγρυπνων δούλων, του νυκτερινού κλέπτη και του φρόνιμου οικονόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 7 από 13

Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων. Ἐν ἑτέροις ἤδη ἐδίδαξε περὶ τῶν γάμων εἰπών· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἐποίησε γάμους τῷ υἱῷ αὑτοῦ. Ὡς οὖν ἤδη τῶν γάμων γεγενημένων, καὶ τοῦ συμποσίου τελεσθέντος, ἐπάνεισιν ὁ κύριος ἐπὶ τοὺς ἐγρηγορότας δούλους, οἳ, ἐπειδὰν ἀφίκηται αὐτὸς ὁ νυμφίος τὴν παράληψιν τῆς νύμφης ποιησόμενος, κρούσαντι αὐτῷ τὴν τῆς ψυχῆς θύραν, ἑτοιμότατα ὑπακούσουσι καὶ ἀνοίξουσι, διὰ παντὸς ἐγρηγορότες, καὶ τὴν αὐτοῦ παρουσίαν ἐκδεχόμενοι.

Ἐπιλέγει γοῦν· Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν εὑρήσει γρηγοροῦντας. Καὶ πῶς γὰρ οὐ μακάριοι οἱ τοσαύτης μέλλοντες ἀξιωθήσεσθαι τιμῆς; Ἐπόμνυται γοῦν αὐτοῖς φάσκων· Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Νυκτὶ δὲ παραβάλλων τὸν ἀνθρώπινον βίον, ὡς ἀληθῶς σκότους καὶ ἀγνοίας οἰκεῖον, διαφόροις φυλακαῖς, τουτέστιν ὥραις καὶ καιροῖς τῆς νυκτὸς, τὸν τῆς ἀνθρωπίνης ζωῆς παρεικάζει χρόνον· ἐν ᾧ τοὺς διὰ παντὸς ἐγρηγορότας διὰ τὸ ἄδηλον τῆς ἑκάστου τελευτῆς μακαρίους ἀποφαίνει· ταύτης δὲ τῆς προτροπῆς τίς ἂν γένοιτ᾽ ἀνωτέρα, ἣ τὸν δεσπότην ἐπήγγελται αὐτὸν τοῖς δούλοις διακονήσειν, τοὺς δὲ δούλους ἀνακλιθήσεσθαι ἐν τῇ βασιλείᾳ αὐτοῦ, τουτέστι διαναπαύσεσθαι; Προϊὼν δ᾽ αὖθις τὴν αὐτὴν ἐπισφραγίζεται ἐπαγγελίαν τοῖς μαθηταῖς λέγων· Ἐγὼ δ᾽ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν, καθ᾽ ἃ διέθετό μοι ὁ Πατήρ μου, βασιλείαν· ἵν᾽ ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου.

Τοιαύτης τεύξονται μακαριότητος οἱ δοῦλοι, οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντας· κατὰ γὰρ τὸν θνητὸν τοῦτον βίον, ἅτε παῖδες ἔτι ὄντες καὶ νήπιοι, καὶ μήπω τοῦ νυμφῶνος ἠξιωμένοι, ἐπ᾽ ἀλλοδαπῆς δ᾽ οἰκοῦντες, ἅτε ξένοι τῶν ἐνταῦθα, καὶ παρεπίδημοι, καὶ ὑπὸ παιδαγωγοῖς καὶ ἐπιτρόποις ἀνατρεφόμενοι, οὐκ εἶχον πάντοτε τὸν νυμφίον μεθ᾽ ἑαυτῶν. Διὸ καὶ ἐνήστευον, καθὼς εἶπεν ὅτι ἀρθήσεται ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.

Ἀλλ᾽ ἐπὶ τέλει αὐξήσαντας αὐτοὺς καὶ τελειωθέντας παραλήψεσθαι ἐπαγγέλλεται, καὶ εἰς τὸν αὑτοῦ συνεισάξειν νυμφῶνα· ὅτε καὶ ἀνακλίνας αὐτοὺς, διακονήσει αὐτοῖς· οἱ δὲ, συνόντες αὐτῷ ἀεὶ, οὐκέτι νηστεύσουσιν, ἀλλὰ διαπαυσάμενοι τῶν καμάτων, τῆς οὐρανίου τρυφῆς ἀπολαύσουσιν.

Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. Διὰ πλειόνων νήφειν καὶ ἐγρηγορέναι ἡμῖν παρακελεύεται, οὐ μόνον διὰ τὴν ἀθρόαν καὶ ἀπροσδόκητον ἄφιξιν τῆς ἡμέρας Κυρίου, ἀλλὰ καὶ διὰ τὸν κλέπτην τὸν τοῖς κατὰ Θεὸν πλουσίοις καὶ οἰκοδεσπόταις ἐφεδρεύοντα. Οὗτος δέ ἐστιν ὁ καιρὸς τῆς ἑκάστου τελευτῆς, ἢ καὶ ὁ μέλλων τὴν ἑκάστου ψυχὴν παραλαμβάνειν ἄγγελος κατὰ καιρὸν τοῦ θανάτου.

Εἰ μὲν οὖν ᾔδειμεν τὸν καιρὸν τῆς τοῦ κλέπτου παρουσίας, τὴν ὥραν ἐχρῆν ἐκείνην μόνην ἐπιτηρεῖν, πρὸς τὸ μὴ ἀφιέναι διορυγῆναι ἡμῶν τὸν οἶκον· ἐπεὶ δὲ ἄδηλός ἐστιν οὗτος, δεήσει ἀεὶ ἐγρηγορέναι· οὐ γὰρ ἴσμεν ὁποίᾳ φυλακῇ ἐπιθήσεται. Διὸ γρηγορητέον διὰ παντὸς, καὶ πάσῃ φυλακῇ τηρητέον τὴν καρδίαν κατὰ τὸν παροιμιαστὴν, καὶ ἀγρυπνητέον διὰ πάσης τῆς τοῦ θνητοῦ βίου νυκτὸς, ὅπως ἄσυλοι διαμένωμεν, μὴ ἐῶντες διορυγῆναι ἡμῶν τοὺς τῆς ψυχῆς θησαυρούς· οὕτω γὰρ ἔσται ἡμῖν εὖ κατ᾽ ἀμφότερα, ὅτι τε σώαν ἐφυλάξαμεν τὴν ἑαυτῶν ὕπαρξιν, καὶ ὅτι τὸν Κύριον ἡμῶν ἐπιστάντα καὶ κρούσαντα τῆς ψυχῆς ἡμῶν τὴν θύραν, ἑτοίμως ὑπεδεξάμεθα, πολλῷ τῷ φωτὶ παρεσκευασμένοι, καὶ τὰς ὀσφύας ἐζωσμένοι.

Εἶπε δ᾽ ὁ Κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος; Πρὸς τὴν ἐρώτησιν Πέτρου ἀποκρίνεται διδάσκων ἀορίστως πρὸς πάντα εἰρῆσθαι τὰ λελεγμένα. Ἀλλ᾽ ἐκεῖνα μὲν εἴρηται περὶ τοῦ διὰ παντὸς ἐγρηγορέναι ἕνεκεν τῆς τοῦ κλέπτου φυλακῆς καὶ τῆς αὐτοῦ παρουσίας· τί δὲ χρὴ πράττειν γρηγοροῦντας, νῦν ἀναγκαίως προστίθησι, παραινῶν μὴ τὸ ἑαυτῶν μόνον σκοπεῖν, ἀλλὰ καὶ τῆς ἑτέρων σωτηρίας φροντίζειν.

Τὸ μὲν γὰρ ἀνεζῶσθαι τὰς ὀσφύας, καὶ τὸν λύχνον ἀνῆφθαι, τὴν αὐτοῦ τινος εἰς ἑαυτὸν ὠφέλειαν ἐδήλου· γνώσεώς τε γὰρ φωτὶ διὰ παντὸς καταυγάζεσθαι ἀναγκαῖον, σωφροσύνῃ τε καὶ πάσῃ ἀρετῇ τοῦ λογισμοῦ τὴν ὀσφὺν περιεζῶσθαι, ἐγρηγορέναι τε διὰ παντὸς καὶ τὸν κλέπτην διαφυλάττειν, μὴ λαθὼν διορύξειε τὸ τῆς ψυχῆς ταμεῖον, ἀποσυλήσειέ τε τὰ ἐν αὐτῷ συνηγμένα· ἔτι γε μὲν καὶ τὸν ἑαυτοῦ Κύριον πάντα τὸν τῆς ζωῆς χρόνον ἐκδέχεσθαι. Ἀλλὰ μὴ μέχρι τούτων ἑστάναι· παραθήκην δ᾽ ὥσπερ ὑποδεξαμένους παρὰ τοῦ ἑαυτῶν Δεσπότου τὴν τῶν συνδούλων ἡμῶν κηδεμονίαν, φυλάττειν τὴν πίστιν προσήκει, οὕτω τε πιστοὺς γενέσθαι καὶ φρονίμους ὡς μήποτε ἀκαίρως, ἀεὶ δὲ τῷ προσήκοντι καιρῷ, ταῖς ἡμετέροις συνδούλοις τὸ σιτηρέσιον διανέμειν, μήτε παρορῶντας καὶ ὑπερτιθεμένους, ὅτε δεῖ, μήτ᾽ οὐ δεομένοις παρέχοντας ἀκαίρως, ἀλλὰ καὶ καιρῷ τῷ προσήκοντι, καὶ μὴ ἀμέτρως τοῦτο ποιεῖν· τοῦτο δὲ πράττειν κατὰ δύο τρόπους, διά τε τῆς λογικωτέρας ὠφελείας τὰς ψυχὰς αὐτῶν βελτιοῦντας ταῖς διὰ τῶν μαθημάτων τροφαῖς, διά τε τῆς τῶν αἰσθητῶν ὑπαρχόντων πρὸς τοὺς ἐνδεεῖς ἐπικουρίας· ταῦτα δὲ διὰ παντὸς ἐνεργεῖν, ἵνα, εἴ ποτε ἀθρόως ἐπιστὰς ὁ Κύριος ἡμῶν τὴν παράληψιν ἡμῶν ποιοῖτο, εὑρεῖν ταῦτα πράττοντας ἡμᾶς, ἐπαγγελίαν τε τῷ καὶ ταῦτα κατορθοῦντι τοῦ προτέρου πολλαπλασίονα δίδωσιν.

Ἐπὶ μὲν γὰρ τῷ ἐγρηγορέναι, καὶ τὴν αὐτοῦ διὰ παντὸς περιμένειν παρουσίαν, ἀνακλίνειν ἐπήγγελται καὶ διακονῆσαι αὐτὸς περιζωσάμενος· ἐπὶ δὲ τῇ πιστῇ καὶ ἔμφρονι οἰκονομίᾳ καὶ τῇ κατὰ καιρὸν διανεμήσει τῆς τροφῆς, τρισμακαρίους ἀληθῶς ἀποφαίνων, οὐκ ἐπί τι μέρος, ἀλλ᾽ ἐπὶ πάντων τῶν ὑπαρχόντων καταστήσειν τὸν μακαριζόμενον μετὰ προσθήκης τοῦ ἀμὴν ἐπιστώσατο. Ἔνθεν καὶ ὁ ἱερὸς Ἀπόστολος ὠφελημένος, τοὺς κατὰ Θεὸν τελείους κληρονόμους Θεοῦ καὶ συγκληρονόμους Χριστοῦ ἐκάλει, καὶ ἔλεγεν· Εἴτε ζωὴ, εἴτε θάνατος, εἴτ᾽ ἐνεστῶτα, εἴτε μέλλοντα, πάντα ἡμῶν εἶναι. Ὑπάρχοντα δ᾽ αὐτοῦ τὰ ἐν τῇ βασιλείᾳ νοητέον ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν.

Ἐὰν δ᾽ εἴπῃ ὁ δοῦλος ἐκεῖνος, κ. τ. λ. Ὁ μὲν πιστὸς καὶ φρόνιμος τοιούτων τεύξεται· ὁ δ᾽ ἐναντίος τούτῳ ὀργῆς Δεσπότου πειραθήσεται, διχοτομηθεὶς καὶ ἀποτεμνόμενος τοῦ σώματος τῶν ἀγαθῶν δούλων, κλῆρόν τε καὶ μερίδα λαμβάνων μετὰ τῶν ὑποκριτῶν ἢ τῶν ἀπίστων· ὧν τὸ τέλος κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. Ὅσα γὰρ τοῖς ὀδοῦσι κατήσθιε, καὶ ὅσα μεθυσκόμενος ἐπλημμέλει, ταῦτα ἀποκλαύσεται· δίκην τὴν προσήκουσαν διδοὺς τῆς τε κατὰ τῶν συνδούλων παρανομίας, καὶ τῆς ἀκολάστου τρυφῆς, καταφρονήσεώς τε τῆς εἰς τὸν Δεσπότην, ὃν ὡμολόγει μὲν μὴ ἀγνοεῖν, καὶ ᾔδει ὡς ἄρα Κύριον ἔχει, ἀναβάλλεσθαι δὲ αὐτὸν τὴν κρίσιν εἰς μακροὺς χρόνους ὑπολαμβάνων, ἑαυτὸν ἠπάτα.