Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν Λουκᾶν (ἀπόσπασμα)

Εὐσέβιος Καισαρείας

Εσχατολογικά σημεία, αποστασία και η Ημέρα του Κυρίου

Εντολές περί συγχώρησης, σημεία του Αντιχρίστου, η εσχατολογική κρίση σε παραλληλισμό με τον Νώε και τον Λωτ, και παραβολές περί της ελλείψεως πίστεως κατά τους έσχατους χρόνους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 10 από 13

Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου. Ἐνταῦθα τοὺς ἐν προκοπῇ γενομένους συγχωρητικοὺς εἶναι τοῖς πταίουσι βούλεται, θεραπεύων δεινὴν νόσον ἐν αὐτοῖς πολλάκις ἐμφυομένην, ἐκκόπτων τὴν κατὰ τῶν πταιόντων ἀποτομήν. Κατεπαίρεσθαι γοῦν εἰώθαμεν, ὡς μήτε παρακλήσεις τῶν ἡμαρτηκότων, μήτε τῶν ὑπὲρ αὐτῶν πρεσβευόντων ἱκετηρίας παραδέχεσθαι· μηδὲ μὴν ὑπολογίζεσθαι ὅσα δὴ καὶ αὐτοὶ οἱ ἄνθρωποι πταίοντες συγγνώμης τῆς παρὰ τοῦ μεγάλου κριτοῦ δεόμεθα. Εἰκότως οὖν παρὰ τῷ Ματθαίῳ καὶ τῇ παραβολῇ κέχρηται, ἐν ᾗ ὀφειλέται εἰσάγονται, ὁ μὲν μυρία τάλαντα ὀφείλων, ἃ καὶ ἀφείθη αὐτῷ προσπεσόντι· ὁ δὲ ἑκατὸν δηνάρια, ἐφ᾽ οἷς ἀπεπνίγετο παρὰ τοῦ ἀφεθέντος τὰ πολλὰ ἐκεῖνα τάλαντα. Δι᾽ ἧς διδάσκει, ὅτι μὴ ἄλλως τυχεῖν δυνατόν ἐστι τῆς βασιλείας, κἂν πολλά τις κατορθώσῃ, μὴ τὸν ἀγαθὸν Θεὸν μιμησάμενος κατὰ τὸ ἀμνησίκακον· ἐπειδήπερ ἡ βασιλεία, κρίσει τοὺς ἀξίους παραδεχομένη, τοὺς μὴ συγχωρητικοὺς καὶ τὸν ἀγαθὸν τῶν ὅλων κριτὴν κατὰ τοῦτο μιμουμένους οὐ παραδέχεται.

Οὐ γὰρ ἂν ἔχει τις εἰπεῖν τοσαῦτά τινα πεπλημμεληκέναι εἰς ἑαυτὸν, ὅσα περ αὐτὸς τὸν πάντα χρόνον τῆς αὐτοῦ ζωῆς παρὰ τὸ βούλημα τοῦ Θεοῦ πράξας ὀφειλέτης ἐστί· ποτὲ μὲν γὰρ διὰ τοῦ λόγου πταίομεν, ποτὲ δὲ δι᾽ αἰσχρῶν καὶ πονηρῶν ἐπιθυμημάτων τε καὶ πράξεων. Πλὴν ὅμως τοσαῦτα πταίοντες, οὐκ ἀπογινώσκομεν τὰς παρὰ τῷ Θεῷ ἐλπίδας, διὰ τὸ φιλάνθρωπον καὶ ἀνεξίκακον ἐλεημονικόν τε καὶ συγχωρητικὸν τοῦ Θεοῦ. Οὐκοῦν ἕπεται τῷ αὐτῷ μέτρῳ, καὶ ἡμᾶς μετρεῖν τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσι· μηδὲ κατὰ τὸν Πέτρον ἀκριβολογεῖσθαι τῇ φιλανθρωπίᾳ, καὶ μέχρις ἑβδόμου ἀριθμοῦ τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσι συγχωρεῖν· κατὰ δὲ τὸν συμπαθῆ καὶ ἐλεήμονα Σωτῆρα μέχρι τοῦ ἑβδομηκοντάκις ἑπτά· οὐ πάντως τὰ τοσαῦτα περιεργαζομένους ἁμαρτήματα, καὶ ὥσπερ ἀναγραφὴν αὐτῶν ποιουμένους καθ᾽ ἑκάστην ἡμέραν, ἐκ δὲ τούτου τὸ ἀπεριόριστον διδασκομένους. Πυθομένου γὰρ τοῦ Πέτρου ἐπὶ πόσοις τοῖς εἰς ἡμᾶς ἁμαρτανομένοις συγχωρεῖν δέοι, καὶ ἀριθμὸν ὁρίσαντος τὸν ἕως ἑπτάκις, ὁ Σωτὴρ τὸν ἕως ἑβδομηκοντάκις ἐπτὰ εἰσήγαγε, καθ᾽ ὃν δεῖ καὶ ἡμᾶς ἀφιέναι, εἰδότας καὶ πεπεισμένους, ὡς ἔσται καιρὸς καθ᾽ ὃν συναρθήσεται πρὸς ἡμᾶς λόγος ὑπὸ τοῦ πάντων κριτοῦ τε καὶ βασιλέως, ἐπειδὰν οἱ πάντες παραστῶμεν τῷ βήματι αὐτοῦ, ὅτε ᾧ μέτρῳ μετροῦμεν, ἀντιμετρηθήσεται ἡμῖν.

Ὁ μὲν γὰρ μέγας βασιλεὺς ἐντεῦθεν ἤδη πᾶσιν ἡμῖν τοῖς χρεωφειλέταις πολλῶν ταλάντων κατὰ τὸ πρέπον αὐτοῦ τῇ φιλανθρωπίᾳ τὸ πᾶν ἀνῆκε χρέος, δοὺς ἄφεσιν ἁμαρτημάτων καὶ ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον· ἡμεῖς δ᾽ ἐπὶ βραχέσι πταίσμασι τοὺς συνδούλους ἀποπνίγομεν, καὶ παρακαλούμενοι οὐ συγχωροῦμεν τὰ εἰς ἡμᾶς ἐπταισμένα, μὴ ἐπιμετροῦντες τὰ ἴσα οἷς παρὰ Θεοῦ τετυχήκαμεν τοῖς ἡμετέροις οἰκέταις. Εὐλόγως οὖν ἀγανάκτησις καθ᾽ ἡμῶν ἐξενεχθήσεται· καὶ ὁ τὴν πᾶσαν ἡμῖν ὀφειλὴν ἀφεὶς Δεσπότης οὐκέτ᾽ ἀφήσει ἡμῖν· ἀλλ᾽ ᾧ μέτρῳ μεμετρήκαμεν ἀσυμπαθεῖ καὶ ἀνελεεῖ καὶ ἀποτόμῳ, ἐπιμετρήσει ἡμῖν· καὶ τὸν ἐξ ἡμῶν κατὰ τῶν ἡμετέρων συνδούλων ὅρον καθ᾽ ἡμῶν ἐπαρτήσει. Ἐφεύροι δέ τις ἑαυτῷ μέθοδον ἀγαθῆς ἀποφάσεως τῆς ἐπὶ τοῦ δικαιωτηρίου ἐξενεχθησομένης, εἰ προλαβὼν γένοιτο φιλάνθρωπος καὶ τῶν εἰς αὐτὸν ἁμαρτανομένων συγχωρητικός.

Καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ὧδε, ἢ ἰδοὺ ἐκεῖ. Ταῦτα κατὰ μὲν τὸν Ματθαῖον ἐλέγετο περὶ τῆς ἐρημώσεως Ἱερουσαλήμ· διὸ καὶ προσέκειτο· Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· ἐνταῦθα δὲ περὶ τῶν καιρῶν τοῦ Ἀντιχρίστου προλέγει· διὸ οὐ πρόσκειται τοῦτο.

Πρῶτον δεῖ αὐτὸν πολλὰ παθεῖν Αἰνίττεται δὲ καὶ ἐν τούτοις τήν ποτε γενησομένην ἀποστασίαν εἰπών· Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης, δηλονότι τῆς τῶν ἀνθρώπων· ἀποβληθῆναι γὰρ καὶ ἀποδοκιμασθῆναι τὸν περὶ αὐτοῦ λόγον, πολλά τε παθεῖν τὸν αὐτοῦ λαὸν, ἐθέσπισεν· εἴτε ἐν τοῖς μετὰ ταῦτα διωγμοῖς, καθ᾽ οὓς μυρία πέπονθεν αὐτός τε βλασφημούμενος ὁ Σωτὴρ παρὰ τοῖς ἀνθρώποις, ἤ τε Ἐκκλησία αὐτοῦ καὶ ὁ λόγος ἐλαυνόμενος καὶ πολεμούμενος· εἴτε πρὸς τῷ πάντων τέλει, καθ᾽ ὃ ἀποδοκιμασθήσεται πάμπαν ἀποβληθεὶς ἀπὸ τῆς τῶν ἀνθρώπων γενεᾶς.

Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε, κ. τ. λ. Οὕτω τοίνυν, ὡς εἴρηται, ἐκβληθέντος διὰ τὴν ἀποστασίαν τοῦ λόγου τοῦ εὐαγγελικοῦ, κατὰ τὴν ὁμοίωσιν τῶν ἐπὶ τοῦ κατακλυσμοῦ συμβεβηκότων, ὁ κατὰ τῶν ἀσεβῶν ὄλεθρος ἐπιστήσεται, φησί. Ἀλλ᾽ ὡς τότε πάντας μὲν ἀπώλεσεν, οὐ μὴν καὶ τοὺς συνηγμένους ἅμα τῷ Νῶε ἐν τῇ κιβωτῷ, οὕτω καὶ ἐπὶ τῆς αὐτοῦ παρουσίας οἱ μὲν ἀσεβεῖς κατὰ τὸν καιρὸν τῆς ἀποστασίας τρυφαῖς καὶ μέθαις καὶ γάμοις καὶ ταῖς τοῦ βίου ἡδοναῖς κατατριβόμενοι ὁμοίως τοῖς ἐπὶ τοῦ Νῶε κατακλυσθέντες ἀπολοῦνται. Ὑπὲρ δὲ τοῦ μή τινα νομίσαι δι᾽ ὕδατος καὶ τούτους κατακλυσθήσεσθαι, ἀναγκαίως τῷ ἐπὶ τοῦ Λὼτ κέχρηται παραδείγματι, Καθὼς ἐγένετο, λέγων, ἐν ταῖς ἡμέραις Λὼτ, ἤσθιον, ἔπινον, καὶ τὰ ἑξῆς· ᾟ δὲ ἡμέρα ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων ἔβρεξε πῦρ ἀπ᾽ οὐρανοῦ καὶ ἀπώλεσε πάντας. Κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται· σφόδρα ἀποῤῥήτως καὶ φοβερῶς διδάσκων ὅτι πυρὶ καὶ θείῳ ἀπ᾽ οὐρανοῦ καταπεμπομένῳ τοὺς ἀσεβεῖς πάντας ἡ ὀργὴ μετελεύσεται· διὸ τοῖς μὲν ἡμέραν ταύτην ἐπιστῆναι εὐχομένοις ἀσεβέσιν ἡ προφητικὴ φωνὴ ἐπανατείνεται λέγουσα· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου! Ἵνα τί; Ὑμῖν αὕτη ἔσται σκότος, καὶ οὐ φῶς, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα ταλαιπωρίας καὶ ἀφανισμοῦ.

Σφόδρα δὲ ἀκριβῶς καὶ ἐνταῦθα ἐτήρησεν ὁ Σωτὴρ οὐ πρότερον τὸ πῦρ εἰπὼν ἀπ᾽ οὐρανοῦ καὶ τὸ θεῖον κατεληλυθέναι ἐπὶ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς, ἢ τὸν Λὼτ ἐξελθεῖν, καὶ χωρισθῆναι ἐξ αὐτῶν. Οὕτω καὶ ἐπὶ τοῦ κατακλυσμοῦ οὐ πρότερον ἐπῆλθεν οὗτος καὶ πάντας ἀπώλεσε τοὺς κατὰ γῆν οἰκοῦντας, ἢ τὸν Νῶε εἰσελθεῖν εἰς τὴν κιβωτόν. Κατὰ τὰ αὐτὰ τοίνυν καὶ ἐπὶ τῆς συντελείας οὐ πρότερον ἔσεσθαι τὸν κατακλυσμὸν τῆς ἀπωλείας τῶν ἀσεβῶν φησιν, ἢ συναχθῆναι εἰς τὴν ἐπουράνιον τοῦ Θεοῦ κιβωτὸν, καὶ διασωθῆναι τοὺς τότε εὑρεθησομένους τοῦ Θεοῦ ἀνθρώπους, κατὰ τὸ παράδειγμα τὸ ἐπὶ τοῦ Νῶε· οἷς καὶ λεχθήσεται κατὰ καιρὸν τὸ προφητικὸν ἐκεῖνο· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὸ ταμεῖόν σου, καὶ τὰ ἑξῆς, ἕως οὗ παρέλθοι ἡ ὀργὴ Κυρίου· ὥσπερ καὶ ἐπὶ τοῦ Λὼτ ἐποίησεν, ἵνα μὴ οἱ δίκαιοι συναπόλωνται τοῖς ἀσεβέσιν· οὕτως καὶ ἐπὶ τῆς συντελείας τοῦ αἰῶνος οὐ πρότερον αὕτη ἔσται, ἢ πάντας τοὺς ἐπὶ γῆς δικαίους καὶ θεοσεβεῖς ἀφορισθῆναι τῶν ἀσεβῶν, καὶ συναχθῆναι εἰς τὴν ἐπουράνιον τοῦ Θεοῦ κιβωτόν· οὕτω γὰρ μηκέτι μηδενὸς δικαίου ἐν ἀνθρώποις εὑρισκομένου, πάντων δὲ ἀθέων ἀσεβῶν τῶν ὑπὸ τοῦ Ἀντιχρίστου γεγονότων, τῆς τε ἀποστασίας καθ᾽ ὅλης τῆς οἰκουμένης κρατησάσης, ἡ τοῦ Θεοῦ ὀργὴ τοὺς ἀσεβεῖς μετελεύσεται.

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἂν ἔσται ἐπὶ τοῦ δώματος, κ. τ. λ. Σημαίνει δὲ διὰ τούτων τὸν κατὰ τῶν θεοσεβῶν ἐπενεχθησόμενον διωγμὸν ὑπὸ τοῦ υἱοῦ τῆς ἀπωλείας. Ἡμέραν δὲ ἐκείνην ὀνομάζει τὸν χρόνον τὸν πρὸ τῆς συντελείας, ἐν ᾧ φησιν· Ὁ φεύγων μὴ ἐπιστρεφέτω, μηδὲ μιμητὴς γινέσθω τῆς γυναικὸς Λὼτ, ἥτις μετὰ τὸ φυγεῖν καὶ ἔξω γενέσθαι τῆς Σοδομιτῶν χώρας, στραφεῖσα εἰς τὰ ὀπίσω, ἀπενεκρώθη, στήλη ἁλὸς γενομένη. Ἀφειδεῖν γὰρ τότε προσήκει οὐχ ὑπαρχόντων μόνον, ἀλλὰ καὶ τῆς ἑαυτῶν ζωῆς τε καὶ ψυχῆς τοὺς ἐν μέσῳ τῆς ἀποστασίας καταληφθησομένους, μήποτε, βουληθέντες τῆς ἑαυτῶν περιποιήσασθαι προσκαίρου ζωῆς, σὺν ταύτῃ καὶ τὴν αἰώνιον ζωὴν ἀπολέσειαν, τῇ ἀποστασίᾳ ἑαυτοὺς παραδόντες.

Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, κ. τ. λ. Σφόδρα δὲ θαυμαστῶς τὸν τῆς ἀποστασίας καιρὸν καὶ τὴν στέρησιν τοῦ νοεροῦ λογικοῦ φωτὸς νύκτα ὠνόμασε· νυκτὸς γὰρ καὶ σκότους χείρων ἡ τότε τῶν ἀνθρώπων ἔσται κατάστασις διὰ τὴν ἐπικρατήσασαν αὐτῶν ἄνοιάν τε καὶ πλάνην. Διό φησι· Λέγω ὑμῖν· Δύο ἔσονται ἐπὶ κλίνης καὶ δύο ἐπὶ μυλῶνος, εἷς παραλαμβανόμενος ὡς ἀλλότριος τῆς ὀργῆς, καὶ εἷς ἀφιέμενος, ὥστε τῇ ὀργῇ παραδοθησόμενος, ὁ θησαυρίσας ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· δι᾽ ὧν παρίστησι τὸν χωρισμὸν τῶν ἁγίων καὶ θεοφιλῶν ψυχῶν τὸν ἀπὸ τῶν ἀσεβῶν. Ἵνα γὰρ μὴ ἀδιακρίτως ἐπελθοῦσα ἡ ὀργὴ καὶ τῶν δικαίων παραλήψεται, προλαβὼν ὁ Θεὸς ὥσπερ τὸν Λὼτ προεξήγαγε τῆς Σοδόμων καταστροφῆς. Τὸν αὐτὸν τρόπον καὶ πρὸ τῆς συντελείας, πρὶν ἐπελθεῖν τὴν κατὰ τῶν ἀσεβῶν ὀργὴν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶσιν οἱ δίκαιοι, χωρισμὸς ἔσται τῶν θεοφιλῶν ψυχῶν, ἀγγέλων αὐτὰς διαχωριζόντων καὶ παραληψομένων· ὥστε ἐν μιᾷ στρωμνῇ δυοῖν κατακειμένων ἕνα μὲν τὸν τοῦ Θεοῦ ἄξιον παραλαμβάνεσθαι, τὸν δὲ ἕτερον καταλείπεσθαι, ὡς ἄξιον τῆς τότε καταληψομένης τοὺς ἀσεβεῖς ὀργῆς.

Καὶ ἐπὶ τῶν ὑφ᾽ ἑνὶ μυλῶνι ἀληθουσῶν, ὁ αὐτὸς λόγος ἔσται. Ἀληθούσας δὲ ὠνόμασε τὰς τὸν εὐτελῆ καὶ πενιχρὸν καὶ ἔσχατον ἐν ἀνθρώποις διαντλούσας βίον· ἐπὶ κλίνης δὲ τοὺς τὸν ἐλεύθερον καὶ ἄνετον βίον μετερχομένους.

Τοῦτο δὲ παραστήσει ἡ Μωϋσέως γραφὴ ἐν ᾗ φησιν ὁ λόγος ἥξειν τὴν ὀργὴν ἀπὸ πρωτοτόκου Φαραὼ, καὶ ἕως τῆς ἀληθούσης καὶ πεσσούσης ἐν τῷ μυλῶνι. Τὰ γὰρ ἄκρα τῶν κατ᾽ ἀνθρώπους βίων, τοῦ τε ἐνδόξου τοῦ ἀπεῤῥιμμένου καὶ ἐσχάτου, διὰ τούτων ὁ λόγος παρέστησεν· οὕτως οὖν καὶ ἐνταῦθα δύο ἐπὶ κλίνης μιᾶς εἰσήγαγε, τοὺς τὴν ἐλευθέραν ζωὴν μετιόντας αἰνιξάμενος· ὁ εἷς παραληφθήσεται, ὁ ἄξιος τῆς ἀπὸ τοῦ Θεοῦ ἐκλογῆς· ὁ δὲ ἕτερος ἀφεθήσεται, δηλονότι ὁ τῆς ὀργῆς οἰκεῖος· ὡσαύτως δύο ἀλήθουσαι εἶεν ἂν αἱ ἐν ἀνθρώποις τὸν ἄτιμον καὶ πενιχρὸν βίον μετιοῦσαι· ὧν πάλιν ἡ κρείττων παραληφθήσεται, ἡ δὲ ἑτέρα ἀφεθήσεται.

Λέγουσιν αὐτῷ· Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί. Ἐρωτησάντων τῶν μαθητῶν· Κύριε, ποῦ; καὶ βουληθέντων μαθεῖν ποῦ καταλειφθήσεται ὁ ἕτερος τῶν (μὴ) παραληφθέντων· Ὅπου, φησὶ, τὸ σῶμα, ἢ τὸ πτῶμα κατὰ Ματθαῖον, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί· ὥσπερ οἰωνούς τινας νεκροβόρους, τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου αἰνιξάμενος, τοὺς τότε διώκοντας τοὺς ἁγίους τοῦ Θεοῦ· ὧν ἐπὶ τὸ αὐτὸ συναχθέντων, ἐκεῖ καὶ παρ᾽ αὐτοῖς συναχθήσεται ὁ ἀνάξιος τῆς παραλήψεως. Ἦν δ᾽ οὗτος τῶν ἐπὶ κλίνης καθευδόντων ὁ ἕτερος· ἢ τῶν ἀληθουσῶν ἡ μία· οἳ καὶ παραδοθήσονται τοῖς ἐπισυναχθεῖσι κατ᾽ αὐτῶν ἀετοῖς. Ἀετοὺς δὲ καὶ τοὺς τῆς Ἱερουσαλὴμ πολιορκητὰς ὁ προφητικὸς λόγος ὠνόμασεν· ὡς ὅτε περὶ τοῦ Ναβουχοδονόσορ λέγει· Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος· μή ποτ᾽ οὖν καθ᾽ ἑτέραν διάνοιαν αἱ τιμωρητικαὶ καὶ κολαστικαὶ δυνάμεις, αἱ τοὺς ἀσεβεῖς μετελευσόμεναι, διὰ τῶν ἐνταῦθα λεγομένων ἀετῶν ἐδηλώθησαν· αἷς ἵνα μὴ παραδοθῶμεν, ἑξῆς ὁ Σωτὴρ παραινεῖ εὐχαῖς σχολάζειν.

Κριτής τις ἦν τὸν Θεὸν μὴ φοβούμενος. Ἐπισυνάπτει γοῦν καὶ παραβολὴν τὴν περὶ τοῦ κριτοῦ τῆς ἀδικίας, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν. Τὸ δὲ εἰπεῖν· Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; ἔκλειψιν δηλοῖ τῆς πίστεως, ὡς μηδένα πιστὸν εὑρεθήσεσθαι, ἢ εἴ που ἄρα σπάνιόν τινα κατὰ τὸν τῆς δευτέρας αὐτοῦ θεοφανείας χρόνον. Ὅπερ μέγα τεκμήριον τυγχάνει τοῦ καιροῦ τῆς ἀποστασίας, ἐν ᾧ σπάνιος ἔσται ὁ εὑρεθησόμενος πιστός· τάχα δὲ οὐδὲ εἷς ἔσται, διὰ τὸ τοὺς μὲν παραληφθήσεσθαι, τοὺς δὲ καταλειφθήσεσθαι τοῖς ἀετοῖς παραδοθησομένους· οὕτω τε ἐξ ἀνθρώπων ἐκλειπούσης τῆς πίστεως, αὐτὸς λοιπὸν ἐπιστήσεται τὴν ἐκδίκησιν ποιησόμενος τῶν ἁγίων αὐτοῦ τῶν ὑπὸ τῶν ἀσεβῶν ἀνῃρημένων. Ἐν τάχει δὲ ποιήσει τὴν ἐκδίκησιν, διὰ τὸ βοᾷν πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· βοᾷν δὲ πρὸς αὐτὸν ἐδίδαξε διὰ τῆς παραβολῆς τοῦ κριτοῦ τῆς ἀδικίας.