Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν τῶν ἁγίων σύλλογον

Εὐσέβιος Καισαρείας

Το αυτεξούσιο του ανθρώπου, η ηθική τάξη και η θεία κρίση

Ανάλυση της ανθρώπινης ελευθερίας, της υποταγής στο θέλημα του Θεού, της αρμονίας της δημιουργίας και της δίκαιης ανταπόδοσης κατά την τελική κρίση των ψυχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 5 από 9

Ἀλλ᾽ ἐρεῖ τις, ᾧ φίλον ἐστὶ βλασφημεῖν, θεὸν ὄντα δεδυνῆσθαι κρείσσονα καὶ ἠπιωτέραν τὴν προαίρεσιν τῶν ἀνθρώπων ἀπεργάσασθαι. τίς οὖν κρείσσων μέθοδος ποία δ᾽ ἐπιχείρησις ἀνυτικωτέρα πρὸς τὸ τοὺς κακοὺς σωφρονισθῆναι τῆς ἑαυτοῦ προσρήσεως; οὐκ αὐτὸς παρὼν καὶ ὁρώμενος ἐδίδασκε τὸν κόσμιον βίον; εἰ οὖν ἡ τοῦ θεοῦ παραγγελία παρόντος οὐδὲν ἤνυσεν, τί ἂν ἀπόντος καὶ μὴ ἀκουομένου ὠφέλησεν; τί οὖν ἐγένετο ἐμπόδιον τῆς μακαριωτάτης διδασκαλίας; ἡ τῶν ἀνθρώπων σκαιότης· ὅταν γὰρ τὰ καλῶς τε καὶ προσηκόντως παραγγελλόμενα πρὸς ὀργὴν λαμβάνωμεν, τηνικάδε τὸ νῆφον τῆς διανοίας ἀμαυροῦται. τί δὲ ὅτι προσφιλὲς ἦν ἐκείνοις ἀμελεῖν τῶν προστάξεων καὶ ἀνορέκτους παρέχειν τὰς ἀκοὰς τῷ τεθέντι νόμῳ; εἰ γὰρ μὴ κατημέλουν, ἔσχον ἂν ἄξια τὰ ἐπίχειρα τῆς ἀκροάσεως οὐ μόνον εἰς τὸ παραχρῆμα ἀλλ᾽ εἰς τὸν μετέπειτα βίον, ὅς ἐστιν ὡς ἀληθῶς βίος· ὁ γάρ τοι μισθὸς τοῦ τῷ θεῷ πείθεσθαι ὁ ἄφθαρτος καὶ ἀίδιος βίος, οὗ δυνατὸν ἀντιποιεῖσθαι τοῖς εἰδόσι τὸν θεὸν καὶ τοῖς τὸν ἑαυτῶν βίον ζηλωτὸν παρεχομένοις καὶ οἷον παράδειγμα αἰώνιον τοῖς πρὸς ἅμιλλαν ζῆν προῃρημένοις. διὰ τοῦτο οὖν ἡ διδασκαλία παρεδόθη τοῖς σοφοῖς, ἵν᾽ ὅπερ ἂν ἐκεῖνοι παραγγέλλωσι, τοῦτο μετ᾽ ἐπιμελείας ὑπὸ τῶν ὑπηκόων παραφυλάσσηται καθαρᾷ ψυχῇ ἀληθής τε ᾖ καὶ βεβαία ἡ φυλακὴ τῆς κελεύσεως τοῦ θεοῦ.

ἐκ γάρ τοι αὐτῆς καὶ τὸ πρὸς τὸν θάνατον ἀδεὲς ὑπὸ καθαρᾶς πίστεως καὶ εἰλικρινοῦς περὶ τὸν θεὸν καθοσιώσεως φύεται, ἀνθίσταται δὲ ζάλαις κοσμικαῖς, ἀνανταγωνίστῳ θείας ἀρετῆς ... πεφραγμένη πρὸς τὸ μαρτύριον· νικήσασα γοῦν ὑπὸ μεγαλοψυχίας τοὺς μεγίστους φόβους ἀξιοῦται στεφάνου παρ᾽ αὐτοῦ, ᾧ γενναίως ἐμαρτύρησε. καὶ οὐδὲν σεμνύνεται· ἐπίσταται γὰρ οἶμαι καὶ τοῦτο θεόθεν δεδόσθαι πρὸς τὸ ὑποστῆναι καὶ πληρῶσαι προθύμως τὰ θεῖα προστάγματα. διαδέχεται δὴ τόνδε τὸν βίον μνήμη διαρκὴς καὶ αἰώνιος δόξα μάλα εἰκότως, εἴπερ ὅ τε βίος σώφρων τοῦ μάρτυρος καὶ τῶν παραγγελμάτων μνήμων, ἥ τε τελευτὴ πλήρης εὑρίσκεται μεγαλοψυχίας τε καὶ εὐγενείας. ὕμνοι δὴ μετὰ ταῦτα καὶ ψαλτήρια καὶ εὐφημίαι καὶ πρὸς τὸν πάντων ἐπόπτην ἔπαινος. καὶ τοιαύτη τις εὐχαριστίας θυσία τοῖς ἀνδράσιν ἀποτελεῖται, ἁγνὴ μὲν αἵματος ἁγνὴ δὲ πάσης βίας, οὐδὲ μὴν ὀσμὴ λιβάνων ἐπιποθεῖται οὐδὲ πυρκαϊά, καθαρὸν δὲ φῶς ὅσον ἐξαρκέσαι τοῖς εὐχομένοις πρὸς ἔκλαμψιν, σωφρονέστατα δὲ πολλῶν καὶ τὰ συμπόσια πρὸς ἔλεον καὶ ἀνάκτησιν τῶν δεομένων ποιούμενα καὶ πρὸς βοήθειαν τῶν ἐκπεσόντων. ἅπερ ἄν τις φορτικὰ εἶναι νομίζῃ, οὐ κατὰ τὴν θείαν καὶ μακαρίαν διδασκαλίαν φρονεῖ.

Ἤδη δέ τινες καὶ ἐν τῷ μέμφεσθαι τὸν θεὸν νεανιεύονται. τί δή ποτε βουληθεὶς οὐ μίαν καὶ τὴν αὐτὴν τῶν ὄντων φύσιν ἐτεκτήνατο, ἀλλὰ διάφορα καὶ τὰ πλεῖστα ἐναντία τὴν φύσιν ἐκέλευσεν ἀπογεννᾶν; ὅθεν καὶ ἡ διαφορὰ τῶν ἡμετέρων ἠθῶν τε καὶ προαιρέσεων. ἦν γὰρ ἴσως ἄμεινον, καὶ πρὸς τὸ πειθαρχεῖν τοῖς κελεύσμασι τοῦ θεοῦ καὶ πρὸς τὴν ἀκριβῆ κατάληψιν αὐτοῦ καὶ πρὸς τὸ βεβαιοῦσθαι τὴν καθ᾽ ἑκάστου πίστιν, ὁμοτρόπους εἶναι πάντας ἀνθρώπους. δυνατὴ δὲ καὶ ἡ πρᾶξις ἅτε δὴ θεοῦ. οἱ ταῦτα λέγοντες ἐοίκασι μέμφεσθαι τῇ διακοσμήσει τῶν ὅλων καὶ τήν [τε] νυκτερινὴν διαδοχὴν μὴ προσδέχεσθαι, βούλεσθαι δὲ ἀεὶ τὸ ἡμερινὸν φῶς διαρκεῖν, καὶ ταῦτα τῆς ἀναπαύσεως οὔσης ἀναγκαίας, ἀγανακτεῖν τε πρὸς τοὺς ὠκεανοῦ καὶ γῆς ὅρους, μέμφεσθαί τε τὴν γῆν τοσαῦτα πρὸς χρῆσιν τῶν ἐπιγείων δωρουμένην, ἀλλὰ καὶ τὴν θάλασσαν αἰτιᾶσθαι παντοδαπὴν τοῖς πλέουσι παρεχομένην πορείαν, καὶ καθάπαξ πάντας μιᾶς μορφῆς ἀξιοῦν εἶναι, ὕλας δὲ καὶ ὄρη τὸ συνόλον μηδ᾽ ἀξιοῦν φαίνεσθαι, καὶ ὅλως πάντα 〈τὰ〉 διάφορα τῆς φύσεως ἀποτελέσματα σὺν ταῖς προσηγορίαις αὐτῶν ἀναιρεῖν.

καὶ ταῦτα μὲν φανερῶς ἕωλα, τὸ δὲ τοὺς ἀνθρώπους πάντας ὁμοιοτρόπους εἶναι ἀξιοῦν, κομιδῇ γελοῖον, μηδὲ ἐννοεῖν, ὅτι οὐχ ἥπερ ἡ τοῦ κόσμου διάταξις αὕτη καὶ τῶν κοσμικῶν, οὐδὲ τὰ φυσικὰ τοῖς ἠθικοῖς ὁμοούσια, οὐδὲ τὰ τοῦ σώματος παθήματα τοῖς τῆς ψυχῆς πάθεσι τὰ αὐτά. τὸν μὲν γὰρ σύμπαντα κόσμον ἐκ διαφόρων στοιχείων ὁ θεὸς ἐτεκτήνατο. διαφορῶν γὰρ οὐσῶν τῶν σωματικῶν δυνάμεων διάφορα καὶ παντοδαπὰ πρὸς τὴν χρῆσιν τοῦ κόσμου ἐπορίζετο ἐξ ἀνάγκης, εἴπερ πολλὰ καὶ ἀναρίθμητα τῇ φύσει, ... πολλὰ δ᾽ ὑπὸ θαλάσσης καὶ ἀέρος συντελεῖται. τὸν δὲ ἄνθρωπον λογικὸν ἐποίησεν ζῶον γνῶσιν τ᾽ αὐτῷ κακῶν καὶ ἀγαθῶν ἐδωρήσατο, ὅπως τὰ μὲν φύγοι τὰ δὲ μεταδιώκοι, δούς τ᾽ αὐτῷ τοιαύτης τινὸς σοφίας ἐπιτηδειότητα αὐτεξούσιον αὐτὸν εἴασεν καὶ τὴν κρίσιν τῆς διατυπώσεως ἐπέτρεψεν τοῦ καθ᾽ αὐτὸν βίου, καὶ ταῦτα ἐξ ἴσης πᾶσιν ἀνθρώποις. πόθεν οὖν τὸ διάφορον τῶν τρόπων; ὅταν οἶμαι τοῦ δωρηθέντος ἡμῖν ὑπὸ τῆς προνοίας ἀγαθοῦ καταμελῶμεν, θυμῷ δὲ εἴξαντες ἢ ἐπιθυμίᾳ ἀντὶ τῶν βελτιόνων τὰ χείρονα αἱρώμεθα. ἐρεθίζει γὰρ οὐ μικρῶς ὁ θυμός, βιάζεται δὲ καὶ ἡ ἐπιθυμία, καὶ τοὺς ἄφρονας ἐκτραχηλιάζουσιν, ὅταν τοῦ λόγου περιγένωνται. ἐπικρατήσαντος δ᾽ ἐκείνου πᾶς ὁ βίος μέτριος ἐπαίνου τε ἄξιος.

συγκροτεῖται δ᾽ οὖν, ἡνίκα δίκην ἀγαθοῦ τινος ἡνιόχου σπάσῃ τὰς ἡνίας τῆς ἀτάκτου καὶ μανιώδους συνωρίδος, ἐνθένδε ἡ πίστις, καὶ ἡ πρὸς τὸν θεὸν εὐσέβεια δικαιοσύνη τε καὶ σωφροσύνη καὶ παντοίας ἀρετῆς εὐδαιμονία συνέστη. ταῦτα δὴ καὶ τὰ τοιαῦτα τὰ τῶν ψυχῶν κατορθώματα ἄγει πρὸς τὸν ὅσιον δικαστὴν αὐτὰς οὐ κριθησομένας οὐδ᾽ ἐπὶ τὸν τῶν ἁμαρτημάτων ἔλεγχον ἀχθησομένας ἀλλ᾽ ἐπὶ τὰς τιμάς, ἃς αὐτὸς ταῖς ἄριστα βεβιωκυίαις προϋπέσχετο. τὰς δ᾽ ἀκαθάρτους καὶ σωματικῶν ἡδονῶν ἐμφορηθείσας ὠθεῖ βίᾳ ὀδυρομένας ἐπὶ τὴν προσήκουσαν δίκην ἡ τιμωρία ἐπὶ τέλος ἄγουσα καὶ ἐκδικάζουσα τὴν δικαίαν τοῦ θεοῦ ἀπόφασιν. ἔνθα μένει μὲν αὐτὰς ἀσβεστόν τι καὶ ἀκατάπαυστον πῦρ, μένει δὲ ἀπόκρημνόν τε καὶ κατηρεφὲς βάραθρον. ἀσεβὲς δὲ καὶ τὸ ἐνθύμημα τῶν πρὸς τὴν διαφορὰν τῶν ὄντων ἀπεχθανομένων, μίαν τε καὶ τὴν αὐτὴν ἀξίαν πάντων χρημάτων εἶναι θελόντων. ἄδικον ἄρα τοῖς δυσσεβέσιν εἶναι δοκεῖ τὰ τίμια τῶν ὑποδεεστέρων προτιμᾶσθαι καὶ τὴν ἀθάνατον φύσιν πλεονεκτεῖν τῶν φθαρτῶν καὶ ἐπιγείων ζώων μακαριότητι, ὅσῳ σεμνοτέρα τε καὶ θειοτέρα τυγχάνει οὖσα, καὶ τῆς θείας ἀγαθότητος οὐκ ἄμοιρον τὸ τῶν ἀνθρώπων γένος, ἀλλ᾽ οὐκ ἁπλῶς πάντων οὐδ᾽ ὡς ἔτυχε, μόνων δὲ τῶν τὴν θείαν φύσιν ἐξιχνευσάντων καὶ τὸ προηγούμενον ἐπιτήδευμα τοῦ βίου προελομένων, τὴν τῶν θείων ἐπίγνωσιν.

Τά γε μὴν ἐκ γενεᾶς τοῖς ἀιδίοις συγκρίνειν μανία ἐστὶν ὡς ἀληθῶς ἡ τελεωτάτη. τῶν μὲν γὰρ οὔτε ἀρχὴ οὔτε τέλος, τὰ δ᾽, ἅτε φύντα καὶ γενόμενα καὶ τὴν ἀρχὴν τοῦ τε εἶναι καὶ ζῆν ἐν χρόνῳ τινὶ λαβόντα, ἀκολούθως καὶ τελευτὴν ἐξ ἀνάγκης ἔχει· τὰ δὲ γενόμενα τῷ κελεύσαντι γεννηθῆναι αὐτὰ πῶς ἂν ἐξισάζοιτο; εἰ γὰρ ὅμοια ταῦτα ἐκείνῳ, οὐδὲ πρόσταξις τοῦ γεννᾶσθαι προσηκόντως ἂν ἐκείνου νομίζοιτο. ἀλλ᾽ ἐκείνῳ μὲν οὐδ᾽ ἂν τὰ οὐράνια συγκριθείη, ὥσπερ οὐδ᾽ ὁ αἰσθητὸς κόσμος τῷ νοητῷ οὐδ᾽ αἱ εἰκόνες τοῖς παραδείγμασιν. ἡ δὲ σύγχυσις τῶν πάντων πῶς οὐ γελοῖον, ἀποκρυπτομένης τῆς τοῦ θείου τιμιότητος τῇ πρὸς τοὺς ἀνθρώπους καὶ τά γε θηρία συγκρίσει; ἔφεσις δὲ δυναστείας ἀντιρρόπου θεοῦ δυναστείᾳ πῶς οὐ μαινομένων ἐστὶν ἀνθρώπων ἀπεστραμμένων τε τὸν σώφρονα καὶ ἐνάρετον βίον; εἰ γὰρ ὅλως τῆς θείας εὐτυχίας ἀντιποιούμεθα, χρὴ τὸν βίον διάγειν κατὰ τὴν τοῦ θεοῦ κέλευσιν. οὕτω γὰρ 〈ἐν〉 μοναῖς ἀθανάτοις καὶ ἀγήροσι κρείσσους πάσης εἱμαρμένης διάξομεν τὸν βίον, κατὰ τὸν ὑπὸ θεοῦ νόμον ὁρισθέντα βιώσαντες.

μόνη γὰρ ἀντίρροπος θεοῦ δυνάμεως ἀνθρωπίνη δύναμις ἡ εἰλικρινὴς καὶ ἄδολος πρὸς τὸν θεὸν λατρεία καὶ ἡ εἰς αὐτὸν ἐπιστροφή, θεωρία τε καὶ μάθησις τῶν ἀρεσκόντων τῷ κρείττονι, καὶ τὸ μὴ εἰς γῆν νενευκέναι ἀλλ᾽, ὅση δύναμις, τὴν διάνοιαν ἐπὶ τὰ ὄρθιά τε καὶ ὑψηλὰ ἀναβιβάζειν· ἐκ γάρ τοι τῆς ἐπιτηδεύσεως ταύτης τὸ νικᾶν ἀντὶ πολλῶν ἀγαθῶν, φησί, περιγίγνεται. ἡ τοίνυν αἰτία τῆς τῶν ὄντων διαφορᾶς κατά τε τὴν ἀξίαν καὶ ἐν τῇ τοῦ δύνασθαι παραλλαγῇ τοῦτον ἔχει τὸν λόγον, ᾧ πείθονται μὲν οἱ εὖ φρονοῦντες καὶ εὐχαριστοῦσιν ἐξαισίως, οἱ δ᾽ ἀχαριστοῦντες ἠλίθιοι τὴν ἀξίαν τῆς ὑπερηφανίας κομίζονται τιμωρίαν.