Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν βίον Κωνσταντίνου τοῦ βασιλέως

Εὐσέβιος Καισαρείας

Πίνακας κεφαλαίων

Ο πλήρης κατάλογος των κεφαλαίων που περιλαμβάνονται στους τέσσερις λόγους του βίου του αυτοκράτορα Κωνσταντίνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 1 από 16

ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΚΑΤΑ ΘΕΟΝ ΒΙΟΥ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΛΕΩΣ ΛΟΓΟΣ 〈Α〉 Προοίμιον περὶ τῆς Κωνσταντίνου τελευτῆς. Περὶ υἱῶν αὐτοῦ βασιλευσάντων. Ἔτι προοίμιον. Περὶ θεοῦ τιμῶντος εὐσεβεῖς βασιλεῖς καὶ ἀπολλύντος τυράννους.

Ὅτι ὁ θεὸς Κωνσταντῖνον ἐτίμησεν. Ὅτι ἐβασίλευσε μὲν εὐσεβῶς ὑπὲρ τὰ τριάκοντα ἔτη μοναρχήσας, ἔζησε δὲ ὑπὲρ τὰ ἑξήκοντα. Ὅτι θεοῦ μὲν δοῦλος ἦν ἐθνῶν δὲ νικητής. Πρὸς Κῦρον τὸν Περσῶν βασιλέα καὶ Ἀλέξανδρον τὸν Μακεδόνων σύγκρισις.

Ὅτι τῆς οἰκουμένης πάσης σχεδὸν ἐκράτησεν. Ὅτι υἱὸς βασιλέως εὐσεβὴς καὶ υἱοῖς βασιλεῦσι κατέλιπε τὴν ἀρχήν. Περὶ τοῦ καὶ ἀναγκαίαν εἶναι καὶ ψυχωφελῆ τὴν ἱστορίαν ταύτην. Ὅτι μόνας τὰς Κωνσταντίνου νῦν ἱστόρησε θεοφιλεῖς πράξεις.

Ὅτι ὡς Μωϋσῆς ἐν οἴκοις τυράννων ἀνετράφη Κωνσταντῖνος. Περὶ Κωνσταντίου τοῦ πατρὸς αὐτοῦ μὴ ἀνασχομένου τῶν περὶ Διοκλητιανὸν καὶ Μαξιμιανὸν καὶ Μαξέντιον διῶξαι τοὺς Χριστιανούς. Ὅπως Κωνστάντιος ὁ πατὴρ ὀνειδισθεὶς πενίαν ὑπὸ Διοκλητιανοῦ καὶ τοὺς θησαυροὺς πλήσας ἀπέδωκε πάλιν τοῖς προσενέγκασι τὰ χρήματα.

Περὶ τοῦ ὑπὸ τῶν ἄλλων διωγμοῦ. Ὅπως Κωνστάντιος ὁ πατὴρ εἰδωλολατρείαν σχηματισάμενος τοὺς μὲν θύειν θελήσαντας ἐξέβαλε, τοὺς δὲ ὁμολογῆσαι προθεμένους εἶχεν ἐν τῷ παλατίῳ. Τοῦ αὐτοῦ περὶ τῆς φιλοχρίστου προαιρέσεως.

Ὅτι Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἀποδυσαμένων πρῶτος ἦν λοιπὸν αὔγουστος ὁ Κωνστάντιος, ἐν εὐτεκνίᾳ κομῶν. Περὶ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου νεανίου ἅμα Διοκλητιανῷ τὸ πρὶν εἰς Παλαιστίνην παραγενομένου.

Κωνσταντίνου πρὸς τὸν πατέρα διὰ τὰς ἐπιβουλὰς Διοκλητιανοῦ ἀναχώρησις. Τελευτὴ Κωνσταντίου τὸν υἱὸν Κωνσταντῖνον Βασιλέα καταλιπόντος. Ὅπως Κωνσταντίου προκομισθέντος τὰ στρατεύματα Κωνσταντῖνον αὔγουστον ἀνηγόρευσεν.

Καταστροφὴ τῶν τυράννων δι᾽ ὑπομνήσεως ὀλίγης. Ὅτι βουλήσει θεοῦ Κωνσταντῖνος ἔσχε τὸ βασιλεύειν. Κωνσταντίνου κατὰ βαρβάρων καὶ Βρεττανῶν νῖκαι. Ὅπως Ῥώμην ἐλευθερῶσαι Μαξεντίου προέθετο. Ὅτι τὰς εἰδωλολατρησάντων καταστροφὰς ἐνθυμηθεὶς μᾶλλον τὸν χριστιανισμὸν ἐξελέξατο.

Ὅπως εὐξαμένῳ τὴν ὀπτασίαν ὁ θεὸς παρέσχε, σταυρὸν ἐκ φωτὸς ἐν οὐρανῷ μεσημβρίᾳ καὶ γραφὴν τούτῳ νικᾶν παραινοῦσαν. Ὅπως ὁ Χριστὸς τοῦ θεοῦ καθ᾽ ὕπνους αὐτῷ φανεὶς ὁμοιοτρόπῳ τοῦ σταυροῦ σημείῳ κεχρῆσθαι κατὰ τοὺς πολέμους προσέταξεν.

Κατασκευὴ τοῦ αὐτοῦ σταυρικοῦ σημείου. Ἔκφρασις σταυροειδοῦς σημείου, ὅπερ νῦν οἱ Ῥωμαῖοι λάβαρον καλοῦσιν. Ὅπως κατηχηθεὶς Κωνσταντῖνος τὰς θείας γραφὰς ἀνεγίνωσκεν. Περὶ τῶν Μαξεντίου μοιχειῶν τῶν ἐν Ῥώμῃ.

Ὅπως ἡ τοῦ ἐπάρχου διὰ σωφροσύνην ἑαυτὴν ἀνεῖλεν. Ἀναίρεσις δήμου Ῥωμαίων ὑπὸ Μαξεντίου. Μαγεῖαι Μαξεντίου καὶ ἔνδεια τροφῶν ἐν Ῥώμῃ. Ἧττα ἐν Ἰταλίᾳ Μαξεντίου στρατευμάτων. Μαξεντίου θάνατος ἐν γεφύρᾳ ποταμοῦ Τιβέριδος.

Εἴσοδος ἐν Ῥώμῃ Κωνσταντίνου. Περὶ ἀνδριάντος αὐτοῦ σταυρὸν κατέχοντος καὶ τῆς ἐπιγραφῆς. Εὐφροσύναι κατὰ τὰς ἐπαρχίας καὶ δωρεαὶ Κωνσταντίνου. Ἐπισκόπων τιμαὶ καὶ ἐκκλησιῶν οἰκοδομαί. Περὶ τῶν εἰς τοὺς πένητας καὶ δεομένους εὐεργεσιῶν Κωνσταντίνου.

Ὅπως ταῖς συνόδοις τῶν ἐπισκόπων συμπαρῆν. Ὅπως καὶ τῶν Ἄφρων ἠνείχετο. Νῖκαι κατὰ βαρβάρων. ⌜Μαξιμιανοῦ⌝ θελήσαντος ἐπιβουλεῦσαι θάνατος καὶ ἄλλων, οὓς ἐξ ἀποκαλύψεως Κωνσταντῖνος εὗρεν. Δεκαετηρίδος Κωνσταντίνου πανήγυρις.

Ὅπως τὴν ἀνατολὴν ἐκακούχει Λικίνιος. Ὅπως Κωνσταντίνῳ Λικίνιος ἐπιβουλεύειν ἤθελεν. Λικινίου κατ᾽ ἐπισκόπων συσκευαὶ καὶ συνόδων κωλύσεις. Ἐξορισμοὶ καὶ δημεύσεις κατὰ Χριστιανῶν. Γυναῖκας εἰς ἐκκλησίας μὴ συνάγεσθαι πρόσταγμα καὶ πρὸ τῶν πυλῶν εὔχεσθαι τοὺς λαούς.

Τοὺς μὴ θύοντας ἀποστρατεύεσθαι, καὶ τοὺς ἐν φυλακαῖς μὴ τρέφεσθαι. Περὶ τῶν Λικινίου παρανομιῶν καὶ πλεονεξιῶν καὶ αἰσχρουργιῶν. Ὅτι διωγμὸν ποιῆσαι λοιπὸν ἐπεχείρει. Ὅτι Μαξιμιανὸς σύριγγι καὶ σκώληκι δαμασθεὶς ὑπὲρ Χριστιανῶν ἔγραψεν.

Ὅτι Μαξιμῖνος διώξας Χριστιανοὺς καὶ φυγὼν ὡς οἰκέτης ἐκρύπτετο. Ὅτι ἐν νόσῳ τυφλωθεὶς Μαξιμῖνος ὑπὲρ Χριστιανῶν ἔγραψεν.

Κεφάλαια τοῦ πρώτου λόγου. ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΒΙΒΛΙΟΥ ΤΑ ΚΕΦΑΛΑΙΑ Λικινίου διωγμὸς λαθραῖος ἐπισκόπους ἀναιροῦντος ἐν Ἀμασείᾳ τοῦ Πόντου. Καθαιρέσεις ἐκκλησιῶν καὶ ἐπισκόπων κρεουργίαι. Ὅπως Κωνσταντῖνος ὑπὲρ Χριστιανῶν διώκεσθαι μελλόντων ἐκινήθη.

Ὅτι Κωνσταντῖνος μὲν παρεσκευάζετο μετ᾽ εὐχῶν Λικίνιος δὲ μετὰ μαντειῶν εἰς πόλεμον. Ὅσα Λικίνιος ἐν τῷ ἄλσει θύων εἶπεν περὶ τῶν εἰδώλων καὶ τοῦ Χριστοῦ. Φαντασίαι κατὰ τὰς ὑπὸ Λικίνιον πόλεις, ὡς τῶν Κωνσταντίνου στρατευμάτων διιόντων.

Ὅτι ἐν πολέμοις ὅπου σταυροειδὲς σημεῖον παρῆν, ἐκεῖ τὰ τῆς νίκης ἐγίνετο. Ὅτι πεντήκοντα τὸν σταυρὸν φέρειν ἐξελέχθησαν. Ὅτι τῶν σταυροφόρων ἀνῃρέθη μὲν ὁ φυγών, ὁ δὲ πίστει παραμείνας ἐσώθη. Συμβολαὶ διάφοροι καὶ Κωνσταντίνου νῖκαι.

Φυγὴ Λικινίου καὶ γοητεῖαι. Ὅπως Κωνσταντῖνος ἐν σκηνῇ προσευχόμενος ἐνίκα. Φιλανθρωπία περὶ τοὺς συλλαμβανομένους στρατιώτας. Ἔτι περὶ τῶν ἐν τῇ σκηνῇ προσευχῶν. Λικινίου περὶ φιλίας δόλος καὶ εἰδωλολατρία.

Ὅπως μὴ ἀντιπολεμεῖν τῷ σταυρῷ Λικίνιος παρῄνει τοῖς στρατιώταις. Νίκη Κωνσταντίνου. Λικινίου θάνατος, καὶ ἐπινίκια περὶ τούτου. Φαιδρότης καὶ πανηγύρεις. Ὅπως ὑπὲρ ὁμολογητῶν ἐνομοθέτει Κωνσταντῖνος.

Ὅπως καὶ περὶ μαρτύρων καὶ ἐκκλησιαστικῶν κτημάτων. Ὅπως καὶ τοὺς δήμους ἀνεκτήσατο. Ὅτι θεὸν τῶν ἀγαθῶν αἴτιον ἐκήρυττε, καὶ περὶ ἀντιγράφων νόμων. Νόμος Κωνσταντίνου περὶ τῆς εἰς θεὸν εὐσεβείας καὶ τοῦ χριστιανισμοῦ, ἐν ᾧ ἐστι ταῦτα.

Ὑπόδειγμα ἐκ τῶν παλαιῶν χρόνων. Περὶ διωχθέντων καὶ διωκτῶν. Ὅσων ὁ διωγμὸς αἴτιος κακῶν τοῖς πολεμήσασι κατέστη. Ὅτι θεὸς τῶν καλῶν ὑπηρέτην Κωνσταντῖνον ἐξελέξατο. Εὐσεβεῖς εἰς θεὸν Κωνσταντίνου φωναὶ καὶ ὁμολογητῶν ἔπαινος.

Νόμος ἀπολύων ἐξορισμοῦ καὶ βουλῆς καὶ δημεύσεως. Τοὺς ἐν νήσοις ὁμοίως. Τοὺς ἐν μετάλλοις καὶ δημοσίοις ἀτιμωθέντας. Περὶ ὁμολογητῶν στρατευσαμένων. Ἀπολύσεις τῶν ἐν γυναικείοις ἢ εἰς δουλείαν δοθέντων ἐλευθέρων.

Περὶ κληρονομίας οὐσιῶν τῶν μαρτύρων καὶ ὁμολογητῶν καὶ μετοικισθέντων καὶ ταμιευθέντων. Τῶν μὴ ἐχόντων συγγενεῖς κληρονόμον εἶναι τὴν ἐκκλησίαν καὶ τὰ ὑπ᾽ αὐτῶν δοθέντα τισὶ βέβαια μένειν. Ἀποδιδόναι τοὺς κατέχοντας τὰ τοιαῦτα χωρία καὶ κήπους καὶ οἰκίας χωρὶς ὧν ἐκαρπώσαντο.

Ποίῳ τρόπῳ χρὴ περὶ τούτων ἐπιδιδόναι δεήσεις. Ταῖς ἐκκλησίαις ἀποδοῦναι τὸ ταμεῖον χωρία καὶ κήπους καὶ οἰκίας καὶ λοιπά. Τὰ μαρτύρια καὶ τὰ κοιμητήρια ταῖς ἐκκλησίαις ἀποδοθῆναι. Τοὺς ἀγοράσαντας ἐκκλησιαστικὰ ἢ κατὰ δωρεὰν λαβόντας ἀποδοῦναι.

Σέβειν τὸν θεὸν σπουδαίως παραινέσεις. Ὅπως τὰ νομοθετηθέντα ὑπὸ Κωνσταντίνου δι᾽ ἔργων ἐτελειοῦτο. Ὅτι τοὺς ἄρχοντας Χριστιανοὺς προῆγεν· εἰ δὲ καὶ Ἕλληνες ἦσαν, τὸ θύειν αὐτοῖς ἀπηγορεύετο. Περὶ νόμων κωλυόντων μὲν θυσίας οἰκοδομεῖν δὲ ἐκκλησίας προσταττόντων.

Κωνσταντίνου πρὸς Εὐσέβιον καὶ λοιποὺς ἐπισκόπους περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομῆς, καὶ ὥστε τὰς παλαιὰς ἐπισκευάζειν καὶ μείζονας οἰκοδομεῖν διὰ τῶν ἀρχόντων. Ὅτι κατὰ εἰδωλολατρίας ἔγραψεν. Κωνσταντίνου πρὸς τὰς ἐπαρχίας περὶ τῆς πολυθέου πλάνης διάταγμα, ἐν ᾧ προοίμιον περὶ κακίας καὶ ἀρετῆς.

Περὶ τοῦ πατρὸς τοῦ φιλοθέου Κωνσταντίνου καὶ περὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν διωκτῶν. Ὅτι διὰ τὴν τοῦ Ἀπόλλωνος μαντείαν, ὡς μὴ δυναμένου μαντεύεσθαι διὰ τοὺς δικαίους, ὁ διωγμὸς ἀνεκινήθη. Ὅτι νέος ὢν ἔτι Κωνσταντῖνος αὐτήκοος γέγονε Διοκλητιανοῦ διὰ τὸ ἀκοῦσαι τοὺς δικαίους εἶναι Χριστιανοὺς τὰ περὶ διωγμοῦ γράψαντος.

Ὅσα εἴδη βασάνων καὶ τιμωριῶν κατὰ Χριστιανῶν ἐτολμήθη. Ὅτι βάρβαροι Χριστιανοὺς ὑπεδέξαντο. Οἵα μετῆλθε δίκη τοὺς διὰ τὴν μαντείαν διώκτας. Δοξολογία Κωνσταντίνου εἰς θεὸν καὶ ὁμολογία περὶ τοῦ σημείου τοῦ σταυροῦ καὶ εὐχὴ περὶ ἐκκλησιῶν καὶ λαῶν.

Ὅτι προσεύχεται μὲν Χριστιανοὺς εἶναι πάντας, οὐκ ἀναγκάζει δέ. Δοξολογία εἰς θεὸν δι᾽ υἱοῦ φωτίσαντα τοὺς πλανωμένους. Δοξολογία πάλιν ἐκ τῆς τοῦ κόσμου λειτουργίας. Δοξολογία εἰς θεὸν ἀεὶ διδάσκοντα τὰ καλά.

Παραινέσεις ἐπὶ τέλει τοῦ διατάγματος μηδένα μηδενὶ ἐνοχλεῖν. Ὅπως ἀπὸ τῆς Ἀλεξανδρέων διὰ τὸ κατὰ Ἄρειον ἐκινοῦντο ζητήσεις. Περὶ τοῦ αὐτοῦ καὶ περὶ Μελιτιανῶν. Ὅπως περὶ εἰρήνης πέμψας Κωνσταντῖνος ἔγραψεν.

Κωνσταντίνου πρὸς Ἀλέξανδρον τὸν ἐπίσκοπον καὶ Ἄρειον τὸν πρεσβύτερον. Ὅτι περὶ τῆς εἰρήνης ἐμερίμνα συνήθως. Ὅτι καὶ τὰς ἐν Ἀφρικῇ ζητήσεις διωρθώσατο. Ὅτι ἐκ τῆς ἀνατολῆς τὰ τῆς εὐσεβείας ἤρξατο.

Ὅτι λυπηθεὶς διὰ τὴν στάσιν τὰ περὶ εἰρήνης συμβουλεύει. Πόθεν ἡ Ἀλεξάνδρου καὶ Ἀρείου ζήτησις ἤρξατο, καὶ ὅτι μὴ ἐχρῆν συζητεῖν ταῦτα. Παραινέσεις περὶ ὁμονοίας. Μὴ διὰ μικρὰς λέξεις φιλονεικεῖν περὶ τοῦ αὐτοῦ.

Ὅτι δι᾽ εὐλάβειαν ὑπεραλγῶν δακρύειν ἠναγκάζετο καὶ μέλλων εἰς τὴν ἀνατολὴν ἐπέσχε διὰ ταῦτα. Ἐπίμονος καὶ μετὰ τὸ γράμμα τοῦτο ταραχὴ τῶν ζητήσεων.

Κεφάλαια τοῦ δευτέρου λόγου. ΤΟΥ ΤΡΙΤΟΥ ΛΟΓΟΥ ΤΑ ΚΕΦΑΛΑΙΑ Σύγκρισις εὐσεβείας Κωνσταντίνου καὶ τῆς τῶν διωκτῶν παρανομίας. Ἔτι περὶ τῆς εὐσεβείας Κωνσταντίνου ἐμπαρρησιαζομένου τῷ τοῦ σταυροῦ σημείῳ.

Περὶ εἰκόνος αὐτοῦ, ἐν ᾗ ὑπερέκειτο μὲν ὁ σταυρὸς πέπληκτο δὲ κάτω ὁ δράκων. Ἔτι περὶ τῶν διὰ Ἄρειον ἐν Αἰγύπτῳ ζητημάτων. Περὶ τῆς διὰ τὸ πάσχα διχονοίας. Ὅπως σύνοδον ἐν Νικαίᾳ γενέσθαι προσέταξεν.

Περὶ οἰκουμενικῆς συνόδου, εἰς ἣν ἐκ πάντων ἐθνῶν παρῆσαν ἐπίσκοποι. Ὅτι, ὡς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ἐκ διαφόρων συνῆλθον ἐθνῶν. Περὶ ἀρετῆς καὶ ἡλικίας τῶν διακοσίων πεντήκοντα ἐπισκόπων. Σύνοδος ἐν παλατίῳ, οἷς {ὁ} Κωνσταντῖνος εἰσελθὼν συνεκαθέσθη.

Ἡσυχία συνόδου μετὰ τὸ εἰπεῖν τι Εὐσέβιον τὸν ἐπίσκοπον. Κωνσταντίνου πρὸς τὴν σύνοδον περὶ εἰρήνης. Ὅπως τοὺς ἀμφισβητοῦντας τῶν ἐπισκόπων εἰς ὁμόνοιαν συνῆψεν. Περὶ πίστεως καὶ τοῦ πάσχα τῆς συνόδου σύμφωνος ἔκθεσις.

Ὅπως τοῖς ἐπισκόποις συνειστιάθη Κωνσταντῖνος τῆς εἰκοσαετηρίδος οὔσης. Χαρίσματα ἐπισκόποις καὶ γράμματα πρὸς τοὺς πάντας. Κωνσταντίνου πρὸς τὰς ἐκκλησίας περὶ τῆς ἐν Νικαίᾳ συνόδου. Τοῦ αὐτοῦ περὶ συμφωνίας τῆς τοῦ πάσχα ἑορτῆς καὶ κατὰ Ἰουδαίων.

Παραίνεσις ἐξακολουθεῖν μᾶλλον τῷ πλείστῳ τῆς οἰκουμένης μέρει. Παραίνεσις τοῖς ὑπὸ τῆς συνόδου γραφεῖσι πεισθῆναι. Συμβουλία πρὸς τοὺς ἐπισκόπους ὑποστρέφοντας περὶ ὁμονοίας. Ὅπως οὓς μὲν προέπεμψεν, οἷς δὲ ἔγραψε, καὶ χρημάτων διαδόσεις.

Ὅπως περὶ εἰρήνης Αἰγυπτίοις ἔγραψέ τε καὶ παρῄνεσεν. Ὅτι καὶ ἐπισκόποις καὶ λαοῖς εὐλαβῶς πολλάκις ἔγραψεν. Ὅπως ἐν Ἱεροσολύμοις ἐπὶ τῷ ἁγίῳ τόπῳ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως ναὸν προσευκτήριον οἰκοδομεῖσθαι προσέταξεν.

Ὅτι τὸ θεῖον μνῆμα χώμασι καὶ εἰδώλοις ἀπέκρυψαν οἱ ἄθεοι. Ὅπως Κωνσταντῖνος τοῦ εἰδωλείου τὰς ὕλας καὶ τὰ χώματα μακράν που ῥιφῆναι προσέταξεν. Φανέρωσις τοῦ ἁγίου μνήματος. Ὅπως περὶ τῆς οἰκοδομῆς καὶ πρὸς ἄρχοντας καὶ πρὸς Μακάριον τὸν ἐπίσκοπον ἔγραψεν.

Κωνσταντίνου πρὸς Μακάριον περὶ τῆς τοῦ μαρτυρίου τοῦ σωτῆρος οἰκοδομῆς, τῶν ἐν τῇ οἰκουμένῃ πασῶν ἐκκλησιῶν οἰκοδομηθῆναι καλλίονα τοίχοις καὶ κίοσι καὶ μαρμάροις, ἔτι καὶ περὶ τοῦ κάλλους τῆς κόγχης καὶ ἐργατῶν καὶ ὑλῶν δηλῶσαι τοῖς ἄρχουσι.

Ὅπως ἡ προφητευθεῖσα καινὴ Ἰερουσαλὴμ ἐκκλησία τοῦ σωτῆρος ᾠκοδόμητο. Ἔκφρασις οἰκοδομῆς τοῦ παναγίου μνήματος. Ἔκφρασις αἰθρίου καὶ στοῶν. Ἔκφρασις τοῦ ναοῦ {τῆς ἐκκλησίας} τοίχων καὶ δωματουργίας κάλλους τε καὶ χρυσώσεως.

Ἔκφρασις διπλῶν στοῶν ἑκατέρωθεν καὶ πυλῶν ἀνατολικῶν τριῶν. Ἔκφρασις ἡμισφαιρίου καὶ κιόνων δώδεκα καὶ κρατήρων. Ἔκφρασις μεσαυλίου καὶ ἐξεδρῶν καὶ προπύλων. Περὶ πλήθους ἀναθημάτων. Περὶ οἰκοδομῆς ἐκκλησιῶν ἐν Βηθλεὲμ καὶ τῷ ὄρει τῶν ἐλαιῶν.

Ὅτι Ἑλένη βασιλὶς ἡ Κωνσταντίνου μήτηρ εἰς εὐχὴν παραγενομένη ταύτας ᾠκοδόμησεν. Ἔτι περὶ ἐκκλησίας ἐν Βηθλεέμ. Περὶ μεγαλοψυχίας καὶ εὐποιίας τῆς Ἑλένης. Ὅπως εὐλαβῶς ἐν ταῖς ἐκκλησίαις συνήγετο Ἑλένη.

Ὅπως ὀγδοηκοντοῦτις οὖσα καὶ διαθεμένη ἐτελεύτα. Ὅπως τὴν μητέρα Κωνσταντῖνος κατέθετο, καὶ πρὸ τούτου δὲ ζῶσαν ἐτίμησεν. Ὅπως ἐν Κωνσταντίνου πόλει μαρτύρια μὲν ᾠκοδόμησε, πᾶσαν δὲ εἰδωλολατρίαν περιεῖλεν.

Σταυροῦ σημεῖον ἐν παλατίῳ καὶ Δανιὴλ ἐν κρήναις. Ὅτι καὶ ἐν Νικομηδείᾳ καὶ ἐν ἄλλαις πόλεσιν ᾠκοδόμησεν ἐκκλησίας. Περὶ τῆς ἐν Ἀντιοχείᾳ ᾠκοδομηθείσης ἐκκλησίας. Ὅτι καὶ ἐν τῇ Μαμβρῇ προσέταξεν ἐκκλησίαν γενέσθαι.

Κωνσταντίνου πρὸς Εὐσέβιον περὶ τῆς Μαμβρῆ. Ὅτι ὁ σωτὴρ ὤφθη αὐτόθι τῷ Ἀβραάμ. Εἰδωλείων καὶ ξοάνων πανταχοῦ κατάλυσις. Τοῦ ἐν Ἀφάκοις τῆς Φοινίκης εἰδωλείου καὶ τῆς ἀκολασίας περιαίρεσις. Ἀσκληπιοῦ τοῦ ἐν Αἰγαῖς κατάλυσις.

Πῶς οἱ Ἕλληνες καταγνόντες τῶν εἰδώλων ἐπέστρεφον εἰς θεογνωσίαν. Ὅπως ἐν Ἡλίου πόλει τὴν Ἀφροδίτην καθελὼν ᾠκοδόμησε πρῶτος ἐκκλησίαν. Περὶ τῆς ἐν Ἀντιοχείᾳ δι᾽ Εὐστάθιον ταραχῆς. Ὅπως εἰρηνεύων Κωνσταντῖνος ἔγραψε περὶ τούτων.

Κωνσταντίνου πρὸς Ἀντιοχέας μὴ ἀποσπᾶν Εὐσέβιον Καισαρείας ἀλλ᾽ ἕτερον ζητῆσαι. Κωνσταντίνου πρὸς Εὐσέβιον ἐπαινοῦντος τὴν παραίτησιν Ἀντιοχείας. Κωνσταντίνου πρὸς τὴν σύνοδον, μὴ ἀποσπᾶσθαι Καισαρείας Εὐσέβιον.

Ὅπως τὰς αἱρέσεις ἐκτεμεῖν ἐσπούδασεν. Κωνσταντίνου διάταγμα πρὸς τοὺς αἱρετικούς. Περὶ ἀφαιρέσεως τόπων συνάξεων τῶν αἱρετικῶν. Ὅπως βιβλίων ἀθεμίτων παρ᾽ αὐτοῖς εὑρεθέντων πολλοὶ τῶν αἱρετικῶν εἰς τὴν καθολικὴν ἐκκλησίαν ὑπέστρεψαν.

ΤΟΥ ΤΕΤΑΡΤΟΥ ΛΟΓΟΥ ΤΑ ΚΕΦΑΛΑΙΑ Ὅπως δωρεαῖς καὶ προκοπαῖς ἀξιωμάτων ἐτίμα τοὺς πλείστους. Συγχώρησις τοῦ τετάρτου μέρους τῶν κήνσων. Ἐξισώσεις καὶ τῶν βεβαρημένων κήνσων. Ὅτι τοῖς ἐν χρηματικαῖς δίκαις ἡττηθεῖσιν αὐτὸς ἐξ οἰκείων ἐχαρίζετο.

Σκυθῶν ὑποταγὴ διὰ τοῦ σημείου τοῦ σωτῆρος ἡμῶν νικηθέντων. Σαυροματῶν ὑποταγὴ προφάσει τῆς τῶν δούλων ἐπαναστάσεως. Βαρβάρων διαφόρων πρεσβεῖαι καὶ δωρεαὶ παρ᾽ αὐτοῦ. Ὅτι καὶ πρεσβευσαμένῳ τῷ Περσῶν βασιλεῖ περὶ τῶν ἐκεῖ Χριστιανῶν ἔγραψεν.

Κωνσταντίνου Αὐγούστου πρὸς Σαπώρην τὸν βασιλέα Περσῶν ὁμολογοῦντος εἰς θεὸν καὶ Χριστὸν εὐσεβέστατα. Ἔτι κατὰ εἰδώλων καὶ περὶ θεοῦ δοξολογίας. Ἔτι κατὰ τυράννων καὶ διωκτῶν καὶ περὶ Οὐαλεριανοῦ τοῦ αἰχμαλωτισθέντος.

Ὅτι τῶν μὲν διωκτῶν εἶδε τὰς πτώσεις, εὐθυμεῖ δὲ νῦν διὰ τὴν τῶν Χριστιανῶν εἰρήνην. Παρακλήσεις ὥστε τοὺς παρ᾽ αὐτῷ Χριστιανοὺς ἀγαπᾶν. Ὅπως Χριστιανοῖς μὲν ἦν εἰρήνη σπουδῇ τῶν Κωνσταντίνου προσευχῶν.

Ὅτι καὶ ἐν νομίσμασι καὶ ἐν εἰκόσιν ὡς εὐχόμενον ἑαυτὸν ἐχάραττεν. Ὅτι καὶ τὸ ἐν εἰδωλείοις εἰκόνας αὐτοῦ θεῖναι νόμῳ διεκώλυσεν. Ἐν παλατίῳ προσευχαὶ καὶ θείων γραφῶν ἀναγνώσεις. Τῆς κυριακῆς τὴν ἡμέραν καὶ παρασκευῆς νομοθεσία τιμᾶν.

Ὅπως καὶ τοὺς ἐθνικοὺς στρατιώτας ἐν κυριακαῖς εὔχεσθαι προσέταξεν. Εὐχῆς ῥήματα στρατιώταις ὑπὸ Κωνσταντίνου δοθείσης. Ἐν τοῖς τῶν στρατιωτῶν ὅπλοις σημεῖα τοῦ σταυροῦ τοῦ σωτῆρος. Σπουδὴ προσευχῆς καὶ τιμὴ τῆς τοῦ πάσχα ἑορτῆς.

Ὅπως εἰδωλολατρίαν μὲν ἐκώλυσε, μάρτυρας δὲ καὶ ἑορτὰς ἐτίμα. Ὅτι τῶν ἔξω πραγμάτων ὥσπερ ἐπίσκοπον ἑαυτὸν εἶπεν εἶναι. Ἔτι περὶ κωλύσεως θυσιῶν καὶ τελετῶν καὶ μονομαχιῶν καὶ τῶν τὸ πρὶν ἀκολάστων τοῦ Νείλου.

Νόμου τοῦ κατὰ τῶν ἀτέκνων ὄντος διόρθωσις, ἔτι δὲ καὶ τοῦ περὶ διαθηκῶν ὁμοίως διόρθωσις. Ὅτι Χριστιανὸν μὲν Ἰουδαίοις μὴ δουλεύειν, τῶν δὲ συνόδων βεβαίους εἶναι τοὺς ὅρους ἐνομοθέτει καὶ λοιπά. Ἐκκλησίαις δωρεαὶ παρθένοις τε καὶ πένησι διαδόσεις.

Λογογραφίαι καὶ ἐπιδείξεις ὑπὸ Κωνσταντίνου. Ὅτι τῶν πλεονεκτῶν ἑνὶ μνημείου μέτρον ὑπέδειξε πρὸς δυσώπησιν. Ὅτι διὰ τὴν πλείονα φιλανθρωπίαν ἐχλευάζετο. Περὶ συγγράμματος Κωνσταντίνου, ὃ πρὸς τὸν τῶν ἁγίων σύλλογον ἔγραψεν.

Ὅπως τῶν Εὐσεβίου περὶ τοῦ μνήματος τοῦ σωτῆρος ἐπιδείξεων ἑστὼς ἤκουσεν. Ὅτι περὶ τοῦ πάσχα καὶ θείων βιβλίων πρὸς Εὐσέβιον ἔγραψεν. Κωνσταντίνου πρὸς Εὐσέβιον τὸν τοῦ πάσχα λόγον ἐπαινοῦντος. Κωνσταντίνου πρὸς Εὐσέβιον περὶ κατασκευῆς βιβλίων θείων.

Ὅπως αἱ βίβλοι κατεσκευάσθησαν. Ὅπως τὸ Γαζαίων ἐμπόριον διὰ τὸν χριστιανισμὸν ἐπολίσθη καὶ Κωνστάντια προσηγορεύθη. Ὅτι ἐπὶ τῆς Φοινίκης ἐπολίσθη μέν τις, ἐν δὲ ταῖς ἄλλαις πόλεσιν εἰδωλείων μὲν ἦν καθαίρεσις ἐκκλησιῶν δὲ κατασκευαί.

Ὅτι ἐν τρισὶ δεκαετηρίσι τρεῖς υἱοὺς βασιλέας ἀναγορεύσας, τὰ ἐγκαίνια τοῦ ἐν Ἱεροσολύμοις μαρτυρίου ἀγαγεῖν προὔθετο. Ὅτι διὰ τὰ κατ᾽ Αἴγυπτον ζητήματα σύνοδον εἰς Τύρον ἐν τῷ μεταξὺ γενέσθαι προσέταξεν.

Κωνσταντίνου πρὸς τὴν ἐν Τύρῳ σύνοδον. Ἐγκαινίων τῶν ἐν Ἱεροσολύμοις εἰς τὴν ἑορτὴν ἐκ πασῶν ἐπαρχιῶν ἦσαν ἐπίσκοποι. Περὶ τῆς διὰ Μαριανοῦ τοῦ νοταρίου δεξιώσεως αὐτῶν καὶ τῶν εἰς πτωχοὺς διαδόσεων καὶ ἀναθημάτων τῆς ἐκκλησίας.

Τῶν ἐπισκόπων ἐν συνάξεσι προσομιλίαι ποικίλαι καὶ Εὐσεβίου τοῦ ταῦτα συγγράψαντος. Ὅτι καὶ τὴν ἔκφρασιν τοῦ μαρτυρίου τοῦ σωτῆρος καὶ τριακονταετηρικὸν εἶπεν ὕστερον ἐπ᾽ αὐτοῦ Κωνσταντίνου. Ὅτι ἡ μὲν ἐν Νικαίᾳ σύνοδος τῇ εἰκοσαετηρίδι, τὰ ἐγκαίνια δὲ τὰ ἐν Ἱεροσολύμοις τῇ τριακονταετηρίδι Κωνσταντίνου γέγονεν.

Ὅπως τινὸς ἄγαν ἐπαινοῦντος οὐκ ἠνέσχετο Κωνσταντῖνος. Γάμοι Κωνσταντίου υἱοῦ αὐτοῦ καίσαρος. Ἰνδῶν πρεσβεία καὶ δῶρα. Ὅπως τοῖς τρισὶν υἱοῖς Κωνσταντῖνος διελὼν τὴν ἀρχήν, τὰ βασιλικὰ μετ᾽ εὐσεβείας διηγεῖτο.

Ὅπως καὶ ἀνδρωθέντας αὐτοὺς εἰς εὐσέβειαν ἤγαγεν. Ὅτι ἀμφὶ τὰ τριακονταδύο ἔτη βασιλεύσας καὶ ὑπὲρ τὰ ἑξήκοντα ζήσας σῶον εἶχε τὸ σῶμα. Περὶ τῶν τῇ ἄγαν αὐτοῦ φιλανθρωπίᾳ συγκεχρημένων εἰς ἀπληστίαν καὶ ὑποκρίσεις.

Ὅπως μέχρι τελευτῆς ἐλογογράφει Κωνσταντῖνος. Ὅπως ἐπὶ Πέρσας στρατεύων συμπαρέλαβεν ἐπισκόπους καὶ σκηνὴν ὡς σχῆμα τῆς ἐκκλησίας. Ὅπως Περσῶν πρεσβείας δεξάμενος, ἐν τῇ τοῦ πάσχα ἑορτῇ συνδιενυκτέρευσε τοῖς ἄλλοις.

Περὶ οἰκοδομῆς τοῦ ἐπικαλουμένου τῶν ἀποστόλων ἐν Κωνσταντινουπόλει μαρτυρίου. Ἔκφρασις ἔτι τοῦ αὐτοῦ μαρτυρίου. Ὅτι ἐν τούτῳ καὶ μνημεῖον εἰς ταφὴν ἑαυτῷ προσῳκοδόμησεν. Ἀνωμαλία σώματος ἐν Ἑλενοπόλει καὶ προσευχαὶ περὶ βαπτίσματος.

Κωνσταντίνου πρὸς ἐπισκόπους περὶ μεταδόσεως τοῦ λουτροῦ παράκλησις. Τὸ λουτρὸν λαβὼν ὅπως ἀνύμνει τὸν θεόν. Κωνσταντίνου τελευτὴ ἐν τῇ τῆς πεντηκοστῆς ἑορτῇ μεσημβρίας. Στρατιωτῶν καὶ ταξιαρχῶν ὀδυρμοί.

Μετακομιδὴ τοῦ σκήνους ἀπὸ Νικομηδείας ἐν Κωνσταντινουπόλει ἐν παλατίῳ. Ὅπως καὶ μετὰ θάνατον ὑπὸ κομήτων καὶ λοιπῶν καθὼς καὶ ἐν τῷ ζῆν ἐτιμᾶτο. Ὅπως αὐγούστους εἶναι λοιπὸν τοὺς υἱοὺς αὐτοῦ τὸ στρατόπεδον ἔκρινεν.

Ῥώμης ἐπὶ Κωνσταντίνῳ πένθος καὶ διὰ τῶν εἰκόνων τιμὴ μετὰ θάνατον. Κατάθεσις τοῦ σκηνώματος ὑπὸ Κωνσταντίου παιδὸς ἐν Κωνσταντινουπόλει. Σύναξις ἐν τῷ καλουμένῳ μαρτυρίῳ τῶν ἀποστόλων ἐπὶ τῇ Κωνσταντίνου τελευτῇ.

Περὶ φοίνικος ὀρνέου. Ὅπως ἐν νομίσμασιν ὡς εἰς οὐρανὸν ἀνιόντα Κωνσταντῖνον ἐνεχάρασσον. Ὅτι τιμηθεὶς ὑπ᾽ αὐτοῦ θεὸς δικαίως αὐτὸν ἀντετίμησεν. Ὅτι τῶν προγενομένων Ῥωμαίων βασιλέων εὐσεβέστερος Κωνσταντῖνος.